Ευλογημένη πνευματική περιήγηση

Σάββατο 7 Ιανουαρίου 2017

ΙΑΝΟΥΑΡΙΟΣ 7. ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ ΚΑΝΟΝΕΣ ΕΙΣ ΤΟΥΣ ΟΚΤΩ ΗΧΟΥΣ

ΙΑΝΟΥΑΡΙΟΣ Ζ΄.
ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ
ΚΑΝΟΝΕΣ ΕΙΣ ΤΟΥΣ ΟΚΤΩ ΗΧΟΥΣ
(Ἰωάννου μοναχοῦ Μαυρόποδος)

ΗΧΟΣ Α΄.
Οὗ ἡ ἀκροστιχίς: Πρῶτον μέλισμα σοὶ τῷ Προδρόμῳ· ἔπος Ἰωάννου.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος.
Πηλίνῃ γλώσσῃ ῥυπαρᾷ, καὶ μολυνθείσῃ ἐν ψεύδεσι χείλεσι, Πρόδρομε γεραίροντα μή με βδελύξη, μᾶλλον δὲ ἁγίασον, διὰ τῶν σῶν ὕμνων, τὸ στόμα καὶ τὴν καρδίαν μου.
Ῥείθροις Ἰορδάνου ποταμοῦ, ὁ καταδύσας ἐλέους τὴν ἄβυσσον, ῥείθροις κατανύξεως, τὰς ἁμαρτίας μου σοφὲ κατάδυσον, καὶ δακρύων ὄμβροις, τὸν λογισμόν μου κατάρδευσον.
Ὥσπερ ἑωσφόρος πρωϊνός, στειρωτικῶν ἐκ λαγόνων ἀνέτειλας, μάκαρ τὸν ἀνίσχοντα, παρθενικῶς ἀπὸ νεφέλης ἥλιον, τῆς δικαιοσύνης, τρανῶς εὐαγγελιζόμενος.
Τὴν ἀμαυρωθεῖσάν μου ψυχήν, ἁμαρτιῶν ζοφερῶν ἐπιχύσεσι, λύχνος ὢν φανότατος, τοῦ ἐκ γαστρὸς πρὸ ἑωσφόρου λάμψαντας, ἡλίου τῆς δόξης, καταύγασον μετανοίας φωτί.
Θεοτοκίον.
Ὄρος τὸ κατάσκιον Θεοῦ, τὸν ὑψηλὸν οὐρανὸν καὶ εὐρύχωρον, θάλαμον τὸν ἔμψυχον, τὸν εὐθαλῆ καὶ εὐανθῆ παράδεισον, τὴν Παρθένον Κόρη, ὡς Θεοτόκον ὑμνήσωμεν.
ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Ναμάτων ὑπάρχων ζωτικῶν, τοῦ Πνεύματος ἀνάπλεως, ὡς ποταμοῦ Θεοῦ ἐξ ἐρήμου φανείς, εἰς διεξόδους ὑδάτων ἔθηκας, γῆν ὡς ἄλλην ἄνυδρον, νοῦν Ἑβραίων ἄνικμον, ταῖς ποτίμοις ἀρδείαις τῶν λόγων σου.
Προφήτην σε ὄντα καὶ παντός, προφήτου περισσότερον, ἐν γεννητοῖς τε γυναικῶν μείζονα, οὐδεὶς τῶν πάντων ὑμνῆσαι δύναται, πρὸς ἀξίαν Πρόδρομε, πλὴν τὸ κατὰ δύναμιν, Χριστοῦ φίλος ὡς γνήσιος δέχοιο.
Λικμήσας τῆς χάριτος τῆς σῆς, τῷ πτύῳ καὶ τῷ πνεύματι, τὰς θημωνίας τῶν ἐγκλημάτων μου, τὴν τῆς ψυχῆς μου κάθαρον ἅλωνα, καὶ ὡς σῖτον ὤριμον, καθαρὸν καὶ ἄῤῥυπον, οὐρανῶν ἀποθήκαις με σύναξον.
Ἐν σώματι μάκαρ ὑλικῷ, κᾂν ἔζησας ἄϋλος, ὁ ἀληθῶς ἐπίγειος ἄγγελος, ἀλλ’ ὅμως εἶδας αὐτῶν τὴν ἄσπονδον μάχην καὶ ἀνένδοτον· διὰ τοῦτο νέκρωσον, τὸ ἐχθρὸν καὶ ἐπίβουλον φρόνημα.
Θεοτοκίον.
Καλήν Σε καλεῖ ἐν γυναιξίν, ὡραίαν ἐν νεάνισι καὶ ἐν παρθένοις νύμφην ἀνύμφευτον, ἡ ᾀσματίζουσα νύμφη Δέσποινα, οὐ γὰρ ἔστι πάναγνε, σταθμὸς ἰσοστάσιος, τῆς πολλῆς καλλονῆς σου καὶ χάριτος.
  
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Λησταῖς περιπεσών, λογισμοῖς ἐσυλήθην, τὸν νοῦν τραυματισθείς, καὶ ψυχὴν ἁμαρτίαις, καὶ κεῖμαι ἀνίατος, Ἰησοῦ πολυέλεε, ἀλλ’ ἐπίχεε, ταῖς τοῦ Προδρόμου πρεσβείαις, Σοῦ τὸ ἔλεος, καὶ τὰ δεινὰ τῆς ψυχῆς μου, θεράπευσον τραύματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, σωτηρία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ Σοὶ τὰς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.
ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Ὤριμον ὡς ῥάγα ἐν ἀώρῳ τῷ βότρυϊ ἤνεγκε σοι ἡ κλιματίς, τῶν Ἰουδαίων ἡ πικρά, ὡς στάχυν ἐν ἄλωνι, ἡ ἐν αὐτῷ τοῦ σίτου μάκαρ τῷ στάχυϊ, ὡς ἕνα κόκκον, μονώτατον πέπειρον.
Μέγαν σε ἐνώπιον Κυρίου γενέσθαι δηλῶν, ὁ Γαβριὴλ τῷ σῷ πατρί, οἶνον καὶ σίκερα φησίν· οὐ μὴ πίη, ἔτι δὲ ἀπὸ γαστρὸς μητρὸς αὐτοῦ ἐμπλησθήσεται Ἁγίου Πνεύματος, Ἅγιε Πρόδρομε.
Ἔλυσας Προφῆτα μητρικὴν πάλαι στείρωσιν, καὶ ἀφωνίαν πατρικήν, εἰς εὐφωνίαν μυστικήν, μετέβαλες· ὅθεν με, πνιγμῷ παθῶν, ὄντα ἰσχνόφωνον, κάθαρον δι’ ἀπαθείας, καὶ δεῖξον εὐρύφωνον.
Λόγοις σε, τοῦ Λόγου τὴν φωνὴν μέλπειν Πρόδρομε, λόγων ἰσχὺς ἀδυνατεῖ, πρὸς δὲ τὴν σὴν περιωπήν, πᾶς νοῦς καὶ διάνοια ἰλιγγιᾶ, κἂν πρὸς τὸ βραχὺ ἀνανήψασθαι, εὐλαβουμένη τὸν πρόδηλον ὄλισθον.
Θεοτοκίον.
Ἴαμα ἁγνὴ τὴν παρὰ Σοῦ δρόσον στάξον μοι, ἁμαρτιῶν διακαεῖ, συνεχομένῳ πυρετῷ, τῇ ψυχῇ μου φέρουσαν ἀναψυχήν, παθῶν τοῦ πνίγους καὶ καύσωνος, καὶ τὸν ἐκ τούτων φλογμὸν καταψύχουσαν.
ᾨδὴ ε΄. Ὁ φωτίσας.
Σὲ μεσίτην, καὶ προστάτην καὶ πρόμαχον ἄμαχον, ἐν ἡμέρᾳ τῆς φρικτῆς ἐξετάσεως εὕροιμι, καὶ ῥυσθείην Πρόδρομε, τῇ σῇ ἐνθέῳ παῤῥησίᾳ, αἰωνιζούσης κολάσεως.
Μετανοίας ἡ βροντόφωνος σάλπιγξ καὶ εὔσημος, ἡ πρὸς πάντα διηχήσασα τοῦ κόσμου τὰ πέρατα, λιγυρὸν διάτορον, καὶ παναρμόνιόν τε μέλος, μετανοεῖν με ἐνίσχυσον.
Ἀπὸ βρέφους, τὸν ὡς βρέφος ἐν μήτρᾳ φερόμενον τῆς Παρθένου, καὶ τὰ νήπια βρέφη φυλάσσοντα, Κύριον ἐγνώρισας, καὶ προσεκύνησας ἐν μήτρᾳ, τῆς Ἐλισάβετ φερόμενον.
Σὺ δικαίως, ὑπὲρ πάντας δικαίους τετίμησαι, ὃν γὰρ πάντες, Πατριάρχαι Προφῆται καὶ Δίκαιοι, ἰδεῖν ἐπεθύμησαν, αὐτὸς ἰδών τε καὶ βαπτίσας, πάντων εὐλόγως προκέκρισαι.
Θεοτοκίον.
Ὁ φωτίσας, οὓς ὁ ἄρχων τοῦ σκότους ἐσκότισε, καὶ συνάξας, οὓς ἡ πλάνη ὡς ὕδωρ ἐσκόρπισε, φώτισόν μου σύναξον, νοῦν σκοτεινὸν ἐσκορπισμένον, τῆς Σὲ τεκούσης δεήσεσιν.
  
ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Ἱστίῳ κυβερνήσας με τῆς σκέπης σου, τὸν πλοῦν τὸν πολυκύμωνα, καὶ τὴν ἄστατον τοῦ βίου καὶ πικράν, θάλασσαν ἀκλύστως διαβίβασον, καὶ γαληνῷ τῆς σωτηρίας ὅρμῳ προσόρμισον.
Τὸν ἄσαρκον ἐν σώματί σε ἄγγελον, ἀσώματος Ἀρχάγγελος, προμηνύει Βαπτιστὰ τῷ σῷ πατρί, ἄγγελον ἐσόμενον τῆς χάριτος καὶ μηνυτήν, τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου Χριστοῦ.
Ὡς ἄγγελον καὶ μάρτυρα καὶ κήρυκα, καὶ μύστην καὶ ἀπόστολον, Βαπτιστὴν ἑτοιμαστὴν νυμφαγωγόν, ὡς φωνὴν ὡς λύχνον ἑωσφόρον τε, ὡς τοῦ Χριστοῦ γνήσιον φίλον, ὑμνῶ σε Πρόδρομε.
Παράστηθι προστάτης ἀκαταίσχυντος, καὶ ῥύστης ἀπροσμάχητος, ἐκδημούσῃ τῇ ψυχῇ μου Βαπτιστά, Πρόδρομον δίδους αὐτῇ τὴν σκέπην σου, καὶ ἀγαθὸν συνοδοιπόρον τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
Ῥυθμίζουσα σεμνὴ καὶ συνετίζουσα, μὴ λίποις καὶ φωτίζουσα, τὸν ἀσύνετον ἐμὲ καὶ σκοτεινόν, Σὺ γὰρ φωτισμὸς εἶ τῆς καρδίας μου, καὶ γλυκασμός, ἀλλὰ γενοῦ μοι καὶ ἱλασμὸς ἀγαθή.
ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.
Ὁ δειξιᾷ σου χειρὶ μακάριε, χειροθετήσας δεξιὰν τοῦ Ὑψίστου οὗ τῇ χειρί, πάντα περιέχεται, πρόσδεξαι τὴν ἔπαρσιν, τὴν τῶν χειρῶν μου καὶ ῥῦσαί με ἐχθροῦ χειρός, κραταιᾷ σου χειρί, καὶ παναλκεῖ δεξιᾷ.
Δρόσῳ τῇ σῆς θερμῆς ἀντιλήψεως, τὴν φλεγομένην μου ψυχήν, ἐν καμίνῳ τῶν ἡδονῶν, δρόσισον καὶ ἄναψον, πῦρ ἐν τῇ καρδίᾳ μου, θείας ἀγάπης δροσίζον αὐτήν, φλογίζον δὲ τῶν παθῶν τῆς σαρκός, τὰς ἀκανθώδεις ὁρμάς.
Ῥεῖθρά μοι δός, μάκαρ κατανύξεως, ὁ λούσας ῥείθροις ποταμοῦ, τῆς εἰρήνης τὸν ποταμόν, ὄμβρον τῆς χρηστότητος, ῥεῖθρον τῆς ἀφέσεως, γλυκὺν χειμάῤῥουν τῆς χάριτος, ζωῆς πηγὴν οἰκτιρμῶν προχοήν, ἐλέους ἄβυσσον.
Οἷα ποιμήν, καλὶς καὶ ὁμόζηλος, τοῦ ἀρχιποίμενος Χριστοῦ, βακτηρία τῶν σῶν εὐχῶν, ποίμανόν με Πρόδρομε, θρέμμα χρηματίζοντα, τῆς σῆς ἀγέλης καὶ πρόβατον, ποίμνης τῆς σῆς, καὶ ἐπὶ ἀρετῶν χλόην με ἔκθρεψον.
Θεοτοκίον.
Μῦρον ἡμῖν μυστικὸν ἀνέβλυσας, οὐκ ἀνθρωπίνῃ μηχανῇ, οὐδὲ τέχνῃ μυρεψικῇ, συντεθὲν ὑπέραγνε, ὡς ἐξ ἀρωμάτων δέ, τῶν παναχράντων αἱμάτων Σου, ἐν Σῇ γαστρί, σκευασθὲν καὶ φρικτῶς θείῳ πυρὶ ἐψηθέν.
  
ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.
Ὡς ἐκ ζάλης καὶ ἐκ ταραχῆς, καὶ κλύδωνος τοῦ βίου, εἰς εὔδιον καὶ γαλήνιον προσφυγήν, τὴν σκέπην σου Πρόδρομε, δυσωπῶ σε, πρὸς τὸν λιμένα τῆς ἄνω Βασιλείας, τὴν χειμαζομένην ψυχήν μου κυβερνῆσαι.
Ἐνεδρεύει λέων ὁ κρυπτός, ἁρπάσαι τὸν πτωχόν με, ὡς λέων ἐν ἀποκρύφῳ, ἐν τῇ μάνδρᾳ τῇ αὐτοῦ, καὶ θέσθαι κατάβρωμα τὸ σὸν θρέμμα, σύνθλασον τούτου τὰς μύλας τῇ σῇ ῥάβδῳ, καὶ ποιμαντικῇ σου ἐκδίωξον σφενδόνῃ.
Παρ’ Ἀγγέλων, ἀγγελιπρεπῶς ἔπρεπέ σε ὑμνεῖσθαι, τὸν πρὶν μὲν ἠλαττωμένον, παρ’ Ἀγγέλοις τι βραχύ, νυνὶ δὲ ἰσάγγελον γεγονότα, καὶ σὺν Ἀγγέλοις, ἀΰλως ἀνυμνοῦντα, τὸν ὑπὸ Ἀγέλων ὑμνούμενον ἀΰλως.
Ὁπλοφόρος ὑπερασπιστής, πρόμαχος σταυροφόρος, τὰς φάλαγγας τῶν δαιμόνων, διακόπτων κραταιῶς, γενοῦ μοι τῷ δούλῳ σου θεοκῆρυξ, μεθισταμένῳ καὶ διαζευγνυμένῳ, τῆς γῆς καὶ τοῦ σκήνους, τοῦ ζεύξαντος προστάξει.
Θεοτοκίον.
Σὲ ἐτύπου αἰνιγματωδῶς, ῥάβδος ἀαρωνῖτις τὴν ἔντιμον ὄντως ῥάβδον, καὶ πολύτιμον σαφῶς, ὑπέρτιμε Δέσποινα ἀποτίστως, ὥσπερ ἐκείνη, βλαστήσασαν ὡραῖον ἄνθος ἀφθαρσίας τὸν Κύριον τῆς δόξης.
ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.
Ἴδε ὁ ἀμνὸς ἀνέκραζες, ὁ ἁμαρτίας κόσμου αἴρων ὡς εὔσπλαγχνος, δακτυλοδεικτῶν, ἐν Ἰορδάνῃ Χριστὸν τοῖς λαοῖς, Ὃν δυσώπει μακάριε Πρόδρομε, δωρεὰν ἐξαλεῖψαι, τὰς ἁμαρτίας μου καὶ σῶσαί με.
Ὤφθης ἀνθρωπίνης φύσεως, καὶ νοερᾶς οὐσίας μάκαρ μεθόριον, ἀϋλίαν γὰρ μετὰ τῆς ὕλης ἰσάγγελον, ἀσαρκίαν ἐσχάτην ἐν σώματι, ἀπάθειάν τε ἄκραν, ἐμπαθῆ τῇ σαρκὶ ἐκατόρθωσας.
Ἅπαν ἐμπαθὲς ἐνθύμημα, καὶ χαμερπὲς γεῶδες πρόσυλον νόημα, ἐκλικμήσαι μου, τῆς διανοίας ὡς ἄχυρον, καὶ πυρὸς τῆς γεέννης ὑπέκκαυμα, ἀξίωσον ἐννοίας, σιτοποιοὺς ἀναβλαστάνειν με.
Νύκτα τῶν παθῶν μου σκέδασον, φωτιστικαῖς ἀκτῖσι τῆς ἀπαθείας σου, καὶ τὸν λύχνον μου, τὸν ἐσβεσμένον ὑπάναψον, ὡς πολύφωτος λύχνος τῆς χάριτος· ὁτι σὺ φωτιεῖς μου, τὸν τῆς καρδίας λύχνον Πρόδρομε.
Νόμος ἐγκωμίων ἥττηται, ὑποχωρεῖ δὲ σύμπας ἀνθρώπων ἔπαινος, τῷ ὑπερμεγέθει, τῆς ἀξίας μεγέθει σου· τί γὰρ ἂν ἐπαινέσειεν ἄνθρωπος, ὃν ὁ Δεσπότης πάντων, πάντων ἀνθρώπων ἔφη μείζονα.
Θεοτοκίον.
Ὅλον ἐμαυτόν σοι Πρόδρομε, καὶ τὴν ἐλπίδα πᾶσαν τῆς σωτηρίας μου, προσανατιθῶ, σὺ τὴν ζωήν μου κυβέρνησον, καὶ γενοῦ μοι φρουρός, ἀδιάστατος, ἐπὶ τῷ νῦν αἰῶνι, ἐν δὲ τῷ μέλλοντι προστάτης θερμός.

ΗΧΟΣ Β΄.
Οὗ ἡ ἀκροστιχίς: Ταύτην δέησιν δευτέραν σοὶ προσφέρω· ἐγὼ Ἰωάννης.
ᾨδὴ α΄. Ἐν βυθῷ κατέστρωσε.
Τὸν κρατῆρα τὸν ὑπερχειλῆ, πάσης ἀγαθότητος, καὶ τὴν πηγὴν τῆς σοφίας καὶ γνώσεως, λούσας ἐν τοῖς ὕδασιν, Ἰωάννη θεομακάριστε Πρόδρομε, στάξον μοι σταγόνα γνώσεως, ὑμνῆσαί σε τολμήσαντι.
Ἀπὸ βρέφους ἔρημον ξηράν, ἄβατον καὶ ἄνυδρον, γῆν ὑπὲρ φύσιν ἀνθρωπίνην ὤκησας, ἐντεῦθεν ἐξήνθησεν, ὡσεὶ κρῖνον ἡ στεῖρα ἔρημος Πρόδρομε, σὲ τὸν ἐκ στείρας, ὅρπηκα τῆς χάριτος ἐκτρέψασα.
Ὑπερβὰς δυάδος ὑλικῆς, μικτὴν παχυμέρειαν, τὴν ψυχικήν τε λεπτύνας τριμέρειαν, Τριάδα τὴν ἄκτιστον, ἐν ἀΰλοις καὶ ὑλικοῖς εἶδες ὄμμασι, καὶ τὸν ταύτης ἕνα, ἔγνως ἐν δυσὶ τελείαις φύσεσιν.
Τῶν ἐπαίνων σου ὁ πλατυσμός, καὶ τῶν ἐγκωμίων σου, ὁ πληθυσμὸς καὶ τῆς δόξης τὸ μέγεθος, στενοῦσι με Πρόδρομε, ἀπορίαν ἐξ ἀπορίας ἐπάγονται, καὶ σμικρύνουσί μου τὸν νοῦν, τῇ πυκνότητι συμπνίγονται.
Θεοτοκίον.
Ἡ Θεοῦ σοφία ἑαυτοῦ, οἶκον ᾠκοδόμησεν, ἀχειροποίητον Σὲ ὑπεράμωμε, ἐν ᾧ κατοικήσασα, πορφυρίδα βασιλικὴν ἐξυφάνατο, ἐκ τῶν Σῶν αἱμάτων, ὡς ἀπὸ ἐρίων ἁλουργῶν ἑαυτῇ.
ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ με.
Νηχόμενον, πελάγει πλημμελημάτων, ποντούμενον θαλάσσῃ παραπτωμάτων, κυκλούμενον ἀβύσσῳ ἁμαρτημάτων καὶ βαπτιζόμενον, παθῶν με κλύδωνι, Βαπτιστὰ κυβέρνησον καὶ διάσωσον.
Διάῤῥηξον, τὸν σάκκον μου τῆς αἰσχύνης, ἐπένδυσον χιτῶνα τῆς εὐφροσύνης, περίζωσόν με ζώνην τῆς σωφροσύνης, καὶ τοῦ νυμφῶνός με Θεοῦ ἀξίωσον, σὺ γὰρ φίλος γνήσιος τοῦ νυμφίου Χριστοῦ.
Ἐξήνθησας ὡς φοῖνιξ ἐν ταῖς ἐρήμοις, ὑψώθης ὡς κυπάρισσος ἐν λιμῶνι καὶ κέδρος ἐπληθύνθης ἡ τοῦ λιβάνου, ἀναδενδράσι δὲ τῶν ἀρετῶν σου, Θεοῦ κέδρους κατεκάλυψας, μάκαρ Πρόδρομε.
Ἡ σάλπιγξ ἡ μεγάλη τῆς μετανοίας, ὁ κῆρυξ ὁ λαμπρὸς τῆς θεογνωσίας, ὁ ῥήτωρ ὁ πυρίπνους τῆς βασιλείας, ὁ τὴν μετάνοιαν πρῶτος κηρύξας ἐν γῇ, μετανοίας τρόπους μοι δίδου Πρόδρομε.
Θεοτοκίον.
Σκληρὸς καὶ ἀκατάνυκτος χρηματίζων, νωθρὸς καὶ βαρυκάρδιος δεδειγμένος, τὴν βλύσασαν τὸ ὕδωρ τῆς σωτηρίας, καθικετεύω Σε Θεογεννήτρια, ὕδωρ κατανύξεως ἐπομβρῆσαί με.
Κάθισμα. Ἦχος β΄. Εὐσπλαγχνίας ὑπάρχεις.
Διὰ σπλάγχνα ἐλέους ἀγαθέ, εἰς τὸ σῶσαι τὸ πλάσμα Σου Χριστὲ παρεγένου, κλίνας οὐρανοὺς τῇ καταβάσει Σου· ὅθεν τὴν φρικτὴν οἰκονομίαν Σου, ὑμνοῦντες βοῶμέν Σοι· λιταῖς τοῦ Προδρόμου Σου, ἱλασμὸν ἁμαρτιῶν, παράσχου ἡμῖν ὡς μόνος εὔσπλαγχνος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία θερμὴ χριστιανῶν, τὸν Υἱόν Σου ἱκέτευε ἀεὶ Θεοτόκε, πάσης κακουργίας καὶ δεινότητος, ῥύσασθαι ἡμᾶς τοῦ πολεμήτορος, καὶ δοῦναι συγχώρησιν ἡμῖν ὧν ἡμάρτομεν, διὰ σπλάγχνα οἰκτιρμῶν, ταῖς Σαῖς ἱκεσίαις Μητροπάρθενε.
ᾨδὴ δ΄. Ἐλύληθας.
Ἰθύνας μου πρὸς Θεὸν τοῦ νοὸς τὰ κινήματα, καὶ τὰ διαβήματα, τὰ πρὸς Αὐτὸν κατευθύνας μου, δεῖξον τὴν καρδίαν μου, τρίβον εὐθεῖαν Κυρίου πρὸς ἐπίβασιν.
Νοήμασιν ἐντρυφῶν οὐρανίοις μακάριε, τρυφῆς ὡς παράδεισον, ἄκαρπον ἔρημον ὤκησας, ἄϋλος ὡς ἄγγελος, τροφῇ ἀΰλων Ἀγγέλων ἐκτρεφόμενος.
Διακόψας τοῦ πυρός μοι τὴν φλόγα, εὐχῶν σου φωνῇ, φωνὴ καὶ γὰρ γέγονας, τοῦ διακόπτοντος φλόγα πυρός, ἔκθρεψόν με Πρόδρομε, ἐν χλοερᾷ καὶ δροσώδει Παραδείσου νομῇ.
Ἐκάκωσε τὸ οἰκτρὸν τῆς μοιχείας ἀνδράποδον, δεσμοῖς σε, τὸν λύσαντα ἀνόμου μίξεως σύνδεσμον, καὶ προκινδυνεύοντα, τῶν θείων νόμων ὁ ὄντως ἀνομίας υἱός.
Θεοτοκίον.
Ὑπέρτερον οὐρανοῦ καὶ τῆς γῆς Σε πλατύτερον ἀνέδειξεν σκήνωμα, ὁ οὐρανοῦ καὶ τῆς γῆς Ποιητῆς, Κόρη παναμώμητε, καὶ ἐν γαστρί Σου σκηνώσας ἀνεπαύσατο.
ᾨδὴ ε΄. Ὁ φωτισμός.
Τὸν ποταμόν, τῆς εἰρήνης τὸν μέγαν τῆς εὐσπλαγχνίας τὴν μη κενουμένην ἐν τῷ κενοῦσθαι, πηγὴν ὁ λούσας, ποταμίοις ἐν ῥείθροις, τῶν κακῶν μου τοὺς θολεροὺς ξήρανον, καὶ ῥεῖθρα δακρύων παράσχου μοι.
Ἐν τῷ πυρί, τῇ γεέννης Σωτήρ μου μὴ μὲ βαπτίσῃς, ὥσπερ ἐν βαπτίσματι τελευταίῳ, ἠχρειωκότα, ἐν πολλαῖς ἀνομίαις, ὅ μοι δέδωκας πρῶτον βάπτισμα, ταῖς τοῦ Βαπτιστοῦ Σου πρεσβείαις δὲ σῶσόν με.
Ῥάβδῳ τῆς σῆς, ἀντιλήψεως ῥήξας τὴν πόρωσίν μου, δάκρυα πηγάζειν ἀξίωσόν με, τὴν φοινικὴν δέ, τῶν παθῶν μου πλημμύραν, ὥσπερ ἄλλη διατέμων ἐρυθρᾶν, πρὸς γῆν ἀπαθείας, τὸν νοῦν μου ὁδήγησον.
Ἅρμα πυρός, τὸν Ἠλίαν ἐξάραν ἀναλαμβάνει, ὡς εἰς οὺρανὸν ἀλλὰ σὺ Προφῆτα, ἐπὶ γῆς μένων, τῇ χειρί σου βαπτίζεις, τὸν Δεσπότην τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ σεραφικὸς παραστάτης δεικνύει θαμών.
Νοῦς ἀμυδρός, καὶ καρδία βραβεῖα καὶ στενὴ γλῶσσα, ποῖόν Σοι προσοίσουσιν ὕμνον Κόρη, πᾶς γὰρ ὁ κόσμος, χεῖλος ἓν μία γλῶσσα, ἐὰν γένονται οὐ δυνήσονται, ὄντως ἐπαξίως ὑμνῆσαί Σε Δέσποινα.
ᾨδὴ στ΄. Πρὸς Κύριον ἐκ κήτους.
Συνέτριψε δρακόντων τὰς κεφαλὰς ὁ Κύριος, ἐπὶ τοῦ ὕδατος, Ὃν ἐβάπτισας ἐν ὕδασι· διὸ τὴν κεφαλὴν σύντριψον τοῦ δράκοντος, τοῦ ζητοῦντος ὀλέσαι με Πρόδρομε.
Οὐ γέγονε προφήτης σοῦ ἐπὶ τῆς γῆς ὑπέρτερος, οὐδὲ ἀπόστολος, οὐδὲ μάρτυς, οὐδὲ δίκαιος, οὐδὲ ἐν γεννητοῖς γυναικῶν, ἐγήγερται μείζων σου Ἰωάννη πανεύφημε.
Ἱλέῳ σου ἐν ὄμματι ἐπιβλέψας Πρόδρομε, εἰς τὴν ταπείνωσιν, καὶ ἀσθένειάν μου, ῥῦσαί με ἰλύος τῶν παθῶν, καὶ θερμῇ πρεσβείᾳ σου, τὸν Σωτῆρα κἀμοὶ ἐξιλέωσαι.
Προέφησεν ὑψίστου προφητικῶς Προφήτην σε, προπορευόμενον, πρὸ προσώπου θεῖε Πρόδρομε, Κυρίου καὶ αὐτοῦ, ὁδοὺς ἑτοιμάζοντα ὁ πατήρ σου φθεγγόμενος πνεύματι.
Θεοτοκίον.
Ῥαγῆναί με προσύλου καὶ γεηρᾶς ἐφέσεως, καὶ ὑψηλότερον, τῶν παθῶν καὶ τῶν ὀρέξεων, γενέσθαι τῆς σαρκός, Δέσποινα, παράσχου μοι, οὐρανῶν ὑψηλότερον σκήνωμα.
  
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Ὁ κόλποις Πατρός, ὡς Υἱὸς μονογενὴς ἠγαπημένος, ἀπεριγράπτως αὐλιζόμενος, ἐν ἑαυτῷ δὲ τὸ ἅγιον, φέρων καὶ ὁμότιμον Πνεῦμα, σὲ τοῦ Πνεύματος ἔδειξεν, ἔσοπτρον μάκαρ διαυγές, πέμπον θαυμάτων βολάς.
Σὲ μάκαρ δηλῶν, ἐκ προσώπου τοῦ Πατρὸς ὁ Ἡσαΐας, πρὸς τὸν Υἱὸν σαρκοθησόμενον, πόῤῥωθεν κράζει τὸν Ἄγγελον· νῦν ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἐμόν, πρὸ προσώπου σου ὃς ἔμπροσθέν σου, τὴν ὁδὸν κατασκευάσει τὴν σήν.
Φωνῆς πατρικῆς, τὴν υἱότητα Χριστῷ προσμαρτυρούσης, ἐκ τοῦ Πατρὸς τῶν φώτων ἄνωθεν, καταβαινούσης ἀκήκοας, ὄντως γὰρ ἐπὶ τῶν ὑδάτων φωνὴη Κυρίου ἐγένετο, δόξης ἐβρόντησε Θεός, ἐπὶ ὑδάτων πολλῶν.
Ἐνώπιον σοῦ, ἐκχεῶ περιπαθῶς, τὴν δέησίν μου, τὴν θλίψιν πᾶσαν τῆς καρδίας μου, ἀπαγγελῶ σου ἐνώπιον, πρόστηθι, παράστηθι σῶσον, τὸν οἰκέτην σου Πρόδρομε, ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ πικρῶς τὸ πνεῦμά μου.
Θεοτοκίον.
Ῥημάτων ἐμῶν, εἰσφορὰν τὴν πενιχρὰν προσδεξάμενος, ὡς προσφορὰν τελείαν ἄμωμον, ὥσπερ θυμίαμα εὔοσμον, ἀρωματοσύνθετον μῦρον, συμφορᾶς πάσης ῥῦσαί με, περιφορᾶς τε τῶν παθῶν Θεογεννήτρια.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.
Ὡς καθαρὰ περιστερά, ὡς φιλέρημων τρυγὼν σωφρονεστάτη, ἀηδὼν ὡς ὡραία, ὡς λιγηρὰ χελιδών, τὸ ἔαρ μηνύεις τῆς χάριτος, καὶ πρὸς μετανοίας θάλψον ἀθροίζεις πάντας.
Ἐπικειμένην ἀφανῶς, τοῦ θανάτου τμητικὴν ὁρῶν ἀξίνην, τῆς ψυχῆς μου τῇ ῥίζῃ τὴν ἐκτομὴν δειλιῶ, καὶ τρέμω τὸ πῦρ τὸ ἀκάματον, δένδρον χρηματίζων γεωργοῦν ἀκαρπίαν.
Γεωργικῆς πολλῆς σπουδῆς, καὶ συντόνου μετασχὼν ἐπιμελείας, παρὰ τοῦ γεωργοῦντος, τὰς τῶν ἀνθρώπων ψυχάς, ὡς κλῆμα κατάρας ἐπάξιον, βότρυν μετανοίας οὐκ ἤνεγκα τῷ Κτίστῃ.
Ὡς γῆς τυγχάνουσα ψυχή, ἣ πιοῦσα ὑετὸν πολλάκις μένει, μὴ ποιοῦσα βοτάνην, τοῖς γεωργοῦσιν αὐτὴν χρήσιμην, ἀνεύθετον πόαν δέ, πῶς εὐλογηθήσῃ παρὰ τῶν παριόντων.
Θεοτοκίον.
Ὁ καθαρώτατος ναός, τοῦ Σωτῆρός μου Χριστοῦ καὶ Βασιλέως, ὁ περίδοξος θρόνος ὁ ὑψηλὸς οὐρανός, ὁ ὄντως ἄσυλος παράδεισός, ἄνοιξόν μοι πύλας Δέσποινα Παραδείσου.
  
ᾨδὴ θ΄. Ἀπορεῖ πᾶσα γλῶσσα.
Ἰσχὺν καὶ σθένος, δύναμίν τε ἄμαχον ἔχων περίζωσόν με, δύναμιν εἰς πόλεμον ἀόρατον καὶ μάχην, καὶ τῷ ὑψηλῷ βραχίονι τῆς θείας σκέπης καὶ ἀντιλήψεώς σου Προφῆτα, ψαλμικῶς ὥσπερ κυκλοτερές, χαλκοῦν τόξον θοῦ τοὺς βραχίονάς μου.
Ὢ παῤῥησίας ὢ τιμῆς, ἀπείρου καὶ δόξης ἧς ἠξιώθης, μόνος ὑπὲρ πάντας τοὺς Ἁγίους Δικαίους, τοὺς ἐκ τοῦ αἰῶνος Πρόδρομε, ὃν γὰρ Προφῆται, ἐκ γενεῶν ἀρχαίων προήγγειλαν, Χριστὸν τοῦτον χειροθετήσας, ἁπάντων πλέον δεδόξασαι.
Ἀκάρπου ῥίζης, ἔγκαρπος πολύφορος ὄρπηξ ὀτρείφας ἀμπέλου κλῆμα γονιμώτατον, γλυκύτατός τε βότρυς, γλεῦκος μετανοίας Πρόδρομε, ἐκβλύζων ἔφης, μέθην παθῶν ἐξαῖρον, ἀσχήμονα σαφῶς, μέθην δὲ σωφροσύνης μεθύσκον, τοὺς μετασχόντας αὐτοῦ.
Νεκροῦντα μέλη, τὰ ἐπὶ τῆς γῆς καὶ τὸ σῶμα, ὑποπιάζειν καὶ δουλαγωγεῖν αὐτό, ἐνίσχυσόν με μάκαρ, καὶ τὸ πωλικὸν καὶ ἄτακτον σκίρτημα τούτου, ὑποπιάζειν θείῳ τε πνεύματος ζυγῷ τοῦτο καθυποκλίνειν, παράσχου μοι Βαπτιστὰ τοῦ Χριστοῦ.
Νηχόμενόν με κύμασι παθῶν, ἐπαλλήλων καὶ ἀντιπνοίαις, καταποντιζόμενον, ὀρέξων ἐμφύτων καὶ τῶν ἡδονῶν τῷ κλύδωνι, ἀσυστροφοῦντα· καὶ εἰς πηλὸν ἰλύος καὶ βόρβορον πεσεῖν Πρόδρομε, κινδυνεύοντα σῶσον, χεῖρά μοι δοὺς δεξιὰν γεέννης.
Ἡ τῆς γεέννης ἔμφλογος εἰκών, καταφλέγει ἱστορουμένη, καὶ κατὰ διάνοιαν χρωματογραφουμένη, τὴν πολυπαθῆ καρδίαν μου, τὴν καιομένην σπινθηροβόλοις ἄνθραξι τῶν ἁμαρτιῶν, ἥνπερ σῇ δροσοβόλῳ πρεσβείᾳ σβέσον μοι Πρόδρομε.
Θεοτοκίον.
Σὲ εὐλογοῦσιν Ἄγγελοι, Ἀσώματοι ἄνω Σὲ ἀνυμνοῦσιν, ἄνθρωποι ἐν σώματι Παρθένε, Κόρη κάτω, γῆ καὶ οὐρανὸς καὶ θάλασσα, κοινῇ χορείᾳ, παναρμονίῳ μέλει, παγκόσμιον ᾠδήν, χαῖρέ Σοι χαρμοσύνως βοῶσι Θεογεννήτρια.
ΗΧΟΣ Γ΄.
Οὗ ἡ ἀκροστιχίς: Μέλος τὸ τρίτον προσδέχου, Χριστοῦ φίλε· ἐξ Ἰωάννου.
ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα.
Μετανοίας ἡ σάλπιγξ, ἡ διηχήσασα μέγα, καὶ διαπρύσιον μέλος, τῷ Θεῷ πρέσβευε, μετανοεῖν με θερμῶς, Πρόδρομε ἑκάστοτε, καὶ ἐν εἰρήνῃ τὸν βίον, διελθεῖν καὶ μέτοχον γενέσθαι, θείας ζωῆς.
Ἐν τῷ θείῳ στεφάνῳ, σὲ τῆς σεπτῆς Ἐκκλησίας, ὡς διαυγῆ μαργαρίτην, ὁ Χριστὸς ἔπηξε, καὶ ὡς ἀστέρα φαιδρό, ἐν τῷ στερεώματι μαρμαρυγαῖς φωτοβόλοις, ἄνωθεν αὐγάζοντα τὰς διανοίας ἡμῶν.
Λύχνον ὢν φεγγοβόλος, τοῦ πρὸ ἡλίου Ἡλίου, τὸν ἐσβεσμένον μου λύχνον, Βαπτιστὰ ἄναψον, καὶ τῷ ἐλαίῳ τῆς σῆς, θείας ἀντιλήψεως, τὴν τῆς ψυχῆς μου λαμπάδα, φαιδρύνας εἰσάγαγε πρὸς τὸν νυμφῶνα Χριστοῦ.
Ὁ ἑδράσας ἀσχέτως γῆν ἐφ’ ὑγρῶν θεμελίων καὶ στερεώσας ἀπτώτως, οὐρανὸν δεύτερον ἐπὶ ὑδάτων Χριστός, ὕδασι βαπτίζεται, ὑπὸ σοῦ ὅνπερ δυσώπει, ὕδωρ κατανύξεως μάκαρ ὀμβρῆσαί μοι.
Θεοτοκίον.
Σωτηρίας ἡ πύλη ἡ διανοίξασα πύλας, τοῦ Παραδείσου κλεισθείσας, καὶ ἐμοὶ ἄνοιξον τῆς εὐσπλαγχνίας Θεοῦ, πύλην δι’ ἧς ἤνοικται τῆς οὐρανῶν Βασιλείας, τοῖς ἀνθρώποις Δέσποινα, πύλη εὐρύχωρος.
ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Τὸν τὰ μὴ ὄντα ὡς ὄντα πρὸ τῆς αὐτῶν, καλοῦντα γενέσεως, καὶ σὲ φίλον καὶ Πρόδομον, πάλαι προορίσαντα, καθικετεύεις σωθῆναί με Προφῆτα.
Ὅλη ἀκάνθαις ὑλομανεῖ τῶν παθῶν, καὶ δεινῶς κεχέρσωται,
ἡ ψυχή μου καὶ δέομαι, ταύταις ἐπαφεῖναί σου τῆς εὐσπλαγχνίας, τὴν τέμνουσαν ἀξίνην.
Τῆς παναγίας Παρθένου τῆς ὑπὲρ νοῦν, τεκούσης τὸν Κύριον, συγγενὴς ὀφθεὶς Πρόδρομε, κανὼν ἐχρημάτισας, τῆς παρθενίας, καὶ γνώμων τῆς ἁγνείας.
Ῥιζοτομήσας τὰς τῶν ἐμῶν ἡδονῶν, ἀκάνθας κατάσπειρον, ἐν τῇ γῇ τὰς καρδίας μου, Θεοῦ φόβον Πρόδρομε, ὅπως βλαστήσῃ καλῶν πολύχουν στάχυν.
Θεοτοκίον.
Ἱερωτέρα Σὺ πάσης τῆς λογικῆς, Πανάμωμε φύσεως, ἀσυγκρίτως γεγένησαι, Χερουβεὶμ ὑπάρχεις γάρ, καὶ Σεραφεὶμ ἀληθῶς ἁγιωτέρα.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ῥαθυμίαν σου, ψυχὴ ταλαίπωρε, πρὸ τῆς ἐξόδου σου, ἀποτινάξασα, ἐν μετανοίᾳ καὶ κλαυθμῷ, ἐπίστρεψον κραυγάζουσα, πρὸς τὸν ἀνεξίκακον, Ἰησοῦν καὶ φιλάνθρωπον, ἥμαρτόν Σοι Δέσποτα, ἀλλ’ ὡς εὔσπλαγχνος σῶσόν με, πρεσβείαις τοῦ Ἁγίου Προδρόμου, ὁ μόνος ὑπάρχων ἀναμάρτητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀκατανόητον, καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα, Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ Σοί, φρικτὸν Θεοῦ μυστήριον, τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων Σου, Ὃν πάντοτε ἁγνὴ ὡς Υἱόν Σου, δυσώπει τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν.
  
ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.
Τέκνον Ἀβραάμ, συγγενείᾳ τρόπων με δεῖξον Χριστέ, γέννημα καὶ τέκνον ἐχιδνῶν, τῇ πονηρίᾳ ὄντα καὶ σῶσόν με· διὰ τοῦ Προδρόμου Σου, ὁ ἐκ τῶν λίθων τέκνα Ἀβραὰμ ἀνιστῶν.
Ὄρθρος φαεινός, τῆς δικαιοσύνης τὸν ἥλιον, ἔφυς προμηνύων Βαπτιστά, παρθενικῆς νεφέλης ἀνίσχοντα, καὶ περιαυγάζοντα, κόσμον καὶ νόμον τὸ σκιῶδες λύοντα.
Νύκτα ζοφεράν, τῶν ἁμαρτιῶν μου διάλυσον, φέγγους ἀνεσπέρου κοινωνέ, φωτὸς ἀδύτου λύχνε πολύφωτε, καὶ δεῖξόν με μέτοχον, καὶ κληρονόμον φωτὸς καὶ ἡμέρας υἱόν.
Πτέρυξι χρυσαῖς, τῆς ἁγίας σκέπης σκέπασον, ὥσπερ ἀετὸς τὴν νοσσιάν, τὴν ἑαυτοῦ σκεπάζει καὶ ῥῦσαί με, θηράτρων τοῦ ὄφεως, καὶ τῶν ποικίλων βρόχων καὶ παγίδων αὐτοῦ.
Θεοτοκίον.
Ῥήμασι τοῖς Σοῖς, εὐσεβῶς ἑπόμενοι Δέσποινα, Σὲ τὴν μακαρίαν ἀληθιῶς, αἱ γενεαὶ καὶ γλῶσσαι καὶ πᾶσαι φυλαί, Δυνάστην μακάριον Θεὸν τεκοῦσαν, πόθῳ μακαρίζομεν.
ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας.
Ὃν εἶδεν Ἡσαΐας, σεραφικοῖς στρατεύμασι κυκλούμενον, καὶ Ἀγγέλων ᾄσμασιν ἀνυμνούμενον, ἐν θρόνῳ ἀστέκτου δόξης, ἐφ’ ὑδάτων σὺ βαπτίσας Βαπτιστά, πάντων τῶν Ἁγίων ἀνεδείχθης ὑπέρτερος.
Σαλεύει τρικυμία, καὶ καταιγὶς καὶ ζάλη συνταράσσει με, καὶ χειμάζει κλύδων παιῶν βαρύτατος, ἀλλ’ ἔχων τὴν σὴν πρεσβείαν, ὥσπερ εὔδιον λιμένα γαληνόν, καὶ ἄκλυστον ὅρμον διασωθείην Πρόδρομε.
Δολίως μὲ τῷ λείῳ, τῆς ἡδονῆς ὁ δόλιος ἠγκίστρευσε, καὶ ἰχθῦν ὡς ἄφωνον ἐσαγήνευσεν, ἀλλ’ ἔχων φρουρόν σε θεῖον τῶν ἀρκύων, καὶ δικτύων τῶν αὐτοῦ ἐν τάχει ῥυσθείην, Ἰωάννη πανεύφημε.
Ἐν δόξῃ ἀπροσίτῳ, τῷ τοῦ Δεσπότου θρόνῳ παριστάμενος, καὶ τριφώτῳ αἴγλῃ περιεχόμενος, φωτί με τῆς μετανοίας, καταφώτισον ἐν σκότει καὶ σκιᾷ, καὶ νυκτὶ βαθείᾳ ἁμαρτίας καθεύδοντα.
Θεοτοκίον.
Χριστοῦ Σε θείαν βίβλον, ἐσφραγισμένην Δέσποινα τῷ Πνεύματι, ὁ Προφήτης πάλαι προεθεάσατο, ἐν Σοὶ γὰρ ἐγράφη λόγος, ἀλογίας ὁ ῥυσάμενος ἡμᾶς, Ὃν δυσώπει βίβλῳ, τῆς ζωῆς καταγράψαι με.
ᾨδὴ στ΄. Τοὺς εἰς τὰ τέλη τῶν αἰώνων.
Οὐκ ἐξαρκέσει πᾶσα γλῶσσα, γηγενῶν ἀνευφημῆσαί σε, ὃν ὁ Δεσπότης τοῦ παντὸς ἀνευφήμησε πανεύφημε, σοῦ μείζονα μηδένα φήσας τρανῶς, ἐν γεννητοῖς γυναικῶν ἐγήγερθαι.
Ὑπογραμμὸς ἀΰλου βίου, ἀρετῆς κανὼν εὐθύτατος, ἀγγελικῆς διαγωγῆς, ἀπεικόνισμα καὶ μίμημα, ὁ βίος σου Προφῆτα, ἀνάδειξον καὶ ἡμᾶς, κἂν ἐκ μέρους.
Χεῖρα τὴν σὴν τὴν ἁψαμένην, τῆς ἀχράντου κορυφῆς τοῦ Χριστοῦ, τοῦ ἁπτουμένου ψαλμικῶς, τὸν ὀρέων καὶ καπνίζονται, ἁπλώσας σκέπασόν μου τὴν κεφαλήν, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος μάκαρ.
Ῥεῖθρον ἀφέσεως ἐν ῥείθροις, ζωηρὸν ὕδωρ ἐν ὕδασι, μέγαν εἰρήνης ποταμόν, ὁ βαπτίσας ἐν ῥοαῖς ποταμοῦ, παθῶν τοὺς βορβορώδεις καὶ θολερούς, καὶ ἁλμυροὺς ποταμοὺς ξήρανόν με.
Θεοτοκίον.
Ἱσχὺς καὶ ὕμνησίς μου Κόρη, Ἰησοῦς Χριστὸς ὁ Κύριος, ὁ τὴν ἁγίαν Σου νηδύν, ὡς εὐρύχωρον παλάτιον, οἰκήσας καὶ τηρήσας ταύτην ἁγνήν, Ὃν αἴτησαι τοῦ πυρὸς ῥύσασθαί με.
ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Στειρώσεως μητρικῆς, δεσμὰ πολυχρόνια, καὶ ἀφωνίας τῆς πατρικῆς, στεῤῥὰν γλωττοπέδην, ὁ ῥήξας Βαπτιστά, τοὺς δεσμοὺς διάῤῥηξον, καὶ τὸν ζυγὸν ἀπόῤῥιψον, ἀπ’ ἐμοῦ τῶν πολλῶν μου κακῶν.
Τὴν ἄβατον καὶ ξηράν, καὶ ἄνυδρον ἔρημον, ὡς οὐρανὸν ὤκησας σοφέ, θείαις θεωρίαις, ἀεὶ ἐπεντρυφῶν ὑψηλοῖς νοήμασιν, ἀγγελικῶς ἡδόμενος ὁ ἐπίγειος ἄγγελος.
Ὁ λύχνος ὁ τοῦ φωτός, ὁ μύστης τῆς χάριτος, ὁ ἑωσφόρος τοῦ νοητοῦ, τῆς δικαιοσύνης Ἠλίου, ἐκ Πατρὸς τοῦ ἐξανατείλαντος πρὸ ἑωσφόρου, φώτισον τὴν ζοφώδη καρδίαν μου.
Ὑψαύχενα λογισμόν, καρδίαν ἀγέρωχον, καὶ ἐπηρμένην ψυχήν, δέδοικα τὴν ἄσβεστον φλόγα τοῦ πυρός, ἐν ᾗ δένδρα καίεται, τὰ ὑψηλὰ καὶ ἄκαρπα, ἧς με ῥῦσαι Χριστοῦ Βαπτιστά.
Θεοτοκίον.
Φιλάνθρωπον ἀληθῶς, καὶ εὔσπλαγχνον Κύριον, καὶ ἐλεήμονα σαρκικῶς, Δέσποινα τεκοῦσα, συνήθως ἐπ’ ἐμοὶ τὴν φιλανθρωπίαν Σου, καὶ εὐσπλαγχνίαν γνώρισον ἐλεῆμον καὶ σῶσόν με.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ἰδοὺ τοῖς λαοῖς ἀνεβόας, ὁ ἀμνὸς ὁ αἴρων τὴν τοῦ κόσμου ἁμαρτίαν, καὶ θυόμενος ὑπὲρ πάντων, τοῦτον οὖν δυσώπησον Ἰωάννμη, ἆραι τὰ πολλά μου πταίσματα, καὶ τὰς ἁμαρτίας μου πάσας ἐξαλεῖψαι.
Λαὸν περιούσιον θεῖον, κατεσκευασμένον παντοκράτορι Κυρίῳ, ἑτοιμάσαι προαπεστάλης οὗ καὶ προπεπόρευσαι ἐν δυνάμει μάκαρ, Ἠλιοῦ καὶ πνεύματι, ὁ ὑπὲρ Ἠλίαν καὶ πάντας τοὺς προφήτας.
Ἐν μήτρᾳ φερόμενος βρέφος, κῆρυξ ἐχρημάτισας τῆς χάριτος, τεχθεὶς δέ, τοῖς ἀνθρώποις εὐηγγελίσω, ταύτην ἧν ἐμήνυσας, καὶ ἐν ᾍδου πᾶσι, τοῖς ἐκεῖ καθεύδουσι, θανὼν διὰ ξίφους ὡς μάρτυς ἀληθείας.
Ἔχων παῤῥησίαν μεγάλην, πρὸς τὸν ὑπὸ σοῦ ἐν Ἰορδάνῃ βαπτισθέντα, Βαπτιστὰ Ἰωάννη μάκαρ, σῶσον ἐν βορβόρῳ τῶν ἡδονῶν με, ὅλον καταβαπτιζόμενον, καὶ παθῶν ἰλύϊ δεινῶς ἐμπεπαρμένον.
Θεοτοκίον.
Ξένα καὶ παράδοξα Κόρη, καὶ ὑπεφυῆ καὶ ὑπὲρ ἔννοιαν καὶ λόγον, τὰ μεγάλα Σου μεγαλεῖα, σύλληψιν γὰρ ἄσπορον ἔσχες μόνη, τόκον ἄφθορον ἀμόλυντον· ὅθεν τοὺς τιμῶντάς Σε σῶσον Θεοτόκε.
ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ἰδεῖν ὁρατῶς ἠξίωσαι, Πνεῦμα τὸ ὁμοούσιον Πατρὶ τῷ ἀοράτῳ, καὶ τῷ λόγῳ τῷ διὰ σαρκός, καθοραθέντι ἀνθρώποις, ὡς πέλειαν κατελθόν, ἐκ τοῦ Πατρὸς οὐρανόθεν, καὶ προσμένων τῷ Υἱῷ Βαπτιστά.
Ὡς ὢν συγγενὴς τοῦ Κτίσαντος, καὶ φίλος τοῦ νυμφίου Χριστοῦ, καὶ θεῖος νυμφοστόλος, καὶ φαιδρότατος νυμφαγωγός, τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, τὴν νυμφευθεῖσαν Χριστῷ τοῦ οὐρανίου νυμφῶνος, καταξίωσόν με Πρόδρομε.
Ἀστὴρ τοῦ ἡλίου Πρόδρομε, σημαίνων θείαν ἀνατολήν, ἐξ ὕψους τὴν φανεῖσαν, τοῖς ἐν σκότει τῶν ἁμαρτιῶν, καὶ ἐν σκιᾷ καθημένοις θανάτου δέδειξαι· διὸ φωτὶ μετανοίας, καταφώτισόν με δέομαι.
Νεφέλαις ὑδάτων Πρόδρομε, ὁ περιβάλλων τὸν οὐρανόν, καὶ ταύταις ὑετίζειν ἐντελλόμενος ἐπὶ τὴν γῆν· σὲ ὀμβροτόκον νεφέλην, ἄνωθεν ἥπλωσε, τῆς μετανοίας τὸν ὄμβρον μυστικῶς ἡμῖν ὀμβρίζουσαν.
Νηστείας ὅρος ἀκρότατος, καὶ ἐγκρατείας ἄκρας κανών, καὶ γνώμων σωφροσύνης, καὶ σεμνότητος ὑπογραμμός, καὶ παρθενίας ἀρχέτυπον, καὶ ἁγνείας εἰκών, καὶ ἀρετῶν στήλη ζῶσα, ἡ ζωή σου ὤφθης Πρόδρομε.
Ὁ νόμος ἀργεῖ καὶ πέπαυται, ἦλθεν ὁ νομοθέτης καὶ γάρ, τὸ γράμμα τὸ σκιῶδες, ὡς γηράσαν καὶ παλαιωθέν, ὑποχωρεῖ τῇ ἐκφάνσει τῆς νέας χάριτος, ἧς ἐλλαμφθῆναι τῇ αἴγλῃ, καταξίωσόν με Πρόδρομε.
Θεοτοκίον.
Ὑμνῶ Σου τὴν χάριν Δέσποινα, γεραίρω τὴν ἀντίληψιν, τὴν σκέπην μεγαλύνω, ὁ μυρίων εὐεργεσιῶν, παρὰ τῆς Σῆς ἀπολαύσας ἀγαθοδώρου ῥοπῆς· ἀλλά μου πρόστηθι Κόρη, καὶ ἐν ὥρᾳ τῆς ἐτάσεως.


ΗΧΟΣ Δ΄.
Οὗ ἡ ἀκροστιχίς: Τέταρτον ᾆσμα σοὶ πλέκω θεηγόρε· ὁ μοναχὸς Ἰωάννης.
ᾨδὴ α΄. Ὁ πατάξας Αἴγυπτον.
Τὸ τῆς στείρας γέννημα, καὶ τῆς ἐρήμου βλάστημα, τὸν ἄγγελον τοῖς τρόποις, μετὰ σαρκὸς ἐν γῇ φανέντα, τὸν τοῦ Χριστοῦ Πρόδρομον, ᾠδαῖς παναρμονίοις ὑμνολογήσωμεν.
Ἐκ τῆς γῆς ἀλήθεια προανατείλας Πρόδρομε, μηνύεις διακάπτειν ἐξ οὐρανοῦ δικαιοσύνην, δι’ οἰκτιρμῶν ἄβυσσον, ἀνθρώποις ὁμιλήσασαν μετὰ σώματος.
Τοῦ νοὸς τὴν πόρωσιν, καὶ τῆς ψυχῆς τὴν στείρωσιν, διάλυσον ὁ λύσας, στειρωτικὰς μητρὸς ὠδῖνας, καὶ γεωργεῖν δίδου μοι ὠρίμους, μετανοίας ὡραίοις βότρυας.
Ἀσιτίαν ἄμετρον, σκληραγωγίαν σύντονον, ἐσχάτην ἀσαρκίαν, ὡς εἷς ἀγγέλων, ἐπεδείξω ἀγγελικῶς Πρόδρομε, βιῶν μετὰ τῆς ὕλης καὶ πρὸ τῆς λύσεως.
Θεοτοκίον.
Ῥητορεύων ἄνωθεν, ὁ Γαβριὴλ ἐφίσταται, καὶ χαῖρέ Σοι κραυγάζει, Παρθένε κεχαριτωμένη, χαῖρε χαρᾶς σκήνωμα, τρυφῆς ἀδιαῤῥεύστου, χαῖρε Παράδεισε.
ᾨδὴ γ΄. Ἐστερεώθη ἡ καρδία μου.
Τοὺς ἐν τῷ νόμῳ, καὶ πρὸ νόμου καὶ μετὰ νόμον, ὑπερῆτας, δικαίους Ἰωάννη, τὸν Θεὸν γὰρ ὃν αὐτοὶ ἐκήρυξαν, σὺ σεσαρκωμένον ἐν Ἰορδάνῃ ἐβάπτισας.
Οὐκ ἐφικνεῖται τοῦ μεγέθους τῆς σῆς ἀξίας, καὶ τοῦ ὕψους σου Προφῆτα, ἀνθρωπίνων ἐγκωμίων ἔπαινος, πάντα γὰρ καόπιν, χωρεῖ τῆς σῆς ἁγιότητος.
Νενεκρωμένην πολυτρόποις παθῶν ἰδέαις τὴν ψυχήν μου, καὶ τεθανατωμένην, ἡδονῶν θανατηφόροις δήγμασι, τῇ σῇ μεσιτείᾳ, τῇ ζωηρᾷ ζωοποίησον.
Ἀπεγνωσμένος, διὰ πλῆθος ἁμαρτημάτων, καὶ μὴ ἔχων ἐλπίδα σωτηρίας, εἰς τὴν σὴν καταφυγὼν ἀντίληψιν, σοὶ προσεπεῤῥίπτω, τὴν τῆς ψυχῆς μου ἀπόγνωσιν.
Θεοτοκίον.
Σαλευομένην τὴν καρδίαν στερέωσόν μου, ἡ τεκοῦσα Θεὸν Θεογεννήτωρ, γῆν τῷ νεύματι σαλεύοντα, καὶ μὴ σαλευθεῖσα, τῆς παρθενίας τὰ σήμαντρα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ψυχὴ μετανόησον πρὸ τῆς ἐξόδου σου, ἡ κρίσις ἀδέκαστος τοῖς ἁμαρτάνουσιν, ὑπάρχει καὶ ἄστεκτος, βόησον τῷ Κυρίῳ, κατανύξει καρδίας, ἥμαρτόν σοι ἐν γνώσει, καὶ ἀγνοίᾳ οἰκτίρμον, πρεσβείαις τοῦ Βαπτιστοῦ σου, οἴκτειρον σῶσόν με.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκαίνισας ἄχραντε τῷ θείῳ τόκῳ Σου, φθαρεῖσαν τοῖς πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν πάντες, παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
  
ᾨδὴ δ΄. Εἰσακήκοα ὁ Θεός.
Μετανοίας καθηγητήν, καὶ σωτηρίας ὑφηγητήν σε, καὶ ἁγνείας εἰσηγήτορα, καὶ ἀποσοβήτορα δεινῶν πνευμάτων, ἔχομεν Πρόδρομε.
Ἀπὸ βρέφους τὴν ἀγαθήν, καλῶς μερίδα ἐπιποθήσας, ταῖς ἐρήμοις προσεχώρησας, αἷς ἐνδιαιτώμενος, ταῖς ἀρεταῖς ἰσάγγελος γέγονας.
Στειρευούσης καὶ παλαιᾶς, ἐκ ῥίζης ὅρπηξ ἀναθηλήσας, εὐθαλὴς τῆς νέας χάριτος, τὴν ἐμὴν νεότητα, ὡς ἀετοῦ σοφὲ ἀνακαίνισον.
Ὁ κοσμήσας τὸν οὐρανόν, ἀστέρων πλήθει, καὶ τῷ ἡλίῳ, ὡς πολύφωτόν σε ἥλιον, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, ἔπτηξε Πρόδρομε.
Θεοτοκίον.
Ἰαμάτων ἀνελλιπῆ, πηγὴν γινώσκων, καὶ χαρισμάτων, θησαυρόν σε ἀδαπάνητον, ἱκετεύω Δέσποινα, τὸν ψυχικῶς νοσοῦντά με ἴασαι.
ᾨδὴ ε΄. Τὸν φωτισμόν σου Κύριε.
Πολυανθὴς παράδεισος, μυρίπνους λειμών, εὐώδης κῆπος, τὰς χάριτας πνέων, ὤφθης Βαπτιστά· διὸ μυρίζεις μυστικῶς τὰς καρδίας ἡμῶν.
Λελαμπρυσμένος χάρισι, φαιδραῖς τῶν ἀρετῶν, καὶ μαρτυρίου ἐμπρέπων πορφύρα, Πρόδρομε Χριστῷ, συμβασιλεύεις ὑπὲρ πάντων δεόμενος.
Ἐν ἀνομίαις Πρόδρομε, τελέσας τὴν ζωήν, καὶ δαπανήσας, ἀσώτως τὸν βίον, νῦν ἐπὶ τὴν σὴν δραστικωτάτην προστασίαν κατέφυγον.
Κατὰ παθῶν ἐνίσχυσον, ἡμᾶς φθοροποιῶν, καὶ δίδου χεῖρα κλυδωνιζομένοις, σάλῳ πειρασμῶν, καὶ τρικυμία περιστάσεων Πρόδρομε.
Θεοτοκίον.
Ὡς ἀληθῶς γεννήσασαν, Θεὸν ἀληθινόν, καὶ ὡς κυρίως τεκοῦσαν, τὸν πάντων Κύριον ἁγνή, Σὲ Θεοτόκον ἀληθῶς καὶ κυρίως φρονῶ.
ᾨδὴ στ΄. Ζάλη με.
Θρήνησον ὦ ψυχὴ πρὸ τῆς ἐξόδου, σεαυτὴν καὶ πένθησον, καὶ δάκρυσι μετανοίας, καὶ θερμαῖς κατανύξεως ῥοαῖς, τὸν ῥῦπον ἀπόσμηξον, τὸν ἐκ παθῶν προστριβέντα σοι.
Εὕροιμι παραστάτην καὶ προστάτην, σὲ Κυρίου Πρόδρομε, ἐν ὥρᾳ τῆς ἐκδημίας, καὶ ἡμέρᾳ τῆς δίκης τῆς φρικτῆς, ῥυόμενον πάσης με, αἰωνιζούσης κολάσεως.
Ἤχησε τοῦ κηρύγματος ὁ φθόγγος τοῦ σοῦ, εἰς τὰ πέρατα ἁπάσης τῆς οἰκουμένης, ὡς χρυσήλατος σάλπιγξ λιγηρά, καλῶν πρὸς ἐπίγνωσιν τοῦ Ποιητοῦ τὰ ποιήματα.
Γέεναν κατεσκεύασα πυρφόρον, ἐμαυτῷ τοῖς ἔργοις μου, καὶ ταύτην ἑπταπλασίως, ἐν ἀκάνθαις ἐξέκαυσα παθῶν· διὸ δός μοι Πρόδρομε, δάκρυα ταύτην σβεννύοντα.
Θεοτοκίον.
Ὄρος Σε ἀλατόμητον Παρθένε, Δανιὴλ ἑώρακε, κατάσκιον ἀρεταῖς δέ, ὁ Προφήτης προεῖδεν Ἀββακούμ, ἐξ’ οὗ ἡμῖν ἔπνευσεν ἀναψυχῆς, πνεῦμα ἔνδροσον.
  
ᾨδὴ ζ΄. Τῇ εἰκόνι τῇ χρυσῇ.
Ῥαθυμίας νυσταγμῷ, τὴν τῆς ψυχῆς μου λαμπάδα, ἐσκοτισμένην ἐπιφερόμενος καὶ ἐσβεσμένην ἐξ ἐπηῤῥείας, τοῦ βορβόρου τῶν παθῶν, καὶ τοῦ πηλοῦ τῶν ἡδόνων, προσπίπτω σοι Προφῆτα, ἄναψον ταύτην βοῶν, ἀδύτου λύχνε φωτός.
Ἑωσφόρος πεφηνώς, τοῦ ἀνεσπέρου ἡλίου, ταῖς σαῖς ἀκτῖσι, καὶ φεγγοβόλοις αὐγαῖς, καταφωτίσαις μου τὴν καρδία, τὴν ὀμίχλην τοῦ νοός, καὶ τὴν ἀχλὺν τοῦ λογισμοῦ, σκεδάζων καὶ διδούς μοι φῶς μετανοίας ἰδεῖν, καὶ σκότους πεῖραν φυγεῖν.
Οὐκ ἐγήγερται φησί, τὸ ἀψευδέστατον στόμα, Προφήτης μείζων ἐν γεννητοῖς γυναικῶν, σοῦ τοῦ Προφήτου καὶ ἐκ Προφήτου, Ἀποστόλων γὰρ σφραγίδας, καὶ Προφητῶν σὺ κορωνίς, καὶ στέφανος μαρτύρων, καὶ παλαιᾶς καὶ καινῆς, μεσίτης Πρόδρομε.
Μοναστῶν ὑπογραμμός, καὶ ἀσκητῶν ποδηγέτης, τῆς παρθενίας ἔμψυχον ἄγαλμα, τῆς σωφροσύνης ἔμπνοος στήλη, ἀρετὰς τὰς γενικάς, ἐγγεγραμμένας ἐν αὐτῇ ὡράθης κεκτημένη, καὶ ἀρχηγὸς Βαπτιστά, τοῦ Χριστωνύμου λαοῦ.
Θεοτοκίον.
Ὁ συνάναρχος Πατρί, καὶ συναΐδιος Λόγος, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ ἀοράτου Πατρός, ἀνεκφοιτήτως ἀδιαστάτως ἐκ τῶν κόλπων τοῦ Πατρός, ὅλον κενώσας ἑαυτὸν ἐν κόλποις Σου Παρθένε, ἤνοιξε κόλπους ἡμῖν τοῦ ἱεροῦ Ἀβραάμ.
ᾨδὴ η΄. Γῆ καὶ πάντα.
Νοῦν ὑψαύχενα καὶ θρασύν, ἥττονα παντοίων ἡδονῶν, οὐκ αὐτοκράτορα παθῶν κεκτημένος, κατεκρημνίσθην εἰς βόθρον κακίας, καὶ εἰς πέταυρον ᾍδου, κατήντησα ἀλλ’ αὐτὸς ἐκεῖθεν, ἀνέλκυσόν με μάκαρ.
Αὔρα γένοιτό μοι λεπτή, ἔνδροσος νεφέλη σκιερά, πνεῦμα ζεφύρου λιγυρόν, ἀναψύχον με καὶ δροσίζον, παθῶν ἐν καμίνῳ παφλαζούσῃ, δεινῶς φλογιζόμενον, ἡ σὴ θεία χάρις Πρόδρομε καὶ ἡ σκέπη.
Χεῖρας αἴρων σε δυσωπῶ Πρόδρομε, χειρί σου παναλκεῖ, χειρῶν με ῥῦσαι τοῦ ἐχθροῦ, ὄρεξόν μοι χεῖρα κειμένῳ· χερσὶν ὁ βαπτίσας, τὸν ἀνοίγοντα τὴν ἀγαθόβρυτον χεῖρα ἐμπιπλῶντα πᾶν ζῶον εὐδοκίας.
Ὅλος ἄϋλος ἐν σαρκί, ἄσαρκος ἐν ὕλης μετοχῇ, ὤφθης Κυρίου Βαπτιστά, ὥστις ἄγγελος σαρκοφόρος, καὶ γὰρ ἐκ σπαργάνων, ἁπαλῶν τε ὀνύχων τὴν ἔρημον, ἔσχες κατοικίαν, τρυφῶν ἐν ἀτροφίᾳ.
Θεοτοκίον.
Στάμνος μάννα τὸ νομικόν, φέρουσα ἐτύπου μυστικῶς, Σὲ τὴν τὸ μάννα τῆς ζωῆς, Κόρη φέρουσα θείαν στάμνον, ἐκ Σοῦ γὰρ ἐκβλύζει, γλυκασμὸς ἀγαλλίασις καὶ τρυφῆς χειμάῤῥους, γλυκάζων ὑπὲρ μέλι.
  
ᾨδὴ θ΄. Κρυπτὸν θεῖον.
Ἰῷ φαρμαχθέντα με τῷ δρακοντείῳ, ἰατρὲ φιλόψυχε Χριστὲ ἰάτρευσον, ὁ κεφαλὴν συνθλάσας τοῦ δράκοντος τὴν ἰοβόλον, καὶ σῶσόν με ταῖς πρεσβείαις τοῦ Προδρόμου Σου.
Ὡς ὄρθρος ἀνέτειλας ἐν τῇ σκοτίᾳ τοῦ σκιώδους γράμματος, καὶ τῇ τοῦ νόμου νυκτί, τὰς φωταυγεῖς ἀκτῖνας τῆς χάριτος, αὐγάζων μάκαρ, καὶ τὸν τῆς δικαιοσύνης φαίνων Ἥλιον.
Ἀξίνῃ πρεσβείαις σου τμητικωτάτη, τὰς ἀκάνθας Πρόδρομε, τῶν ἐγκλημάτων μου ἀποτεμών, προῤῥίζους κατάφλεξον πυρὶ ἀΰλῳ, καὶ ῥῦσαί με τῆς γεέννης τοῦ ἀσβέστου πυρός.
Νομὴν ἕλκη βρύουσα σηπεδονώδη, τῶν παθῶν μου ξήρανον Κυρίου Πρόδρομε, ὁ ποταμοὺς εἰς ἔρημον θέμενος, καὶ διεξόδους ὑδάτων τῆς ἀσεβείας εἰς γῆν ἄνυδρον.
Νεκροῖς ἐξανάστασιν, εὐηγγελίσω· αἰχμαλώτοις λύτρωσιν σαφῶς ἐκήρυξας· διὸ κἀμὲ νεκρὸν καὶ αἰχμάλωτον ὄντα, Προφῆτα ζωώσας, δουλοπαθείας ἐλευθέρωσον.
Ἡ πρώην οὐ τίκτουσα καὶ ἀτεκνοῦσα, Ἐκκλησία Πρόδρομε, τῶν ἐθνῶν δέδεικται σαῖς διδαχαῖς πολύπαις καλλίτεκτος γονιμωτάτη, ἡ στεῖρα προφητικῶς ἑπτὰ γὰρ ἔτεκεν.
Θεοτοκίον.
Σκηνὴν χαριτόπλοκον, χρυσῆν παστάδα, λογικὸν παράδεισον, οὐρανὸν ἔμψυχον, πορφυραγῆ χρυσόμορφον θάλαμον τοῦ Βασιλέως ὑπάρχουσαν, μεγαλύνομέν Σε Δέσποινα.

ΗΧΟΣ ΠΛ. Α΄.
Οὗ ἡ ἀκροστιχίς: Πέμπτην φέρει σοι προσφορὰν σοί· ἱκέτης ὁ Ἰωάννης.
ᾨδὴ α΄. Ἵππον καὶ ἀναβάτην.
Πτέρυξιν ἀπαθείας περιστερᾶς νοητῆς, περιηργυρωμέναις τῶν ἀρετῶν λευκότητι· εἰς ὕψος ἀοίδιμε θεωρίας, ἀρθεὶς τὸ Πνεῦμα εἶδες ἐν εἴδει περιστερᾶς.
Ἔχων ταῖς ἁμαρτίαις νενεκρωμένην ψυχήν, εἰς τὴν σὴν καταφεύγω ζωοποιὸν ἀντίληψιν, μακάριε Πρόδρομε, ζώωσόν με πράξεσιν ἐναρέτοις, τῇ μεσιτείᾳ σου.
Μόνος ἐν γῇ ἐρήμῳ ἐναυλιζόμενος, κατὰ μόνας ὡμίλεις, τῷ κατὰ μόνας πλάσαντι ἡμῶν τὰς καρδίας, καὶ κατὰ μόνας Πρόδρομε, ἐπ’ ἐλπίδι σὲ κατοικίσαντι.
Πρόληψις ὀλεθρίων πολιορκεῖ με παθῶν, καὶ συνηθείᾳ φαύλῃ, παγιωθεῖσα χρόνῳ μακρῷ, ὡς τύραννος ἕλκει με, εἰς δουλείαν πρόφθασον, ἐξελοῦ με Κυρίου Πρόδρομε.
Θεοτοκίον.
Τέτοκας ὑπὲρ λόγον τὸν διὰ λόγου τὸ πᾶν, συστησάμενον λόγον, λόγου Θεοῦ λοχεύτρια· διὸ ἐξ ἀλόγων με παθῶν ῥῦσαι, ὅπως ὑμνολογῶσι τὴν πολυΰμνητον.
ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδένός.
Ἠλίας ἐξ οὐρανῶν εὐχῇ πῦρ κατήγαγε, καὶ πεντηκοντάρχους διττοὺς κατέφλεξε, τοὺς πεντηκοντάρχους τοιγαροῦν, καὶ τοὺς ἑκατοντάρχους καὶ χιλιάρχους τῶν ἐμῶν παθῶν, φλέξον Βαπτιστά, πρεσβειῶν σου πυρί.
Νεφέλη χριστιανοὺς σκεπάζουσα καὶ σκιάζουσα, καὶ παθῶν τοῦ καύσωνος ἀναψύχουσα, καὶ φωτοειδὴς πυρός, Πρόδρομε χρηματίζεις, νέου λαοῦ προπορευόμενος, καὶ πρὸς σωτηρίαν ἰθύνων ἡμᾶς.
Φιάλαι τῶν ἀρωμάτων αἱ σιαγόνες σου, μυρεψικὴν χάριν ἀρωματίζουσαι, καὶ εὐωδιάζουσαι σοφέ, μυστικὴν εὐωδίαν, τὸ γὰρ πολύτιμον καὶ ἄχραντον μῦρον, τὸν Χριστὸν ἀποπνέουσιν.
Ἐτρώθην τῆς ἡδονῆς ῥομφαία καὶ τέθνηκα, καὶ θανῶν ἐν τάφῳ κεῖμαι πορώσεως, λίθῳ καλυπτόμενος βαρεῖ, ἄκρας ἀναισθησίας, ἀναλγησίας ἀπογνώσεως, σῶσον Βαπτιστὰ τὸν οἰκέτην σου.
Θεοτοκίον.
Ῥομφαῖαι αἱ τοῦ ἐχθροῦ εἰς τέλος ἐξέλιπον, πόλεις γὰρ καθεῖλεν αὐτοῦ ὁ ὕψιστος, Σοὶ γὰρ ὡς ἐν πόλει λογικῇ, ἱδρύσας ὁ Σωτήρ μου, τὰ ἑαυτοῦ βασίλεια Κόρη, τῶν ἐχθρῶν τὰς πόλεις κατέδραμον.
Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἁμαρτίας εἰς βάθη με ὀλισθήσαντα, τρικυμία χειμάζει τῆς ἀπογνώσεως, ἀλλὰ πρόφθασον Χριστὲ ὡς παντοδύναμος, κυβερνήτης τοῦ παντός, καὶ πρὸς λιμένα γαληνόν, προσόρμισον ἀπαθείας, πρεσβείαις τοῦ Σοῦ Προδρόμου, δι’ εὐσπλαγχνίαν Σῶτερ καὶ σῶσόν με.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ τὸ ἄνθος τὸ θεῖον ῥίζα βλαστήσασα, κιβωτὲ καὶ λυχνία καὶ στάμνε πάγχρυσε, ἁγία τράπεζα ζωῆς τὸν ἄρτον φέρουσα, ὡς Υἱόν Σου καὶ Θεὸν ἐκδυσώπησον αὐτόν, σὺν τῷ Ἁγίῳ Προδρόμῳ, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς Θεοτόκον ὁμολογῦντάς Σε.
ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου.
Ἐκ βρέφους φυγαδεύων ἐμάκρυνας, τῶν κοσμικῶν περισπασμῶν, καὶ ἐν ἐρήμοις καὶ ὄρεσιν, ὡς ἱεροῖς ἐν ἀδύτοις, ηὐλίζου τὸν Θεὸν προσδεχόμενος.
Ἰδοὺ κηρύσσων ἔκραζες, ἤγγικεν ἡ Βασιλεία τῶν οὐρανῶν, μετανοήσατε ἕκαστος, καὶ μετανοίας γνησίας, ποιήσατε ἀξίους καρποὺς ἐν Χριστῷ.
Συνέχει καὶ χειμάζει με κλύδων παθῶν, καὶ τρικυμίαι ἡδονῶν, καὶ λογισμῶν αἱ ἀντίπνοιαι, καταβαπτίζουσι σῶσον· διό με Βαπτιστὰ κινδυνεύοντα.
Ὁ φίλος τοῦ νυμφίου Χριστοῦ τοῦ Θεοῦ, ὁ ἐστηκὼς καὶ ἐν χαρᾷ τῆς τοῦ νυμφίου ἀκούων φωνῆς, τοῦ οὐρανίου νυμφῶνος, μετόχους ἐν χαρᾷ, πάντας ποίησον.
Θεοτοκίον.
Ἰσχύς μου Σὺ καὶ ὕμνησις Δέσποινα, ἐγένου γάρ μοι προφανῶς, εἰς σωτηρίαν γεννήσασα, τὴν σωτηρίαν τοῦ κόσμου, Χριστὸν τὸν Λυτρωτὴν καὶ Σωτῆρά μου.
ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Πλύνον με τοῖς δάκρυσι καὶ ἀποκάθαρον, παθῶν ἰλύος, καὶ κάθαρόν με, τῷ Χριστῷ παράστησον, τῷ θερμῶς ποθοῦντι, τὴν ἡμετέραν κάθαρσιν.
Ῥείθροις κατανύξεως δρόσισον Πρόδρομε, τὴν τετηγμένην καὶ ἐψυγμένην, τῷ φλογμῷ καὶ καύσωνι, τῷ τῆς ἁμαρτίας, πολυπαθῆ καρδίαν μου.
Ὅλην μου τὴν ἔφεσιν, μετάθες Πρόδρομε, ἐκ τῶν ἀστάτων πρὸς τὰ ἑστῶτα, καὶ πρὸς τὰ ἀΐδια, τὴν ἐπιθυμίαν, διέγειρόν με δέομαι.
Στάσεως καὶ τάξεως καὶ κατασχέσεως, τῶν σῶν προβάτων ἀξίωσόν με, διὰ τοῦ Προδρόμου σου, ὁ ἀμνὸς ὁ αἴρων, τὴν ἁμαρτίαν κόσμου παντός.
Θεοτοκίον.
Φλόγα τὴν ἀκάματον καὶ ἀνυπόστατον, εἰς πνεῦμα δρόσου διασυρίζον, καὶ εἰς ἀναψύχουσαν αὔραν ὁ Σὸς τύπος, μετήψειμε πανύμνητε.
ᾨδὴ στ΄. Ἐκύκλωσέ με.
Ὁ χρόνος μου ἐξέλιπεν, ὁ δρόμος εἰς τέλος κατήντησε, ἡ ἔξοδος ἤγγισεν, ὁ κλέπτης ἐφέστηκεν, καὶ ὁ θερίζων, τὸ νεῦμα ἀπεκδέχεται.
Ῥεόντων φορὰν ἄστατον, καὶ ὕδωρ παθῶν ἀνυπόστατον, καὶ τὴν πολυτάραχον τῶν ἡδονῶν θάλασσαν, ἀκλυδωνίστως με μάκαρ διαβίβασον.
Ἄσαρκος ἁμιλλώμενος, ἀγγέλοις ὁ ἔνσαρκος ἄγγελος, σαρκὸς ἔξω γέγονας, καὶ σάρκα γενόμενον, βουλῆς μεγάλης, τὸν Ἄγγελον ἐβάπτισας.
Νεφέλης ἀνατείλαντα, Παρθένου τὸν ἄδυτον Ἥλιον, ἐμήνυσας Πρόδρομε, ὡς λύχνος πολύφωτος, ὃν ὁ τῶν φώτων, Πατὴρ Χριστῷ ἡτοίμασεν,
Θεοτοκίον.
Σὲ πύλην ἀδιόδευτον, καλοῦμεν καὶ χώρα ἀνήροτον, καὶ γῆν ἀγεώργητον, ζωὴν γεωργήσασαν Μαρία πάναγνε, χαρμονὴ τῶν δούλων Σου.
  
ᾨδὴ ζ΄. Ὁ ἐν καμίνῳ πυρός.
Ὁ ἐξ ἀκάρπου γαστρός, καὶ ἐξ ἀγόνων, σὲ λαγόνων παραγαγῶν Βαπτιστά, εὐλογητὸς ὁ Θεός.
Συγχυτικαῖς τῶν παθῶν, ἐπαγωγαῖς σκοτιζομένην, τὴν ταπεινήν μου ψυχήν, φώτισον Πρόδρομε.
Ὁ ἐκ κοιλίας μητρός, Ἅγιον Πνεῦμα δεδεγμένος, ἁγίασον τοὺς νεφροὺς καὶ τὴν καρδίαν μου.
Ἵλως ὣν τῆς φωνῆς, τῶν ἱκετῶν καὶ οἰκετῶν σου, μὴ ἐπιλάθη φωνὴ τοῦ λόγου Πρόδρομε.
Θεοτοκίον.
Κατὰ τὸ πλῆθος ἁγνή, τῶν ὀδυνῶν μου τῆς καρδίας, αἱ παρακλήσεις Σου νῦν μὲ εὐφρανάτωσαν.
ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ἔλυσας πατρὸς τὴν ἀφωνίαν μάκαρ, μητρός τε τὴν στείρωσιν τεχθεὶς κατέπαυσας· ὅθεν κακῶν μου διάλυσον τοὺς βρόχους, καὶ τὰς πολυπλόκους, σειράς μου τῶν πταισμάτων.
Τρέμω ἐννοῶν τὸ φοβερόν σου βῆμα, καὶ ἀπροσωπόληπτον Χριστὲ κριτήριον, ἔνθα βοῶ Σοι διὰ τοῦ Βαπτιστοῦ Σου· μὴ μὲ καταισχύνῃς τὸν κατηχρειωμένον.
Ἥπλωσας ἐν γῇ τὰς νοητὰς ἀκτῖνας, τοῦ θείου κηρύγματος ὡς μέγας ἥλιος, καὶ τὰς ἀπίστους καρδίας καταυγάσας, ἡλιοειδεῖς ἀπειργάσω θεοκῆρυξ.
Σὲ ὡς διαυγῆ καὶ φεγγοβόλον λίθον, λυχνίτην πυρσεύοντα φωτὶ τῆς χάριτος, καὶ ὡς πολύτιμον ἕνα μαργαρίτην, ἔπηξε Χριστὸς Ἐκκλησίας ἐν τῷ στέφει.
Θεοτοκίον.
Ὄμβρος ἐπὶ Σὲ ζωαρχικὸς κατέβη, ἁγνὴ καὶ ἐμέθυσε τῆς γῆς τὰς αὔλακας, καταδροσίζων καρδίας καυσωμένας, καὶ ἐπαναψυχῶν ψυχὰς λιποψυχούσας.
ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Ἰησοῦν τὸν Κύριον, καὶ Σωτῆρα καὶ δημιουργόν, δυσώπει Βαπτιστά, σῶσαί με φθορᾶς, καταβαπτιζόμενον τῶν ἡδονῶν, ῥείθρῳ θολερῷ, καὶ βυθιζόμενον ἐν βορβόρῳ ἰλύϊ παθῶν.
Ὡς τρυγὼν φιλέρημος, ὡς ὡραία μάκαρ ἀηδών, ὡς εὔλαλος χελιδών, μέλος μυστικόν, ἡμῖν ἐκελάδησας, καὶ συγκαλεῖς γλώσσῃ λιγυρᾷ, πρὸς τῆς χάριτος, θεῖον ἔαρ τοὺς ῥιγῶντας κακοῖς.
Ἀρετῶν πηξάμενος, Ἰωάννη ὄχημα σαυτῷ, εἰς ὄρος ὑπερνεφές, θείων ἐννοιῶν, εἰς ἄκραν ἀκρώρειαν θεωριῶν, ἤρθης μυστικῶν, καὶ ἀνελήλυθας εἰς Ἀγγέλων ἁγιότητα.
Νοητοὶ συσχόντες με ὁδοστάται, ἄσαρκοι λησταί, ᾐκίσαντο πικρῶς καὶ ἀνηλεῶς, πληγαῖς με συγκόψαντες ἡμιθανῆ, ἔλιπον σοφέ, αἷς τὸ σὸν ἔλαιον, ὥσπερ ἔλαιον ἐπίχεε.
Ἡ φωνὴ ἡ λύσασα ἀφωνίαν, πάλαι πατρικήν, κατεύθυνον πρὸς Θεόν, τὰς ἐμὰς φωνάς, καὶ δεῖξόν με μέτοχον, τῆς εὐκταίας τοῦ Χριστοῦ φωνῆς, ἣ πρὸς οὐράνιον Βασιλείαν τοὺς δικαίους καλεῖ.
Θεοτοκίον.
Σὲ πηγὴν καὶ πρόξενον καὶ αἰτίαν, ῥίζαν καὶ ἀχλὺν εἰδὼς παντὸς ἀγαθοῦ, Κύριε δυσωπῶ, ἐλέησον σῶσόν με, Σὲ γὰρ ἔχω ἄγκυραν στερεάν, τεῖχος ἀπόρθητον, καὶ ἐλπίδος πέτραν ἄῤῥηκτον.

ΗΧΟΣ ΠΛ. Β΄.
Οὗ ἡ ἀκροστιχίς: Τῷ Προδρόμῳ δέησιν ἕκτην προσφέρω· ὁ αὐτὸς Ἰωάννης.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.
Τὸ τρισυπόστατον κράτος καὶ ἀμερές, τὸ ταὐτὸ τῆς φύσεως, ἡ τρισήλιος λαμπάς, τῆς ἐμῆς ψυχῆς τὸ τριμερές, ἁμαρτίαις ζοφωθέν, λάμπρυνον δέομαι.
Ὡς παντοδύναμος Λόγε ἀγγελικάς, ὑπεστήσω φάλαγγας, ἀσωμάτων λειτουργῶν, ἐπ’ ἐσχάτων δὲ τὸν Βαπτιστήν, σαρκοφορὸν ἐπὶ γῆς, ἄγγελον ἔκτισας.
Πεπορωμέναις βολίσι τῶν ἡδονῶν, καὶ πυρφόροις ἄνθραξι, τῶν παθῶν ἐρημικοῖς, κεκαυμένον δρόσισόν με νῦν, ἀπαθείας δροσισμῷ ἐρήμου βλάστημα.
Ῥερυπωμένην καρδίαν καὶ λογισμόν, μολυσμοῖς σπιλούμενον, ἀκαθάρτων ἐννοιῶν, κεκτημένος δέομαι ῥοαῖς, κατανύξεως θερμῆς, πλύνον με Πρόδρομε.
Θεοτοκίον.
Ὁ κατοικῶν Θεὸς Λόγος ἐν οὐρανοῖς, ὁ ἐν ἀρχῇ ἄναρχος, οὐρανόν Σε λογικόν, ἐπὶ γῆς δειμάμενος ἁγνή· μὴ λιπὼν τοὺς οὐρανοὺς ἐν Σοὶ ἐσκήνωσεν.
ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.
Δακρύων χύσιν δαψιλῆ, ὄμβρησόν μοι Προφῆτα, τῶν παθῶν τὴν ῥῦσιν, τὴν πικρὰν καὶ θολεράν, ξηραίνουσα παντελῶς, καὶ τὴν λύσιν τῶν κακῶν μου δίδου μοι.
Ῥοαῖς ὁ λούσας ποταμοὺ, ποταμὸν τῆς εἰρήνης, καὶ πηγὴν τῆς σοφίας, καὶ χειμάῤῥουν οἰκτιρμῶν, αὐτὸν δυσώπει σοφέ, τὸν χειμάῤῥουν τῆς τρυφῆ ποτίσαι με.
Οὐ σθένει γλῶσσα γηγενῶν, εὐφημῆσαι ἀξίως, τὸν ἐπέκεινα πάσης, εὐφημίας ἀληθῶς, ἐν γεννητοῖς γυναικῶν, μείζων γάρ σου, μάκαρ οὐκ ἐγήγερται.
Μερὶς καὶ κλῆρος ἡ ἐλπίς, ἐν ἐμοὶ σωτηρίας οὐχ ὑπάρχει ἐξ ἔργων, διὰ τοῦτο πρὸ τῶν σῶν, προκυλινδοῦμαι ποδῶν, δυσωπῶ σε, σῶσόν με Χριστοῦ Βαπτιστά.
Θεοτοκίον.
Πλατυτέρα οὐρανῶν, ὡς τῆς γῆς ἀνωτέρα, ὡς ἁγία ἁγίων, Χερουβὶμ καὶ Σεραφίμ, ὡς ὑπερτέρα σεμνή, ἀσυγκρίτως, τὸν Θεὸν ἐχώρησας.
Κάθισμα. Ἦχος πλ. β΄. Ἐλπὶς τοῦ κόσμου.
Παθῶν με ζάλη καὶ δεινή, τρικυμία πταισμάτων, εἰς ἀπογνώσεως βυθὸν κατεπόντισε Σῶτερ, ἀλλ’ ἔκτεινον τὴν κραταιάν μοι δεξιάν, καὶ σῶσόν με ὥσπερ τὸν Πέτρον, ἱεραῖς πρεσβείαις τοῦ Προδρόμου, ἐκ βάθους τῶν δεινων Λόγε ἀνομιῶν μου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν πρὸ αἰώνων ἐκ Πατρός, πλὴν μητρὸς γεννηθέντα, Υἱὸν καὶ Λόγον τοῦ Θεοῦ, ἐπ’ ἐσχάτων τῶν χρόνων, ἐκύησάς σε σαρκώμενον ἐξ ἁγνῶν αἱμάτων Σου, Θεοκυῆτορ πλὴν ἀνδρός, Ὃν αἴτησαι δωρήσασθαι, ἡμῖν ἁμαρτιῶν ἄφεσιν πρὸ τοῦ τέλους.
ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Δεινῶς χειμάζει με σαρκὸς ὀρέξεων, ἀνυπόστατος κλύδων τυφωνικαῖς, αὔραις κυμαινόμενος, ὃν εἰς γαλήνην βαθεῖαν, Βαπτιστὰ Χριστοῦ μετάβαλε.
Ἐξ ἀμελείας μοι, κακὴ συνήθεια, ἐκ δὲ τῆς συνηθείας οὐκ ἀγαθή, ἕξις προσεγένετο, ἥτις τῷ χρόνῳ παγεῖσα, ὡς Δευτέρα φύσις ἄγχει με.
Ἡ τῆς πρεσβείαις σου, ἀξίνη Πρόδρομε, ἀποτένοι ῥιζόθεν, τὴν ἐν ἐμοὶ θάλλουσαν πικρὰν ἡδονήν, καὶ στήσοι ταύτης τὴν νομήν, ψυχολέτειραν ὡς γάγγραιναν.
Στενά μοι πάντοθεν, πάντα καὶ ἄπορα, καὶ μετὰ κατηφείας καὶ ὀδυρμοῦ, καὶ δακρύων ἄξια, γνήσιε φίλε τοῦ Χριστοῦ, εἰς χαρὰν τὸ πένθος τρέψον μου.
Θεοτοκίον.
Ἰδού Σε Δέσποινα θεομακάριστε, μακαρίζουσι πᾶσαι αἱ γενεαί, τὴν ἀειμακάριστον, ὡς μακαρίους ποιοῦσαν, τοὺς ἀεί Σε μακαρίζοντας.
ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
Νεκροῖς ἀνάστασιν καὶ ζωήν, σὲ τὴν ἐνυπόστατον ζωήν, ὁ Βαπτιστής σου ἐκήρυξεν, οὗ ταῖς ϊκεσίαις νενεκρωμένον με, ἀνάστησον ζωώσας, αὐτοζωὴ Ἰησοοῦ.
Ἐν θρήνοις Λόγε καὶ στεναγμοῖς, σὲ τὸν ἀμνησίκακον Θεόν, ἐκδυσωπῶ καὶ Σωτῆρά μου, σῶσόν με δεήσεσι τοῦ Προδρόμου σου, καὶ ῥῦσαι τῶν ἐν ᾍδου τιμωριῶν ἀγαθέ.
Καλάμου δίκην διηνεκῶς, αὔραις ῥιπιζόμενον παθῶν, καὶ σαλευόμενον Πρόδρομε, στήριξον τὸν νοῦν μου· αὐτὸς γὰρ κάλαμος, οὐκ ἔφυς ὑπὸ πνεύματος σαλευόμενος.
Τῆς Βασιλείας τῶν οὐρανῶν, θεῖος εἰσηγήτωρ γεγονὼς καὶ μετανοίας διδάσκαλος, ἔργα μετανοίας ἀξίωσόν με ποιεῖν, δι’ ὧν ἡ Βασιλεία τῶν οὐρανῶν ὠνητή.
Θεοτοκίον.
Ἡ καλλονὴ τοῦ Ἰακώβ, ἡ ἐκλελεγμένη τῷ Θεῷ πρὸ τοῦ γενέσθαι τὰ σύμπαντα, ἡ ἁγιωσύνην καὶ καθαρότητα, ἀσύγκριτον πλουτήσασα χαῖρε Δέσποινα.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Νεφέλη σκιάζουσα, ἀναψύχουσα πνοή, αὔρα λεπτὴ δροασίζουσα, διασυρίζον πνεῦμα ψυχαγωγοῦν, γενοῦ μοι μακάριε, ἡδονῶν ἐν καμίνῳ φλεγομένῳ δεινῶς.
Πηγὴν χαριτόβρυτον, εὐσπλαγχνίας ποταμόν, φιλανθρωπίας πέλαγος, ἀγαθωσύνης ἄβυσσον Βαπτιστά, βαπτίσας διασώσον, ἐν βορβόρῳ, παθῶν με βαπτιζόμενον.
Ῥεόντων τὴν ἄστατον, καὶ ὑγρὰν περιφοράν, παραδραμὼν ἀκύμαντος, οὐ παρεσύρθη ῥοΐζω τῶν ἡδονῶν, ἀλλ’ ὤφθης ἀσάλευτος, ὡς ἀνήλατος ἄκμων καὶ ἀτύπωτος.
Οἰκίαν αἰώνιον, ἐκ Θεοῦ οἰκοδομήν, σκηνὴν ἀχειροποίητον, ἐν οὐρανοῖς νῦν ἔσχηκας Βαπτιστά, ἐπὶ κατελύθη σου, ἡ τοῦ σκήνους οἰκία ἡ ἐπίγειος.
Θεοτοκίον.
Σκηνὴ θεοχώρητε, ὄρος ἅγιον Θεοῦ, χρυσοῦν θυμιατήριον, πύρινε θρόνε, πάγχρυσε κιβωτέ, λυχνία πολύφωτε, ἀδιόδευτε πύλη, χαῖρε Δέσποινα.
ᾨδὴ ζ΄. Δροσοβόλον μέν.
Φερωνύμως Ἰωάννηε προσηγόρευσε, Πρόδρομε χαριτώνυμε, οὐρανόθεν γάρ, καταπτὰς ὁ μέγας Γαβριήλ, πρὶν ἢ συλληφθῆναί σε, γαστρὶ ἔσται φησίν, Ἰωάννης αὐτοῦ τὸ ὄνομα.
Ἑωσφόρος φεγγοβόλος ἀνατέταλκας, ἥλιον προμηνύων ἡμῖν, τὸν ἐκλάμψαντα ἐκ νεφέλης Κόρης καθαρᾶς, οὗ νῦν ἐλλαμφείην, ταῖς αὐγαῖς τῆς φωτοχύτου καλλονῆς, καὶ ὡραιότητος.
Ῥαθυμίας ἐπὶ κλίνης με κοιμώμενον, ἔγειρον σαῖς ἀγρύπνοις εὐχαῖς, καὶ ἀγρυπνεῖν με, νοερῶς ἐνίσχυσον σοφέ, ὡς ἄγρυπνος φύλαξ τῶν πιστῶν, καὶ κατακοίμησον παθῶν ἄγρια κύματα.
Ὥσπερ ἄγγελος ἀσώματος ἐν σώματι, ὡς ἄϋλος ἐν ὕλῃ σαρκός, πεπολίτευσαι, Βαπτιστὰ καὶ Πρόδρομε Χριστοῦ· διό με παθῶν σωματικῶν, καὶ ὑλικῶν περισπασμῶν, δεῖξον ἀνώτερον.
Θεοτοκίον.
Οὐκ ἰσχύει τὸ μυστήριον τοῦ τόκου Σου, διερμηνεῦσαι γλῶσσα βροτῶν· τὸν γὰρ ἄναρχον καὶ ἀόρατον καὶ ἀναφῆ, καὶ πάσης ἐπέκεινα φωνῆς, σάρκα γενόμενον ἐκ Σοῦ, Δέσποινα τέτοκας.
ᾨδὴ η΄ Ἐκ φλογὸς τοῖς ὁσίοις.
Ἀσελγῆ βασιλέα Ἠρώδην ἤλεγξας, τὸν συγχέαντα νόμους καὶ θεσμοὺς φύσεως, λέγων πρὸς αὐτόν· ὡς οὐκ ἔξεστιν ἔχειν σε, τὴν τοῦ ἀδελφοῦ σου γυναῖκα τοῦ Φιλίππου.
Ὑπερβὰς τὴν τῶν ὄντων δυάδα Πρόδρομε, τῆς Ἁγίας Τριάδος αὐτόπτης γέγονας, καὶ τὴν ὑλικὴν ἐκφυγὼν περιπέτειαν, ἄϋλος ἀΰλοις ἀγγέλοις ἠριθμήθης.
Τὴν οὐράνιον πόλιν πατρίδα ἔσχηκας, ἐπειδὴ τὴν ἐνταῦθα οὐκ ἐπεπόθησας, πόλιν γὰρ ἀεὶ ἐξεδέχου μακάριε, τὴν τοὺς θεμελίους ἔχουσαν ἀσαλεύτους.
Ὁ ἐκ πέτρας ἀνίκμου πηγάσας ὕδατα, ἐξ ἀγόνων λαγόνων σὲ ἀναδέδωκε, καὶ στειρωτικῶν ἐξ ὠδίνων παρήγαγεν, ὁ ἐκ τοῦ μὴ ὄντος παραγαγὼν τὰ πάντα.
Θεοτοκίον.
Σελασφόρον λαμπάδα καὶ χρυσαυγίζουσα, φωτοφόρον παστάδα καὶ πορφυρίζουσαν, στάμνον γλυκασμοῦ, κιβωτὸν ἁγιάσματος, ἔγνωμέν Σε Κόρη ὑπερευλογημένη.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Ἰδοὺ πρὸς πρόσωπον βλέπεις πρόσωπον, τὴν τριφεγγῆ Τριάδα καὶ τρισήλιον Πρόδρομε, τῶν ἐμφάσεων καὶ τῶν σκιῶν λυθεισῶν, καὶ περιαιθέντος παραπετάσματος, παντὸς ὑλικοῦ τοῦ τὴν αὐγὴν διατειχίζοντος.
Ὡς νόμου πλήρωμα καὶ κεφάλαιον, ὡς ἀρχηγὸν Χριστὸν τελειωτήν τε τῆς πίστεως, καταγγείλας Προφῆτα γεγένησαι, νόμου σφραγὶς καὶ τέλος, ἀρχὴ δὲ χάριτος, καὶ τῆς προφητείας εὐκλεὲς ὄντως συμπέρασμα.
Ἀγγέλων βίον ἀναλαβόμενος, ἀγγελικῶς ἐβίωσας ὁ ἔνσαρκος ἄγγελος, κἂν γὰρ ᾗς ἠλαττωμένος πρότερον, βραχύ τι παρ’ Ἀγγέλοις ἀλλὰ τὸ δάνειον, τὸν χοῦν τῷ χοΐ νοῦ ἀποδούς, ὤφθης ἰσάγγελος.
Νοὸς εὐθύτητος προορώμενος, τὴν τῶν ἐθνῶν γλυκεῖαν προσδοκίαν τὸν Κύριον, φυγαδεύων παιδόθεν ἐμάκρυνας Πρόδρομε, ἐν ἐρήμοις αἷς αὐλιζόμενος, Χριστὸν ἐθεάσω τὸν Θεὸν Ὃν προσδέχου ἀεί.
Νομίμων θείων σὺ ἀντεχόμενος, διακενῆς Ἠρώδην ἀνομοῦντα διήλεγξας, παῤῥησίᾳ ἐν νόμῳ χρησάμενος· ὅθεν ἀνόμῳ φόνῳ σὲ καθυπέβαλεν, ὁ παρανομίας ὑπουργὸς καὶ ἀνομίας υἱός.
Ἡλίου λύχνε διαφανέστατε, Λόγου φωνὴ Προφῆτα καὶ τῆς χάριτος Πρόδρομε, τοῦ νυμφίου Χριστοῦ φίλε γνήσιε, πάντων ἡμῶν ἐν ὥρᾳ τῆς ἐξετάσεως, μνήσθητι καὶ πρόστηθι τῶν σὲ μακαριζόντων πιστῶς.
Θεοτοκίον.
Σκιαὶ καὶ τύποι καὶ τὰ αἰνίγματα, τὰ νομικὰ παρῆλθον, τῇ γεννήσει σου Δέσποινα, ὡς γὰρ κουφὴ νεφέλη ἀνέτειλας, τὸν τῆς Δικαιοσύνης ἄδυτον ἥλιον, οὗ ταῖς γλυκεραῖς μαρμαρυγαῖς καταυγασθείημεν.


ΗΧΟΣ ΠΛ. Β΄.
Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Συνώνυμος μέλεπι σε δοῦλος Δεσπότου. Ἰωάννης. Ἀμήν.
ᾨδὴ α΄. Κύματι θαλάσσης.
Σὲ τὸν ἐκ τοῦ πάντων, Θεοῦ καὶ Δεσπότου μείζονα, ἐν γεννητοῖς γυναικῶν μαρτυρηθέντα ὑμνῆσαι, τίς ἰσχύσει θεῖε Πρόδρομε, τίς ἐγκωμιάσει δέ, ὃν ὁ Χριστὸς εὐφήμησεν.
Ὕμνος ἀνθρωπίνου, ἐκ στόματος μάκαρ, οὐδεὶ προέρχεται, τῆς σῆς ἐπάξιος, ὑπεροχῆς τε καὶ δόξης, ὃν γὰρ φρίττουσι τὰ πάντα Θεόν, Ἰορδάνου νάμασιν, αὐτὸς ἐχειροθέτησας.
Νύμφης Ἐκκλησίας, Χριστοῦ νυμφοστόλος, φαιδρὸς γεγένησαι, Ἅγιε Πρόδρομε, τοῦ ἑτοιμᾶσαι λαὸν γάρ, προαπέσταλσαι νεόλεκτον, κατεσκευασμένον τε Κυρίῳ παντοκράτορι,
Ὥσπερ ἑωσφόρος, Χριστοῦ τοῦ ἡλίου προτρέχεις Πρόδρομε, ἐκ γῆς ἀλήθεια, προανατείλας καὶ πάσιν, οὐρανόθεν διακύπτουσαν, εὐαγγελίσαμενος δικαιοσύνης Κύριον.
Θεοτοκίον.
Νόμοι ἐν Σοὶ Κόρη, τῆς φύσεως ὄντως, κεκαινοτόμηνται κυοφορούσῃ Χριστόν, τὸν νομοδότην καὶ νόμου, ποιητὴν τὸν ἐπιστρέφοντας, δικαιοῦντα χάριτι, τοὺς πρὶν ἀνόμους ἅπαντας.
ᾨδὴ γ΄. Σὲ τὸν ἐπὶ ὑδάτων.
Ὕδατα τῶν παθῶν μου, καὶ ῥεύματα ῥεούσης ἁμαρτίας, ἀνάστειλον Προφῆτα, ὁ Ἰορδάνου τοῖς ὕδασι, Θεὸν ἐλέους ἄβυσσον, λούσας σταλάζοντα ὕδασι, τὰ ὑπερῶα αὐτοῦ.
Μίαν ἐν Ἰορδάνῃ, θεότητα τρισὶ μεριζομένην, προσώποις ἀμερίστως, ἑνιζομένην δὲ φύσεως ὑπερφυεῖ ταυτότητι, μεμυσταγώγησαι, Ἰωάννη παναοίδιμε.
Ὅλως ἀπεγνωσμένος, κατάκριτος ὅλον ἀπηλπισμένος, ἐκ πλήθους τῶν κακῶν μου, ἐπὶ τὴν σὴν καταπέφευγα δραστικωτάτην Πρόδρομε, πρεσβείαν ῥῦσαί με, ἀπὸ πάσης περιστάσεως.
Στένῳ κατανοῶν μου, τὴν ἄμετρον πληθὺν τῶν ἐγκλημάτων, ἐν ὥρᾳ καὶ ἡμέρᾳ τῆς φοβερᾶς ἐξετάσεως, μή με παρίδης δέομαι Κυρίου Πρόδρομε, ἀλλὰ σῶσόν με τὸν δοῦλόν σου.
Θεοτοκίον.
Μόνη μετὰ τὸν τόκον, μεμένηκας ὥσπερ ἧς πρὸ τοῦ τόκου, πανάμωμος Παρθένε, καὶ ἀδιάφθορος μόνη ἐν Σοί, καινοπρεπῶς συνέδραμον τόκος ἀπόῤῥητος, παρθενίας τε παράδοξος.
ᾨδὴ δ΄. Τὴν ἐν σταυρῷ σου θείαν.
Ἐν τῇ ἐτάσει τῇ φρικώδει με, ὅταν μέλλω γυμνὸς καὶ τετραχηλισμένος, ἐν τρόμῳ σοὶ παρίστασθαι, σῶσον ὁ Θεός, εὐπροσδέκτοις δεήσεσι τοῦ Προδρόμου σου.
Λογοθεσίου δεινοῦ σῶσόν με, φορολόγων πικρῶν τελωνῶν τοῦ ἀέρος, καὶ ἐκ τοῦ κοσμοκράτορος, ῥῦσαι Βαπτιστά, τὴν ψυχήν μου, ὁπόταν τῆς γῆς μεθίσταται.
Παλαιωθεῖσαν πλημμελήμασι, τὴν ψυχήν μου πολλοῖς νεοποίησον μάκαρ, ὁ νέας ὅρπηξ χάριτος, ὁ ἐκ παλαιᾶς, στειρευούσης νηδύος ἀναθηλήσας καινῶς.
Ἐν τῇ ἀξίνῃ ἐκτημηθῆναί με, τῆς ὀργῆς τοῦ Θεοῦ, ὥσπερ ἄκαρπον δένδρον, πυρὸς δὲ παρανάλωμα τοῦ ἀειφλεγοῦς, γεγονέναι εὐχαῖς σου Πρόδρομε κώλυσον.
Θεοτοκίον.
Ἰσχὺν καὶ σθένος καὶ κραταίωμα, προσφυγὴν βοηθὸν ὀχύρωμα καὶ τεῖχος, ἀντίληψιν παράκλησιν, καὶ μετὰ Θεόν, προστασίαν καὶ σκέπην, Σὲ ἔχω Δέσποινα.
ᾨδὴ ε΄. Πρὸς σὲ ὀρθρίζω.
Στενάζοντά με μὴ ἀποποιήσῃς, Βαπτιστὰ τοῦ Κυρίου, μηδέ μου τῶν δακρύων, ῥοὰς παρίδῃς Ἰορδάνου, ῥοὰς ὁ βαπτίσας Θεόν, ἀειῤῥόους χειμάῤῥους τὸν ποιήσαντα.
Ἐνώπιόν σου τῆς ἐμῆς καρδίας νοῦν ἐκχέω Προφῆτα, τὴν δέησιν καὶ ταύτης, προσαπαγγέλω μετ’ ὀδύνης τὴν θλίψιν καὶ κράζω σοι· ὥσπερ οἶδάς με σῶσον τὸν οἰκέτην σου.
Δακρύων μάκαρ, τῶν ἐν τῇ γεέννῃ, ῥῦσαι τοὺς ὀφθαλμούς μου, δακρύων τῶν ἐνταῦθα, τῇ χορηγίᾳ καῖ ψυχῆς μου τοὺς πόδας συντήρησον, ἐκ τοῦ τῆς ἁμαρτίας ὀλισθήματος.
Ὅταν λαμβάνῃς Δέσποτα τῆς γῆς με, ἐκ χειρὸς τοῦ παμφάγου, καὶ ὄντως ἀκορέστου, λύτρωσαι ᾍδου τὴν ψυχήν μου, λιταῖς τοῦ Προδρόμου Σου, ὁ τὸν ᾍδην σκυλεύσας καὶ τὸν θάνατον.
Θεοτοκίον.
Ὑπέρκειταί Σου πάναγνε τὸ θαῦμα, ἀνθρωπίνης σοφίας, καὶ γνώσεως Ἀγγέλων, καὶ ὑπερβαίνει κατὰ κράτος τῶν λόγων τὴν δύναμιν, ἐγκωμίων γὰρ νόμον οὐχ ὑπόκεινται.
ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
Λουτρῷ μετανοίας με, καὶ δακρύων προχοαῖς, ζεούσαις θέρμη πνεύματος, ὁ Ἰορδάνου πάλαι ταῖς προχοαῖς, ἐλέους τὴν ἄβυσσον, Βαπτιστὰ καταδύσας νῦν ἀπόπλυνον.
Ὁ θείας ἁψάμενος, τῇ χειρί σου κορυφῆς, τοῦ ἁπτομένου ὥς φησιν ἡ γραφή· τῶν ὀρέων καὶ καπνισμῷ, αὐτὰ ὑποβάλλοντες, τὴν αὐτοῦ ἆρον χεῖρα πρὸς Θεὸν δι’ ἐμέ.
Σὲ ὅνπερ εὐφήμησε, τοῦ Χριστοῦ μου τὸ σεπτόν, στόμα καὶ πλῆρες πνεύματος, παρ’ οὗ πᾶν στόμα λόγον τε καὶ πνοήν, ἐμπνέεται Πρόδρομε, εὐφημήσαι ἀξίως τίς ἰσχύσειεν.
Διεξόδους ξήρανον, τῆς ῥεούσης ἐν ἐμοί, ὑδατηρᾶς μακάριε, ἁμαρτίας ἡδύτητα τῷ ἐχθρῷ, πολλὴν καὶ ἀπόλαυσιν, προξενούσης ἐμοὶ δὲ πῦρ ἀκάματον.
Θεοτοκίον.
Ἐλέους ἀκτῖνά μοι, τότε φᾶνον ἡ τὸ φῶς, τεκοῦσα τὸ ἀΐδιον, ἐξ ἀστραπῆς τῆς θείας αἱ ἀστραπαί, ὅτε τούτου φάνωσι, πάσῃ τῇ οἰκουμένῃ καὶ κλονεῖτε ἡ γῆ.
ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.
Σὲ τῆς ψυχῆς μου, τὸν ἀντιλήπτορα ἴδοιμι, παρεστῶτα τότε δεξιά, ὅτε ἐξ ἐμοῦ, ἐκλείπει τὸ πνεῦμά μου, τοὺς ἐκζητοῦντας, Πρόδρομε τὴν ψυχήν μου, ἐκδιώκοντα ῥάβδῳ τῆς σῆς σκέπης.
Πολλαῖς ἀκάνθαις, βιωτικῶν περιστάσεων, μεριμνῶν τε, Βαπτιστὰ Χριστοῦ, καὶ τῶν σαρκικῶν μᾶλλόν με ὀρέξεων συμπεπνιγμένον, καὶ οὐ τελεσφοροῦντα, νῦν προφθάσας, διάσωσον εὐχαῖς σου.
Ὁ ἀνασπάσας, ἀπὸ ῥιζόθεν ἐλέγχων σου, τῇ μαχαίρᾳ μῖσος μοιχικόν, καὶ τὴν ἐν ἐμοὶ παιδιόθεν βλαστήσασαν, νῦν δὲ κομῶσαν, ποικίλην ἁμαρτίαν, σὺ προθέλιμνον ἔκτιλλον Προφῆτα.
Τὴν ζωὴν πᾶσαν, ἐν ἀμελείᾳ παρῆλθόν μου, ἀλλὰ δός μοι κᾂν ἐν τελευτῇ, θεῖε Βαπτιστά, καρποὺς ἐπιδείξασθαι τῆς μετανοίας, ἀξίους ἐκήρυξας, πρῶτος πάντων μετάνοιαν ἐν κόσμῳ.
Θεοτοκίον.
Ἡ φλογοφόρος λαβίς, ἡ ἄνθρακα φέρουσα, τοῦ ἀΰλου κόλποις Σου πυρός, ἄνθρακας ἐμῶν, παθημάτων δρόσῳ Σου, τῆς εὐσπλαγχνίας, κατάσβεσον Παρθένε, καὶ ἀνθράκων ἀσβέστων λύτρωσαί με.
ᾨδὴ η΄. Ἔκστηθι φρίττων.
Νῦν ἀναλόγισαι ψυχή, τὰ πεπραγμένα σοι ἐν κρυφῇ καὶ φανερῶς, καὶ γνῶθι τὰς ἐκεῖ μενούσας σοι ἀτελευτήτους ποινάς, βασάνους κολάσεις τιμωρίας, καὶ πρόσδραμε τῷ Κτίστῃ, ἐν θερμῇ μετανοίᾳ, διὰ τοῦ Προδρόμου, οἴκτειρόν με βοῶσα.
Ἵλεως ἔσομαι Σωτήρ, ἡνίκα μέλλω σου, παραστῆναι τῷ φρικτῷ, ὁ τάλας καὶ ἀστέκτῳ βήματι, καὶ εὐμενῶς ἐπ’ ἐμέ, ἐπίβλεψον ὄμματι ἰλέῳ, καὶ μή με τὸν θυμώδη, ἐν θυμῷ σου ἐλέγξας, μή με τὸν ὀργίλον παιδεύσας ἐν ὀργῇ σου.
Ὥραν ἐκείνην τὴν φρικτὴν τῆς ἐξέτασεως, ὅταν λάβω κατὰ νοῦν, θορύβου καὶ δειλίας πίμπλαμαι καὶ ἀγωνίας Χριστέ, ἐν ᾗ προκαθίσεις Κριτὴς μέγας, πνοῆς ἁπάσης ἔργα, διευθῦναι δικαίως, καὶ ἀνταποδοῦναι ἑκάστῳ κατ’ ἀξίαν.
Ἄρας ἀξίνην τμητικήν, τῆς ἀντιλήψεως καὶ τῆς σκέπης σου σοφέ, Προφῆτα προθέλιμνον ἔκκοψον, ὡς γεωργὸς ἀγαθός, τὸ δένδρον ἐν ἐμοὶ τὸ βλαστῆσαν, παρὰ τὰς διεξόδους, τῆς ὑγρᾶς ἁμαρτίας, καὶ καρποφορῆσαν καρποὺς θανατηφόρους.
Θεοτοκίον.
Νοῦν ὑπερήφανον ὁ Σός, τόκος πανάχραντε, ἐταπείνωσεν εἰς γῆν, καὶ τύφον τοῦ ἐχθροῦ κατέσπασε καὶ ἐπηρμένην ὀρφῦν, πιστῶν ὑποτάξας ποσὶ τοῦτον, ὡς τὴν ὀλεθροτόκον, κεφαλὴν συμπατοῖτο, καὶ τὴν μιαιφόνον, συντρίβοιτο καρδίαν.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Νόησαι μόλις ὃ ἠδυνήθησαν, συμβολικῶς προφῆται τοῦ Θεοῦ σὺ ἑώρακας, ὀφθαλμοῖς καὶ χερσί σου ἐκράτησας, ἄϋλον πῦρ ἐν ὕλῃ σώματος· ὅθεν μου τῶν ἁμαρτημάτων τὴν ὕλην, σοφὲ κατάφλεξον.
Ἡδὺ τοῖς φίλοις φίλων αἰτήματα, ἀποπληροῦν οὐκ ἔστι γὰρ πιστοῦ φίλου ἀντάλλαγμα, Ἰωάννη τῶν ὄντων οὐδὲν ἀτεχνῶς, σὺ σὲ Κυρίου φίλος εἶ γνησιώτατος· ὅθεν αἴτησαι σωθῆναί με, καὶ γὰρ οὐ παρακούσει σου.
Στενά μοι πάντοθεν καὶ ἐπώδυνα, καὶ στεναγμῶν πολλῶν τῶν ἐν ἐλπίσιν ἐπάξια, τῆς γεέννης καὶ γάρ μοι ἐνέχυρον, πλῆθος τὸ τῶν κακῶν μου ἀπαραλόγιστον, ταύτην μοι ἐχέγγυον ἐκεὶ ταμιευόμενον.
Ἀστέκτῳ θρόνῳ ὁ παριστάμενος, σεραφικὸς οἷά τις παραστάτης ἐμοῦ καὶ προστάτης γενοῦ, καὶ ὑπερασπιστής μου, ὅτε τοῦ σώματος, ἡ πολυαμάρτηρος ἐμὴ ψυχὴ χωρίζεται.
Μετάνοιάν μοι παράσχου Πρόδρομε, καὶ στεναγμὸν καὶ πένθος καὶ κλαυθμὸν καὶ κατάνυξιν, καὶ δακρύων πηγὴν ἀνεξάντλητον, καὶ συντριβὴν καρδίας καὶ νοῦ ταπείνωσιν, ἵνα μου θρηνήσω τὴν πληθύν, τῶν ἀμετρήτων κακῶν.
Ἡ γέεννά μοι παρετοιμάζεται, τῆς τελεθυτῆς ἀξίνη τμητικὴ παραθήγεται, τὴν τομὴν ἀκαρπία μνηστεύεται, Πρόδρομε ταῖς εὐχαῖς σου σβέσον τὴν κάμινον, θήλυνον τὸ ξίφος, τὴν τομὴν ἐπέσχες κώλυσον.
Θεοτοκίον.
Νοὸς ἐκ πένητος διανοίας τε, ἐξ ἐμπαθοῦς ἡλίκον Σοι προσοίσω ἐγκώμιον, τῇ Θεὸν πλουτησάσῃ ἀῤῥήτως Υἱόν, ἄχραντε Θεοτόκε· ὅθεν τὴν πρόθεσιν, ὅση καὶ τὴν πίστιν, τὴν ἐμὴν εἰδεῖα σῶσόν με.



ΗΧΟΣ ΒΑΡΥΣ
Οὗ ἡ ἀκροστιχίς: ν ἑβδόμῳ σοι προσλαλῶ μάκαρ μέλει, τὸ ἔπος Ἰωάννου.
ᾨδὴ α΄. Νεύσει σου.
Ἔγνωσε ὁ γινώσκων, πρὸ τοῦ γενέσθαι τὰ πάντα, καὶ πρὸ τοῦ πλασθῆναί σε, ἡγίασέ σε Πρόδρομε, ἔτι ἐκ μητρὸς κοιλίας, Πνεύματος Ἁγίου ἔμπλησας καὶ χάριτος.
Νόμοις οὐχ ὑποπίπτει, βροτοπρεπῶν ἐγκωμίων, ἡ δόξα σου Πρόδρομε, ἡ θεία καὶ ἀσύγκριτος· ὅθεν τὸν πάντων Δεσπότην, ἐγκωμιαστὴν ἐπαξίως εὐτύχησας.
Ἔσχες ἐν ὀστρακίνῳ, συγκαλυπτόμενον σκεύει, τῷ σώματι Πρόδρομε, τὸν θησαυρὸν τοῦ Πνεύματος, κρύπτων σαρκὶς ἐν ἐλύτρῳ, τὸν λευκοφαῆ μαργαρίτην τῆς χάριτος.
Βέλη τῆς ἁμαρτίας, τὴν βεβλημένην ψυχήν μου, θεράπευσον Πρόδρομε, φαρμάκῳ τῆς πρεσβείας σου, καὶ τὸν τὴν ἐμὴν καρδίαν, τρώσαντα βελίαρ κυρίως ἀντίτρωσον.
Θεοτοκίον.
Δόξα τῷ ἐν ὑψίστοις, θεοπρεπῶς ὑμνουμένῳ, πυρίνοις ἐν στόμασι, καὶ φλογεροῖς ἐν χείλεσιν, ὅτι ἐκ Παρθένου Κόρη, διὰ τὴν ἡμῶν σωτηρίαν σεσάρκωται.
ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς.
Ὁ κατενώπιον Θεοῦ, παρεστηκὼς ἐν ὑψίστοις, τῶν Ἀγγέλων ἄρχων Γαβριήλ, ἐστὼς δεξιὰ τοῦ θυμιάματος, ὤφθη σοφὲ τῷ σῷ πατρί, ἐν τῷ ναῷ θυμιῶντι, τὴν σὴν προμηνύων θείαν σύλληψιν.
Μνήμη δικαίων ἱερῶς, μετ’ ἐγκωμίων τελεῖται, ἀλλ’ ἡ μνήμη Πρόδρομε ἡ σή, ἐπαίνου παντὸς ὑπερανέστηκε, καὶ ἐγκωμίων ἀτεχνῶς, ὑψηλοτέρα ὁρᾶται, πάσης εὐφημίας γὰρ ὑπέρκειται.
Ὡς παλαιᾶς τε καὶ καινῆς, Προφῆτα θεῖος μεσίτης, μεσιτείαις σου ταῖς ἱεραῖς, πεπαλαιωμένον με καινούργησον, ἀνακαινίσας ψαλμικῶς, ὡς ἀετοῦ παραδόξως, μάκαρ τῆς ψυχῆς μου τὴν νεότητα.
Στεῖραν καὶ ἄγονον ψυχήν, καὶ ἀτεκνοῦσαν καρδίαν, κεκτημένος Πρόδρομε Χριστοῦ, πρὸς σὲ τὸ τῆς στείρας γλυκὺ βλάστημα, καταφυγὼν ἐκδυσωπῶ, τὴν χερσωθεῖσαν ψυχήν μου, δράγμασιν ἐνθέοις δεῖξον γόνιμον.
Θεοτοκίον.
Ὁ πλήρης ὢν καθὸ Θεός, ἐν ἀκενώτῳ κενώσει ἐκενώθη Δέσποινα ἐν Σοί, καὶ πάντες ἡμεῖς σαφῶς ἐλάβομεν, ἐκ τοῦ πληρώματος αὐτοῦ, καὶ ἀντὶ χάριτος χάριν, ἐκ Σοῦ γὰρ ὁ Λόγος σὰρξ ἐγένετο.
Κάθισμα. Ἦχος βαρύς. Ὁ καρπός.
Ὡς ἡ πόρνη προσπίπτω Σοι φιλάνθρωπε, εἰ καὶ δακρύων ὅλως ἀπορῶ κατανύξεως, πρεσβείαις τοῦ Προδρόμου, ὡς ἐκείνην κατάνυξον ὁ Θεός μου καὶ σῶσόν με.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία θερμὴ καὶ ἀντίληψις, χριστιανῶν ὑπάρχεις Θεοτόκε πανύμνητε· διὸ σὺν τῷ Προδρόμῳ, τὸν Υἱόν Σου δυσώπησον, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος.
ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Ἰσοσθενῆ Λόγον τῷ Πατρί, ἐν ἀσθενείᾳ τῆς σαρκὸς γενόμενον, ὁ βαπτίσας κατοικτείρησον, τὴν ἐμὴν ἀσθένειαν, ὅτι ἀσθενὴς καὶ πτωχός εἰμι.
Περιπεσὼν βρόχοις ἡδονῶν, καὶ ἐμπεσὼν εἰς ψυχοφθόρων χεῖρας ληστῶν, ἐξεδύθην τὸ οὐράνιον τῆς ἁγνείας ἔνδυμα, ἀλλὰ σύ με σκέπασον Πρόδρομε.
Ῥάβδος ἡμῖν μάκαρ ἐκ Θεοῦ, τοῖς ἀσθενοῦσι ψυχικῶς δεδώρησαι, καὶ ἰσχύος τῆς δυνάμεως· διὸ πάντας στήριξον, βακτηρίᾳ σῆς ἀντιλήψεως.
Ὁ προδραμὼν μάκαρ τοῦ Χριστοῦ, τῆς ἐπὶ γῆς καὶ ὑπὸ γῆν καθόδου φρικτῆς, καὶ κηρύξας τοῖς ἐν ᾅδῃ ζωήν· ζωῆς με ἀξίωσον, τῆς ἐν τῷ αἰῶνι τῷ μελλόντι.
Θεοτοκίον.
Σοῦ τὴν σεπτὴν σκέπην καὶ θερμήν, μὴ ἀντανέλης ἀπ’ ἐμοῦ πανύμνητε, βοηθὸς δέ μοι τῷ πένητι, γενοῦ καὶ προσφύγιον, ἐν ταῖς εὐκαιρίαις καὶ θλίψεσιν.
ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Λόγου φωνὴ Προφῆτα, τὰς ἐμὰς φωνὰς τὰς ἱκετηρίους δεξάμενος ἄξιον, εὐχαῖς σου μὲ ποίησον τῆς εὐκταίας φωνῆς, ἀκοῦσαι τῆς πρὸς Βασιλείαν καλούσης Θεοῦ.
Ἄλαλα γεννηθήτω, τοῦ πικροῦ τυράννου καὶ μισανθρώπου, τὰ χείλα τὰ δόλια, καιρῷ τῆς ἐξόδου μου, καὶ μὴ εὕρῃ λόγον λαλῆσαι, κατ’ ἐμοῦ τοῦ δολίου σου Πρόδρομε.
Λύχνος ὢν τοῦ Ἡλίου τῆς δικαιοσύνης, σὺ φωτιεῖς μου τὸν λύχνον πανεύφημε, καὶ γὰρ φῶς ταῖς τρίβοις μοι, καὶ ποσὶν ἐμοῖς λύχνος φαίνων, ἡ πρὸς σὲ ἐλπὶς καὶ πεποίθησις.
Ὥσπερ ἐν ἀκυμάντῳ, Βαπτιστὰ λιμένι, προσέδραμόν σοι, ἐκ τῆς πολυκύμονος θαλάσσης τοῦ βίου φυγών, δός μοι ννοῦν βεβηκότα, καὶ ἀπερικτύποτον ἔννοιαν.
Θεοτοκίον.
Μήτηρ ἐν ταῖς παρθένοις, καὶ παρθένος ὤφθης ἐν ταῖς μητράσιν, ἀπείρανδρε Δέσποινα, Θεὸν γὰρ ἐγέννησας, τὸν καινοτομοῦντα τὰς φύσεις, καὶ μεταποιοῦντα τῷ νεύματι.
ᾨδὴ στ΄. Ναυτιῶν τῷ σάλῳ.
Ἀληθῶς οὐκ ἔφυς, κατὰ τὸν σωτήριον λόγον, εὐρίπιστος κάλαμος Ἰωάννη, ὑπὸ ἀνέμου παντὸς σαλευόμενος, ἀλλὰ στηριγμὸς ἡμῶν καὶ βάσις τῶν σαλευομένων, πονηρίας πνεύμασιν.
Κεκμηκὼς ὁ νόμος, καὶ καταγηράσαν τὸ γράμμα, ἐλθούσης τῆς χάριτος ἀπεπαύθη, καὶ τῆς ἡμέρας φανείσης, παρῆλθεν ἡ νύξ, τὰ γὰρ προσκιάσματα τοῦ κόσμου, ὁ τῆς ἀληθείας χαρακτὴρ ἐπέχρωσεν.
Ἀνηρέθης μάκαρ, διὰ τὸν θεόσδοτον νόμον, καὶ σοῦ μὲν τὸ τίμιον ἡ γῆ αἷμα· ὁ δὲ Ἠρώδης τὸ κρῖμα ἐδέξατο, καὶ ὁ τῶν πνευμάτων βασιλεύων Ἰησοῦς Χριστός, τὸ πνεῦμα προσελάβετο.
Ῥυπαρῶν χειλέων, καὶ μεμολυσμένης καρδίας, τὴν δέησιν Πρόδρομε μὴ ἀπώσῃ, ἀλλὰ εὐσπλάγχνως τῆς ποίμνης σου μνήσθητι, τῆς συναγωγῆς σου ἧς ἐκτήσω, κλαὶ λύτρωσαι ῥάβδῳ τὴν κληρονομίαν σου.
Θεοτοκίον.
Μακαρία ὄντως, Σοῦ ἡ μακαρία κοιλία, Χριστὸν ἡ βαστάσασα τὸν Σωτῆρα, θεομακάριστε Κόρη πανάμωμε, καὶ εὐλογημένοι οἱ μαστοί Σου, οὓς ὁ τρέφων ἅπασαν πνοὴν ἐθήλασεν.
ᾨδὴ ζ΄. Κάμινον παῖδες.
Ἔθετο πάντων, Χριστὸς προφητῶν σε, καὶ κορυφὴν καὶ ἀκρότητα, καὶ γὰρ προφήτην οὐδένα σοῦ μείζονα προέφησε Πρόδρομε, ἐγηγέρθαι σαφώς, ἐν γεννητοῖς γυναικῶν.
Λῦσον δεσμοῦ με, παθῶν καὶ τῷ φόβῳ Χριστοῦ, ἀλύτως με σύνδεσον, ὁ τῆς μητρὸς διαλύσας τὴν στείρωσιν, πατρός τε τὴν κώφωσιν, καὶ αὐτῲ ἀποδοὺν ἣν ἀφηρέθη φωνήν.
Ἔθου εἰς δίψαν, ὑδάτων ἐξόδους καὶ ποταμούς, εἰς ἐρήμωσιν, κατακλεισμὸν ἀσεβείας εἰργάσω γάρ, πλημμύρᾳ τῆς χάριτος Βαπτιστά, καὶ βροχὴ τοῦ κηρύγματος.
Ἴθυνον μάκαρ, τοῦ Πνεύματος αὔραις, πρὸς τὸν λιμένα τὸν ἄκλυστον, τὴν ναυτιῶσαν ψυχήν μου τοῖς πάθεσι, καὶ ὅρμῳ προσόρμισον, μετανοίας αὐτὴν ἐνηχομένην κακοῖς.
Θεοτοκίον.
Τίς ποτὲ εἶδε ἢ ἤκουσεν ὅλως Κόρην Παρθένον ἐγκύμονα, ἄνευ ἀνδρὸς συλλαβοῦσαν καὶ τέξασαν, ἐν Σοὶ μόνη Δέσποινα, τὰ ἀνήκουστα ἤκουσται καὶ πέπρακται.
ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Οἶκος ἱερός, ἀνεδείχθης Ἰωάννη, τὰς ἀρετὰς καὶ χάριτας συγχορευούσας ἔχων ἔνδοθεν, καὶ θάλαμος μυστικός, ἁγιωσύνης ἀκραιφνοῦς καὶ καθαρότατος, καὶ πανευώδης λειμὼν παρθενίας καὶ ἁγνείας, ἀείζωα φέρων φυτὰ καὶ τεθηλότα.
Ἔκτεινον τὴν σὴν δεξιὰν Προφῆτα χεῖρα, ἣ κορυφῆς ἐφήματο, τοῦ ἁπτομένου τῶν ὀρέων Χριστοῦ, καὶ τρέμοντα ψαλμικῶς φόβῳ, δεικνύοντος αὐτὰ καὶ καπνιζόμενα, καὶ διὰ ταύτης τῇ σῇ με σημείωσιν σφραγίδι, μήπως ἄψηταί μοι, φονία χεὶρ δολία.
Ποίαν σὲ ὠδήν, ὁ φτωχὸς ἐγὼ καὶ πένης τῇ σῇ μεγαλειότητι προσοίσω Πρόδρομε κατάλληλον, ἀλλ’ ὅμως φίλε Χριστοῦ, ἐπείπερ φίλον καὶ Θεῷ τῷ κατὰ δύναμιν, ὥσπερ ἐκείνος, τὰ δύο λεπτὰ τῆς πάλαι χήρας, οὕτω σύ μου δέξον τὸν ὕμνον καὶ τὸν αἶνον.
Ὅτε μητρικῆς ἐκ νηδύος ἡγιάσθης, ὤφθης παθῶν ἀμέτοχος, καὶ ἀπαθείας θείας μέτοχος, συμμέτοχός τε Χριστοῦ καὶ Βασιλείας τῆς Αὐτοῦ, κοινωνὸς Πρόδρομε, ἧς μετασχεῖν με, τὸν μέτοχον πάσης ἁμαρτίας, διὰ μετανοίας ἀξίωσον εὐχαῖς σου.
Θεοτοκίον.
Σὲ τὸ καθαρὸν ἐνδιαίτημα τοῦ Λόγου, τὸ λογικὸν παλάτιον, τοῦ βασιλέων Βασιλέως Χριστοῦ, τὸν ἔμψυχον οὐρανόν, τὴν θεοδόχον κιβωτόν, καὶ θεοφόρον σκηνήν, ἅπας ὁ κόσμος Παρθένε, μετὰ τῶν ἐγκωμίων, καὶ ὑπερκοσμίων ὑμνοῦσι παγκοσμίως.
ᾨδὴ θ΄. Μὴ τῆς φθορᾶς.
Ἱερατεύοντι πάλαι τῷ ἱερῷ ἱερεῖ, ὁ ἱερὸς οὐρανόθεν ἐπιφοιτᾷ Γαβριήλ, καὶ φοβοῦ φησί, Προφῆτα Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σου· ὅθεν τέξεταί σοι ἡ Ἐλισάβετ υἱόν.
Ὡς οὐρανὸς Ἰωάννη, ἐπὶ τῆς γῆς λογικός, τὴν ἀδιήγητον δόξαν ἐκδιηγῆ τοῦ Θεοῦ, καὶ πρὸς ἐπίτευξιν αὐτοῦ τῆς Βασιλείας, καὶ πρὸς ἐπιτυχίαν αὐτοῦ τῆς μετουσίας, ἀναφλέγεις τὰς τῶν ἀνθρώπων ψυχάς.
Ἀπὸ ἐρήμων ὀρέων, ἀπὸ ἀβάτων κρημνῶν, ἀπὸ ἀνύδρων βαράθρων, τῶν ἀκαθάρτων παθῶν, πρὸς μετανοίας δροσώδεις πεδιάδας, καὶ τόπους χλοηφόρους, ἰθύνας ἐπὶ πόαν κατανύξεως, μάκαρ ἔκθρεψον.
Νομοθετῶν ἀνομοῦσι λαοῖς μετάνοιαν, τὸν νομοδότην ὡς νόμου σφραγὶς ἐκήρυττες· ὃν μάκαρ αἴτησαι, τὰς ἐμὰς ἀνομίας εἰς τέλος ἐξαλεῖψαι, καὶ τῆς τῶν σωζομένων, μέτοχόν με ποιῆσαι στάσεως.
Νυμφαγωγὸν ἱερόν σε, καὶ νυμφοστόλον εἰδώς, τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ἣν ἐνυμφεύσατο, ὁ ἐπουράνιος Νυμφίος καὶ Δεσπότης, ἐν πίστει δυσωπῶ σε, Χριστοῦ νυμφίου φίλε, ἀξιῶσαί με τοῦ νυμφῶνος αὐτοῦ.
Ὁ τὸν χειμάῤῥουν βαπτίσας τῶν οἰκτιρμῶν Βαπτιστά, τοὺς θολεροὺς τῶν κακῶν μου χειμάῤῥους ξήρανον, βορβόρῳ τῶν παθῶν μου, ἀνέλκυσον καὶ σῶσον, ἐκτείνας μοι τὴν χεῖρα, τὴν βαπτίσασαν τὸν Σωτῆρά μου.
Θεοτοκίον.
Ὑπὸ ἐλέους ἀπείρου κατακαμπτόμενος, ὁ θελητὴς τοῦ ἐλέους, οὐ περιεῖδεν
ἡμᾶς, εἰς ᾅδου βάραθρον, κατώτατον πεσόντας· ἐκ Σοῦ δὲ φιλανθρώπως ἁγνὴ ἐνανθρώπησας, ἀπωσμένους ἀνεκαλέσατο.

ΗΧΟΣ ΠΛ. Δ΄.
Οὗ ἡ ἀκροστιχίς: Αὕτη ἡ δέησις ὀγδόη τῷ Προδρόμῳ,. Οὗτος πύματος ὕμνος ἐξ Ἰωάννου.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἄγγελον οὐράνιον ἐσχηκώς, τοῦ θείου σου τόκου, προσημάντορα εὐκλεῆ, ἐπίγειος ἄγγελος ἐδείχθης, καὶ ἐπουράνιος ἄνθρωπος Πρόδρομε.
Ὕψει πολιτείας ὑπερφυοῦς, οὐρανὸς ὡράθης, καὶ στερέωμα λογικόν, Χριστὸν μὲν ὡς ἥλιον ἐν μέσῳ, τὰς ἀρετὰς δὲ ὡς ἄστρα κτησάμενος.
Τίμιος ὁ θάνατός σου σοφέ, ἔναντι Κυρίου, τοῦ τυθέντος ὑπὲρ ἡμῶν, ὡς πρόβατον ἄμωμον καὶ ἄρσεν, καὶ ὡς ἀμνὸς λογικὸς ἐνιαύσιος.
Ἤκουσεν Ἡρώδης τὴν ἀκοήν, Ἰησοῦ καὶ εἶπε· τοῖς παισὶν αὐτοῦ, δεδιὼς ἐκ νεκρῶν ἀνέστης Ἰωάννης, καὶ ἐν αὐτῷ ἐνεργοῦσι δυνάμεις πολλαί.
Δακρύων ἀπείρων ἐπιῤῥοήν, παράσχου μοι μάκαρ, προσδεξάμενος τὴν ἐμήν, ὀλίγην λιβάδα τῶν δακρύων, καὶ τῶν ἐν ᾅδου δακρύων με λύτρωσαι.
Θεοτοκίον.
Ἐν Σοὶ κατοικήσας ὁ λυτρωτής, ἐξώκισε Κόρη, τὴν οἰκήσασαν ἐν ἡμῖν, πολύδακρυν ὄντως ἁμαρτίαν, καὶ Παραδείσου οἰκήτορας ἔδειξεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἡ χρυσήλατος σάλπιγξ καὶ λιγυρὸν ἄδουσα, ἡ πνευματοχάλκευτος ὄντως καὶ θεοκρότητος, ἡ διηχήσασα, τῆς οὐρανῶν Βασιλείας, μέλος ἐναρμόνιον, σῶσόν με Πρόδρομε.
Στειρευούσης νηδύος πολυανθὲς βλάστημα, τὴν ἐστειρωμένην ψυχήν μου, δεῖξον πολύγονον, καλῶν βλαστήμασιν, ἄμπελον οἷα κομῶσαν, ἀρετῶν περκάζουσι, γλυκεροῖς βότρυσιν.
Ἱερᾶς ὄντως ῥίζης καὶ ἱεροῦ σπέρματος, ἱερογενὲς ἀνεφύης ὡραῖον στέλεχος, καὶ τὸν ἐκφύεντα, Χριστὸν τῆς Ἰεσσαὶ θείας ῥίζης, ζωηφόρον ὅρπηκα, μάκαρ ἐβάπτισας.
Στεναγμοὺς ἀσιγήτους καὶ συνεχὲς δάκρυον, καὶ συντετριμμένην καρδίαν καὶ πνεῦμα μέτριον, δός μοι πανεύφημε, καὶ ἐνδιάθετον πένθος, καὶ θερμὴν κατάνυξιν, καὶ πόνον ἔμμονον.
Οὐρανὸν ὁ τανύσας ἐπ’ οὐδενὸς πήγματος, κλίνας οὐρανὸς σαρκοφόρος, ἡμῖν ὡμίλησε, καὶ σοὶ ὑπέκλινε, τὴν κορυφὴν αὐτοῦ μάκαρ, κορυφὴν δεικνύων σε, τοῦ χριστωνύμου λαοῦ.
Θεοτοκίον.
Γηγενοῦς ἐκφυεῖσα ῥίζης ἁγνὴ Δέσποινα, τὸ ἀειθαλὲς καὶ ὡραῖον, ἕρνος τῆς φύσεως, Χριστὸν ἐξήνθησας, τὸ τῆς θεότητος ἄνθος, ἡ ἀαρωνῖτις γάρ, ῥάβδος ἐτύπου σε.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τῆς φοβερᾶς σου καὶ φρικτῆς καὶ ἀδεκάστου, κρίσεως Δέσποτα Χριστὲ ἐν ᾧ λαμβάνων, τὴν ἡμέραν καὶ ὥραν τρέμω ὡς κακοῦργος· αἰσχύνης ἔργα καὶ πράξεις ἔχων δεινάς, ἃς μόνος διεπραξάμην ἐπιμελῶς· ὅθεν φόβῳ προσπίπτω σοι, ἀναβοῶν ὀδυνηρῶς· πρεσβείαις τοῦ Προδρόμου Σου, πολυέλεε ἡμᾶς τότε οἴκτειρον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῶν Ἀσωμάτων Σου Χριστὲ καὶ τοῦ Προδρόμου, τῶν Μαθητῶν καὶ Προφητῶν καὶ τῶν Μαρτύρων, καὶ Ἁγίων ἁπάντων καὶ τῆς Θεοτόκου, πρεσβείαις, τῆς ἀπειράνδρου καὶ ἀγαθῆς, Μητρός Σου ἐκδυσωπούμενος δίδου ἡμῖν, τῷ φωτί Σου πορεύεσθαι, καὶ καταξίωσον ἡμᾶς, τυχεῖν τῆς Βασιλείας Σου, διὰ σπλάγχνα ἐλέους Σου.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Διὰ παντός, σοί μοι μάκαρ φῶς ἀδιάκοπον, ἀνατέλλει, οὐχ ὑποστελλόμενον νυχτεριναῖς, ἐν περιδρομαῖς, οὐδὲ περιόδους, ἡμεριναῖς συμμετρούμενον, τομῆς καὶ συστολῆς γάρ, καὶ ὑφέσεως πάσης, ἀπειράκις ἀπείρως ὑπέρκειται.
Οὐχ ἱκανοῖ, στόμα βροτῶν εὐφημῆσαί σε, ὃν τὸ στόμα τοῦ Χριστοῦ εὐφήμησε, τὸ γλυκερὸν καὶ μελισταγές, καὶ ζωὴν ἔμπνεον, καὶ λόγον πᾶσι δωρούμενος, πλὴν δέξαι μου τὸν ὕμνον, συγγινώσκων τῷ πόθῳ, ἡ αὐτοῦ τυραννὶς καὶ γὰρ ἄφυκτος.
Ἡ καθαρά, ὤφθη καρδία σου Πρόδρομε, μυροθήκη τοῦ Ἁγίου Πνεύματος, ἀρωματίζουσα ἀρετάς, μυρίζουσα γνῶσιν, εὐωδιάζουσα χάριτας, μακάριοι γοῦν ὅσοι, καθαροὶ τῇ καρδίᾳ, τὸν Θεὸν γὰρ αὐτοὶ φησὶν ὄψονται.
Τὴν ἐκτομήν, τὸ τῆς ἀξίνης ὑπόγειον, ἐγγυᾶται καὶ διαμαρτύρεται, ὅτι πᾶν δένδρον τὸ μὴ ποιοῦν καλὸν καρπόν, ξίφει χτυπήσεται καὶ ῥιφήσεται, εἰς πῦρ τὸ τῆς γεέννης· διὸ φρίξον ψυχῆς μου, καὶ καρποὺς μετανοίας προσένεγκαι.
Ὡς ἐσχηκώς, ἐν οὐρανοῖς τὸ πολίτευμα, ἐξεδέχου τὴν πόλιν τὴν ἔχουσαν, τοὺς θεμελίους τοὺς ἀῤῥαγεῖς, πόλιν γὰρ ἐνταῦθα, οὐκ ἐπεπόθησας μένουσαν, τὴν Ἱερουαλὴμ δέ, τὴν σαφῶς ἐλευθέραν, τὴν μητέρα τοῦ Παύλου τὴν ἄνω Σιών.
Θεοτοκίον.
Πίστις θερμή, ἡγείσθω καὶ μὴ ἀπόδειξις, τοῦ φρικώδους Κόρη μυστηρίου σου, κατανοούμενον γὰρ αὐτό, ἄφραστον ἐστί πως καὶ θεωρούμενον ἄληπτον, ἑστὼς γὰρ παρατρέχει, καὶ ληφθὲν διαφεύγει, καὶ φανέντι μικρὸν ἀποκρύπτεται.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ῥητορεύουσα γλῶσσα, καὶ τῷ διατόρῳ βροντῶσα τῶν λέξεων, καὶ ῥημάτων ὄγκῳ, καὶ ῥυθμῷ καὶ συνθήκῃ βρενθύουσα, καὶ κεκροτημένη, ὑψηγορία νοημάτων, εὐφημεῖν σε ἀξίως οὐ δύναται.
Ὀμβροτόκον νεφέλην, ὕδωρ ἐπιῤῥαίνουσαν τῆς ἐπιγνώσεως, καὶ τοὺς ἐκτακέντας, ἀγνωσίας φλογμῷ καὶ ἐκλείποντας, ἀναψύχουσάν τε, καὶ δροσερῶς ἀνακτωμένην, ὁ Χριστός σε ἀνέδειξε Πρόδρομε.
Δωρεαῖς ἀκηράτοις, καὶ εὐεργεσίαις ἐνθέοις καὶ χάρισι, καταπλούτισόν με, τὸν πτωχεύοντα καὶ γυμνητεύοντα, ἀρετῆς ἁπάσης, καὶ τὴν σὴν σκέπην ἔνδυσόν με, σωτηρίου ὡς θεῖον ἱμάτιον.
Ῥυπαρὰς ἐνθυμήσεις, καὶ φθοροποιοὺς λογισμοὺς ἐκβλαστήσασα, ἡ ψυχή μου μάκαρ, τῶν παθῶν ταῖς ἀκάνθαις κεχέρσωται, ἣν ὑλομανοῦσαν, σῶν προσευχῶν πυρὶ καθάρας, φόβον θεῖον αὐτῇ ἐγκατάσπειρον.
Οὐρανόθεν φοιτήσας, ὁ τὴν ὑψηλὴν καὶ οὐράνιον ἄντυγα, κατοικίαν ἔχων, Ἰωάννη μακάριε Πρόδρομε, ὡς ἀεροπόρος, νεφελοδρόμος ὑψιπέτης, ἀετὸς καὶ σκεπάσαις τὴν σὴν νοσσίαν.
Θεοτοκίον.
Μυριώνυμε Κόρη, πόλις περιώνυμε τοῦ Βασιλέως Χριστοῦ, ἡ εὐφραινομένη, τοῖς ὁρμήμασι τοῦ νοητοῦ ποταμοῦ, ἔνθα δὲ πάντων, εὐφραινομένων κατοικία, τὴν ἀθλίαν ψυχήν μου διάσωσον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ἄσαρκος, Βαπτιστὰ καὶ ἄϋλος, μελετῶν ἀθανασίας ἀΰλων, ἐν τῇ θνητῇ, καὶ ὑλώδει σαρκί σου, φιλοσοφίαν τε ἄκραν ὡράθης ἀσκῶν, καὶ γέγονας ἀγγελικῆς, καὶ βροτείας οὐσίας μεθόριον.
Ὁ θάλαμος, τῆς εὐώδους ἁγνείας, ὁ λειμὼν τῆς εὐανθοῦς παρθενίας, τῶν ἀρετῶν, ὁ εὐτόρευτος κύκλος, ὁ τῶν χαρίτων χρυσόπλοκος στέφανος, ὁ Πρόδρομος ὁ τοῦ Χριστοῦ, ἱερεῖς εὐφημείσθω ἐν ᾄσμασιν.
Ὑπέρλαμπρος, ἐν τοῖς ἄστροις ἥλιος, ἐν ταῖς ὥραις δὲ γλυκύτατον ἔαρ, τοῦ δὲ παντός, τῶν ἁγίων συλλόγου, σὺ ὡς ἀστέρων ὑπέρκεισαι ἥλιος, ἀσύγκριτον ὑπεροχήν, κατὰ πάσης πλουτήσας τῆς φύσεως,
Τῆς φύσεως, τὸ ἐξαίρετον ἄνθος, τὴν μκοινῆν φιλοτιμίαν τοῦ Κτίστου, τῶν γηγενῶν, τὸ περίπτυστον κλέος, τὸ λογικόν τε καὶ ἔμψυχον ἄγαλμα, ὃ ἔξεσαν χεῖρες Θεοῦ, οἱ πιστοὶ εὐφημοῦμέν σε Πρόδρομε.
Ὁ μέγας, χριστιανῶν ἀντιλήπτωρ, ὁ θερμὸς ἁμαρτωλῶν παρακλήτωρ, τῆς οὐρανῶν, Βασιλείας ὁ ῥήτωρ, ὁ εἰσηγήτωρ τοῦ θείου Βαπτίσματος, ὁ κῆρυξ τοῦ μετανοεῖν, μετανοίας με τρόποις βελτίωσον.
Θεοτοκίον.
Σὺ κλῖμαξ, οὐρανομήκης Δέσποινα, ἀπὸ γῆς εἰς οὐρανὸν τεταμένη, Σὺ ἀληθῶς, ἀδιόδευτος πύλη, θεοδιόδευτος μᾶλλον δὲ γέφυρα, ἀνάγουσα πρὸς οὐρανόν, καὶ ζωῆς τὰς εἰσόδους ἀνοίγουσα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Προφητῶν κορωνίδα Ἀποστόλων σφραγῖδα καὶ ἀσκητῶν κορυφήν, ἀκρότητα δικαίων, στεῤῥότητα μαρτύρων, σὲ Χριστὸς μάκαρ ἔδειξεν, ἡ ἀληθὴς κεφαλή, πάσης τῆς Ἐκκλησίας.
Ὑπερβὰς διανοίας, τὴν ὑλώδη δυάδα τῶν ὁρωμένων σοφέ, τὸν ἕνα τῆς Τριάδος, ἐβάπτισας φωνῆς τε, τῆς πατρώας ἀκήκοας, ἑωρακὼς τὸ Πνεῦμα, περιστερᾶς ἐν εἴδει.
Μυστικὸν πᾶσι νέκταρ, κατανύξεως θείας, πηγάζεις Πρόδρομε, καὶ γλεῦκος μετανοίας, παθῶν ἐξαῖρον μέθην, σωφροσύνης μητέρα δέ, μέθην μεθύσκον πιστούς, αὐτοῦ τῇ μεταλήψει.
Ἀπὸ μητρὸς κοιλίας, ἐνεπλήσθης Ἁγίου Πνεύματος Πρόδρομε, καὶ σίκερα καὶ οἶνον, οὐκ ἔπιες ὡς ἔφης, τῷ πατρί σου ὁ Ἄγγελος· ὅθεν ἐκλήθης μέγας ἐνώπιον Κυρίου.
Τῶν παθῶν μου τὴν ὕλην, μετανοίας ἀξίνη καθάρας Πρόδρομε, ὡς θεῖος ὑλοτόμος, ψυχῶν κεχερσωμένων, ἀρετῶν ἐμφυτείσαις μοι, τὰ τεθηλότα φυτά, καὶ εὐθαλῆ στελέχη.
Ὁ βαπτίσας ἀνθρώπους, ἐν πυρὶ καὶ Ἁγίῳ Πνεύματι πρότερον, πυρὶ γεέννης μόνῳ, βαπτίσει τελευταῖον, τοὺς αὐτῷ ἀπειθήσαντας, ὧν τοῦ πικροῦ βαπτισμοῦ, Βαπτιστὰ λύτρωσαί με.
Θεοτοκίον.
Στάμνος ἄψυχος πάλαι Σὲ τὴν ἔμψυχον στάμνον ἐδήλου Δέσποινα, ζωῆς γὰρ μάννα φέρεις, Χριστὸν τὸν τοῦ θανάτου, τὴν πικρίαν ἀμβλύναντα, τὸν ἀληθῆ γλυκασμόν, καὶ φωτισμὸν τοῦ κόσμου.
  
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὕδωρ γλυκὺ καὶ πότιμον, ἀπειθεῖ καὶ ἀγνώμονι, ἔβλυσε λαῷ Ἰσραηλίτῃ ῥάβδου πληγή· ἡ πέτρα ἡ ἄνικμος, ἡ στερεὰ ἀκρότομος, ἐκ στειρωτικῶν δέ, καὶ ἀγόνων λαγόνων, ἡμῖν ἀνεστομώθη, ποταμὸς ἰαμάτων, πηγή τε χαρισμάτων, ὁ Πρόδρομος ὁ μέγας.
Μετ’ ἐγκωμίων Πρόδρομε, ἐκτελοῦσι τὴν μνήμην σου, σύλλογος Δικαίων Προφητῶν κατάλογος, Μαρτύρων στρατεύματα, καὶ ἀσκητῶν συστήματα, τάγματα Ὁσίων, Ἀποστόλων χορεῖαι, πληθὺς ἀρχιερέων, καὶ Ἁγίων ἁπάντων, μνήμη γὰρ τῶν Δικαίων, ὄντως μετ’ ἐγκωμίων.
Νέος Μωσῆς γεγένησαι, ὁ Μωσέως ἐπέκεινα, τέμνων ἀθεΐας ἐρυθραῖον πέλαγος, καὶ στύλος πυρίμορφος, τοῦ ἐξ ἐθνῶν πιστοῦ Ἰσραήλ, προοδοιπορῶν καὶ προηγούμενος μάκαρ, καὶ τοῦτον ἐμβιβάζων, εἰς ὁδὸν ἀπαθείας, εἰς τρίβον σωτηρίας, εἰς τὴν αὐτογνωσίαν.
Ὁ οὐρανὸς ὁ ἔμψυχος, ἀρεταῖς ὁ κατάστερος, ὁ χρυσοφαὴς καὶ χρυσαυγίζων ἥλιος, ὁ λύχνος τῆς χάριτος, ὁ θησαυρὸς τοῦ Πνεύματος, ὁ τῆς Βασιλείας διαπρύσιος κῆρυξ, ὁ ῥήτωρ ὁ πυρίπνους, ἡ βροντόφωνος γλῶσσα, σάλπιγξ ἡ μεγάλη, ὁ Πρόδρομος ὑμνείσθω.
Στεῖρας ἐκ γῆς ἀνέδραμες, τῆς ἁγνείας τὸ στέλεχος, ὁ νεοθαλής, τῆς παρθενίας ῥάδαμνος, λειμὼν ὁ μυρίπνοος, ὁ εὐθαλὴς παράδεισος, ὁ τῶν ἀρετῶν καὶ τῶν χαρίτων τοῖς κλάδοις, καταπεπυκασμένος καὶ ταῖς ταῖς συνειρεφέσι, κομῶν ἀναδεδράσι, τῶν λογικῶν βροτύων.
Ἐν τῷ τῆς Ἐκκλησίας σε, μυστικῷ διαδήματι, λίθον ὡς λυχνίτην ὁ Χριστὸς κατέπηξεν, ὡς ἕνα πολύτιμον, σπινθηροβόλον ἄνθρακα, ὡς λευκοφαῆ καὶ διαυγῆ μαργαρίτην, πυρσεύοντα τὴν κτίσιν, λευκοπύρσοις ἀκτῖσι, καὶ ταῖς ἀστραπηβόλοις, αὐγαῖς καὶ φωτοχύτοις.
Θεοτοκίον.
Ξένα καὶ πέρα πίστεως, τὰ φρικτὰ διηγήματα, τοῦ ξενοπρεποῦς καὶ παραδόξου τόκου Σου, Μαρία πανύμνητε, τὸν γὰρ τῆς δόξης Κύριον, τὸν τοῖς Χερουβὶμ καὶ Σεραφὶμ ἐφεστῶτα, τὸν ἕνα τῆς Τριάδος, ἀσυγχύτως ἀτρέπτως, ἐγέννησας ἀσπόρως, ἐκ Σοῦ σεσαρκωμένον.
  
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτο.
Ἰδού σοι τῷ Δεσπότῃ μου καὶ θερμῷ, τῆς ψυχῆς τῆς ἐμῆς ἀντιλήπτορι, τὴν πενιχρὰν ταύτην προσενήνοχα προσφοράν, τὸ δουλικὸν λειτούργημα, μάκαρ εὐγνωμόνως ἀποπληρῶν, ᾗ πρόσχες ἀγαπήσας, τὴν γνώμην πρὸ τῶν ἔργων, καὶ πρὸ τοῦ δώρου τὴν προαίρεσιν.
Ὡς νάρδου πολυτίμου καὶ πιστικῆς λίτραν μύρου πρὸς δὲ καὶ θυμίαμα, ὡς ἐκλεκτόν, οὐκ ἐξ ἀρωμάτων μυρεψικῶν, συντεθειμένον Πρόδρομε, ἀλλ’ ἀπὸ ῥημάτων ᾀσματικῶν, τὸν ὕμνον τοῦτον δέξαι, καὶ δός μοι τῶν κακῶν μου, λύσιν τελείαν καὶ συγχώρησιν.
Ἀνάγνων ἐκ χειλεών καὶ ῥυπαρῶν, τῆς πανάγνου Παρθένου τὸν πάναγνον, σὲ συγγενῆ, μάκαρ ἱκετεύω καὶ δυσωπῶ, ὁ ἐναγὴς καὶ βέβηλος, καὶ μεμολυσμένος ταῖς ἡδοναῖς, καθάρισον τὸ σῶμα, καθάγνισον τὸ πνεῦμα, καὶ τὴν ψυχήν μου καθαγίασον.
Νυμφῶνος οὐρανίου νυμφαγωγέ, τοῦ νυμφίου Χριστοῦ φίλε γνήσιε, ὁ ἑστηκώς, καὶ φωνῆς ἀκούων χαροποιοῦ, τῆς τοῦ νυμφίου ἄξιον, δεῖξον τῆς εὐκταίας φωνῆ, κἀμὲ τῆς τοὺς εὐλογημένους, εἰς κλῆρον Βασιλείας, Θεοῦ καλούσης ἀναφαίρετον.
Ναμάτων ψυχοτρόφων ζωοποιῶν, ποταμὸν καὶ πηγήν σε χρυσόῤῥειθρον, ἐπεγνωκώς, βόρβορον ἐκπλύνουσαν ψυχικόν, ἐκδυσωπῶ σε Πρόδρομε, πλῦνόν με τοῦ ῥύπου τῶν ἡδονῶν, καὶ δεῖξον τὴν ψυχήν μου, χιόνος λευκοτέραν, κρυστάλλου δίκην ἀπαστράπτουσαν.
Οὐ σθένων τὰς μεγάλας σου δωρεάς, ὁ σὸς δοῦλος δι’ ἔργων ἀμείψασθαι, τὸν λογικόν, ἔπλεξά σοι στέφανον τοὐτονί· ὡς μὲν ἡ χεὶρ ἠπίστατο, πλὴν τῆς σῆς οὐκ ἄξιον κεφαλῆς, ἀλλ’ ὅμως Χριστοῦ φίλε, εὐμενῶς δέξαι τοῦτον, καὶ σωτηρίας με ἀξίωσον.
Θεοτοκίον.
Ὑπέραγνε Παρθένε Μῆτερ Θεοῦ, τοῦ ἀΰλως φλογίζοντος ἄνθρακος, ὕλην ψυχῶν, ἔμψυχε πυράγρα σεραφική, καὶ φλογοφόρον ὄχημα, τοῦ ἐποχουμένου τοῖς Χερουβίμ, τὴν ὕλην τῆς ψυχῆς μου, πυρὶ ἀΰλω φλέξον, καὶ τοῦ ἀσβέστου πυρὸς ῥῦσαί με.


ΗΧΟΣ ΠΛ. Δ΄.
Ἕτερος Κανών, οὗ ἡ ἀκροστιχίς: Βαπτιστὰ Χριστοῦ, παῦσον ἡμῶν τοὺς πόνους. Ἰωάννου.
ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.
Βαπτιζομένους νοσημάτων κλύδωνι, καὶ τρικυμίᾳ παθῶν, καὶ πρὸς βυθὸν ᾅδου, καὶ θανάτου χάρυβδιν, ὦ Βαπτιστὰ τοὺς δούλους σου, φερομένους εὐχῶν σου, τῷ πηδαλίῳ κυβέρνησον, πρὸς ὑγείαν ὅρμον ἀκύμονα.
Ἀμνὸν Θεοῦ τὴν ἁμαρτίαν αἵροντα, παντὸς τοῦ κόσμου Χριστόν, τὸν τὰς ἡμῶν νόσους, συμπαθῶς βαστάσαντα, τὸν ἅπασαν ἰώμενον, μαλακίαν καὶ νόσον, βαπτίσας Τίμιε Πρόδρομε, ἴασαι νοσοῦντα τὸν δοῦλόν σου.
Πόθου θερμοῦ καὶ διαπύρου πίστεως, δεικνύων σύμβολον, τῶν λογισμῶν πᾶσαν, διψυχίαν ἄπιστον, μακρὰν ἐκτιναξάμενος, ἐν στεῤῥᾷ πεποιθήσει, πρὸς τὴν ἀντίληψιν Πρόδρομε, σοῦ καταφυγών, σωτηρίαν αἰτῶ.
Τῆς εὐσπλαγχνίας τὴν μεγάλην ἄβυσσον, τῶν οἰκτιρμῶν τὴν πηγήν, σωματικῶς λούσας Ἰορδάνου νάμασιν, ὡς νάματα ἰάματα, βλῦσόν μοι θεοκῆρυξ, τῶν ὀδυνῶν μου τὰ κύματα, καὶ τὴν καταιγίδα κοιμίζοντα.
Θεοτοκίον.
Ἴασαι Κόρη τὰς πικρὰς ὀδύνας μου, αἵ με συνέχουσι νῦν, ἡ τὸν Θεὸν Λόγον, ἀνωδύνως τέξασα, καὶ πάσης διαλύσασα, τὰς ὠδῖνας τῆς Εὔας, καὶ τὰ ἀνίατα τραύματα, τοῦ Ἀδὰμ ἁγνὴ ἰατρεύσαντα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σβέσον ἔμφυτον φλόγα πυρκαϊὰν ἔνοικον, διαβοσκομένην τὰ σπλάγχνα καὶ τὴν καρδίαν μου, καὶ ὑποσμύχουσαν, τὰς τῶν ὀστῶν ἁρμονίας, ταῖς ῥανίσι Πρόδρομε, τῆς εὐσπλαγχνίας σου.
Τῶν παθῶν τὸ χωρίον τὴν τῶν κακῶν θάλασσαν, τοῦτον τὸν πολύδακρυν βίον καὶ πολυστένακτον, ἀνταλλαξάμενος, τοῦ τῆς τρυφῆς Παραδείσου, ὡς ἀγνώμων μάστιξι, νόσων ἐτάζομαι.
Ἀναφθέντες οἱ πρῶτοι καὶ σαρκικοὶ ἄνθρακες, ἄνθρακας δευτέρους πυρφόρους, ἐρημικοὺς ψαλμικῶς, διακαῶν πυρετῶν, προσεπανῆψάν μοι μάκαρ, οὓς ἐρήμου βλάστημα, Προφῆτα μάρανον.
Χαρμονῆς παγκοσμίου χαροποιὲ Πρόδρομε, στρέψον εἰς χαρᾶν τοῦ σοῦ δούλου τὸν κοπετὸν τὸν βαρύν, καὶ περιζώσας με, ὑγιεινὴν εὐφροσύνην, τὸν τῆς ἀσθενείας μου, σάκκον διάῤῥηξον.
Θεοτοκίον.
Ῥεῖθρον ἀθανασίας, ὕδωρ λαλοῦν ἄϋλον, ζῶν τε καὶ ἁλλόμενον ὄντως καὶ ἐνυπόστατον, βλύσασα Δέσποινα, τὸ ἐνυπόστατον ὕδωρ, τῶν ἐμῶν κατέναυσον, πολυωδύνων παθῶν.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Ἰατρική, πεῖρα καὶ τέχνη καῖ μέθοδος, συνδραμοῦσαι ἐπ’ ἐμοὶ ἠλέγχθησαν, σπουδὴ ματαία κενὴ τριβή, μείζων γὰρ ἡ νόσσος, τῆς τῶν φαρμάκων δυνάμεως· διὸ ἐν γεννητοῖς σε, γυναικῶν μείζων πάντων, εὖ εἰδὼς σοὶ προσέδραμον Πρόδρομε.
Σοῦ τῇ χειρί, καὶ τῇ παλάμῃ πανεύφημε, τὸν κρατοῦντα, τῆς ζωῆς παλάμη Χριστόν, οὗ ἐν χειρὶ πάντων ἡ πνοή, ὡς χειροθετήσας, χάριν ἰάσεων εἴληφας· διό μου τὰς ὀδύνας, ἀνωδύνῳ καυτῆρι, ἀναφεῖ χειρουργίᾳ θεράπευσον.
Ταῖς ἀρετταῖς, ὑπερβαλὼν πάντα ἄνθρωπον, καὶ τὸ σῶμα τὸ τῆς ταπεινώσεως, ὡς ἀληθῶς, ὑπεραναβάς, ὅμως οἶδας τούτου, τὴν συγγενῆ πολυπάθειαν, ὑπόκειται γὰρ νόσων, ἀμετρήτων ἰδέαις, ὧν μὲ νῦν ἐλευθέρωσον Ἅγιε.
Ὁ πυρετός, ὑποτυφόμενος λαύρας ἐντός, τὴν νοτίδα, πᾶσαν ἀπηθάλωσε, καὶ τὴν ἱκμάδα τὴν ζωτικήν, ὅλων ὠπτημένον, ἠνθρακωμένον με, δείξας δαυλόν, ἐπίσταξόν μοι δρόσον, εὐσπλαγχνίας Προφῆτα, ἔσται γάρ μοι ἡ σὴ δρόσος ἴαμα.
Θεοτοκίον.
Ὑπὸ πολλῆς, Σοῦ συμπαθείας πανάμωμε, ἄνοιξόν με θύραν τοῦ ἐλέους Σου, καὶ χεῖρα ὄρεξον βοηθόν, ὅτι τοῦ θανάτου, πύλας ἰδοὺ προσεπέλασα, καὶ ἤγγισε τῷ ᾅδῃ, ψαλμικῶς ἡ ζωή μου, ἀλλὰ σῶσόν με Σὺ καὶ σωθήσομαι.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Παλαιᾶς ἀπὸ ῥίζης, στέλεχος ἀνέδραμες νέον τῆς χάριτος, Παλαιᾶς καὶ Νέας Διαθήκης, μεσίτης γενόμενος, πολλοῖς τοῖς δεινοῖς με, ἀλγεινοῖς παλαιωθέντα, νεοποίησον χάριτι Πρόδρομε.
Ἀσελγαίνων ἀθέσμως, καὶ τῶν ἡδονῶν τῷ βορβόρῳ φυρόμενος, νῦν ἐπικαρπίας, καὶ ἐπίχειρα τρυγῶ καὶ δρέπομαι, τῶν ἐμῶν καμάτων, πόνους Χριστὲ τετρυχομένος, ὧν μὲ λύτρωσαι διὰ τοῦ Σοῦ Βαπτιστοῦ.
Ὑπομένων ἐν θλίψει, Σῶτερ ὑπομένω Σε τὸν ἀμνησίκακον, ἀλλ’ εἰσάκουσόν μου, τῆς δεήσεως ταύτης καὶ πρόσχες μοι, συμπαθῶς καὶ ῥῦσαι, τῆς πιεζούσης με ὀδύνης, ταῖς λιταῖς τοῦ Σοῦ φίλου καμπτόμενος.
Σφοδρῷ ῥίγει κροτοῦντες, καὶ συντεριγότες καὶ προσαλασσόμενοι, τῇ τοῦ κρύους βίᾳ, οἱ ὀδόντες μου, καὶ συγκλονούμενον, τῶν ὀστῶν τὸ πῆγμα, φρικώδη ψόφον ἐκτελοῦσιν, ὅνπερ στήσαις πρεσβείαις σου Πρόδομε.
Θεοτοκίον.
Ὁ βρυγμὸς τῶν ὀδόντων, καὶ ὁ κρυσταλλώδης ἀθέρμαντος τάρταρος, πρὸ τῆς καταδίκης, τῆς ἐκεῖ βασανίζει με Δέσποινα, ἀλλὰ λῦσον τούτου, τὸν παγετὸν θέρμη ῥοπῆς Σου, καὶ ῥιγῶντά με θάλψον τῇ σκέπῃ Σου.
  
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νυττόμενος, ἀλγηδόσιν ὀξείαις, σπαραττόμενος ὀδύναις δριμείαις, καὶ ἀναγκῶν στροβουσῶν τὴν καρδίαν, πεπυρωμέναις βολίσι βαλλόμενος, τὴν σὴν χάριν εὕροιμι σοφέ, μαλακὸν ἀκεσώδυνον φάρμακον.
Ἠσθένησεν, ἡ ἰσχὺς τοῦ σώματος, ὡς γὰρ ὄστρακον σαφῶς ἐξηράνθη, καὶ ἰδοὺ νῦν, ἡ ζωή μου ἐκλείπει, ὡς εἰς ἀέρα καπνὸς σκεδαννύμενος, ἡ πίστις δέ μου καὶ ἐλπίς, ἰσχυρὰ καὶ βεβαία πρὸς σὲ Βπατιστά.
Μὴ φέρων, τὸν ἐμπρησμὸν τὸν ἄσβεστον, ὑποτύφοντα νυκτὸς καὶ ἡμέρας, λάβρῳ πυρί, τῶν ἐγκάτων τὴν θέσιν, ἐπὶ τὴν σὴν καταφεύγω ἀντίληψιν, γενοῦ μοι Πρόδρομε Χριστοῦ, δροσοβόλος πνοὴ ἀναψύχουσα.
Ὡς ἄψυχος, καὶ ἀναίσθητος φόρτος, ἐπὶ σκίμποδος ἀκίνητος μένω, μόνῃ πνοῇ, τῆς φερούσης με κλίνης, διεστηκὼς καὶ βραχὺ ζωῆς λείψανον, πλουτῶν τὴν ἐλπίδα τὴν εἰς σέ, τὸν ἐμὸν ἀντιλήπτορα Πρόδρομε.
Θεοτοκίον.
Νοσήσασα, καὶ ἐξασθενήσασα πολλοῖς, πάθεσιν ἀνθρώπων ἡ φύσις, ἐν σοὶ σεμνή, τὴν ἀρχαίαν ὑγείαν, καὶ εὐεξίαν τὴν πρώτην ἀπείληφε· διό με νοσοῦντα καθαρᾶς, ὑγείας ἀξίωσον Δέσποινα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς ἐξόδου δειλία καὶ θανάτου με φόβος περιεκύκλωσεν, ἐκάλυψέ με σκότος, ἐπέπεσέ με τρόμος, ᾅδου κίνδυνοι εὕροσαν, προέφθασάν με πικραί, τῆς τελευτῆς παγίδες.
Οἷα πεπεδημένος σιδηραῖς χειροπέδαις ὦ Βαπτιστὰ τοῦ Χριστοῦ, ὑψοῦ τὰς χεῖρας ἆραι, εἰς γῆν τὸ γόνυ κλῖναι, καὶ προσᾶξαί σοι δέησιν, ἀδυνατῶ παντελῶς, ταριχευθεὶς τῇ νόσῳ.
Ὕλης ὄντες ῥεούσης χαλεπαῖς ἀσθενείαις πυκναῖς παλαίομεν, ὁ πρὶν ἠλαττωμένος, βραχύ τι παρ’ Ἀγγέλοις, νῦν δὲ ἄϋλος ἄγγελος, κάμνοντας σῶσον ἡμᾶς, ἐξ ἀταξίας ὕλης.
Σὺ φωνὴ Θεοῦ Λόγου διακόπτοντος φλόγα πυρὸς ὡς ψάλλει Δαυΐδ · διὸ φωνή σου μάκαρ, διάκοψον τὴν φλόγα, τοῦ πυρὸς τοῦ συντήκοντος, οἷα κηρὸν εὐτελῆ, σαρκός μου τὴν οὐσίαν.
Θεοτοκίον.
Πολυώδυνα πάθη ἀνωδύνῳ Σου τόκῳ ἔλυσας Δέσποινα· διὸ διάλυσόν μου, τοὺς πόνους τὰς ὀδύνας, καὶ τὸ βάρος ἐλάφρυνον, τὰ ὀστά μου συνθλῶν, τοῦ πικροτάτου ῥίγους.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Ὁ προσδραμὼν τῆς χάριτος, ὄμβρησόν μοι τὴν χάριν σου, ἐξ ὑπερφυοῦς καὶ οὐρανίας ἄντυγος αὐτὴν γὰρ πεπλούτηκας, κληρονομίας σχοίνισμα, μετὰ τῶν Ἀγγέλων ἰσαγγέλων βιώσας· διὸ πυριφρυγεῖ με, μαρασμῷ συμφρυγέντα, ἀνάψυξον ῥανίσι, τῆς σῆς φιλανθρωπίας.
Νέφει καὶ γνόθῳ μελάνι, συμφορῶν καλυπτόμενος, καὶ νυκτὶ βαθείᾳ, δυσχερῶν κυκλούμενος, φωτίσαι καὶ λῦσαί μου, τὸ σκυνθρωπὸν ὁμοῦ καὶ στυγνόν, αἴγλῃ φεγγοβόλῳ, σελασφόρων εὐχῶν σου, αἰτοῦμαί σου Προφῆτα, τοῦ ἡλίου τῆς δόξης, τὸν Πρόδρομον ἀστέρα, τὸν ἄδυτον φωστῆρα.
Ὁ πρὸ ταφῆς καὶ μνήματος, καὶ θανῆς καὶ νεκρότητος, ἔμψυχος νεκρὸς καὶ ἡμιθνὴς δεικνύμενος, κ
ᾀμοὶ γὰρ ὡς γέγραπται, τύμβος ἡ κλίνη γέγονε, παραλελυμένῳ κατακλίσει χρονίᾳ, προσπίπτῳ σοι Προφῆτα, ὡς γὰρ γνήσιος φίλος, Χριστοῦ τοῦ πάντων Κτίστου, συσφίξαι δύνασαί με.
Ὕλη καὶ πρῶτον αἴτιον, τοῦ νοσεῖν με τῷ σώματι, ψυχῆς ἀῤῥωστούσης, νοσερὰ διάθεσις, νοσεῖ γὰρ ἑκάστοτε, διὰ πληθώραν αὕτη παθῶν, ἥνπερ ὡς χυμὸν διεφθορότα κενώσας, φαρμάκοις μετανοίας ὁ κῆρυξ, διπλὴν τὴν εὐεξίαν, παράσχου μοι τρισμάκαρ.
Θεοτοκίον.
Σοῦ ζωγραφοῦσα Δέσποινα, τὴν νηδὺν τὴν ἀκήρατον, ἡ χαλδαϊκὴ βαβυλωνία κάμινος, τοὺς Παῖδας ἀνέψυξε, μέσον πυρὸς χορεύοντας, πρὶν αὔρα μαλακή, λεπτῇ πνοῇ δροσοβόλῳ· διὸ λειποψυχοῦσαν, πυρετῶν ἐν καμίνῳ, Παρθένε τὴν ψυχήν μου, ἀνάψυξον Σῇ δρόσῳ.
ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ἴαμα ὡς ἀπὸ πηγῆς, σωτηρίου τῆς παλάμης σου βλύσον μοι, δι’ ἧς τὴν ἄβυσσον, τῆς εὐσπλαγχνίας ἐχειροθέτησας, τῆς ἀκηράτου κορυφῆς, ἁψάμενος Πρόδρομε, ου ὡς ὁ ψάλλων φησίν· ἁπτομένου τῶν ὀρέων καὶ καπνίζονται.
Ὡς μάννα γλυκερὰ σταγών, καὶ ὡς δρόσος Ἀερμὼν παναοίδιμε, ἡ καταβαίνουσα, ἐπὶ τὰ ὄρη Σιὼν ὡς γέγραπται, τῆς ἀντιλήψεως τῆς σῆς· ἡ δρόσος σταλάξειεν ἐν τῇ καρδίᾳ μου, τὸν φλογμὸν τὸν ἐν αὐτῇ καταψύχουσα.
Ἄνωθεν ἐπικαταπτάς, συγκατέβη τοῖς παισί, θεῖος Ἄγγελος, πρὸν εἰς τὴν κάμινον, τὴν καιομένην καὶ ἐξετίναξε, τἢν φλόγα ταύτης σὺ δὲ νῦν, ἐμοὶ συγκατάβηθι, μάκαρ τῷ δούλῳ σου, πυρετῶν διακαῶν εἰς τὴν κάμινον.
Νόσοι με τρύχουσι σφοδραί, καὶ συνέχουσί με πόνοι βαρύτατοι, καὶ ἀναγκῶν χαλεπῶν, πικραὶ ὀδύναι διαμερίζονται, φαρμάκοις οὖν ὑγιεινοῖς, τῆς σκέπης σου Πρόδρομε, καὶ ἐπιθέμασιν, ἁπαλοῖς καὶ μαλακοῖς με ὑγίωσον.
Νάουσαν πέτραν καὶ πηγήν, ἀναβλύζουσαν ὡς νάματα θαύματα, τῶν οἰκτιρμῶν ἡ πηγή, τῆς εὐσπλαγχνίας τὸ μέγα πέλαγος, Χριστὸς ἡ πέτρα τῆς ζωῆς, ἔδειξέ σε Πρόδρομε· διὸ ἰάσεως, ῥεῖθρα βλῦσόν μοι τακέντι νοσήμασιν.
Ὀνείρου δίκην καὶ σκιᾶς, αἱ ἡμέραι τῆς ζωῆς μου παρέδραμον, καὶ νῦν προσήγγισα, θανάτου πύλαις καὶ ᾅδου χάσματι, ὁ τοῖς ἐν ᾅδου τὴν ζωὴν εὐαγγελισάμενος, θανατηφόρον με, ῥῦσαι νόσου καὶ ζωήν μοι πρυτάνευσον.
Θεοτοκίον.
Ὑπνώσας Σῶτερ ἐν Σταυρῷ, τοὺς ὑπνοῦντας ἐν τοῖς τάφοις ἐξύπνησας· διό με κείμενον, νῦν ἐπὶ κλίνης ὀδύνης ἔγειρον, ζωαρχικῇ Σου δεξιᾷ, μήποτε εἰς θάνατον ὑπνώσω Δέσποτα, τῆς ἀχράντου Σου Μητρὸς ταῖς δεήσεσιν.




                                       πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου