ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων
ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς
ἰσαγγέλου ἐραστὴν πολιτείας, καὶ ζηλωτὴν τῶν ἀσκητῶν τῆς ἐρήμου, θεοειδῆ
Παχώμιον, τῆς Χίου βλαστὸν ῥόδα ἑξανθήσαντα, ἐν Χριστῷ ἀπαθείας ἐν ἐσχάτοις
ἔτεσιν εὐφημήσωμεν πόθῳ ἀναβοῶντες· πρέσβευε Χριστῷ ὑπὲρ προσφύγων θερμῶν σου,
Παχώμιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Παχώμιε, ἀρετὴ συνοικεῖν ἀξίωσόν με. Χ. Μ.
ᾨδὴ
α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Παχώμιε
ὅσιε ἀσκητά, φωστὴρ μονοτρόπων καὶ τῶν πάλαι ἡσυχαστῶν ὁμόζηλε, δεῖξόν μοι τὴν
τρίβον, πρὸς ἀρετῆς καὶ σοφίας ἀπόκτησιν.
Ἀκτῖσι
λαμπόμενος ἀρετῆς, Παχώμιε μάκαρ, πρὸς σκηνώματα οὐρανῶν, ἀνῆλθες Χριστὸν
καθικετεύειν, ἡμῶν σκεδάσαι παθῶν τὴν σκοτόμαιναν.
Χιόνος,
Παχώμιε, σὴν στολὴν ψυχῆς λαμπροτέραν καταδείξας ἀσκητικοῖς καμάτοις ἀξίωσον
φορέσαι, καὶ σοὺς ἱκέτας στολὴν χιονόχροον.
Θεοτοκίον.
Ὡς
Μήτηρ ἁπάντων χριστιανῶν, ἁγνὴ Θεομῆτορ, ἐν ἀγκάλαις σου μητρικαῖς, νεότητα
βάσταξον Παρθένε, τὴν εὐμετάβολον καὶ ἐμπερίστατον.
ᾨδὴ
γ´. Οὐρανίας ἁψῖδος.
Μοναζόντων
ἀλεῖπτα, χειραγωγὸς ἄριστος, ὤφθης Νεκταρίου τοῦ θείου πρὸς βίον κρείττονα· διὸ
βοῶμεν θερμῶς, και τοῖς ἱκέταις σου δεῖξον, ἀτραπὸν σωτήριον, πάτερ Παχώμιε.
Ἱκετεύομεν
μάκαρ, περιφανὲς βλάστημα, τῆς Ἐλάτης καὶ νήσου Χίου ἔμπνουν θησαύρισμα, τῶν
γηγενῶν οἱ χοροί, σὲ νῦν Παχώμιε· πέμψον πᾶσι τοῖς τιμῶσί σε χάριν καὶ ἔλεος.
Ἐνδιαίτημα
θεῖον καὶ ἱερὸν καύχημα, Σάββα τοῦ ὁσίου τῆς Λαύρας σῶφρον Παχώμιε, λῦσον ἡμῶν
συνοχήν, τῶν λυπηρῶν καὶ τὴν ζάλην, κατωδύνων θλίψεων σαῖς παρακλήσεσι.
Θεοτοκίον.
Ἀλγηδόνων
με ῥῦσαι, σωματικῶν Δέσποινα, καὶ τῶν ψυχικῶν μου τραυμάτων τάχος θεράπευσον,
οὐλὰς φαρμάκῳ τῶν σῶν, ἱκεσιῶν πρὸς τὸν μόνον, ἰατρὸν τῆς κτίσεως, καὶ θεῖον
Τόκον Σου.
Ἁγίασον, τοὺς καταφεύγοντας
πίστει σῇ προστασίᾳ, καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον Παχώμιε, ὡς λύχνον
νεόφωτον εὐσεβείας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρων
τριῶν σπηλαίου Χίου ἐνοικε, φωστὴρ ἀσκητῶν, Παχώμιε τρισόλβιε, τῷ Κυρίῳ
πρέσβευε, ἵνα βίου πέλαγος πλεύσωμεν, οἱ σὲ τιμῶντες μάκαρ, ἀσφαλῶς καὶ ὅρμον
εἰς θεῖον καταντήσωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥυπτικαῖς
σου δεήσεσι, πρὸς παθῶν τὸν πλύναντα κόσμου βόρβορον, τοις Αὐτοῦ τιμίοις
αἵμασι, κάθαρον κακίας με Παχώμιε.
Ἐκ
βυθοῦ μὲ ἀνάγαγε, θλίψεων Παχώμιε ὁ γευσάμενος, τῆς μανίας τοῦ ἀλάστορος,
χοϊκοὺς εἰς βόθυνον τοῦ ῥίπτοντος.
Τῆς
εὐχῆς καὶ τῆς νήψεως, σκήνωμα Παχώμιε ἱερώτατε, νήφειν πάντας καταξίωσον τοὺς
ἐκδεχομένους τὴν σὴν εὔνοιαν.
Θεοτοκίον.
Ἡ προστάτις καὶ ἔφορος, τῆς
Μονῆς τῆς Νέας ἐν Χίῳ δώρησαι, τοῖς οἰκέταις σου ὑγίειαν, τοῖς τοῦ Παχωμίου
πόνους μέλπουσι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στήριζε
ἀεί, ἐν τῇ πίστει τοὺς ὑμνοῦντάς σε, εὐσεβείας ὥσπερ στῦλον ἀῤῥαγῆ, καὶ
φρονήσεως ὀρθῆς κρηπῖδα ἄσειστον.
Ὕπουλον
ἐχθρόν, τὸν σπαράξαι με Παχώμιε, ἐξαιτούμενον εὐχαῖς σου ἱεραῖς, κατασύντριψον
καὶ σῶσόν με τὸν δείλαιον.
Νοῦν
μου πρὸς Θεόν, Ὅν ἠγάπησας Παχώμιε, ἐκ μυχίων τῆς καρδίας σου, ταχὺ ἀσιγήτοις
σου ἀνάτεινον δεήσεσι.
Θεοτοκίον.
Ὄμβρισον ἡμῖν, ὑετὸν
Θεογεννήτρια, μετανοίας ἡ αὐτῆς τὰς ἀτραπούς, Παχωμίῳ ὑποδείξασα τῷ μάκαρι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰσχύος
με, πλῆσον καὶ δυνάμεως οὐρανίου τὸν τιμῶντά σε πόθῳ, ὁ πτερνιστὴν θριαμβεύσας
ἀρχαῖον, ἐν ἐρημίαις συντόνοις ἀσκήσεσι, καὶ ἰσαγγέλῳ ἀγωγῇ, ἀσκητὰ θεοφόρε
Παχώμιε.
Κυπάρισσε,
ἀκακίας νήψεως, καὶ εὐχῆς ὑψιτενές, ὁ ἐν Χίῳ, νουθεσιῶν σου εὐφράνας τοῖς
κλώνοις, τῶν εὐσεβῶν καὶ ἀζύγων συστήματα, τῶν σὲ ὑμνούντων τὰς λιτάς, μὴ
παρίδῃς, θεόφρον Παχώμιε.
Ὑφάμιλλε,
ἀρετῆς Παχώμιε, τῶν ἀρχαίων ἀσκητῶν τῆς ἐρήμου, Ὁσίου Σάββα τῆς Λαύρας οἰκῆτορ,
καὶ τῶν Πατέρων δομῆτορ τῆς Σκήτεως, ἐν Χίῳ τῆς πανευκλεοῦς, ἀρετῆς με
ἀνάδειξον σκήνωμα.
Θεοτοκίον.
Ἱλέωσαι,
σοῖς οἰκέταις Κύριον, τὸν ὑπέρθεον Υἱόν σου, Παρθένε, Νεαμονίτισσα
Μῆτερ
γλυκεῖα, ἑτοίμη πάντων μερόπων ἀντίληψις,
καὶ ἀκαταίσχυντος ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων ἀείποτε.
καὶ ἀκαταίσχυντος ἐλπίς, τῶν εἰς σὲ προστρεχόντων ἀείποτε.
Ἁγίασον,
τοὺς καταφεύγοντας πίστει σῇ προστασίᾳ καὶ τιμῶντάς σε ἀκλινῶς, θεόφρον
Παχώμιε, ὡς λύχνον νεόφωτον εὐσεβείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὁσίου
Σάββα τῆς Λαύρας ἀνάστημα, καὶ νήσου Χίου περίβλεπτον καύχημα, Παχώμιε μάκαρ
ὑμνοῦντές σε, ἁγιαζόμεθα πάντες καὶ φρύαγμα, ἐχθροῦ μισοκάλου συντρίβομεν.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου
Αὐτοῦ.
Στίχος: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. στ΄, 17-33 ): Τῷ καιρῷ ἐκείνῳ
ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....
Δόξα: Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ἔνθεε
διδάσκαλε, τοῦ θεαυγοῦς Νεκταρίου, ἀσκητὰ Παχώμιε, ποδηγὲ πρὸς Κύριον
ἀπλανέστατε, χοϊκῶν πρόσδεξαι, τὰς ἡμῶν δεήσεις, ὡς θυμίαμα πανεύοσμον καὶ
ταύτας ὅσιε, πρὸς τὸν Ζωοδότην προσάγαγε, καὶ Κύριον τοῦ σύμπαντος, Ὅνπερ ἐκ
καρδίας ἠγάπησας, ἵνα καθηκόντως, παλαίσματα ὑμνῶμεν σὰ σεπτά, πρὸς ἀρετῆς
ὁλοκλήρωσιν, πάνσοφε καὶ θέωσιν.
ᾨδὴ
ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικητὰς
κατ᾿ ἐχθίστου, τοὺς ἱκέτας σου δεῖξον, λαμπρὲ Παχώμιε, τοὺς ἐπικαλουμένους τὴν
ἱερὰν σοῦ κλῆσιν, καὶ προσφεύγοντας πάντοτε σῇ ταχινῇ ἀρωγῇ, καὶ ἄκρᾳ
συμπαθείᾳ.
Ἁγιάζεις
ἀπαύστως τοὺς πιστῶς προσκυνοῦντας τὸν θεῖον τάφον σου, καὶ θήκην σῶν λειψάνων,
τὴν βρύουσαν ἰάσεις εὐσεβέσι Παχώμιε, ἐν Σκήτη τῇ ἱερᾷ, τοῦ Προβατείου ὅρους.
Ξύλου
πάντας ἱκέτας, ἀπολαύσαι ἀλήκτου ζωῆς Παχώμιε, τοὺς σούς, πνευματοφόρε, ἀξίωσον
ὁ δήμοις, συγχορεύων ἀείποτε, Ἀγγέλων φωτοειδῶν, ἐν οὐρανίοις δόμοις.
Θεοτοκίον.
Ἰαμάτων χειμάῤῥους, καὶ
πηγὴ θαυμασίων Θεογεννήτρια, ἐνίσχυε σοὺς δούλους, ἀνύσαι ἰσαγγέλως βιοτὴν τὴν
ἐπίγειον, καὶ τήρει πάντας ἡμᾶς, ἐν ἄκρᾳ ὑγιείᾳ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς
ὀρθοδόξων, δογμάτων πάμφωτον φάρον, καὶ ταμεῖον ἐλεημοσύνης σὲ ὑμνοῦντες πάτερ,
αἰτούμεθα λιτάς σου.
Στύλε
ἀγάπης, καὶ συμπαθείας πρὸς πάντας, ἐνδεεῖς ἀγαπᾶν δίδαξόν με, τοὺς μακρὰν καὶ
πέλας, ὡς ἐμαυτόν, παμμάκαρ.
Ὁδήγησόν
με, πρὸς χρηστοήθειαν πάτερ, ὁ σαφῶς ὑποδείξας χορείαις, τρίβον σωτηρίας,
Παχώμιε τῶν Χίων.
Θεοτοκίον.
Νῦν δυσωπῶ σε· Νεαμονίτισσα
Μῆτερ, Παχωμίου ὁσίου πρεσβείαις, ῥῦσαί με μανίας, ἐχθροῦ τοῦ παλαμναίου.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μὴ
παύσῃ οὐρανόθεν, δυσωπῶν τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ἀνυμνούντων Παχώμιε, καὶ
προσκυνούντων ἐν πίστει σὰ θεῖα λείψανα.
Εἰρήνευσον
τὸν βίον, τῶν μακαριζόντων, σὲ ὥσπερ θείας εἰρήνης τὸν πρόξενον, καὶ τῆς ὀργῆς
ὀλετῆρα ἡμῶν, Παχώμιε.
Χαρίτωσον
τοὺς πόθῳ, σὲ ἀνευφημοῦντας, καὶ ἐκζητοῦντας σὴν θείαν ἀντίληψιν, ἀζύγων κλέος
τῆς Χίου σεπτόν Παχώμιε.
Θεοτοκίον.
Μετὰ τοῦ Παχωμίου, νεαυγοῦς
φωστῆρος, τῆς νήσου Χίου ἁγνὴ Ἀειπάρθενε, ὑπὲρ ἡμῶν ἐκδυσώπει Χριστὸν ἑκάστοτε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις
τῆς Ἐλάτης σεπτὸς βλαστός, χαίροις νήσου Χίου
ἐγκαλλώπισμα ἱερόν, χαίροις Προβατείου, τοῦ Ὅρους ὁ οἰκήτωρ,
Παχώμιε τρισμάκαρ, χάριτος σκήνωμα.
ἐγκαλλώπισμα ἱερόν, χαίροις Προβατείου, τοῦ Ὅρους ὁ οἰκήτωρ,
Παχώμιε τρισμάκαρ, χάριτος σκήνωμα.
Τῆς
χρηστοηθείας ὑφηγητήν, καὶ τῆς εὐσεβείας τὸν διδάσκαλον εὐλαβῶς, μέλψωμεν
ἐκθύμως, Παχώμιον τὸν θεῖον, ὡς ἀσκητῶν ὁσίων Χίου θησαύρισμα.
Ἐλεημοσύνης
τὸν ἐραστήν, ὀρθοδόξου ἤθους τὸν κοσμήτορα καὶ σεπτῶν, ἀσκητῶν πυξίον, Παχώμιον
τὸν νέον, εὐτάκτοις μελῳδίαις ἐγκωμιάσωμεν.
Λαύρας
θείου Σαββα τὸν οἰκιστήν, Σκήτεως Πατέρων νήσου Χίου τῆς εὐκλεοῦς, καὶ τοῦ
Παρθενῶνος, ἁγίου Κωνσταντίνου, τιμήσωμεν τὸν κτίστην ὕμνοις, Παχώμιον.
Νεκταρίου
θείου καθηγητήν, καὶ τῶν μονοτρόπων ἀπλανέστατον ὁδηγόν, στέψωμεν τοῖς ἴοις,
ᾀσμάτων μελιῤῥύτων, Παχώμιον τὸν πάνυ καὶ πνευματέμφορον.
Εὐσεβείας
ἄστρον νεολαμπές, μετανοίας βάθρον ἀδιάσειστον καὶ τερπνόν, νήψεως στρουθίον,
Παχώμιον τὸ νέον, ὁσίων Χίου κλέος, ἐγκωμιάσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον
ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Σκήτεως
δομῆτορ ἱερὲ τῶν τριῶν ἐν Χίῳ Πατέρων, καὶ Παρθενῶνος σεπτοῦ, Κωνσταντίνου
μάκαρος, κλεινὲ Παχώμιε, παῤῥησίαν πρὸς Κύριον, ὡς ἔχων μεγίστην, οἰάπερ
διδάσκαλος πιστῶν θειότατος, πρέσβευε Χριστῷ τῷ Σωτῆρι, ῥύεσθαι κινδύνων
ἀνάγκης, καὶ ἁπάσης θλίψεως σοὺς πρόσφυγας.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου