Κατηγορίες αναρτήσεων

Τετάρτη 25 Φεβρουαρίου 2015

ΦΕΒΡΟΥΑΡΙΟΣ 25. ΡΗΓΙΝΟΣ ΣΚΟΠΕΛΟΥ ΥΜΝΟΣ. ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ

ΦΕΒΡΟΥΑΡΙΟΣ 25.

ΡΗΓΙΝΟΣ ΣΚΟΠΕΛΟΥ

ΥΜΝΟΣ

ΚΑΙΣΑΡΙΟΥ ΔΑΠΟΝΤΕ

 

Ἀλλ’ ἐπειδὴ ὁ ποιητής, ἔγνωμαι Σκοπελίτης,

ὁ Ἅγιος Ῥηγῖνος δέ, ὁ οὐρανοπολίτης,

ἐστάθη χάριτι Θεοῦ ἐπίσκοπος Σκοπέλων,

ἂς χαιρετήσω καὶ αὐτόν, χρέος μου τοῦτο πέλον.

Χαίροις λοιπὸν Πάτερ ἡμῶν, Ἅγιε θεοφόρε,

Πατρὸς τοῦ ἐν τοῖς Οὐρανοῖς, υἱὲ στεφανηφόρε.

Χαίροις θεοφιλέστατε, ἀρχιερεῦ Κυρίου,

ὁ ἱερὸς καὶ προσφιλής, φίλων Θεοῦ Ἁγίου.

Χαίροις ἀκαταγώνιστε, Μάρτυς τῆς εὐσεβείας,

εὐπρέπεια τῶν σεβαστῶν, Μαρτύρων τῆς χορείας.

Χαίροις ὁ Μάρτυς ἐν σοφοῖς, καὶ ἐν ἀρχιερεῦσι,

ἀρχιερεὺς δ’ ἐν Μάρτυσι, καὶ ἐν τοῖς σοφιστεῦσι.

Χαίροις θεόσοφε σοφέ, ἡ στήλη τῆς σοφίας,

τὸ στήριγμα τῆς πίστεως, ὁ στύλος Ἐκκλησίας.

Χαίροις Τριάδος τῆς σεπτῆς, τρισόλβιον δοχεῖον,

ἡ μάχαιρα ἡ τρίστομος, κατὰ τῶν ἀλλοτρίων.

Χαίροις ὦ μεγαλώνυμε, μεγαλουργὲ Ῥηγῖνε,

τῶν μεγαλείων Μάρτυρες, αἱ πράξεις σου ἐκεῖναι.

Χαίροις Ἑλλάδος τῆς κλεινῆς, κατάκαρπος ἐλαία,

ἐλέῳ ἡ δοξάσασα, Χριστὸν Βασιλέα.

Χαίροις τὸ κλέος, ἡ τιμή, ἡ τῶν Κυκλάδων νήσων,

τῆς ἀνισότητος αὐτῶν, τῆς πρὸς Θεὸν τὸ ἶσον.

Χαίροις τὸ ἀγαλλίαμα, ἡ δόξα τῶν Σκοπέλων1,

πλοῦτος ἀγαλλιάσεως, καὶ δόξης σκοπὸς πέλον.

Χαίροις ὁ τῆς πατρίδος μου, πολύφωτος κομήτης,

ἐμοῦ δὲ ὁ πολύτιμος, ἔκλαμπρος μαργαρίτης.

Χαίροις ὁ τῶν Χριστιανῶν, πρὸς τὸν Χριστὸν εὐχέτης,

ἐμοῦ δὲ τοῦ χριστιανῶν, ἀχρείου εὐεργέτης.

Χαίροις καὶ σὺ ἡ Σκόπελος, πατρίς μου ἡ τιμία,

καὶ δέξαι τὰ ψελλίσματα, ταύτα ἐν εὐθυμίᾳ.  

 

Μεγαλυνάριον.

Πνεύματος Ἁγίου τὸν θησαυρόν, Συνόδου Πατέρων ἀντιλήπτορα τὸν θερμόν, τὸν Ἀρχιερέα, καὶ Μάρτυρα Κυρίου, τὸν Ἅγιον Ῥηγῖνον ὕμνοις τιμήσωμεν.

                            πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου