Ευλογημένη πνευματική περιήγηση

Τετάρτη 2 Νοεμβρίου 2016

ΝΟΕΜΒΡΙΟΣ 2!! ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΑΚΙΝΔΥΝΟΣ, ΑΝΕΜΠΟΔΙΣΤΟΣ, ΑΦΘΟΝΙΟΣ, ΕΛΠΙΔΗΦΟΡΟΣ & ΠΗΓΑΣΙΟΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ Κυβερνήτῃ τῶν καλῶν νῦν προσφύγωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν συντριβῇ καρδίας ἅμα καὶ νοός, κράζοντες· ελέησον, σπλαγχνισθεὶς σοῖς ἱκέταις, σῶσον απολλύμεθα, ἐν πταισμάτων πελάγει, μὴ παραβλέψεις δέησιν ἡμῶν, πεντὰς Μαρτύρων, Χριστὲ ἱκετεύει σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοις πειρασμοῖς, ὑμῖν Ἀθλοφόροι, καταφεύγομεν εὐλαβῶς, παθῶν καὶ κινδύνων ὀλεθρίων, ταῖς προστασίαις ὑμῶν διασώσατε.
Παθῶν τὰς νιφάδας καὶ προσβολάς, ψυχάς ἡμετέρας, συμπνιγούσας ὦ Ἀθληταί, θερμαῖς ἱκεσίαις πρὸς τὸν Κτίστην, ἀποσοβήσατε Ἅγιοι Μάρτυρε.
Νοσούντων τὰ σώματα καῖ ψυχάς, ἰᾶσθε ὡς τάχος, ὦ καλλίνικοι Ἀθληταί· ἵν’ ὅπως καλῶς ὑγιωθέντες, ὑμνολογίαις ὑμᾶς μακαρίσωμεν,
Θεοτοκίον.
Θεὸν ὡς τεκοῦσα ἀληθινόν, δυσώπησον Κόρη, λυτρωθῆναι ἐκ πειρασμῶν, ἔχεις γὰρ ὡς Μήτηρ παῤῥησίαν, ὑπὲρ ἡμῶν· ὅθεν Τοῦτον ἱκέτευε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Προστασίαν καὶ σκέπην Χριστιανοὶ ἔχομεν, τούτους τοὺς Ἁγίους ὀπλίτας, ὧν νῦν τὴν ἄθλησιν, ἐπιτελοῦντες λαμπρῶς, τὴν χάριν τούτων πλουτοῦμεν, καὶ τὴν ἀπροσμάχητον, πρεσβείαν πάντοτε.
Χαλεπαῖς αῤῥωστίαις καὶ ἀλγεινοῖς πάθεσι, πάντας κρατουμένους ἀθλίως, ὢ ἰατρεύσατε, καὶ γὰρ ὑπάρχετε, ἀνελλιπεῖς ἰατῆρες, μιμηταὶ ὡς ἄριστοι, τοῦ ἐλεήμονος.
Εὐεργέται ὡς ὄντες καὶ τῶν καλῶν πάροχοι, χάριτος τοῦ πλούτου τοὺς πάντας, καταπλουτίζετε, ὁρᾶτε γὰρ ἅπαντα, ὡς δυνατοὶ ἐν πρεσβείαις, καὶ ὡς φίλοι γνήσιοι, τοῦ ἐλεήμονος.
Θεοτοκίον.
Ἱκετεύω Σε Κόρη ψυχῆς ἐμῆς κλύδωνα, καὶ τῆς ἁματίας τὸν σάλον κόπασον Δέσποινα, ἔχεις τὸ δύνασθαι, ἔχεις σεμνὴ Παναγία, Μήτηρ ὡς ὑπάρχουσα, τοῦ ἐλεήμονος.
Διάσωσον, πεντὰς Μαρτύρων τοὺς δούλους σου ἐκ κινδύνων, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἔχουσαν ἄμαχον τὴν πρεσβείαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πηγάσιον νῦν καὶ θεῖον Ἀνεμπόδιστον, Ἀκίνδυνον οὖν Μαρτύρων θεῖον σύνταγμα, ἐκτενῶς πρεσβεύοντας σὺν Ἀφθονίῳ Ἐλπιδοφόρῳ τε, τοῦ λυτρωθῆναι ἡμῶν πειρασμῶν, πιστοὶ ἐπαξίως μακαρίσωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ψυχικὴν ἡμῶν πάρεσιν, Μάρτυρες Κυρίου καλῶς συσφίγξατε, ἵν’ ὀρθῶς νῦν βηματίζοντες, εὕροιμεν τὴν τρίβον τὴν σωτήριον.
Ἀπειλὴν ἣν οἱ τάλανες, νῦν ἐξ ἀσεβῶν ἀπειλούμεθα, εὐχερῶς ἀποσοβήσατε, τῇ ὑμῶν πρεσβείᾳ παμμακάριστοι.
Τὸν Πατέρα θειότατοι, σὺν Υἱῷ καὶ Πνεύματι ὀμοούσιον, Θεὸν ἕνα ἐκηρύξατε, κόσμον ἀγαθότητι λυτρούμενον.
Θεοτοκίον.
Θεοτόκε ἡ τέξασα, Λόγον τοῦ Πατρὸς τὸν ὁμότιμον, τοῦτον Κόρη καθικέτευε, εἰρηνεῦσαι κόσμον ὡς φιλάνθρωπον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Θρόνῳ τοῦ Θεοῦ, παριστάμενοι μακάριοι, τῆς Τριάδος φωτισμοῦ τοῦ τριφαοῦς, καταλαμφθῆναι καὶ ἡμᾶς καθικετεύσατε.
Θρόνῳ τοῦ Θεοῦ, ἐντυγχάνοντες πανάγιοι, τῆς ἀλήστου καὶ ἀμείνονος ζωῆς, ἀξιωθῆναι καὶ ἡμᾶς καθικετεύσατε.
Θρόνῳ τοῦ Θεοῦ, προσεδρεύοντες πανάριστοι, τῆς χαρᾶς τῶν τοῦ Κυρίου ἐκλεκτῶν, τυχεῖν ῥαδίως καὶ ἡμᾶς καθικετεύσατε.
Θεοτοκίον.
Θρόνῳ Σοῦ Υἱοῦ, παρεδρεύουσα Μητρόθεε, θείας δόξης τῆς ἐκείνου ἀγαθή, ἐμφορηθῆναι καὶ ἡμᾶς, φαιδρῶς ἱκέτευε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὦ Κύριε, δοῦλος Σός, ὦ Κύριε, καὶ παιδίσκης Σου υἱός, ὁ παντλήμων, σῶσόν με δή, εὐεργέτα με σῶσον! Ὡς ἂν εὐχὰς καθαρὰς προσενέγκω σοι, λιτάζει Σε τῶν Ἀθλητῶν ἡ πεντάς· διὸ σῶσόν με Κύριε.
Ὦ Δέσποτα, πανοικτίρμον Κύριε, ὁ ἐγείρων δυνατὲ τοὺς πεσόντας, ἔγειρον δὴ διέγειρόν με πεσόντα καὶ ἐπ’ ἐμοὶ σοῦ τὸ ἔλεος ἔκχεε. Λιτάζει Σε τῶν Ἀθλητῶν ἡ πεντάς· διὸ σῶσόν με Κύριε.
Ὁ Πλάστης μου καὶ Θεὸς καὶ Κύριος, ὅτι ἔργον τῶν χειρῶν Σου ὑπάρχω, καὶ πλάσμα Σὸν τὴν εἰκόνα Σου φέρον, ἐλέησόν με Χριστὲ πολυέλεε, λιτάζει Σε τῶν Ἀθλητῶν ἡ πεντάς· διὸ φεῖσαί μου Κύριε.
Θεοτοκίον.
Φιλάνθρωπε, ἐλεήμων Κύριε, ὁ πλουτῶν τῇ Σῇ χρηστότητι πάντας, ἔμπλησον δὴ τὴν ξηρανθεῖσαν ψυχήν μου, σωτηριώδους Χριστὲ παρακλήσεως, λιτάζει Σε διηνεκῶς, ἡ ἁγνὴ καὶ Παρθένος καὶ Μήτηρ Σου.
Διάσωσον, πεντὰς Μαρτύρων τοὺς δούλους σου ἐκ κινδύνων, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἔχουσαν ἄμαχον τὴν πρεσβείαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Αἱ χορεῖαι τῶν Χριστιανῶν ἀνυμνήσατε, τὸν Θεὸν ἡμῶν τὸν ἰσχυρὸν καὶ ὑψώσατε, τὸ μέγα ὄνομα Αὐτοῦ, φωναῖς ἀλαλαγμοῦ, ὅτι ἤγειρε τοὺς Ἀθλητὰς εἰς τὴν βοήθειαν ἡμῶν, τῶν βοώντων ἑκάστοτε· σπεύσατε εἰς πρεσβείαν, καὶ αὖθις εἰς ἱκεσίαν, οἱ προστατεύοντες ἡμᾶς, Ἀθλοφόροι μεγαλώνυμοι.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἔχοντες ἀήττητον καὶ κραταιὰν προστασίαν, τοὺς μεγαλομάρτυρας, τὸν σοφὸν Ἀκίνδυνον καὶ Πηγάσιον, τοὺς δευτέρους αὖθις δὲ καὶ στεῤῥοὺς ὁπλίτας, Ἀνεμπόδιστον τὸν ἔνδοξον, Ἐλπιδοφόρον τε, μέγιστον καὶ θεῖον Ἀφθόνιον, ῥαδίως ἐκτρεπόμεθα βλάβην ἐκ δαιμόνων τὴν κάκιστον. Ὦ θαυματοφόροι! ὦ στῦλοι καὶ ἑδραίωμα πιστῶν, καθικετεύειν μὴ παύσητε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν ἡμῶν σωτηρίαν ὡς ἠθέλησας Σῶτερ Σὺ κατοχύρωσας, στεῤῥὸν τεῖχος Μαρτύρων, εἰς ἡμῶν προστασίαν τοὺς Ἁγίους γὰρ ἤγειρας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θελητὴν τοῦ ἐλέους ᾧ παρίστασθε Ἅγιοι Μάρτυρες, ἐλέους εὐσπλαγχνίας, τυχεῖν ἡμᾶς αἰτεῖσθε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θησαυροὺς ἀμωμήτους τῆς Χριστοῦ Ἐκκλησίας πλουτοῦμεν Ἅγιοι, ἀτρώτους ἐν τῇ πίστει, ἡμᾶς περικρατεῖτε, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων ἀλγηδόνας καὶ ψυχόλεθρα πάθη Ἁγία Δέσποινα, εὐχαῖς πρὸς τὸν Υἱόν Σου, ἴασαι Παναγία, τῶν βοώντων ἐν Πνεύματι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν Ἀθλητῶν Σου, δεχθεὶς τὸ αἷμα Χριστέ μου, ἵλεως γενοῦ πανοικτίρμον, τοῖς Σὲ εὐλογοῦσι, εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς στρατιώτας, τῆς τῶν Μαρτύρων στρατείας, Σαβωρίου τε τὴν πλάνην καθελόντας, ἀνυμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τοὺς συμπολίτας, τῶν οὐρανῶν ἀνυμνοῦμεν, γέρα ἄφθαρτα κατηγλαϊσμένους, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὰς παρακλήσεις, τῶν ἱκετῶν Σου ἀκούεις, καὶ πληροῖς τὰς αἰτήσεις Παρθένε· ὅθεν Σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χαρᾶς καὶ εὐφροσύνης, πλήσατε τοὺς πάντας, μακαριώτατοι Ἅγιοι Μάρτυρες, ἵνα χαρᾷ εὐφημῶμεν ὑμῶν τὰς χάριτας.
Ναὸν τὸν τῆς ψυχῆς μου, κατερειπωθέντα, ὦ ἀνορθώσατε Ἅγιοι Μάρτυρες, καὶ τοῦτον Πνεύματος θείου ναὸν τελέσατε.
Φωτὸς τοῦ ἀϊδίου, φώτισον καρδίας, ἵν’ ἐλλαμφθέντες σωθείημεν χάριτι, τῷ Σῷ ἐλέει Χριστὲ πολυέλεε.
Θεοτοκίον.
Τὸν ῥοῦν τῆς ἁμαρτίας, ἔστησας Παρθένε, τῷ τοκετῷ τῷ ξένῳ καὶ ἤνοιξας, ζωῆς τὰς πύλας, Μητρόθεε Δέσποινα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Πηγάσιον ἅμα, καὶ Ἀκίνδυνον τὸν σοφόν, τὸν Ἐλπιδηφόρον, σὺν τῷ Ἀνεμποδίστῳ, Ἀφθόνιον ὡσαύτως, τοὺς μεγαλόφρονας.
Τοὺς μεγαλομάρτυρας τοῦ Χριστοῦ, τοὺς πέντε Ἁγίους, τῶν Μαρτύρων τὴν καλλονήν, ἡμῶν τοὺς προστάτας, φρουρούς τε καὶ μεσίτας, τοῦ κόσμου τὴν πρεσβείαν, ὕμνοις τιμήσωμεν.
Χριστοῦ τοὺς ὁπλίτας τοὺς εὐκλεεῖς, τῆς πλάνης τὸ σκότος, καὶ τὸ θράσος τοῦ δυσσεβοῦς, δεινοῦ Σαβωρίου, εἰς τέλος καθελόντας, ἄνθεσιν ἐγκωμίων νῦν στεφανώσωμεν.
Ὦ πεντὰς ἁγία καὶ θαυμαστή, σὲ παρακαλοῦμεν, οἱ οἰκέται σου εὐλαβῶς, τοὺς πόθους τοὺς θείους, ἡμῶν περαιωθῆναι, τὸν Πλάστην τῶν ἁπάντων, θερμῶς ἱκέτευε.
Δεῦτε τοὺς φωστῆρας τοὺς πενταυγεῖς, δόξης τῆς Τριάδος, τοὺς μετέχοντας ἀκλινῶς, τῆς πλάνης τοὺς λύτας, Χριστιανῶν τὸ κῦδος, ἐν ὕμνοις ἐξαισίοις, ὑπερυψώσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔχοντες ἀήττητον καὶ κραταιὰν προστασίαν, τοὺς μεγαλομάρτυρας, τὸν σοφὸν Ἀκίνδυνον καὶ Πηγάσιον, τοὺς δευτέρους αὖθις δέ, καὶ στεῤῥοὺς ὁπλίτας, Ἀνεμπόδιστον τὸν ἔνδοξον, Ἐλπιδοφόρον τε, μέγιστον καὶ θεῖον Ἀφθόνιον, ῥαδίως ἐκτρεπόμεθα, βλάβην ἐκ δαιμόνων τὴν κάκιστον. Ὦ θαυματοφόροι, ὦ στῦλοι καὶ ἑδραίωμα πιστῶν, καθικετεύειν μὴ παύσητε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.




                                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου