Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 11 Μαρτίου 2016

ΜΑΡΤΙΟΣ ΙΑ!! ΓΕΩΡΓΙΟΣ ΟΣΙΟΣ ΑΡΣΕΛΑΪΤΗΣ ΜΕΓΑΛΥΝΑΡΙΑ

ΜΕΓΑΛΥΝΑΡΙΑ


Κατὰ τήν· Τιμιωτέρα. Ὧν ἡ ἀκροστιχίς: Γεώργιε, σῶζε ἡμᾶς πάντας.


Γῆν ξηρὰν οἰκήσας Πάτερ σοφέ, ὀχετοῖς δακρύων, καρποφόρον ταῖς ἀρεταῖς, ταύτην κατειργάσω, διὸ Χριστὸς ἀμείψας, καμάτους σου τὸ στέφος, δέδωκεν ἄφθαρτον.

κ Σιναίων τόπων καὶ Ἀρσελᾶ, οὐδόλως ἐξῆλθες, ἑβδομήκοντα ἔτη ζῶν, εἰ μὴ κοινωνῆσαι, ὀχούμενος νεφέλη, Σιὼν σώματι Πάτερ, καὶ ἐπανήγαγες.

 τῶν σῶν θαυμάτων καὶ δωρεῶν, Ὅσιε πρὸς πάντας, τοὺς προστρέχοντας ἐκζητεῖν, πόμα σωτηρίας, καὶ λόγον ἀληθείας, Γεώργιε Πατέρων τὸ ἀκροθίνιον.

ῦπον ἐκκαθάρας σου τῆς ψυχῆς, ἔστρεψας τὸ ὄμμα, ἀτενῖσαι εἰς οὐρανόν, καὶ ἐν ἐγκρατείᾳ, ὡς ἄσαρκος σωφρόνως, ἐβίωσας Γεώργιε παμμακάριστε.

Γέρα σὺ προσήνεγκας τῷ Χριστῷ, ἀρετῶν τὸν πλοῦτον, ὃν συνέλεξας νουνεχῶς, ἐν πικρᾷ νηστείᾳ, εὐχῇ τε καὶ ἀσκήσει, διὸ καὶ ὁ Δεσπότης Πάτερ ἀντήμειψεν.

σος ἀνεδείχθης τοῖς ἀσκηταῖς, Πάτερ θεοφόρε, τοῖς Πατρᾶσιν ἀσκητικῶς, ὡς ἀστὴρ ἐκλάμψας, ἐν ἰσαγγέλῳ βίῳ, διὸ ἐν ὁσιότητι τοῦτον ἔλιπες.

χομεν σε Πάτερ πρέσβυν θερμόν, πρὸς Θεὸν τὸν Πλάστην, Ὃν ἱλέωσας προσευχαῖς, καὶ σκληραῖς νηστείαις, αἰτήσασθαι ἐν κρίσει, τοῖς δεξιοῖς προβάτοις συναριθμήσασθαι.

Σπόρον ἐγεώργησας ἀρετῶν, καὶ στάχυν ἐδρέψω, πολλαπλάσιον ὡς Θεός, δίδει Πάτερ πᾶσι, ζητῶν τὴν σωτηρίαν, ἁπάντων τῶν ἀνθρώπων, ὑπὲρ ὧν ἔπαθεν.

ς Ἠλίας πάλαι ἄνυδρον γῆν, ἐμέθυσεν ὄμβροις, τῇ εὐχῇ του πρὸς τὸν Θεόν, οὕτως καὶ σὺ Πάτερ, Γεώργιε τρισμάκαρ, τὸν ὑετὸν ἀφ’ ὕψη, εἰς γῆν κατήγαγες.

Ζῆλον θεῖον Ὅσιε ἐσχηκώς, ἤναψας τὸν πόθον, κοινωνήσασθαι ἐν Σιών, ὅθεν εὐδοκίᾳ, Ὑψίστου φρικτὸν θαῦμα, ἐπέβης τῇ νεφέλῃ καὶ ἐπανήγαγες.

ρημον κατώκησας Ἀρσελᾷ, ἐν ὀπαῖς σπηλαίων, ὡς ὑπέρμετρος νηστευτής, καὶ εὐχῆς ἀλείπτης, διὸ Πάτερ ἀξίως, ἐβράβευσεν ὁ Πλάστης, δοὺς δόξης στέφανον.

 ληστοῦ μετάνοια προσκαλεῖ, ἀνοῖξαι τὰς πύλας, Παραδείσου πάντας ἡμᾶς, νηστειῶν τὸν χρόνον, ἐν προσευχῇ τελέσαι, διὸ πᾶσι Γεώργιε δὸς ἐνίσχυσιν.

Μέλι οὐχ ἐγεύσω Πάτερ ποσῶς, ἀλλὰ τὴν ἀγρίαν, πικροτάτην ἀναζητῶν, κάπαριν πρὸς γεῦσιν, καὶ πείνης τὴν ἀνάγκην, οὗ πρὸς κοιλίας κόρον ἐνδιαιτώμενος.

Αἴτημα συγγνώμης γράμμα τὸ σόν, πρὸς τὸν Πατριάρχην, καὶ ἀλλήλων τὸν ἀσπασμόν, ἐν τῇ Βασιλείᾳ, Κυρίου περιεῖχεν, ὃ πρὸς καιρὸν θανάτου, Πάτερ ἀπέσταλκας.

Σπλάγχνα σου ἐλέους καὶ οἰκτιρμούς, ἐπιδείξας Πάτερ, ὄφιν ἔσχισας παρευθύς, ἀναστήσας παῖδα, τῇ πρὸς Χριστὸν δεήσει, καὶ πλεῖστα ζῶν σημεῖα Ὅσιε δέδωκας.

Πάντες εὐφημήσωμεν ἐν ᾠδαῖς, τὸν Ἀρσελαΐτην, καὶ ἐν τέρασι θαυμαστόν, χαῖρε ἐκβοῶντες, Γεώργιε παμμάκαρ, Σινὰ τὸ θεῖον κλέος καὶ τὸ ἀγλάϊσμα.

σωμεν φιλέορτοι ἐν ψαλμοῖς, μέλεσι καὶ ὕμνοις, μοναστῶν τὸν ὑφηγητήν, προσευχῆς ἀλείπτην, νηστείας τὸν ὁπλίτην, Γεώργιον τῆς Σκήτης Ἀρσελᾶ καύχημα.

Νίκης θεῖον ὅπλον Ζωοποιόν, Σταυρὸν τοῦ Κυρίου, πρὸς τοὺς δαίμονας ἀληθῶς, ἔλαβες καὶ ἦλθες, πρὸς μάχας μετὰ τούτων, Γεώργιε τροπώσας, τούτων τὰς φαλάγγας.

Τὸν Ἀρσελαΐτην ὕμνοις πιστοί, στέψωμεν καὶ τούτου, μιμησώμεθα ἀρετάς, ἵνα ὁ Δεσπότης, ἐν ὥρᾳ τῇ μελλούσῃ, ἡμῖν ἀνταποδώσῃ, τὰ ἐπουράνια.

ντὶ τῆς τροφῆς σου τὸν χορτασμόν, τρυφῆς ἐπεπόθης, Παραδείσου Πάτερ σοφέ, διὸ νῦν ἐν πόλῳ, μετὰ τῶν Ἀσωμάτων, καὶ πάντων τῶν Ἁγίων γεύει μακάριε.

Σῶσον ταῖς λιταῖς σου πρὸς τὸν Θεόν, πάντας τοὺς τιμώντας, σὴν πανίερον ἑορτήν, καὶ κἀμοὶ τῷ ὕμνους, ὑφάναντί σοι Πάτερ, δὸς ἀρετῶν τὸν πλοῦτον, καὶ θείαν φώτισιν.

ΜΕΓΑΛΥΝΑΡΙΑ

Κατὰ τό· Ἀκατάληπτόν ἐστι. Ἦχος γ΄. Ὧν ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον.


Ἀκατάληπτα βροτοῖς, καὶ Ἀγγέλοις ἀληθῶς, πέλει Πάτερ ἆθλα σά, ἃ ἐβράβευσε Θεός.

Ἀκατάληπτά ἐστιν, ἀνερμήνευτα ποσῶς, τὰ σημεῖα ἃ τελεῖς, ὦ τρισμάκαρ θαυμαστῶς.

Ἀνυμνεῖ σε ὁ πιστός, ὦ Γεώργιε λαός, μεγαλύνων ἀληθῶς, ὃν ἐδόξασε Θεός.

Δέξαι ὕμνοις ἐκ Σινά, ὡς θυμίαμα εὐχάς, καὶ ἀντίδος σαῖς λιταῖς, τῷ Θεῷ σωθῆναι ἡμᾶς.

νερμήνευτα ποσῶς, τὰ τελούμενα ἐν σοί, καταπλήττονται πιστῶν, καὶ Ἀγγέλων οἱ χοροί.

Βασιλέως τοῦ Χριστοῦ, ἠκολούθησας ὁδόν, καὶ ἠφάνισας ὁρμάς, τῶν δαιμόνων ἐκποδών.

Γεωργεῖς τὰς ἀρετάς, ὡς γεώργιον καλόν, καὶ καθαίρεις τὰς ψυχάς, τῶν ῥαθύμων μοναστῶν.

Δεῦτε ἴδωμεν πιστοί, ἐν τῇ Λαύρᾳ Ἀρσελᾷ, πῶς Γεώργιος πατήρ, μαθητήν του ἀνιστᾶ.

ν νηστείᾳ καθαρᾷ, σὺ προσεύχῃ ἀληθῶς, διὸ θαύμασι φρικτοῖς, κατηξίωσε Θεός.

Ζωηῤῥύτοις διδαχαῖς, νουνεχῶς καθοδηγεῖς, τοὺς προστρέχοντας εἰς σέ, φῶς δ’ ἀπίστοις χορηγεῖς.

 δακρύῤῥοος εὐχή, ἐγεγόνει σὺ κλαυθμός, καὶ ἐπτέρωσε τὸν νοῦν, πρὸς τὰ ἄνω ὡς εἰκός.

Θεοτόκον Μαριάμ, ἐμεγάλυνας ψαλμοῖς, τὰ σὰ πταίσματα θρηνῶν, στεναγμοῖς καὶ ὀδυρμοῖς.

κετεύει σε χορός, καὶ Πατέρων ἡ πληθύς, ὦ Γεώργιε σοφέ, σῶσον πάντας παρευθύς.

Κατῳκτείρησας Χριστόν, ἐν ἀγάπῃ περισσῇ, σωφροσύνης τὴν ὁδόν, νῦν προκρίνας τὴν χρυσή.

Λιμοὺ πάντας ἐξελοῦ, νόσων τε φθοροποιῶν, μολυσμάτων τῆς ψυχῆς, καὶ ἐχθρῶν ἐπηρειῶν.

Μιμησώμεθα πιστοί, τοῦ Ὁσίου ἀρετήν, Γεωργίου ἐν χαρᾷ, οὗ τιμῶμεν ἑορτήν.

Νεκρωθείσαν μου ψυχήν, ζώωσον σῇ προσευχῇ, καθαγίασον τὸν νοῦν, μετανοίας δὸς ἀρχήν.

Ξενοδόχησον ἡμᾶς, ἐν σπηλαίοις Ἀρσελᾷ, καὶ δὸς πᾶσι τὰς εὐχάς, ἅμα σὰ Πάτερ καλά.

ρθοτόμησον ὁδόν, πρὸς πηγὰς τὰς διαυγεῖς, ὥσπερ ἔλαφος ζητεῖ, πιεῖν ὕδωρ ἐκ τῆς γῆς.

Περιτείχισον πιστούς, τοὺς ὑμνούντας σε λαμπρῶς, θεῖον κλέος Ἀρσελά, τῇ ψυχῇ ὁ καθαρός.

αθυμίαν τῆς ψυχῆς, ἀποδίωξον μακράν, σὺν σκιρτήμασι σαρκός, παύων πᾶσαν συμφοράν.

Σκέπε πάντας τοὺς πιστούς, σαῖς Γεώργιε εὐχαῖς, καὶ κολάσεως φρικτῆς, ἐξελοῦ σαῖς προσευχαῖς.

Τὴν φωσφόρον καὶ φαιδράν, ἐκτελοῦντες μνήμην σήν, ἐξαιτούμεθα πιστῶς, στρέψον θεϊκὴν ὀργήν.

ψηλοφρονεῖν μὴ δός, παρ’ ὃ δεῖ Πάτερ φρονεῖν, καὶ τὰ ἄνω ἐκζητεῖν, τὰ οὐράνια ποθεῖν.

Φωτοδότα Ἰησοῦ, Σὲ γινώσκων Λυτρωτήν, Γεωργίου ταῖς λιταῖς, δεῖξον ἔργων ποιητήν.

Χαριτόβρυτε ἁγνή, Βάτε γῆς τῆς Μαδιάμ, οἰκηστὴς τοῦ Ἀρσελᾶ, δυσωπεῖ Σε Μαριάμ.

Δόξα. Τριαδικόν.

Ψάλλω Σοι πιστῶς ᾠδήν, Πάτερ Λόγε Πνεῦμα εὐθές, διανοίας μου Τριάς, στήριξον τὸ ἀσταθές.

Καὶ νῦν. Θεοτοκίον.

 Παρθένε ἡ ἐλπίς, μὴ ἐλλίπῃς δυσωπών, εἰς τὸ σῶσαι τοὺς πιστούς, τὸν Οἰκτίρμονα Θεόν.



                            πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου