ΤΡΙΩΔΙΑ ΕΒΔΟΜΑΔΟΣ ΤΗΣ
ΠΕΝΤΗΚΟΣΤΗΣ
ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ ΕΝ ΤΩ
ΑΠΟΔΕΙΠΝΩ
ᾨδὴ β΄. Ἦχος β΄. Θεὸς ἀληθινὸς τὰ ἔργα Σου.
Τὸ Πνεῦμα τὸ εὐθὲς ὁδῷ εὐθείᾳ, ὁδήγησον τοὺς σὲ
δοξολογοῦντας.
Ὁ ἐξ οὐρανοῦ ἐπιδημήσας, Παράκλητε σῷζε τοὺς σὲ
ἀνυμνοῦντας.
Ζωὴν ζωοποιὸς καὶ φῶς ὑπάρχων, Παράκλητε φώτισον τὴν
ψυχήν μου.
Θεὸς ὢν ἀληθινὸς καὶ ζωοδότης, Παράκλητε σῷσον τοὺς
σὲ τιμῶντας.
Θεοτοκίον.
Θεὸν ἀληθινὸν Παρθενομῆτορ, ἐγέννησας εἰς ἡμῶν
σωτηρίαν.
ᾨδὴ η΄. Τον ἐν καμίνῳ τοῦ πυρός.
Ἐν ὑπερώῳ τῶν σοφῶν, συνηγμένων μαθητῶν, ὤφθησαν
ἄφνω, μεριζόμεναι γλῶσσαι, ὡσεὶ πυρὸς καὶ πνοῆς, βιαίας ὁ ἦχος ἠκούετο, τοῖς
ὑπερυψοῦσι Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἄλλον παράκλητον ἡμῖν, ὁ παράκλητος Χριστὸς
ἀγαθοδότως, ἐξαπέστειλε Πνεῦμα, τὸ ἐν προφήταις λαλοῦν, καὶ γλώσσαις πυρίναις
φθεγγόμενον, ταῖς τῶν θεηγόρων καὶ σοφῶν ἀποστόλων.
Τῶν χαρισμάτων ἡ πηγή, ἀγαθῶν ὁ χορηγὸς ἐπιφοιτήσας,
ὁ Παράκλητος ἄλλος, τοῖς τοῦ Χριστοῦ μαθηταῖς, χωνεύσας αὐτοὺς ἀνεκαίνισε,
φέγγος εὐσεβείας δι’ αὐτῶν ἐξαστράψας.
Θεοτοκίον.
Ἐξασθενεῖ μου νῦν ὁ νοῦς, εἰς τὰ πάθη ἐμπεσὼν τῆς
ἀτιμίας, ὡς ἐντεῦθεν ποικίλοις, περιπαρῆναι κακοῖς, ἀλλα σύ με Παρθένε
θεράπευσον, τῷ τῆς ἀπαθείας φωτὶ περιβαλοῦσα.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ὁ τὰς ἀγγέλων χορείας, ἁγιάζων καὶ τούτων, τὰς
τάξεις κυβερνῶν ὡς ἀγαθός, οὗτος καὶ νυν παραγέγονεν, φοιτήσας τῇ οἰκουμένῃ
θείαις ἀστραπαῖς, τοὺς σοφοὺς ἀποστόλους, σοφίσας ἐξαπέστειλεν.
Ὁ τῆς θεότητος πλοῦτος, διανέμεται μένων, ὡς ἦν μὴ
διαιρούμενος σαφῶς, τοῖς ἀποστόλοις ἐν γλώσσαις πυρός, καὶ φλογὸς σφοδροτέρους,
κατὰ τῆς πλάνης τούτους ἐκτελεῖ, τῆς εἰδωλομανίας τὴν ὕλην καταφλέγοντας.
Τὸ Πνεῦμα τῆς ἀληθείας, καὶ συνέσεως Πνεῦμα, σοφίας
καὶ ἰσχύος καὶ βουλῆς, τὸ ἐκ Πατρὸς προερχόμενον, δι’ Υἱοῦ δὲ τῇ κτίσει,
πλουσίως χορηγούμενον ἡμᾶς, τοὺς πιστῶς προσκυνοῦντας, τὸ κράτος σου διάσωσον.
Θεοτοκίον.
Θεομακάριστε Κόρη, τὴν ἐλπίδαν μου πᾶσαν, προθύμως
ἀνατίθημι ἐν σοί, σῷσόν με Μῆτερ τῆς ὄντως ζωῆς, καὶ τρυφῆς αἰωνίου, πλησθῆναι
καθικέτευσον Ἁγνή, τοὺς πιστῶς προσκυνοῦντας, τὸν τόκον σου τὸν ἄχραντον.
ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ
ᾨδὴ γ΄. Ἦχος γ΄. Τὸ στερέωμα.
Ἐστερέωσε, τῶν οὐρανῶν τὰς δυνάμεις, καὶ ἔδειξε
σήμερον τοὺς Ἀποστόλους, οὐρανίους τὸ Πνεῦμα τὸ Παράκλητον.
Ὁμοούσιον, ἰσοσθενές τε τὸ Πνεῦμα, ὁμόχρονον
σύνθρονον Πατρὶ καὶ Λόγῳ, προσκυνοῦντες εὐσεβῶς, μεγαλύνωμεν.
Τὸ ἀμόλυντον, τὸ καθαρώτατον Πνεῦμα, Παράκλητον
ἄχραντον θεολογοῦμεν, τὸ διῆκον διὰ πάσης τῆς κτίσεως.
Θεοτοκίον.
Ναὸς ἅγιος, καὶ κιβωτὸς καὶ λυχνία, Πανάχραντε
γέγονας ἄδυτον φέγγος, τοῖς ἐν σκότει τὸν Χριστὸν ἐξανατείλασα.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Μίαν ἐν τρισὶ τοῖς προσώποις, ἄτμητον θεότητος οὐσίαν,
προσκυνοῦμεν μοναρχίαν καὶ βασιλείαν, θεοφρόνως μέλποντες, εὐλογεῖτε πάντα τὰ
ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Πνεῦμα νοερὸν Πνεῦμα θεῖον, ἡγεμονικὸν τὸ πανολβίως
διανέμον, χαρισμάτων τὰς ἐνεργείας, τοῖς ἐν πίστει μέλπουσιν, εὐλογεῖτε πάντα
τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τὸ ζωοαρχικὸν θεῖον Πνεῦμα, συμπληρωτικὸν τῆς
Τριάδος ἐπιγνόντες, τρισαγίοις ὑμνολογίαις, ὀρθοδόξως μέλψωμεν, εὐλογεῖτε πάντα
τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὴν τοῦ Ἰακὼβ καλλονήν σε, την εὐπρεπεστάτην ὁ
ὡραῖος παρὰ πάντας, ἐξελέξατο Θεὸς Λόγος, Θεομῆτορ Ἄχραντε, ὃν ὑμνοῦντες πίστει
αεὶ δοξάζομεν, καὶ σὲ ὡς Θεοτόκον μεγαλύνομεν.
ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.
Τὸ πολυμερὲς εὐκίνητον, Πνεῦμα θεολογήσωμεν, τὸ
πᾶσιν ἀναβρύον, καὶ μερίζον θείας δωρεάς, Πνεῦμα Παράκλητον ἄλλον, εκ τοῦ
ἀνάρχου Πατρὸς ἐκπορευόμενον, Υἱῷ τε συνανάρχῳ συννοούμενον.
Τὸ θεαρχικὸν ἀπήμαντον, Πνεῦμα δοξολογήσωμεν, τὸ
πάλαι ἐν προφήταις, προμηνύσαν τὸν νῦν φωτισμόν, καὶ τὴν πανόλβιον χύσιν, τῶν
θεϊκῶν δωρεῶν, μεριζομένην μαθηταῖς, τοῖς τοῦ Λόγου καὶ τοῖς μάρτυσιν.
Εὐεργετικὸν καὶ πλούσιον, Πνεῦμα ὑμνολογήσωμεν, τὸ
πάντας ἁγιάζον, καὶ φωτίζον φέγγει νοητῷ, τὸ παντοδύναμον κράτος καὶ
παντεπίσκοπον, τὸ συνταττόμενον Πατρί, καὶ Υἱῷ συνδοξαζόμενον.
Θεοτοκίον.
Ἡ τοῦ νόμου σκιὰ παρέδραμεν, ὁ φωτισμὸς ἀνέτειλε
τοῖς ἐν σκότει καθημένοις, ὁ ἐκ σοῦ Παρθένε σαρκωθείς, διὰ πολλὴν εὐσπλαγχνίαν,
ὁ ἐξ ἀνάρχου Πατρός, πρὸ τῶν αἰώνων γεννηθείς, τῷ τεκόντι ὁμοούσιος.
ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ
ᾨδὴ δ΄. Ἦχος δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀληθοῦς ἐπαγγελίας, προθεσμία πεπλήρωται, ἡ φωσφόρος
χάρις, τῆς Πεντηκοστῆς ἐπεδήμησε, τοῦ Παρακλήτου ἡ δόξα πεφανέρωται, τοῖς
κραυγάζουσι δόξα Χριστὲ τῇ δυνάμει σου.
Ἀκατάληπτον τὸ Πνεῦμα, τὸ πανάγιον πέφυκεν,
ὑπερβαῖνον πᾶσαν, νοῦ καὶ διανοίας ὀξύτητα, ὡς τῶν αἰώνων ἁπάντων ἀρχαιότερον,
ὡς Πατρὶ καὶ Υἱῷ μονογενεῖ συνταττόμενον.
Οὐκ ἀρξάμενον τοῦ εἶναι, οὐ παυσόμενον ὕστερον, ἀλλ’
ἀεὶ ὑπάρχον, πέλαγος οὐσίας ἀμέριστον, τὸ παντοδύναμον Πνεῦμα τὸ ἀΐδιον, τῷ
Πατρὶ καὶ τῷ Μονογενεῖ συνδοξάζεται.
Θεοτοκίον.
Ἐπεσκίασε τὸ Πνεῦμα, ἐπὶ σὲ τὸ πανάγιον, παναγία
Κόρη, σὲ θεοπρεπὲς ἐνδιαίτημα, τῇ σωματώσει τοῦ Λόγου ἐργαζόμενον, ἐπιτήδειον,
τῶν οὐρανῶν ὑψηλότερον.
ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Ἀθυμίας ἀχλὺν ὑπεράγαθε, παρακλήσει τῇ σῇ
διασκέδασον, τῶν εὐσεβῶν ὑμνούντων σε, καὶ πιστῶς μελωδούντων, πάντα τὰ ἔργα
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ὁ βουλήσει τῇ σῇ τὰ χαρίσματα, διανέμων οἷς θέλεις
Παράκλητε, τοῖς σὲ Θεὸν γινώσκουσι, τὴν σὴν χάριν παράσχου πίστει βοῶσιν, εὐλογεῖτε
ὑμνεῖτε τὸν Κύριον.
Ὡς Θεὸς ἀληθὴς ὁ Παράκλητος, προσκυνεῖται πιστῶς καὶ
λατρεύεται, τοῖς εὐσεβῶς δοξάζουσι, καὶ βοῶσιν ἀπαύστως, πάντα τὰ ἔργα
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶ παθῶν μου κατεύνασον
τάραχον, καὶ τὴν ψυχήν μου φώτισον, ἀξιώσασα μέλπειν, πάντα τὰ ἔργα εὐλογεῖτε
ὑμνεῖτε τὸν Κύριον.
ᾨδη θ΄. Εὔα μέν.
Πνεύματος ἡ θεία δωρεά, ἐκκέχυται ἐπὶ πᾶσαν τὴν
πιστεύσασαν, σάρκα ὡς πάλαι ὁ προφήτης, ἐνθεαστικώτατα προηγόρευσεν, ἡμεῖς δὲ
τῶν προῤῥηθέντων τὴν ἔκβασιν, νῦν καθορῶντες φωτιζόμεθα.
Τοὺς σοὺς θεηγόρους Μαθητάς, ἐνέπλησας Παναγίου
Σῶτερ Πνεύματος, κόσμῳ δὲ τούτους ὡς βολίδας, τὸ φῶς τῆς εὐσεβείας πυρσεύοντας,
ἀπέστειλας ὡς Δεσπότης καὶ Κύριος, ὅθεν σε πάντες μεγαλύνομεν.
Πῦρ καθαρτικόν, τῶν Μαθητῶν ἐδρόσισε, τὰς καρδίας ἡ
τοῦ Πνεύματος, πίπτουσα δρόσος οὐρανόθεν, τοῦ Λόγου τοὺς αὐτόπτας ἐπύρσευσε, τῷ
κόσμῳ θεογνωσίαν ἀστράπτοντας, τὴν τῆς Τριάδος ἀποστείλασα.
Θεοτοκίον.
Ἐξ Ἁγίου Πνεύματος Ἁγνή, συνέλαβες τὸν αχρόνως
ἀναλάμψαντα, Λόγον Πατρὸς ἐξ ἀγεννήτου, καὶ τοῦτον σαρκωθέντα γεγέννηκας, δι’
ἄκραν φιλανθρωπίας χρηστότητα, θεογεννῆτορ Μητροπάρθενε.
ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ
ᾨδὴ ε΄. Ἦχος πλ. α΄. Ὁ ἀναβαλλόμενος.
Τὸ ἐκπορευόμενον, ἐκ τοῦ ἀνάρχου Πατρὸς ἀδιαστάτως,
ἐν τῷ Υἱῷ δὲ ἐπαναπαυόμενον, πανάγιον Πνεῦμα, πιστοὶ δοξολογήσωμεν.
Τὸν ἐγκαινιζόμενον ἐν ταῖς καρδίαις ἡμῶν, καὶ
ἀνακτίζον καὶ ἁγιάζον, τοὺς ἐν οἷς οἰκίζεται, σὺν τοῖς Ἀποστόλοις, φαιδρῶς
ὑποδεξώμεθα.
Τὸ ἀπειροδύναμον καὶ παντοδύναμον, τοὺς πρὶν
φθαρέντας ἀνακαινίζον καὶ φαιδρύνον ἅπαντας, πανάγιον Πνεῦμα, τρανῶς
θεολογήσωμεν.
Θεοτοκίον.
Ὄρος ἐμφανέστατον, ὄρος κατάσκιον, τὸ Σιὼν ὄρος,
τετυρωμένον ὃ Θεὸς ἠγάπησεν, ἁγία Παρθένε, διάσωσον τοὺς δούλους σου.
ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ἡ διαμονὴ τῶν γεγονότων πάντων, αὐτὸς εἶ Παράκλητε
καὶ ἡ συντήρησις, σῷσον τοὺς φύσει σε Κύριον ὑμνοῦντας, καὶ ὑπερυψοῦντας εἰς
πάντας τοὺς αἰῶνας.
Τὴν ζωαρχικὴν καὶ ζωηφόρον χάριν, τὴν ἀνακαινίζουσαν
ἡμᾶς ἐπίπνοιαν, Πνεῦμα τὸ θεῖον, καὶ ἄϋλον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας
τοὺς αἰῶνας.
Ἡ διανομὴ τῶν ἀκηράτων δώρων, καὶ χάριτος πέλαγος
καὶ πλοῦτος ἄφατος, σὺ εἶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ θεῖον, σὲ ὑπερυψοῦμεν εἰς
πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἡ δημιουργὸς Θεοῦ σοφία Κόρη, ναὸν ᾠκοδόμησεν ἐκ σοῦ
τοῦ σώματος, σῷσον τοὺς πίστει σε Πάναγνε τιμῶντας καὶ ὑπερυψοῦντας εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἠσαΐα χόρευε.
Τὴν ἡμῶν προσήγαγες, τῷ Πατρί σου Σῶτερ ἀπαρχήν, καὶ
φύσεως θεϊκῆς, πλοῦτον ἀντιδούς, ἡμῖν ἐξαπέστειλας, τὸ ἀγαθὸν καὶ ζωοποιόν,
Πνεῦμα τὸ ἅγιον, καὶ συνάναρχόν σου Δέσποτα.
Ἀπαρχὴ θεότητος, νῦν δωρεῖται φύσει χοϊκῆ, τὸ Πνεῦμα
τὸ τοῦ Πατρός, καὶ Μονογενοῦς, οὐκ ἀλλοτριούμενον, ἀλλὰ συνὸν ὡς ὁμοφυὲς καὶ
ὁμοούσιον, καὶ ὁμότιμον καὶ σύνθρονον.
Οὐράνους ἀπέδειξας, τοὺς σοὺς θείους Σῶτερ Μαθητάς,
λαλοῦντας γλώσσαις πυρός, σοῦ τὴν πρὸς ἡμᾶς φρικτὴν συγκατάβασιν, νῦν ἐπ’ αὐτούς,
τὴν φωτοποιόν, πέμψας ἐνέργειαν, οὐρανόθεν τὸν Παράκλητον.
Θεοτοκίον.
Τοῦ Ἁγίου Πνεύματος, τὴν παστάδα τὴν παρθενικήν, εξ
ἧς ὁ δημιουργὸς Λόγος τοῦ Πατρός, προῆλθεν ως ἄνθρωπος, καὶ ἐν ἡμῖν
συναναστραφείς, νῦν ἐφανέρωσε, τῆς Τριάδος τὴν ἐπίγνωσιν.
ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ
ᾨδὴ στ΄. Ἦχος πλ. β΄. Του βίου τὴν θάλασσαν.
Ἐνήργησε πρότερον, ἐν ἀγγέλων στρατιαῖς, ἁγιασμὸν
δωρούμενον, καὶ φωτίζον θεότητος ἀστραπαῖς, τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ τηροῦν ἐν
μονίμῳ ἁγιότητι.
Προφήτας ἀνέδειξας, δυναμένους προορᾶν, τὴν τῶν
μελλόντων πρόγνωσιν, ταῖς καρδίαις ταῖς τούτων ὡς ἀγαθός, οἰκήσας Παράκλητε,
καὶ τὰ πόῤῥω προβλέπειν παρεσκεύασας.
Ἐκ γῆς ἀνυψούμενοι, δι’ ἐνθέου ἀρετῆς, οἱ τοῦ
Χριστοῦ Ἀπόστολοι, οὐρανόθεν τὸ Πνεῦμα δεσποτικῶς, φοιτῆσαν ἐδέξαντο, καῖ
θεότητος αἴγλῃ κατελάμποντο.
Θεοτοκίον.
Τὸ Πνεῦμα τὸ Ἅγιον, ἐπὶ σὲ τὸ καθαρόν, τῆς παρθενίας
τέμενος, καταβὰν ἀπειργάσατο τηλαυγῶς, πανάγιον σκήνωμα, τοῦ Υἱοῦ τοῦ Ὑψίστου
παμμακάριστε.
ᾨδὴ ζ΄. Δροσοβόλον μέν.
Τὸν παναίτιον Πατέρα καὶ γεννήτορα, τοῦ πρὸ αἰώνων
Υἱοῦ, καὶ προβολέα τοῦ Ἁγίου Πνεύματος πιστοί, συμφώνως δοξάσωμεν ἀεί,
εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Ὁ Παράκλητος ἰδίωμα θεότητος, φέρων νῦν ἐπεδήμησεν,
Ἀποστόλοις γάρ, ἐν πυρίναις γλώσσαις ὁμιλῶν, Θεὸς ἀναδέδεικται σαφῶς, εὐλογητὸς
εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Οὐρανοὺς ἀεικίνητους ὁμοτίμῳ σου Πνεύματι
ἐστερέωσας, τοὺς Μαθητάς σου, σὲ τὸν μέγαν ἥλιον ἡμῖν, φαιδρῶς ἀνατέλλοντας
Χριστέ, εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.
Θεοτοκίον.
Σωματώσεως τοῦ Λόγου θεῖον ὄργανον, σεμνὴ Πνεῦμα τὸ
ἅγιον, ἐπισκιάσαν ἐπὶ σὲ τὴν θείαν κιβωτόν, λαμπρὸν κατεσκεύασεν Ἁγνή,
εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
ᾨδὴ η΄. Ἐκ φλογός.
Ἐκ Πατρὸς ἀποῤῥήτως ἐκπορευόμενον, ἐν Υἱῷ ἀσυγχύτως
ἀναπαυόμενον, Πνεῦμα τὸ πάνσεπτον καὶ παντοδύναμον, σὲ ὑπερυψοῦμεν, εἰς πάντας
τοὺς αἰῶνας.
Τὸ τοὺς τάφοις οίκοῦντας ἀνακαλούμενον, καὶ τὸ
πρόσωπον πάσης, ἀνακαινίζον τῆς γῆς, τὰ ἐπὶ τῆς γῆς ἡμῶν μέλη θανάτωσον, τῶν σὲ
προσκυνούντων εἰς πάντας τοὺς αἰῶνας.
Ψυχικῶν μολυσμάτων ἡμᾶς καθάρισον, ἁμαρτίας τὸν
ῥῦπον ἡμῶν ἀπόπλυνον, δὸς ἡμῖν εὐθὲς ἐγκαινιζόμενον, Πνεῦμα σωτηρίας Χριστὲ εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐρανὸς ἀνεδείχθης Ἁγνὴ ἐπίγειος, τὸν οὐράνιον Λόγον
γαστρὶ χωρήσασα, τὸν τοῖς ἐπὶ γῆς σαρκὶ προσομιλήσαντα, ὃν ὑπερυψοῦμεν εἰς
πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Πυρὸς ἐν γλώσσαις τρανῶς φθεγγόμενοι, οἱ Μαθηταὶ τὴν
πλάνην τῶν εἰδώλων κατέφλεξαν, τῶν πιστῶν δὲ τὰς ψυχὰς κατηύγασαν, τὴν
φωτιστικωτάτην θείαν ἐνέργειαν, τὴν τοῦ Παρακλήτου προφανῶς ὑποδεξάμενοι.
Ἁγνὰ δοχεῖα τῆς θείας χάριτος, καὶ θεϊκῆς ἀκτῖνος
ἀκηλίδωτα ἔσοπτρα, τοὺς σοφούς σου Μαθητὰς ἀνέδειξας, τοῦ θεαρχικωτάτου
Πνεύματος ἔλλαμψιν, τούτοις ἀποστείλας ἀγαθὲ ὡς πολυέλεος.
Τυχεῖν τῆς θείας μακαριότητος, τοὺς ὑμνητὰς τῆς σῆς
ἐπιδημίας Παράκλητε, ὡς πηγὴ τῶν ἀγαθῶν εὐδόκησον, τῶν πανολβιωτάτων δώρων τὴν
μέθεξιν, ὡς ἀγαθοδότης χορηγῶν, μόνε Φιλάνθρωπε.
Θεοτοκίον.
Θεὸν ἀνθρώποις Ἁγνὴ κατήλλαξας, ὑπερφυῶς αὐτῷ τε καὶ
ἡμῖν μεσιτεύσασα, διὰ σοῦ γὰρ Πάναγνε συνῆλθον εἰς ἕν, τὰ τὸ πριν διεστῶτα, τῆς
οὐρανίου γὰρ θείας κληρουχίας, καὶ τρυφῆς κατηξιώθημεν.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου