ΦΕΒΡΟΥΑΡΙΟΣ 25.
ΡΗΓΙΝΟΣ ΣΚΟΠΕΛΟΥ
ΥΜΝΟΣ
ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ
Ἀλλ’
ἐπειδὴ ὁ ποιητής, ἔγνωμαι Σκοπελίτης,
ὁ
Ἅγιος Ῥηγῖνος δέ, ὁ οὐρανοπολίτης,
ἐστάθη
χάριτι Θεοῦ ἐπίσκοπος Σκοπέλων,
ἂς
χαιρετήσω καὶ αὐτόν, χρέος μου τοῦτο πέλον.
Χαίροις
λοιπὸν Πάτερ ἡμῶν, Ἅγιε θεοφόρε,
Πατρὸς
τοῦ ἐν τοῖς Οὐρανοῖς, υἱὲ στεφανηφόρε.
Χαίροις
θεοφιλέστατε, ἀρχιερεῦ Κυρίου,
ὁ
ἱερὸς καὶ προσφιλής, φίλων Θεοῦ Ἁγίου.
Χαίροις
ἀκαταγώνιστε, Μάρτυς τῆς εὐσεβείας,
εὐπρέπεια
τῶν σεβαστῶν, Μαρτύρων τῆς χορείας.
Χαίροις
ὁ Μάρτυς ἐν σοφοῖς, καὶ ἐν ἀρχιερεῦσι,
ἀρχιερεὺς
δ’ ἐν Μάρτυσι, καὶ ἐν τοῖς σοφιστεῦσι.
Χαίροις
θεόσοφε σοφέ, ἡ στήλη τῆς σοφίας,
τὸ
στήριγμα τῆς πίστεως, ὁ στύλος Ἐκκλησίας.
Χαίροις
Τριάδος τῆς σεπτῆς, τρισόλβιον δοχεῖον,
ἡ
μάχαιρα ἡ τρίστομος, κατὰ τῶν ἀλλοτρίων.
Χαίροις
ὦ μεγαλώνυμε, μεγαλουργὲ Ῥηγῖνε,
τῶν
μεγαλείων Μάρτυρες, αἱ πράξεις σου ἐκεῖναι.
Χαίροις
Ἑλλάδος τῆς κλεινῆς, κατάκαρπος ἐλαία,
ἐλέῳ
ἡ δοξάσασα, Χριστὸν Βασιλέα.
Χαίροις
τὸ κλέος, ἡ τιμή, ἡ τῶν Κυκλάδων νήσων,
τῆς
ἀνισότητος αὐτῶν, τῆς πρὸς Θεὸν τὸ ἶσον.
Χαίροις
τὸ ἀγαλλίαμα, ἡ δόξα τῶν Σκοπέλων1,
πλοῦτος
ἀγαλλιάσεως, καὶ δόξης σκοπὸς πέλον.
Χαίροις
ὁ τῆς πατρίδος μου, πολύφωτος κομήτης,
ἐμοῦ
δὲ ὁ πολύτιμος, ἔκλαμπρος μαργαρίτης.
Χαίροις
ὁ τῶν Χριστιανῶν, πρὸς τὸν Χριστὸν εὐχέτης,
ἐμοῦ
δὲ τοῦ χριστιανῶν, ἀχρείου εὐεργέτης.
Χαίροις
καὶ σὺ ἡ Σκόπελος, πατρίς μου ἡ τιμία,
καὶ
δέξαι τὰ ψελλίσματα, ταύτα ἐν εὐθυμίᾳ.
Μεγαλυνάριον.
Πνεύματος
Ἁγίου τὸν θησαυρόν, Συνόδου Πατέρων ἀντιλήπτορα τὸν θερμόν, τὸν Ἀρχιερέα, καὶ
Μάρτυρα Κυρίου, τὸν Ἅγιον Ῥηγῖνον ὕμνοις
τιμήσωμεν.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου