Ευλογημένη πνευματική περιήγηση

Πέμπτη 21 Ιουλίου 2016

ΙΟΥΛΙΟΥ 21!! ΠΑΡΘΕΝΙΟΥ ΕΠ. ΡΑΒΔΟΒΥΖΙΟΥ ΑΡΤΗΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 (Γεωργίου Μηλίτση)
 
 http://www.saint.gr/photos/standard/0721/AgiosParthenios01.jpg
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως. Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ τοῦ Χριστοῦ σεμνοπρεπῇ Ἱεράρχη, Ῥαδοβισδίου φύλακά τε καὶ ῥύστη, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς, Ὅσιε Παρθένιε Ἱεράρχα Κυρίου, πρόφθασον καὶ λύτρωσαι τοὺς δεινῶς θλιβομένους, μὴ παραβλέψης δέησιν οἰκτράν, τῶν προσπιπτόντων τῇ κάρᾳ σου Ἅγιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
Ὁ Ν΄ ψαλμός, καὶ ὁ Κανών.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Δεχθεὶς τὴν ἐπίθεσιν τοῦ ἐχθροῦ, πρὸς σὲ καταφεύγω Ἱεράρχα θαυματουργέ, καὶ τὴν σὴν βοήθειαν αἰτοῦμαι, ἥν δώρησαί μοι ταχέως Παρθένιε.
Παθῶν τε καὶ νόσων πολυειδῶν, καὶ πάσης κακίας ἐλευθέρωσον Ἀθλητά, τοὺς εἰς σὲ προσφεύγοντας Θεόφρον, καὶ ἐκζητοῦντας τὴν σκέπην σου Ὅσιε.
Νοσοῦντα τὰ κτήνη θαυματουργέ, θεράπευσον Πάτερ καὶ ἀπόδος ταῦτα ἡμῖν, καὶ τοὺς γόνυ κλίνοντάς σοι μάκαρ, ἐκ τῶν κινδύνων ἀπάλλαξον Ὅσιε.
Θεοτοκίον.
Νοσούντα τὸ σῶμα καὶ τὴν ψυχήν, ἐπισκοπῆς θείας καὶ προνοίας τῆς παρὰ σοῦ, ἀξίωσον μόνη Θεομήτορ, ὡς ἀγαθὴ ἀγαθοῦ τε λοχεύτρια.
ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ἱκετεύω σε Πάτερ τὸν ψυχικιὸν τάραχον, καὶ τῆς ἀθυμίας τῆς ζάλης διασκεδάσαι μου, σὺ γὰρ τὸν Κύριον, τὸν ἀρχηγὸν τῆς εἰρήνης, τὸν Χριστὸν ἠγάπησας Πάτερ Παρθένιε.
Πειρασμῶν καὶ κινδύνων καὶ τῶν παθῶν κοίμησιν, τῶν πολυειδῶν νοσημάτων τὴν ἀπολύτρωσιν, αἴτει Παρθένιε, παρὰ τῶν πάντων Δεσπότου, ὑπὲρ τῶν τιμώντων σε ἀξιοτίμητε.
Τῇ δυνάμει σου σπεύδω σεμνοπρεπῶς Ὅσιε, καὶ γονυκλινῶς ἱκετεύω Πάτερ βοήθει μοι, σὲ γὰρ προσκέκτημαι, μετὰ Θεὸν προστασίαν, οἱ πιστῶς τῇ σκέπῃ σου, ἀεὶ προστρέχων σοι.
Θεοτοκίον.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ νοσεροὶς πάθεσιν…
Διάσωσον, ἀπὸ κινδύνων τοὺς πίστει σοι προσιόντας ὅτι πάντες σεμνοπρεπῶς πρὸς σὲ ἀνακράζομεν, ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ…
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Νοσούντων Σωτήρ, πενήτων ἡ βοήθεια, πενθούντων χαρά, ἀλόγων ἰατήριον, καὶ Ἠπείρου πρόμαχος, ἀνεδείχθης Ὅσιε πάντιμε, δι’ ὅ μὴ παύση πάντας τοὺς πιστούς, παρέχων ἰάματα Παρθένιε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀποδίωξον τάχειον, τῇ σῇ μεσιτείᾳ Πάτερ Παρθένιε, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ τῶν ἁμαρτάδων μου τὴν ζόφωσιν.
Καταπράϋνον Ὅσιε, θυμόν τε ταῖς ἱκεσίαις σου, ὡς προστάτην γὰρ σὲ ἔχομεν, πάντες οἱ ἱκέταις σου Παρθένιε.
Ὀρθοδόξων τὸ στήριγμα, καὶ χριστιανῶν στεῤῥὸν καταφύγιον, σὺ τὸν Κύριον ἱκέτευε, δυσχερείας πάσης ἐκλυτρούμενος.
Θεοτοκίον.
Ἡ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον κεκτημένοι σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέδασον σοφέ, τῶν παθῶν μου τὰ σκιρτήματα, καὶ τῷ Θεῷ σὺ αἴτει θαυματουργέ, ἵνα ῥυσθῶμεν, τῆς αἰωνίου κολάσεως.
Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, θαυματουργὲ Ῥασδοβισδίου ποιμήν, ἵνα ζωῆς εἰρήνης τύχωμεν Ὅσιε.
Λύτρωσαι ἡμᾶς, Ἱεράρχα παμμακάριστε, ἐκ πάσης νόσου καὶ πικρὰς θλίψεως, καὶ σους ἱκέτας μετανοίας καταξίωσον.
Θεοτοκίον.
Ἴασαι Ἁγνή…
ᾨδὴ στ΄. Τὴν δέησιν.
Προστάτην, ὡς ἀλόγων Ὅσιε, καὶ φρουρὸν τῶν χριστιανῶν σὲ τιμῶμεν, τῶν πειρασμῶν γὰρ σκεδάζεις τὸν ὄχλον, καὶ δυσσεβῶν ἐκδιώκεις ἐπήῤῥειαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου διάσωσον.
Θανάτου, τοῦ αἰφνιδίου ῥῦσαί με, καὶ πασῶν τῶν συμφορῶν θεοφόρε, καταφυγὴ γὰρ ἡμῶν τῶν ἀλγούντων, καὶ ὁ λιμὴν ἀνεδείχθης ἀκύμαντος, καὶ δέομαι θαυματουργέ, ἐκ παντοίας ἀνάγκης με λύτρωσαι.
Ὡς τεῖχος, καταφυγῆς καλοῦμέν σε, ὀρθοδόξων οἱ χοροὶ θεοφόρε, καὶ ἰατρὸν ἐν τοῖς νόσοις παμμάκαρ, σὲ ὀνομάζομεν Ὅσιε πάντιμε, καὶ δέομαί σου ἀγαθέ, τῶν παθῶν καὶ κινδύνων διάσωσον.
Θεοτοκίον.
Ἐν κλίνῃ, νῦν ἀσθενῶν κατάκειμαι…
Διάσωσον…
Ἄχραντε…
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Ἀντιλήπτωρ τῶν χριστιανῶν ἀκαταίσχυντος, καὶ ἡμῶν τῶν πιστῶν σὺ φρουρὸς ὁ ἀκοίμητος, μὴ παρίδης χριστιανῶν δεήσεων φωναῖς, ἀλλὰ σπεῦσον σὺ θαυματουργέ εἰς τὴν βοήθειαν ἡμῶν τῶν θερμῶς ἐκβοώντων σοι. Τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς θεραπείαν, ὡς ἀντιλήπτωρ τῶν πιστῶν, σὺ Παρθένιε μακάριε.
Προκ.: Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην…
Στ.: Θαυμαστὸς ὁ Θεός…
Εὐαγγέλιον ὁσιακόν. Ἐκ τοῦ κατὰ Ματθαίου (ΙΑ΄27-30).
Δόξα: Ταῖς τοῦ Ἱεράρχου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός… Ἦχος πλ. Β΄.
Μεταβολῆ τῶν ἐν κινδύνοις, ἀπαλλαγὴ τῶν ἀλγουμένων, πανεύφημε Ἱεράρχα Κυρίου, σῶζε κτήνη καὶ λαόν, τῶν ἀδικουμένων ὁ προστάτης, ἐλευθερωτὴς τῶν αἱχμαλώτων, ἁπάντων Ὀρθοδόξων ἀρωγός.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥαθυμίας ἀμέτρου, καὶ δεινῆς ἀῤῥωστίας ταῖς ἱκεσίαις σου, Παρθένιε παμμάκαρ, προστρέχοντά σοι ῥῦσαι, τῇ σῇ σκέπῃ κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Πειρασμῶν καὶ κινδύνων, καὶ ἀνάγκης καὶ θλίψεως ἐλευθέρωσον, ἐκ νόσου τοῦ καρκίνου, σὺ φύλαξον θεόφρον, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐπηρείας παντοίας, καὶ δεινῶν ἀῤῥωστείας ῥῦσαι Παρθένιε, τοὺς πόθῳ τε καὶ πίστει, προστρέχοντάς σοι Πάτερ, καὶ θερμῶς ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωμάτων μαλακίας…
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς ἀσθενούντας, καὶ τοὺς ἐν ζάλαις τοῦ βίου, μὴ παρίδης Παρθένιε Πάτερ, ἀλλὰ ταῖς λιταῖς σου, γενοῦ μοι ἀντιλήπτωρ.
Τὰς ἐπιθέσεις, τοῦ αοράτου Βελίαρ, φυγαδεύεις πρεσβείαις σου μάκαρ, καὶ τοὺς ἐν ἀνάγκαις, κουφίζεις θεοφόρε.
Τὰς ἀσθενείας, σὺ τῶν πιστῶν ἰατρεύεις, καὶ ἀλόγων τὰς νόσους παμμάκαρ, δι’ ὅ σὲ ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τῶν πειρασμῶν σύ…
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Νοσούντων καὶ πλεόντων, καὶ τῶν ἐν κινδύνοις, φρουρὸς σοφὲ ἀνεδείχθης ἀκοίμητος, καὶ τῶν στενόντων ἐκ πόνων τὸ παραμύθιον.
Παθῶν μου τὴν μανίαν, νέκρωσον θεόφρον, καὶ τοῦ νοός μου τὴν ζάλην κατεύνασον, ἵνα ἀπαύστως δοξάζω σὲ τὸν μακάριον.
Πηγὴ τῶν ἰαμάτων ὄντως ἀνεδείχθης, καὶ δωρημάτων κρουνὸς ὁ ἀκένωτος, δι’ ὅ σὺ πάντας θεόφρον σκέπε καὶ φύλαττε.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ…

Ἄξιόν ἐστι… καὶ τὰ Μεγαλυνάρια.
Χαίροις τῶν Ἀγράφων θεῖος βλαστός, καὶ Ῥαδοσβιζίου ἀρχιθύτης ὁ ἐκλεκτός, χαίροις τῆς Δουσίκου, τὸ σέμνωμα καὶ δόξα, Ἀρχιερέων κλέος Πάτερ Παρθένιε.
Χαίροις Θεσσαλίας θεῖος καρπός, χαίροις τῆς Ἠπείρου ἀντιλήπτωρ καὶ άρωγός, χαίροις τῶν Αγράφων, θησαύρισμα τὸ νέον, πηγὴ τῶν ἰαμάτων μάκαρ Παρθένιε.
Χαίροις ἀσθενούντων ὁ ἰατρός, καὶ τῶν ἐν ἀνάγκαις καταφύγιον ἰσχυρόν, μάκαρ τῆς Ἠπείρου, αγλάϊσμα τὸ νέον, σὺ ὄντως ἀνεδείχθης Πάτερ Παρθένιε.
Φύλαξον τοὺς δούλους σου θαυμαστέ, νόσου τοῦ καρκίνου καὶ τῶν ἄλλων ἀσθενειῶν, τοὺς προσερχομένους, ἐν τῇ Μονῇ Δουσίκου, ἐν πόθῳ προσκυνῆσαι τὰ θεῖά σου λείψανα.
Ψάλλουσι πανδήμως σεμνοπρεπῶς, μοναζόντων τάξεις, Ὀρθοδόξων τε οἱ χοροί, καὶ ἀνευφημοῦσι, σὲ Πάτερ Ἱεράρχα, τὸν ἄκακον ποιμένα μάκαρ Παρθένιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί…
Τὸ τρισάγιον, τὰ συνήθη, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν τὸ. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἱερέων οἱ χοροί, καὶ ἀρχιερέων οἱ δῆμοι, τῶν ὀρθοδόξων πληθύς, ὕμνοις ἀνυμνήσωμεν τὸν Ἱεράρχην Χριστοῦ, Θεσσαλίας τὸ καύχημα, Ἠπείρου ποιμένα, τῶν Ἀγράφων κλέϊσμα, Ῥαδοσβιζίου ποιμήν, ὅθεν, ἱκετεύομεν μάκαρ, φύλαξον ἡμᾶς ταῖς λιταῖς σου, ἀπὸ πάσης ἅγιε κακώσεως.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Δι’ εὐχῶν.
 


                                         πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου