Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 11 Μαρτίου 2016

ΜΑΡΤΙΟΣ ΙΑ!! ΓΕΩΡΓΙΟΣ ΟΣΙΟΣ ΑΡΣΕΛΑΪΤΗΣ ΕΓΚΩΜΙΑ, ΕΥΛΟΓΗΤΑΡΙΑ, ΑΠΟΣΤΙΧΑ

ΕΓΚΩΜΙΑ


Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ. Ὧν ἡ ἀκροστιχίςἍγιε Γεώργιε, σῶζε πάντας.

Μεγαλύνομέν σε, τῶν Πατέρων χορός, ὦ Γεώργιε πιστῶς καὶ δοξάζομεν, τὸν δοξάσαντα Θεόν σε ἀληθῶς.

Μεγαλύνομέν σου, Ὀρθοδόξων πληθύς, τὸν ἰσάγγελον ἐν γῇ θεῖον βίον σου, ὦ Γεώργιε ἡ δόξα ἀσκητῶν.

Μακαρίζομέν σε, φιλεόρτων πλήθύς, ὦ Γεώργιε Ὁσίων ἐντρύφημα, καὶ τὸ καύχημα Πατέρων τοῦ Σινᾶ.

Μακαρίζομέν σε, μοναστῶν οἱ χοροί, Ῥαϊθοῦς Σινᾶ Φαρὰν καὶ τῆς Σκήτης σου, ὦ Γεώργιε τὸ κλέος Ἀρσελᾶ.

νυμνοῦμεν Πάτερ, τὰ ἐν σοὶ ἀληθῶς, θαυμαστά σου καὶ παράδοξα θαύματα, καὶ ὑμνοῦμέν σε ἐν ᾄσμασι πιστῶς.

Γεωργήσας πᾶσας, τοῦ Χριστοῦ ἐντολάς, ἀρετὴν εἰς ἀρετὴν καὶ εἰς δύναμιν, θείαν ἤνυσας Γεώργιε ὁδόν.

κετεύομέν σε, θεοφόρε σεπτέ, τὸν ἐν τόποις Ἀρσελᾷ τὸν Δεσπότην σου, εὐηρέστησας ἀγῶσί σου σκληροῖς.

ξεπλάγη πᾶσα, τῶν περάτων πληθύς, καθορῶσα ἐν Σιὼν θεῖον θέαμα, ἐποχούμενον νεφέλῃ σε αὐτῇ.

Γέγραπται ἐν βίβλοις, ψαλμικοῖς τοῦ Δαβίδ, τίνι τρόπῳ ὁ ἀνὴρ ἐστὶ δίκαιος, ὃν Γεώργιε εἰργάσω ἀρεταῖς.

ορτὴν Ἁγίου, νῦν τελεῖ ποθητῶς, Ἐκκλησία τοῦ Χριστοῦ ὦ Γεώργιε, καὶ τιμᾷ τὴν θείαν μνήμην σου πιστῶς.

 τῶν σῶν θαυμάτων, ἀνιστὰς μαθητήν, ὃν ὁ ὄφις ἐθανάτωσεν Ὅσιε, καὶ τὴν ἔχιδναν ξεσχίζεις σαῖς χερσί.

ῦσαι πάντας Πάτερ, πειρασμῶν τοῦ σατᾶν, καὶ παθῶν τῶν ψυχοφθόρων δεήσεσι, σαῖς πρὸς Κύριον καὶ νόσων χαλεπῶν.

Γράμμα πρὸ τοῦ τέλους, Πατριάρχῃ σεπτῷ, ἀποστείλας ὦ Γεώργιε Ὅσιε, τὴν συγγνώμην παρ’ αὐτοῦ αἰτεῖς σοφέ.

πὶ τῆς νεφέλης, πρὸς Σιὼν ὁ Χριστός, κοινωνῆσαι τοῦ ποθεῖν ὄντως ἔφερεν, θαῦμα μέγα καταπλῆττον νοῦν βροτῶν.

Σωτηρίαν δίδου, Ὀρθοδόξοις λαοῖς, τοῖς τιμῶσί σου τὴν μνήμην Γεώργιε, ἐξαιρέτως δὲ Πατρᾶσιν ἐν Σινᾷ.

φθης ἐν Ὁσίοις, τῆς συγγνώμης κανών, τῆς πρᾳότητος εἰκὼν καὶ τῆς πίστεως, στῦλος ἄσειστος ὦ Πάτερ ἀληθῶς.

Ζῆλον θεῖον ἔσχες, παιδιόθεν θερμόν, καὶ ὡς ἄσαρκος ἐρήμῳ ἐβίωσας, ἐγκρατείᾳ δοὺς σαὐτὸν ὕδωρ πιεῖν.

πὶ τῶν ὑδάτων, τὰς πηγὰς ὡς δορκάς, τοὺς πιστοὺς διψώντας Πάτερ κατεύθυνον, ἀναψύχων νουθεσίαις σου ὀρθαῖς.

Παννυχὶ ἀγρύπνως, ἐν νηστείαις σκληραῖς, προσευχαῖς ἐνδιαιτώμενος Ὅσιε, ταπεινώσει Πνεῦμα εἵλκυσας Θεοῦ.

ρεταῖς σὸν βίον, πολιστὰ τοῦ Σινά, κατεκόσμησας Γεώργιε πάνσοφε, ὧν τὸν πλοῦτον πρὸς ζωὴν ἀγήρω δὸς ἡμῖν.

Νέμεις τοῖς αἰτοῦσι, δαψιλῶς χάριν σήν, ἰατρείαν νοσημάτων ἀδάπανον, καὶ θαυμάτων σου πλουτεῖς Πάτερ πιστούς.

Τίς σου τὰ σημεῖα, παραδόξως φρικτά, διηγήσετα θαυμάσια ἔνδοξε, ὦ Γεώργιε τὸ κλέος Ἀρσελᾶ.



Δόξα. Τριαδικόν.

Ἀληθῶς ἐδείχθης, ἀσκητὴς καὶ σεπτή, ἐξιλέωσας Τριάδι ἀγῶσί σου, ὦ Γεώργιε πιστῶς προσκυνητή.

Καὶ νῦν. Θεοτοκίον.

Σπεῦσον Θεοτόκε, βοηθῆσαι ἡμᾶς, καὶ κολλάσεως μελλούσης ἐκλύτρωσαι, πρὸς Υἱόν Σου παρακλήσεσι θερμαῖς.



Στάσις Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι. Ὧν ἡ ἀκροστιχίς: Γεώργιε, πιστοὺς σῶσον.

Ἄξιόν ἐστι, μεγαλύνειν σε ᾠδαῖς καὶ ὕμνοις, τὸν ἐν ἀρεταῖς καὶ ἐν θαύμασι, περιβόητον Γεώργιον Σινᾶ.

Ἄξιόν ἐστι, μακαρίζειν σε Ἀρσελαΐτα, ὦ ποιμὴν ποιμένων ἀγλάϊσμα, πανσεβάσμιε Γεώργιε σοφέ.

Ἄξιόν ἐστι, ὁ χορὸς Σιναϊτῶν Πατέρων, μέλεσι τερπνοῖς μεγαλύνωμεν, τὸν Γεώργιον τῆς Λαύρας Ἀρσελᾶ.

ᾌσμα τὸ ἡδύ, ἀναπέμψωμεν μετ’ εὐλαβείας, τῷ Ἀρσελαΐτῃ θεόφρονι, Γεωργίῳ τῷ Ὁσίῳ τοῦ Θεοῦ.

Ὄμματα καὶ νοῦν, πρὸς Χριστὸν ἀεὶ ἔχειν σε Πάτερ, πάσας ἀρετὰς ἐκατόρθωσας, ἐξαιρέτως δὲταπείνωσιν πολλήν.

Σὲ Σιναϊτῶν, αἱ χορεῖαι μάκαρ ἀνυμνοῦσι, καὶ πιστῶν συστήματα μέλπουσιν, ὦ Γεώργιε ἡ δόξα Ἀρσελᾶ.

Ἴθυνον Χριστέ, εὐσεβῶν πρὸς σὲ νοῦν καὶ καρδίας, ἵνα εὐφημήσωσιν ᾄσμασι, τὸν Γεώργιον τὸ καύχημα Σινᾶ.

Ἔρχου θαυμαστῶς, καὶ χαρίτωσον πιστοὺς ὦ Πάτερ, οὓς καὶ ῥῦσαι πάσης φθοροποιοῦ, ἀλγηδόνος νοσημάτων καὶ δεινῶν.

Γέγραπται ἐν σοί, ἀληθῶς ὁ ζῆλος τοῦ σοῦ οἴκου, ὅλον με κατέφαγεν Ἅγιε, διὸ θείου ζήλου ἔμπλησον ἡμᾶς.

ρχει Ἀρσελᾶ, σὲ οἰκήτορα ἡ Λαύρα μαάρ, καὶ Μονὴ Σινᾶ ἀντιλήπτορα, ἡμεῖς πρέσβυν δὲ πρὸς Ἰησοῦν θερμόν.

σπερ προσφορά, καὶ θυσία Πάτερ εὐωδίας, τῷ Χριστῷ καμάτους προσήγαγες, σὺν ἱδρῶσι δακρυῤῥόοις τε εὐχαῖς.

ήματα Θεοῦ, καθ’ ἑκάστην μελετῶν καὶ νήφων, τὸν σὸν Λυτρωτὴν εὐηρέστησας, ἐν παλαίσμασι Γεώργιε σκληροῖς.

Γῆ ἐρημική, οὐδὲν ἔχων πῶς ἔθρεψε Πάτερ, ἐπὶ ἑβδομήκοντα ἔτεσιν, ἃ διέτριψας ὁρίοις τοῦ Σινᾶ;

να τῆς φθορᾶς, τοῦ θανάτου πάντας ἀφαρπάσῃ, πρέσβυν τοῖς πιστοῖς ἐχαρίσατο, σὲ ἀοίδιμε Γεώργιε Θεός.

χιδναν χερσί, ἐθανάτωσας ζωοποιήσας, τὸν σὸν μαθητὴν Πάτερ Ὅσιε, καὶ ἐπηύξησας ἀγώνας προσευχαῖς.

Πῦλαι οὐρανῶν, ὑπεδέξαντό σε θεῖε Πάτερ, ὅτε πρὸς Θεὸν ἐξεδήμησας, ἐπεὶ ἔζησας ὡς Ἄγγελος ἐν γῇ.

λαθι Χριστῷ, ὑπὲρ δούλων σου σεπτῶς τιμώντων, μνήμην σου πανίερον Ἅγιε, καρδιῶν τὸν πόθον τούτων ἐκπληρῶν.

Σκεῦος ἐκλεκτόν, μυροθήκης Πνεύματος Ἁγίου, πέλεις ὦ Γεώργιε ἔνδοξε, ἀρεταῖς κεκοσμημένος ἀληθῶς.

Τήρει ἀβλαβεῖς, τοὺς πιστοὺς ἐκ τῶν κινδύνων Πάτερ, νόσους ἐκδιώκων καὶ συμφοράς, πειρασμοὺς τοὺς ψυχολέθρους ἐκποδών.

λβιος ὡς σέ, ὦ Γεώργιε ἐπικαλεῖτε, ἔχων ὡς φρουρὸν ἀξιάγαστε, ἐν τῷ βίῳ τῶν ποικίλλων ἀναγκῶν.

ψει θεϊκῷ, τὴν ταπείνωσιν καλλιεργήσας, ἔφθασας καὶ δίκαιος γέγονας, ὑπομείνας Πάτερ θλίψεις καρτερῶς.

Στῶμεν εὐλαβῶς, μετὰ φόβου πίστεως ἀγάπης, ἐν ταῖς Ἐκκλησίαις θεόφρονες, τὸν Γεώργιον ὑμνοῦντες ἐν ᾠδαῖς.

Στῦλος ἀρετῶν, καὶ τῆς πίστεως κανὼν ἐδείχθης, ἐν διδασκαλίαις Γεώργιε, ποδηγέτης μοναζόντων νουνεχής.

φθης μοναστῶν, ἀκρθίνιον Ἀρσελαΐτα, καὶ Πατέρων κλέος Γεώργιε, ὁ τὴν ἔρημον πολίσας τοῦ Σινᾶ.


Σῶσον τοὺς πιστούς, ὦ Γεώργιε Ὁσίων δόξα, ἐκ τῶν πειρασμῶν ἱκεσίαις σου, πρὸς Φιλάνθρωπον Σωτῆρα Ἰησοῦν.

Δόξα. Τριαδικόν.

πλον ἀῤῥαγές, κατ’ ἐχθρῶν Τριὰς Ἁγία πέλεις, διὸ νῦν λαοὶ προσκυνήσωμεν, τὸν Πατέρα καὶ Υἱὸν Πνεῦμα τὸ ζόν.

Καὶ νῦν. Θεοτοκίον.

Νίκας τοῖς πιστοῖς, ἀρχομένοις τ’ ἄρχουσι παράσχου, Μῆτερ πρὸς Θεὸν μεσιτείαις Σου, σὺν θερμαῖς Ἀρσελαΐτα προσευχαῖς.




Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι. Ὧν ἡ ἀκροστιχίς: Ὅσιε, λιταῖς σου ῥῦσαι δεινῶν ἡμᾶς.

Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεία μέλη, πέμπουσί σε παμμάκαρ.

Αἱ γενεαὶ πίστει, ᾄδουσι τὸν ὕμνον, πανσέπτῳ Γεωργίῳ.

Ἀρσελᾶ τὴν δόξαν, τῆς ἐρήμου θρέμμα, Γεώργιον ὑμνοῦμεν.

Μοναστῶν χορεῖαι, ὕμνοις θεοτέρποις, τιμὴν Ὁσίῳ δότε.

μβρους σῶν χαρίτων, ῥᾶνον τοῖς τιμῶσιν, Ἅγιε τὴν σὴν μνήμην.

Σκεῦος Παναγίου, Πνεύματος ἐγένου, ὦ Γεώργιε μάκαρ.

θυνον πρὸς τρίβους, τῆς μετανοίαε Πάτερ, ἡμῶν ἀεὶ τὸν βίον.

ρχου θεῖε Πάτερ, ἀντίληψις ταχεία, ἡμῶν τῶν δεομένων.

Λῦσον τὰς ἐνέδρας, Χριστὲ τοῦ βροτοκτόνου, σατᾶν καὶ σῶσον πάντας.

κέτευε τὸν Πλάστην, σωθῆναι τοὺς ὑμνούντας, Γεώργιε σὴν μνήμην.

Τάξεις Ὀρθοδόξων, μέλουσι σε ὕμνοις, Γεώργιε παμμάκαρ.

ρσελᾶ ἡ Σκήτη, καὶ Σινὰ ἡ μάνδρα, ἐν σοὶ καυχῶνται Πάτερ.

σοστάσιός τε, Ἁγίων σὺ Ὁσίων, ἐν πόλῳ συναυλίζει.

Σπεῦσον ἵνα ῥύσῃς, Πάτερ ἐκ κινδύνων, τοὺς σὲ ὑμνολογούντας.

Στήλη ἐγκρατείας, νηστείας σωφροσύνης, Γεώργιε ἐδείχθης.

πως ἀπαλλάξῃς, ἡμᾶς ἐκ νοσημάτων, παρακαλοῦμεν Πάτερ.

ποπιάσας σῶμα, ἐδούλωσας τὴν σάρκα, σκληροῖς ἀγῶσι μάκαρ.

άνατε τοῖς μύροις, Πατέρες Σιναΐται, εἰκόναν τοῦ Ὁσίου.

βριν τῶν δαιμόνων, κόπασον ὦ Πάτερ, καὶ πάθη ψυχοφθόρα.

Συγγνώμην δὸς πταισμάτων, ἡμῶν Θεῷ λυπούντων, καθάπερ Πατριάρχῃ.

ντίδος τοῖς ὑμνοῦσι, σὴν μνήμην θεῖε Πάτερ, κατ’ ἄμφω ἰατρείαν.

σάγγελον βίον, ἐν Ἀρσελᾷ τοῖς τόποις, διήνυσας τρισμάκαρ.

Δεῦτε φιλεόρτων, πληθὺς καὶ μοναζόντων, δῶμεν τιμὴν Ὁσίῳ.

χομέν σε πρέσβυν, καὶ πρὸς Χριστὸν μεσίτην, θερμὸν Ἀρσερλαΐτα.

να λυτρωθῶμεν, πυρὸς τοῦ αἰωνίου, παρακαλοῦμεν Πάτερ.

Νέμεις τοῖς αἰτοῦσι, τὴν χάριν σῶν θαυμάτων, Γεώργιε καὶ κρείττῳ.

 Σινὰ τὸ κλέος, τῶν μοναστῶν ἡ δόξα, Γεώργιε θεόφρον.

Νίκας Ὀρθοδόξοις, κατ’ ἐχθρῶν παράσχου, εἰρήνην τ’ Ἐκκλησίαν.

λιον δυσώπει, τῆς Δικαιοσύνης, ἡμῶν φωτίσαι σκότη.

Μήποτε ἀφήσῃς, ὦ Πάτερ Σιναΐτας, ἄνευ σῆς βοηθείας.

Δόξα. Τριαδικόν.

κτιστον Τριάδα, Πατέρα Λόγον Πνεῦμα, ἐν πίστει προσκυνοῦμεν.

Καὶ νῦν. Θεοτοκίον.

Σῶσον Θεοτόκε, πρεσβείαις πρὸς Υἱόν Σου, ἡμᾶς ἀκατακρίτους.



Εὐλογητάρια. Ἦχος πλ. α΄.


Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Ἀρσελαΐτην ᾆσαι.

Τῶν Ἀγγέλων αἱ τάξεις, μοναστῶν αἱ χορεῖαι, κατεπλάγησαν ὅ,τι, ὡς ἰσάγγελος Πάτερ, ἑβδομήκοντα ἔτη, ἐν Σινᾷ Κυρίῳ εὐηρέστησας· ὅθεν σὺν Ἁγίοις, Θεὸς ἠρίθμησον.


Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὸν Γεώργιον μέλψαι.

Τίνα μῦρα εὐσεβεῖς καὶ δάκρυα, τῷ Ἀρσελαΐτῃ δῶτε; Τοῦ Σιναίου τῶν Πατέρων ἄθροισμα, προσεφθέγγετο ἐν κατανύξει, ἴδετε πιστοὶ ποιμένα καὶ ἤσθητε· προς Σιὼν ποθῶν, νὺν νεφέλη φέρεται.


Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, θεοφόρον ὑμνῆσαι.

Λίαν πιστῶς, Σιναΐται μέλψωμεν, τὸν Γεώργιον ἐνθέοις ὕμνοις, Ὀρθοδόξων μοναστῶν συστήματα, εὐσεβῶς ὀρθοφρονοῦντες, ἑορτὴν τελέσωμεν, τοῦ Ὁσίου ἀγαλλόμενοι τῷ Πνεύματι.


Στ.: Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Γεωργίῳ τιμῆσαι.

Μυροβόλοις τε κρίνοις, σὺν ἰάσμοις καὶ ῥόδοις, καταστέψωμεν Ἀρσελαΐτου, εἰκόναν πιστοί, ἐγκρατεύοντες πάθη, ἵνα ὡς αὐτὸς Θεῷ ἐξιλεώσωμεν· δι’ ἡμᾶς γάρ, ἱκετεύει τὸν Κύριον.


Δόξα. Τριαδικόν.

Προσκυνοῦμεν ἐν πίστει, τὸν Πατέρα καὶ Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφεὶμ λέγοντες τὸ Ἅγιος, Ἅγιος Ἅγιος εἶ Κύριε.


Καὶ νῦν. Θεοτοκίον.

Ζωοδότην τεκοῦσα, Θεοτόκε Παρθένε, Σὸν Υἱὸν ἐλυτρώσω, τὸν Ἀδὰμ σὺν τῇ Εὔᾳ, τῆς ἀρχαίας κατάρας, καὶ πᾶσι βροτοῖς ἔδειξας Παράδεισον· μετανοίας γὰρ ὁδούς, προκρίνειν σώζεσθε.



Ἀπόστιχα. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε τὸ μακάριον σοφέ, πνεῦμά σου ἐν πόλῳ ἀνῆλθε, τάφος ἐκάλυψεν, σῶμα τὸ πολύαθλον, ἐν γῇ Γεώργιε. Τότε δὲ οἱ Ἀσώματοι, οὐράνιοι Νόες, σὺν Ἁγίοις ἅπασιν, ἠγαλλιάσαντο. Νῦν δέ, φιλεόρτων τὰ πλήθη, καὶ Σιναϊτῶν αἱ χορεῖαι, ὕμνοις σε ἐνθέοις μεγαλύνομεν.


Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Ὅτε τῇ νεφέλῃ ἐπιβάς, κούφως ὑπερβέβηκας Πάτερ, γῆν τε καὶ θάλασσαν, πόθον σου τὸν ἅγιον, Χριστὸς ἐκπλήρωσεν. Εἰς Σιὼν σὲ ὁδήγησε, ναῷ κοινωνῆσαι, Σῶμά του καὶ Αἷμά του, καὶ πάλιν ἤγαγεν, τόπον Ἀρσελᾶ τῷ ἀνύδρῳ, ἔνθα τοῦ σατᾶν τὰς παγίδας, ἔθραυσας ἀγῶσί σου Γεώργιε.


Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, δῶμεν φιλεόρτων χορεῖαι, τῷ Γεωργίῳ πιστῶς, τούτου λιτανεύοντες, εἰκόνα πάνσεπτον, ἣν τῷ πόθῳ ἐκόσμησαν, Σινὰ οἱ Πατέρες, ἄνθεσιν ἀρώμασιν, δακρύοις νήφοντες. Νῦν δὲ ἱκετῶν σου αἰτήσεις, πλήρωσον προσείπωμεν τούτῳ, ὅ,τι παῤῥησίαν Θεῷ κέκτησαι.


Δόξα. Καὶ νῦν. Ἦχος πλ. α΄.

Σὲ, ὅνπερ ἐχαρίτωσε Χριστός, μάκαρ Γεώργιε, καθορῶντες πιστῶς, ἐν τῇ πανσέπτῳ θείᾳ Εἰκόνι, κεκοσμημένον πνευματικαῖς χάρισιν, εὐκατάνυκτον ὕμνον, πανευλαβῶς ἀγαλλόμενοι λέγομεν· Θρέμμα ἐρήμου Ἀρσελᾶ, ὃν ὁ ἀνέσπερος Ἤλιος, ἀληθῶς ἐφώτισεν ἐκ νεότητος, σκότη ἀπομακρύνων σου, βιοτὴν ἰσάγγελον ἑλόμενος, καὶ ἐθαυμάστωσεν Θεός, ζῶντα πανεύφημε· ἀλλ’ ἰδοὺ νῦν οἴδαμεν, δι’ ἡμᾶς μεσθτεύειν, παῤῥησίαν ἔχοντα. Πῶς σε τιμήσωμεν Πάτερ; ἢ πῶς δοξάσωμεν ἆθλα; Ποῖα προσοίσωμεν γέρα, σῶν ἀρετῶν ἐπαξίως; ἢ ποίους μέλψωμεν ὕμνους, τῇ πανενδόξῳ σου μνήμῃ; Μεγαλύνομέν σε Ἅγιε, ὑμνολογοῦμεν τοὺς σοὺς πόνους, σὺν τοῖς θαύμασί σου, βοῶντες· Κύριε δόξα Σοι.



                             πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου