ΣΕΠΤΕΜΒΡΙΟΣ Η΄!!
ΠΑΝΑΓΙΑ ΓΙΑΤΡΙΣΣΑ ΛΟΥΤΡΑΚΙΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, ἐν Λουτρακίῳ ἀσπασμοῦ τιμὴν δῶμεν, ὅτι θαμάτων χάριτας
παρέχει ταχύ· πᾶσαν νόσον φυγαδεύει γάρ, πυρετοὺς ἀλγηδόνας τε, μολυσμοὺς καὶ
τραύματα, ἐκ ψυχῶν καὶ σωμάτων, καὶ θεραπείαν δίδωσιν ἀεί, τοῖς Χαῖρε ταύτῃ,
βοῶσιν ἐκ πίστεως.
Δόξα.
Ἀπολυτίκιον τῆς Εἰκόνος. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Εἰκόνι
προσπέσωμεν θαυματουργῷ εὐλαβῶς, ἁγνῆς Θεομήτορος, ἐν Λουτρακίῳ πιστοί, τὰ
κρείττω αἰτούμενοι· νέμει γὰρ τοῖς νοσοῦσι, θεραπείαν καὶ ῥῶσιν, ὅτι Γιάτρισσα
αὕτη, φερωνύμως καλεῖται, ὑπὲρ ἡμῶν δ’ ἱλάσκει Υἱον, χάριν δωρήσασθαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Βροτῶν Γιάτρισσα, δέξαι ᾠδήν. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Βραδεῖς δοῦναι αἶνον Θεῷ
ἐσμέν, διὸ ἐλθὲ τάχει, εἰς ἡμῶν ἀρωγὴν ἁγνή, τῶν πόθῳ ὑμνούντων Σε καὶ δίδου,
τὴν θεραπείαν ἐκ νόσων, ὡς Γιάτρισσα.
Ῥαδίως περαίνονται τὰ ἐν
Σοί, ὡς οὖσα Παρθένε, τοῦ Θεοῦ Μήτηρ ἀληθῶς, οὐ γὰρ ἀδύνατον ὑπάρχει, τῇ
νικησάσῃ καὶ ὅρους τῆς φύσεως.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ,
προὐξένησε Κόρη, ἡ διάνοια πρὸς ῥοπήν, ὠθοῦσα τὴν φύσιν ἁμαρτάνειν, ἀλλ’ εἰς
χαρὰν ταύτης ἄλγος μετάτρεψον.
Τὸ θεῖόν Σου πρόσωπον
Μαριάμ, οἱ πλούσιοι ὄντως, λιτανεύσουσι τοῦ λαοῦ, ὡς ἔφη ἐν βίβλῳ Προφητάναξ,
τὰ περὶ Σοῦ· ὅθεν πρόσδεξαι ᾄσματα.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ Στερέωμα.
ᾨδὴν
δέξαι Γιάτρισσα, τῶν προσδραμόντων ἀσπάσασθαι, πανευλαβῶς, Σὴν σεπτὴν Εἰκόνα,
καὶ δὸς πᾶσι τὴν χάριν Σου.
Νοσημάτων
ἴασαι, τοὺς ψαλμικῶς ἀνυμνοῦντάς Σε, ἐν τῷ ναῷ, καθ’ ἑκάστην ὥραν, Θεοτόκε
πανύμνητε.
Γλύκανον
Σῇ χάριτι, κατ’ ἄμφω τὰ αἰσθητήρια, Κόρη σεμνή, καὶ τὰ κρείττω νέμει, μητρικαῖς
Σου ἐντεύξεσιν.
Ἰσχυρὰν
προστάτιδα, Σὲ Θεοτόκε ἐπέγνωμεν, ἐκ πειρασμῶν, Σοὺς ἀχρείους δούλους,
ἀπαλλάττουσα πάντοτε.
Ἐκλύτρωσαι,
ἀνάγκης βλάβης καὶ νόσων, ἁγνὴ Θεόπαις, τοὺς ἀνυμνοῦντας ᾀσματικῶς τὸ Σὸν θεῖον
ἐκτύπωμα, ὡς ταχινὴ ἰατὴρ πιστῶν δούλων.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὦ Μῆτερ Θεοῦ ἀντίληψις
βοήθεια, καὶ καταφυγὴ ἡμῶν πάντων ἐπάκουσον, τῶν πιστῶς βοώντων Σοι· Θεοτόκε
Δέσποινα ἴασαι, τοὺς Σῇ Εἰκόνι δίδοντας τιμήν, ἐν Λουτρακίῳ, πόθῳ προστρέχοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀνυμνοῦμέν Σε Γιάτρισσα, οἱ
ἐν ἀσθενείαις δοκιμαζόμενοι, καὶ ἐν δίνῃ βίου ἔχοντες, ἐξελοῦ κινδύνων Κόρη
λέγοντες.
Τοὺς νοσοῦντας θεράπευσον,
ἐξ ἀσθενειῶν καὶ δεινῶν κακώσεων, Θεοτόκε ἀπειρόγαμε, τῇ ἐναργεστάτῃ ἀντιλήψει
Σου.
Ῥῦσαι πάντας ἐκ θλίψεως,
καὶ σαρκὸς κινήσεις παῦσον πανάμωμε, τὰς ἀτάκτους ἱκετεύομεν, Σὲ τὸ ἀπαθείας
ἐνδιαίτημα.
Ἱλαρῶς οὖν ἐπίβλεψον, ἐφ’
ἡμᾶς Παρθένε τοὺς μεγαλύνοντας, τὰ παράδοξά Σου θαύματα, ἃ ἐκβλύζεις Σῇ δοθείσῃ
χάριτι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στῆθι μεθ’ ἡμῶν, κηδεμών τε
καὶ ἀντίληψις, ἰατρὸς νοσούντων πέλουσα ἁγνή, τῇ ὀξυτάτῃ καὶ θείᾳ βοηθείᾳ Σου.
Σκόρπισον ἐχθρῶν, τὰ
πυρφόρα βέλη ἄχραντε, ἀπὸ τῶν πόθῳ ὕμνοις διδόντων Σοι, ἐπωφελοῦσα, ψυχὰς ταῖς
θερμαῖς πρεσβείαις Σου.
Ἄκουε σεμνή, τῆς καρδίας τὰ
σκιρτήματα, τῶν τιμώντων Σου ἀεὶ θείαν Μορφήν, καὶ τὸν Σωτῆρα εὐχαῖς Σου
παράσχου ἵλεων.
Δὸς τοῖς ταπεινοῖς, τοῦ
βελίαρ φεύγειν ἔνεδρα, καὶ χαρὰν ἣν εἴληφας Μονογενοῦς, ἰδοῦσα Μῆτερ, τὴν ἐκ
τάφου Τούτου Ἔγερσιν.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἐπάκουσον εὐμενῶς, ἡμῶν
Κόρη τῶν ὑμνούντων Σε, καὶ φωλέας τῶν παθῶν, πυρὶ σβέσον Δέσποινα, ταχὺ
θεραπεύουσα, ἀσθενείας πάσας, ὡς ἀκέστωρ ἡ ἀνάργυρος.
Ξενήκουστα τὰ ἐν Σοί,
σημεῖα πέλει Μητρόθεε, ἃ ἐκ Μορφῆς Σου σεπτῆς, πιστοῖς βλύζει πάντοτε· διὸ
ἀνυμνοῦμέν Σου, τὴν κηδεμονίαν, ἐν ᾠδαῖς καὶ μελῳδήμασιν.
Ἀνίατα ἀλγεινά, ἁγνὴ ἰᾶσαι
νοσήματα, καὶ διασώζεις πιστούς, ἐκ πάσης κακώσεως, ὡς ἀρίστη Γιάτρισσα, τῶν
Σοὶ προστρεχόντων, καὶ παρθένων τεῖχος ἄῤῥηκτον.
Ἱκέτευε τὸν Χριστόν, Ὃν
ὑπὲρ φύσιν ἐκύησας, τεκοῦσα σωματικῶς, Θεόν τε καὶ ἄνθρωπον, ἀπείρανδρε Ἄνασσα,
τῶν πιστῶν προστάτις, καὶ μεσίτις ὥρᾳ κρίσεως.
Ἐκλύτρωσαι,
ἀνάγκης βλάβης καὶ νόσων, ἁγνὴ Θεόπαις, τοὺς ἀνυμνοῦντας ᾀσματικῶς τὸ Σὸν θεῖον
ἐκτύπωμα, ὡς ταχινὴ ἰατὴρ πιστῶν δούλων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς ἰατρὸν καὶ συναντίληψιν
Σὲ ἔχομεν, οἱ ἐν πάθεσι τοῖς χαλεποῖς κυλινδούμενοι, καὶ ἀσθενείαις κατ’ ἄμφω
κράζοντες μετ’ εὐχῶν· Μῆτερ τοῦ Θεοῦ πρόσχες ἡμῖν, καὶ ἐλευθέρωσον λαόν, ἐκ
δεινῶν περιστάσεων, ῥῦσαι δ’ ἐκ πάσης βλάβης, αἱρετικῶν καὶ μανίας, τὸ γένος
τῶν Χριστιανῶν, ἀεὶ πρεσβεύων πρὸς τὸν Τόκον Σου.
Προκείμενον: Μνησθήσομαι
τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Ἐξηρεύξατο ἡ καρδία μου
λόγον ἀγαθόν.
Εὐαγγέλιον.
Δόξα... Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν... Ταῖς τῆς Παναχράντου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψης με, σαρκὸς
τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄστατον, Σὲ νῦν καταφεύγοντα ὑπερένδοξε·
Γιάτρισσα σῶσόν με, πιστῶς προσπίπτοντα, τῇ Εἰκόνι Σου ἀσπάσασθαι, ἴασιν ἄμφω
δὸς τάχιστα, καὶ ῤῦσαι κακώσεων, θλίψεων ἐξαιρούμενον, καὶ τῶν δυσμενῶν
συμφορῶν τοῦ βίου, ἵνα μεγαλύνω, τὰς θείας ἀρετὰς καὶ θαυμαστά, ἃ κατεργάζῃ
Θεόνυμφε, Χαίροις Σοι φθεγγόμενος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὠκύπους Σῇ Εἰκόνι
χαριτόβρυτε Γιάτρισσα, ἀεὶ σπεύδω πιστῶς, μετὰ Δαυΐδ συμψάλλων· τὸ πρόσωπόν Σου
Κόρη λιτανεύσουσι πλούσιοι· ἀλλὰ καὶ νῦν ὧδ’ ἡμεῖς, προσφέρομέν Σοι ὕμνους.
Δεινῶν νόσων ἰᾶσαι
ἀπειληφυῖα χάριν κατὰ παθῶν ἐξ Υἱοῦ, τοὺς Σοὶ Μῆτερ ἰόντας, καὶ πόθῳ ἐκβοώντας·
πειρασμῶν ἐλευθέρωσον, ὀδυνηρῶν συμφορῶν, ἀνάγκης τε καὶ βλάβης.
Ἡ Λουτρακίου πόλις καὶ χώρα
Κορινθίων ὕμνοις τιμᾷ Σου ἁγνή, Γενέθλιον τὸ θεῖον, βοᾷ σὺν Σοὶ δ’ ἀπαύστως, ὁ
λαὸς ἀγαλλόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νεκρώσας ἰσχὺν ᾅδου ὁ
τεχθεὶς ἐκ Σοῦ Μῆτερ ἐν τῷ Σπηλαίῳ Χριστός, ἐδέξατο τὰ δῶρα, τῶν Μάγων Νόων
ὕμνον, καὶ Ποιμένων προσκύνησιν, τὰς δ’ ἁμαρτίας ἡμῶν, αἰτεῖ τοῦ συγχωρῆσαι.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γάννυται μέγα, πλῆθος ἐν
Σοὶ Ὀρθοδόξων, καὶ Χριστῷ βοᾷ πανευφροσύνως· σῶσον ἡμᾶς Σῶτερ, τῆς Μητρός Σου
ἱκεσίαις.
Ἐλέους θείου, καὶ δωρεῶν
ἡμᾶς πλῆσον, ταπεινῶς φρονεῖν ἵν’ ἀνυμνοῦμεν, Σὲ τὰς ἀσθενείας, ἁπάσας ἰωμένην.
Ὤφθης πολλάκις, σκέπουσα
Κόρη οἰκέτας, ἐκ πυρφόρων τόξων τῶν δαιμόνων· ὅθεν ἡμᾶς σκέπε, ἐκ πάσης
ἐπηρείας.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν
πλατυτέρα, καὶ βροτῶν ἁγνὴ ἁγιωτέρα, πάντας τοὺς ὑμνοῦντας, τὴν Σὴν κηδεμονίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον παράσχου, Θεοτόκε
βίον, πᾶσιν ἡμῖν ἱερεῦσι καὶ δούλοις Χριστοῦ, καὶ ἐξελοῦ λαὸν Τούτου, βλάβης
αἱρέσεων.
Ἱκέτευε Σωτῆρα, ὅπως
ψυχοφθόρων ἁμαρτιῶν ἀπάλλάξῃ, ἡμᾶς καὶ παθῶν, τοὺς ψαλμικῶς τὴν Σὴν Γένναν,
πανηγυρίζοντας.
Ὁδοὺς δεῖξον εὐθείας,
μετανοίας Κόρη, τοῖς τὸν Υἱόν Σου λυποῦσι δουλείᾳ παθῶν, καὶ ἔσο πρόμαχος
πάντων τῶν εὐφημούντων Σε.
Ὑψίστου χρυσοῦς Θρόνος,
πέλεις σὺ ἐν πόλῳ· διὸ δυσώπει Σὸν Τόκον σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον
ὁμολογοῦντας Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις Λουτρακίου δόξα
λαμπρά, σκέπη Κορινθίων, Θεοτόκε καταφυγή, Γιάτρισσα ἐν νόσοις, τῶν χαλεπῶς
νοσούντων, ἀντίληψις πενήτων, καὶ κόσμου Σώτειρα.
Ἄστρον τηλαυγοῦς Σὺ
ἀνατολῆς, νοητοῦ Ἡλίου, πᾶσιν ἔλλαμψας τοῖς πιστοῖς· ὅθεν ταῖς ἀκτῖσιν, ἁγνὴ
τῆς χάριτός Σου, δεῖξον φωτὸς τὴν τρίβον, τοῖς Σὲ γεραίρουσιν.
Ἴασαι νοσοῦντας θρέψον
πτωχούς, ῥῦσαι αἰχμαλώτους, καὶ γενοῦ χεῖρα ὀρφανῶν, ἄχραντε Παρθένε, ἡ ὀλετὴρ
δαιμόνων, τῶν Ὀρθοδόξων σκέπη, πιστῶν βοήθεια.
Ῥῶσιν δὸς τοῖς πάσχουσιν
ἀλγεινῶς, νέκρωσον τὰ πάθη, καὶ κατ’ ἄμφω τοὺς μολυσμούς, μητρικαῖς πρεσβείαις,
Υἱὸν ἐκδυσωποῦσα, τῶν θλίψεων δὲ νέφη, τάχει διάλυσον.
Εὔχου ἐγκλημάτων δοῦναι
ὀφλήν, καὶ ἡμῶν πταισμάτων, ὁ δοξάσας Σε Ἰησοῦς, οὗ τοὔνομα μέγα, ἐτράνωσας ὡς
Μήτηρ, ἀεὶ διακονοῦσα, χρείας τοῦ Τόκου Σου.
Γλύκανον βαλσάμῳ τῷ Σῷ
ψυχάς, τῶν πιστῶς ὑμνούντων, μεγαλεῖά Σου ἀγαθή, ἔπαρον τὰς θλίψεις, σὺν νόσους
καὶ ἀνάγκαις, ἀφ’ ἡμῶν Θεομῆτορ, τῇ ἐπεμβάσει Σου.
Ἱλασμὸν πταισμάτων εὖξαι
Χριστός, δοῦναι ἡμῖν πᾶσιν, ὁ τεχθεὶς ἐκ Σοῦ Μαριάμ, Σαῖς θερμαῖς πρεσβείαις,
καὶ ἔλεος τὸ μέγα, πρὸς σωτηρίας ὅρμον, τὴν ναῦν ἰθύνουσα.
Ἆρόν Σου τὰ ὄμματα εὐμενῶς,
ἐφ’ ἡμᾶς Παρθένε, τοὺς κυκλοῦντας τὴν Σὴν μορφήν, καὶ ἐξαιτουμένους,
δαψιλεστάτην χάριν, ὑγείαν τὴν κατ’ ἄμφω, ῥῶσιν καὶ δύναμιν.
Τὴν ἀρὰν τῆς Εὔας καὶ τοῦ
Ἀδάμ, ἔλυσας καὶ ᾖρας, τῇ Γεννήσει Σου Μαριάμ, ἐκ Θεοπατόρων, Ἰωακεὶμ καὶ
Ἄννης· διὸ ψαλμοῖς ὑμνοῦμεν, τὴν Σὴν ἐμφάνειαν.
Ῥῦσαι τῶν παγίδων τοῦ
πονηροῦ, πάντας τοὺς τιμῶντας, τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἐν τῇ Λουτρακίῳ,
εὐφήμῳ λουτροπόλει, ὦ Γιάτρισσα Παρθένε, κόσμου διάσωσμα.
Ἴασαι τὰ τραύματα τῆς
ψυχῆς, τοῦ νοὸς τὴν ζάλην, καὶ τοῦ σώματος ἐκτροπάς, τῶν ἁγνὴ ἐκ πόθου, Σὲ
ἐπικαλουμένων, ὡς θείαν ἰατῆρα, Χριστοῦ τῇ χάριτι.
Σκέπε Κορινθίας εὔκληρον
γῆν, πόλιν Λουτρακίου, ᾗ οἰκεῖ ἐν ναῷ σεπτῷ, Κόρη ἡ Εἰκών Σου, Γιάτρισσα
καλουμένη, καὶ ὥρᾳ θείας δίκης, πάντων μνημόνευσον.
Σῶτερ Σὺ εἶ Κτίστης
Δημιουργός, Σύμπαντος καὶ γένους, θείῳ λόγῳ Σου καὶ χερσίν, ὁ ἐνανθρωπήσας,
σῶσαι ληστὰς καὶ πόρνας· διὸ εὐχαῖς Μητρός Σου, σῶσον τοὺς δούλους Σου.
Ἄμεσος Παρθένε εἶ ἰατήρ,
λύμης ἀσθενείας, σαρκικῆς τε καὶ ψυχικῆς· ὅθεν δὸς ὑγείαν, ἰσχὺν ῥῶσιν καὶ
χάριν, τοῖς Σοῖς προσερχομένοις, τύπον ἀσπάσασθαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου,
πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, θλιβομένων ἡ χαρά,
τῶν ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, καὶ
βακτηρία τυφλῶν
Χαῖρε, Μαριὰμ Μῆτερ Θεοῦ,
τῶν παρθένων ἄῤῥηκτον τεῖχος, πιστῶν ἀεὶ στηριγμός, αἰχμαλώτων λύτρωσις,
χειμαζομένων λιμήν, ἀσθενούντων ἡ ἴασις, ἐκ βλάβης καὶ νόσων, πυρετοῦ
φλογώσεως, τῶν Σοὶ βοώντων τρανῶς· φρούρει, ἐξ ἐχθρῶν κακοδόξων, πᾶσαν τὴν
Ἑλλάδα καὶ τήρει, ἄτρωτον λαὸν τὸν χριστεπώνυμον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου