Ἵσον ἀπαράλλακτον τῆς Καθολικῆς Διαθήκης,
τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν Βαρνάβα καὶ Σωφρονίου.
.jpg)
Ἐν ὀνόματι τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Ὅστις ἀποκαρεῖ, καὶ ὑπομείνει ἐν τῷ τόπῳ τούτῳ τῷ ἐρημικῷ καὶ στενῷ καὶ βιαίῳ καὶ ψυχρῷ ἕως τῆς τελευταίας αὐτοῦ ἀναπνοῆς συντηρῶν καὶ τὰ τῆς μοναδικῆς ἄξια. Εἴτι καὶ ἄν ἄνθρωπος ἁμάρτοι, ἀσφάλειαν τίθημι τὴν μόνην Θεοτόκον, ἐν ἡμέρα κρίσεως συγχώρησιν εὕροι παρὰ τοῦ δικαίως κρίνοντος τὰ πάντα, καὶ μηδεὶς ἀπιστείτω. Οὐ γὰρ ἄδικος ὁ Θεὸς τοῦ ἐπιλαθέσθαι τοῦ κόπου, καὶ τοῦ τρόπου ἐπιμετρῆσαί τε ἑκάστω τὴν σωτηρίαν τὸ κατὰ δύναμιν, τὸν κανόνα τὸν παρ’ ἐμοὶ τῷ ἀθλίῳ παραδεδομένον, φυλάττειν ἀσφαλῶς τε καὶ ἀόκνως, καὶ ἀνοθεύτως, οἷον, τοῦ μεσονυκτίου τε, καὶ ὀθρινῆς δοξολογίας, πρώτης τε ὥρας, καὶ τριτέκτης, ἱεροτελέσιά τε ἀκριβῶς προσέχειν, ἐννάτῃ τε καὶ ἑσπερινῷ σὺν τῷ Ἀποδείπνῳ. Ἐξαιρέτως δὲ τὸ ἱερὸν ψαλτήριον πάντα μοναχὸν τὸν ἐπιστάμενον γράμματα, ἐκστηθιζειν, γινώσκοντας, ὅτι ὁ μοναχὸς Ψαλτήριον ἐστι. Νεκρώσας γὰρ τὰ πάθη, κιθάρα καὶ τύμπανον τοῦ Ἁγίου Πνεύματος γίνεται. Τὸ τριμερὲς τῆς ψυχῆς καθελὼν τῇ μαχαίρᾳ τοῦ Πνεύματος, ἅτινά εἰσι θυμός, ἐπιθυμία κακή, καὶ φιλοκτημοσύνη. Καὶ ἐὰν ταῦτα ἀπροσκόπτως φυλάξητε, οὐ μακρὰν ἐστὲ τῆς Βασιλείς τῶν Οὐρανῶν. Ἐγὼ γὰρ ἔγνων ὅτι μετὰ τὴν ἐμὴν ἀποδημίαν, χρόνου τινὸς παρελθόντος, πάλιν ὁ τόπος οὗτος (οἴμοι) ἄπορος γεννήσετε, συνοχῆς ἐθνῶν γενομένης. Ἀλλ’ οὖν ὕστερον δοξάσει πάλιν ἡ πανάχραντος τοῦ Θεοῦ ἡμῶν Μήτηρ τὸ ἑαυτῆς οἴκημα, καὶ Ἀνάκτορον. Πλὴν οὐχ’ οὕτως, ὥς νῦν τιμᾶται παρ’ ἡμῖν ἡ ταπεινοφροσύνη, ἡ ἀκτημοσύνη, καὶ τὸ φιλήσυχον, ἀλλὰ φίλαυτοι καὶ φιλοκτήμονες, πλὴν ὅτι σώφρονες. Ἐπισφραγίζων οὖν ταύτην μου τὴν Διαθήκην λέγω ἐν Χριστῷ Ἰησοῦ, τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας, τῶν αἰώνων. Ἀμὴν.
Βαρνάβας ἐξ Ἀθηνῶν.
Τοῦ Ὁσίου Σωφρονίου.
Ἀειπάρθενε Θεοτόκε, τοὺς ἐν τῷ θείῳ σου τούτῳ βαῷ μετὰ πίστεως προσερχομένους ἀδελφοὺς ἡμῶν ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ διαφύλαξον, διδοῦσα αὐτοῖς πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον διὰ τοῦ ἀγαπητοῦ σου Πατρὸς ἡμῶν Βαρνάβα. Ὑμεῖς δε, ἀδελφοὶ καὶ πατέρες καὶ τέκνα ἐν Κυρίῳ ἀγαπητά, τὰ διατετυπωμένα ἐνταῦθα παρὰ τοῦ κοινοῦ πατρὸς ἡμῶν Βαρνάβα σπουδαίως φυλάξατε, κατ’ ἴχνος αὐτῷ τὸν ἐνόντα τρόπον ἑπόμενοι, καὶ μὴ λυπήσθε. Ἡ γὰρ Ὑπέραγνος Θεοτόκος, οὐ διαλείπει ταῖς πρεσβείαις τοῦ πιστοῦ αὐτῆς θεράποντος καὶ καθηγητοῦ ἡμῶν διαφυλάττουσα καὶ σκέπουσα ὑμᾶς, ὥστε ἀξίους παραστῆναι ἐν τῇ μελλούσῃ ἡμέρα τῆς κρίσεως, ἐκ δεξιῶν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὗ ἡ Χάρις, καὶ τὸ ἄπειρον Ἔλεος εἴη μετὰ πάντων ὑμῶν. Ἀμήν.
Καὶ Σωφρόνιος ἐξ Ἀθηνῶν.
Εὐχὴ περὶ τῶν ἀκρίδων τοῦ Ὀσίου Βαρνάβα, καὶ Σωφρονίου.
Δέσποτα Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ τῷ ῥήματί σου τὸ πᾶν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγών, ὁ χοῦν λαβὼν ἐκ τῆς γῆς, καὶ πλάσας τὸν ἄνθρωπον, καὶ ψυχῇ, καὶ εἰκόνι σοῦ τιμήσαντες αὐτόν. Ὁ εἰπών· αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Ὁ διδοὺς τοῖς κτήνεσι τροφήν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων. Ὁ καὶ ἐν τη μεγάλῃ καὶ σωτηρίῳ σου διὰ σαρκὸς ἐπιδημίᾳ χιλιάδας ἄρτῳ χορτάσας πολλάς. Σὺ ὁ πανάγαθος Δεσπότης, καὶ τούτους αὐτοὺς τοὺς ἐπικεκλημένους τὸ πανάγιόν σου ὄνομα, τῇ παντουργῷ, καὶ μεγαλυδώρῳ σου Δεξιᾷ διάθρεψον, καὶ οἴκτειρον πάντας αὐτούς τε καὶ ἡμᾶς συμπαθῶς. Ναὶ Κύριε Ἰησοῦ Χριστέ, σὸς λόγος ἐστί, τὸ αἰτεῖτε καὶ δοθήσεται ὑμῖν, ζητεῖτε, καὶ εὑρήσετε. Δὸς οὖν καὶ ἡμῖν ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου τοῖς μετὰ πίστεως αἰτοῦσι, Δέσποτα, τὸ παρὰ σοῦ μέγα ἔλεος. Καὶ λύτρωσαι αὐτοὺς ἐκ τῆς πανολέθρου ταύτης ἀκρίδος, ὅπως μὴ κατεσθίωσι τοὺς στάχυας, καὶ τὴν τροφὴν τῶν δούλων σου χάριτι σοῦ καὶ τοῦ Ἀνάρχου σου Πατρός, καὶ τοῦ Ἁγίου Πνεύματος, διὰ πρεσβειῶν τῆς Παναχράντου σου Μητρός. Ἀμήν.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου