ΚΑΝΟΝΕΣ ΤΡΙΑΔΙΚΟΙ,
Ψαλλόμενοι κατ’ ἦχον, ἑκάστῳ Σαββάτῳ ἑσπέρας,
εἰς τὸ Ἀπόδειπνον, ἀντὶ Θεοτοκαρίου.
ΝΕΚΤΑΡΙΟΣ ΜΑΜΑΜΟΥΛΟΥΓΚΟΣ
Ἦχος α΄.
ᾨδὴ α΄. Χριστὸς γεννᾶται.
Τριάδα
πάντες δοξάσωμεν, Πατέρα καὶ Υἱὸν σὺν τῷ Πνεύματι, οὐσίαν μίαν
ἀμέριστον, τὴν πάσας τὰς οὐσίας θεοπρεπῶς, ᾶναλκεῖ δυνάμει, καὶ σοφίᾳ
ὑπερσόφῳ οὐσιώσασαν.
Δεῦτε
πιστῶν ἡ ὁμήγυρις, Υἱὸν τὸν Πατρὶ προσκυνήσωμεν, καὶ Πνεῦμα τὸ
συναΐδιον, τὰ τρία μίαν φύσιν, ὑπερφυῶς, καὶ ἀδιαιρέτως διαμένουσαν ᾀεὶ
θεοπρεπέστατα.
Θεὲ
Πατέρων προάναρχε, Υἱὲ Λόγε Πατρὸς Ὁμοοῦσιε, καὶ Πνεῦμα τὸ συναΐδιον,
τὰ τρία μία φύσιν, μία ἰσχύς, μία βασιλεία, τοὺς ὑμνοῦντας πιστῶς ᾀεὶ
περίσωζε.
Θεοτοκίον.
Σὺ
μόνη πάντας τῆς φύσεως, τοὺς ὅρους ὑπερέβης Ἀμόλυντε, Θεὸν ἀποῤῥήτως
τέξασα, καὶ μείνασα Παρθένος ὑπερφυῶς, ὅθεν πᾶσα φύσις, κατὰ χρέος
εὐφημεῖ, καὶ μακαρίζει σε.
ᾨδὴ γ΄. Τῷ πρὸ τῶν ἀιώνων.
Μίαν προσκυνοῦμεν, τρισυπόστατον φύσιν ἀμέριστον, Πατέρα, Λόγον, καὶ τὸ Πνεύμα, ἀκατάληπτον ἕνα, Θεὸν ἄναρχον ἀΐδιον, ὑφ’ οὗ πρὶν ἐπλάσθημεν οἱ βροτί, ἐν ᾧ καὶ σωζόμεθα.
Τὸ
πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννήθεντα δοξάζω Υἱόν, καὶ σὺν Πατρὶ τὸ
θεῖον Πνεῦμα, προσκυνῶ ὁ ἀχρεῖος, οἰκτρῶς αἰτῶν τὴν συγχώρησιν τῶν
ἐγκλημάτων, και γὰρ ὡς ἐγὼ, οὐδεὶς ἄλος ἥμαρτε.
Πίστει
τε καὶ πόθῳ, προσκυνοῦμε ᾀεὶ καὶ δοξάζομεν, Πατέρα Λόγον τε, καὶ Πνεῦμα
ἀσυγχύτως, ἀτρέπτως, Θεὸν ἕνα καταγγέλοντες, τὸν ἐκ μὴ ὄντων τὰ πάντα
τὸ πρίν, πανσόφως ποιήσαντα.
Θεοτοκίον.
Μήτηρ
τοῦ ἐλέους, ἄνοιξόν μοι τὰς πύλας ἐλέους Θεοῦ, καὶ μὴ ἐᾴσῃς ἀπωλέσθαι,
τὸν ἀχρεῖόν σου δοῦλον. Εἰ γὰρ καὶ σφοδρῶς ἐξήμαρτον, ἀλλὰ θαῤῥῶν σῷ
ἐλέει πιστῶς δάκρυσι, προσπίπτω σοι.
ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης.
Μονάδα
Θεότητος ὑμνῶ, τρισὶν ὑποστάσεσι, Πατέρα Λογο Πνεῦμα Ἅγιον, τὴν ὑπὸ τῶν
Σεραφὶμ ὑμνουμένην πάντοτε, καὶ περιδεῶς προσκυνουμένην, τὴν πᾶσαν
θεοπρεπῶς, κτίσιν καὶ σοφῶς ὑποστήσασαν.
Μίαν
τρισυπόστατον ἀρχήν, δοξάζω αὐτεξούσιον, παντουργικὴν καὶ ἀκατάληπτον,
ἕνα Θεὸν τοῦ παντός, ἄναρχον αἰώνιον, τὸν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
πάντα τὸν κόσμον σοφῶς, καὶ παντοδυνάμῳ ποιήσαντα.
Δεῦτε
συνελθόντες οἱ πιστοί, Τριάδα προσκυνήσωμεν, μίαν ἀμέριστον θεότητα,
ὑπερφυῆ, και τὸ πᾶν συντηροῦσαν ῥᾷστα, συμπαθητικὴν τοῖς ἐπταικόσι, καὶ
συγχωροῦσαν ᾀεί, πάντα τοῖς βροτοῖς τὰ ἐγκλήματα.
Θεοτοκίον.
Δέσποινα
Κυρία τοῦ παντός, δεινῶς κυριευθέντα με, ὑπὸ παθῶν καὶ περιστάσεων,
ἀνάστησον ἐκ βυθοῦ, κατωτάτου δέομαι, καὶ τῷ σῷ Υἱῷ οἰκείωσόν με, ἵνα
κηρύττω τρανῶς, τὴν εὐσπλαγχνίαν καὶ δύναμιν.
ᾨδὴ ε΄. Θεὸς ὤν εἰρήνης.
Θεὸς
ὤν εἰρηνης, εἰρήνην ἡμῖν, καὶ τὴν ἄφεσιν εὔσπλαγχνε δώρησαι, Τριὰς ἡ
ὑπερούσιος, καὶ λύτρωσαι ἡμᾶς, πυρὸς τοῦ αἰωνίου, ὁ μόνος ἐλεήμων,
μετόχους τε ποίησον, τῆς οὐρανίου Βασιλείας σου.
Θεότητος
μίαν, ἀρχὴν εὐσεβῶς, ἐν τρισὶν ὑποστάσεσι σέβομεν, Πατέρα προαιώνιον,
Λόγον ἐξ αὐτοῦ, ἀφράστως γεννηθέντα, ὁμότιμόν τε Πνεῦμα, ἄναρχον Θεὸν
ἕνα, ἀδιαιρέτως διαιρούμενον.
Τριὰς
ἐν μονάδι, Θεὲ τοῦ παντός, ὁμοοούσιε ἄναρχε ἄκτιστε, πταισμάτων ἡμῖν
ἄφεσιν, παράσχου Ἀγαθέ, τοῖς πόθῳ σε τιμῶσι, καὶ πίστει προσκυνοῦσι, καὶ
μετὰ Ἁγίων σου ὡς ἐλεήμων κατασκήνωσον.
Θεοτοκίον.
Θεὸν
τετοκυῖα, ἀφράστως ἁγνή, μετὰ τόκον Παρθένον διέμεινας, καὶ πάντα ὅσα
βούλεσαι, πελεῖς θεοπρεπῶς, ὅθεν σε δυσωποῦμεν, οἰκτείρησον σοὺς
δούλους, τοὺς πόθῳ τιμῶντάς σε, καὶ τῆς γεέννης ἐλευθέρωσον.
ᾨδὴ στ΄. Σπλάγχνων Ἰωνᾶν.
Σέβω
καὶ τιμῶ, Τριάδα ἀμέριστον, προσώποις τρισί, καὶ ὑποστάσεσι,
προαιώνιον, Βασιλείαν τε μίαν Κυρίαν παντός, τὸν Πατέρα καὶ Υἱὸν καὶ
Πνεῦμα Ἅγιον, πάντων τῶν βροτῶν τὰ πταίσματα, συγχωροῦσαν πελέγει
χρηστότητος.
Ὄρη
καὶ βουνοί, πεδία καὶ φάραγγες, λαοί, καὶ φυλαί, ἔθνη καὶ πᾶσα πνοή,
ἀνυμνήσωμεν τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα εὐθὲς μίαν μόνην
Τρισυπόστατον Θεότητα, ἥνπερ εὐσεβῶς ἐκήρυξαν, οἱ Ἀπόστολοι πάντες καὶ
Μάρτυρες.
Δεῦτε
οἱ πιστοί, Τριάδα ἀμέριστον, Πατέρα Υἱὸν καὶ Πνεῦμα Ἅγιον,
προσκυνήσωμεν, ὕμνον ταύτῃ ἐνθέως προσᾴδοντες, τὸν τρισάγιον πιστῶς
καθικετεύοντες, ἄνες ἄφες τὰ ἐγκλήματα, τῶν ἐξ ὅλης ψυχῆς ἀνυμνούντων
σε.
Θεοτοκίον.
Δέσποινα
ἁγνή, παράσχου μοι δάκρυα, τοῦ κλαίειν πικρῶς και ὀλοφύρεσθαι, ὅπως
πλύνω μου τῶν πταισμάτων τὸν ῥῦπον, καὶ γὰρ ἀκρατῶς ἁμαρτήσας τὰς
αἰσθήσεις κατεμόλυνα, πάσας καὶ ἀχρεῖος γέγονα, ταῖς πικραῖς ἡδοναῖς
ἡδυνόμενος.
ᾨδὴ ζ΄. Οἱ Παῖδες.
Τριάδα
ἐν μονάδι, καὶ μονάδα ἐν Τριάδι σέβομεν, Πατέρα Λόγον καὶ εὐθές, Πνεῦμα
Ἅγιον δοξάζοντες, Θεὸν ἕνα εὐσεβῶς αὐτὴν κηρύττοντες, μίαν βασιλείαν
δεσπόζουσαν ἁπάντων.
Ἥν
πᾶσαι τῶν Ἀγγέλων, ἀνυμνοῦσιν εὐλαβῶς, καὶ μέλπουσι, τάξεις Τριάδα καὶ
ἡμεῖς μετὰ φόβου προσκυνήσωμεν, ταύτης πάντα τὰ ἐντάλματα φυλλάτοντες,
ἵνα καὶ τῆς θείας τρυφῆς ἀξιωθῶμεν.
Μονάδα
ἐν Τριάδι, προσκυνοῦντες εὐσεβῶς δοξάζομεν, τὰ τρία σέβοντες πιστῶς,
ἀμερίστως διαιρούμενα, ἐν οἷς πάντες βαπτισθέντες ἀναμέλπομεν· ὁ πάντων
Κτίστης Θεός, εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὴν
πάντων ὑπερτέραν, τῶν Ἀγγέλων σὺν Ἀγγέλοις μέλψωμεν, καὶ ἀνυμνήσωμεν
λαμπρῶς, κατὰ χρέος εὐφημίζοντες, καὶ μακαρίζοντες ταύτην ὡς προέφησεν,
ἐν τετοκυῖαν Θεὸν ἀνερμηνεύτως.
ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.
Ὥσπερ
ἐν τοῖς οὐρανοῖς τῶν Ἀρχαγγέλων, εὐλαβούμεναι πᾶσαι αἱ τάξεις τὴν
Τριάδα μέλπουσι μετὰ δέους θεοπρεπῶς, τὸν Τρισάγιον βοῶντες, ἀσιγήτῳ
φωνῇ, οὕτω καὶ ἡμεῖς πηλίνοις στόμασιν, οἱ ἀχρεῖοι μελῳδοῦμεν ὡς
ἰσχύομεν, καὶ δοξολογοῦμεν τὸν μόνον Βασιλέα.
ᾌσμασι
μελωδικοῖς τὴν Παναγίαν ἀνυμνήσωμεν πιστοί, Τριάδα, πατέρα προάναρχον,
τὸν Υἱόν τε καὶ τὸ εὐθές, Πνεῦμα Ἅγιον ὁμότιμον καὶ σύνθρονον, ἥν πᾶσα
πνοή, δοξάζει κραυγάζουσα· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ
ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Τὸν
Πατέρα τὸν Υἱὸν καὶ θεῖον Πνεῦμα, προσκυνήσωμεν πάντες ἐν φοβῳ
πατρικοῖς ἑπόμενοι τοῖς διδάγμασιν εὐσεβῶς, μίαν σέβοντες τριάδα ἐν
προσώποις τρισίν, ἥνπερ εὐχαρίστως ἀναμέλπομεν, εὐλογείτω ἡ κτίσις πᾶσα
κραυγάζουσα, καὶ ὑπερυψούτω Θεόν, τὸν πάντων κτίστην.
Θεοτοκίον.
Χαίροις
ὑπερέχουσα μόνη τῶν ἄνω, στρατευμάτων Δέσποινα ἄμωμε Κόρη, χαίροις
ὑπερένδοξε σκέπη τῶν γηγενῶν, χαῖρε γέφυρα ζωήν, πρὸς τὴν ἀθάνατον,
βροτούς, ἐπανάγουσα τοὺς μέλποντας, εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,
καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Μυστήριον ξένον.
Ὑμνοῦμέν
σε ἥν ἀνυμνοῦσιν Ἄγγελοι, ἐν ἀΰλοις ᾄσμασι Παναγία Τριάς, προσκυνοῦντες
ἐν δέει καὶ φόβῳ πολλῷ, κατανύξει τε καὶ δάκρυσιν αἰτοῦντες πιστῶς, τὴν
τῶν πταισμάτων ἡμῶν ἄφεσιν.
Παράσχου
μοι, ἀμπλακημάτων συγχώρησιν, Τριὰς ὑπερούσιε ὁ οἰκτίρμων Θεός, εἰ καὶ
λίαν ἥμαρτον, ὡς ἄλλος οὐδείς, καὶ ἀξίωσον τῆς δόξης τῶν Ἁγίων σου, ὅπως
ὑμνῶ τὴν εὐσπλαγχνίαν σου.
Δοξάζομεν
τὸν ἐν τρισίν, ὐποστάσεσι, Θεὸν προαιώνιον τοῦτον χερουβικῶς
ἀνυμνοῦντες ὡς ἰσχύομεν χοϊκοῖς οἱ ἀνάξιοι τοῖς χείλεσι καὶ πόθῳ αὐτόν,
ἀκαταπαύστως μεγαλύνομεν.
Θεοτοκίον.
Πανύμνητε
πολεμουμένων βοήθεια, πειρασμῶν τὰ κύματα, σάλων τε δυσχερῶν κακώσεων
ἐχθρῶν πολεμούντων ταῖς σαῖς ἱκεσίαις καταπράϋνον, καὶ σῶσον κᾀμέ, τὸν
ἐν τῇ σκέπῃ σου προστρέχοντα.
Ἦχος β΄.
ᾨδὴ α΄. Δεῦτε λαοί, ᾄσωμεν.
Ἡ
παντουργός, Τριάς, ἁπλῆ καὶ συνάναρχος, ἡ ἐκ μὴ ὄντων ἅπαντα δι’
ἀγαθότητα, παραγαγοῦσα σῶσον, τοὺς πίστει σὲ καὶ πόθῳ ᾀεὶ δοξάζοντας.
Πάτερ
Υἱὲ και Θεῖον Πνεῦμα διάσωσον, τοὺς ὀρθοδόξως σέβοντας, καὶ
προσκυνοῦντάς σε δυσμενῶν ἐναντίων καὶ ποίησον μετόχους τῆς βασιλείας
σου.
Δεῦτε
πιστοί, τρισυποστάτου θεότητος, μίαν ἀρχὴν δοξάσομεν, καὶ κυριότητα,
τὴν ἡμᾶς ἐκ μὴ ὄντων, δι’ ἄκραν εὐσπλαγχνίαν δημιουργήσασαν.
Θεοτοκίον.
Σὲ
τὴν Πηγήν, τῆς εὐσπλαγχνίας κυήσασαν ἐκδυσωπῶ πανάμωμε, πηγάς, δακρύων
μοι, δώρησαι τῷ ἀθλίῳ, ὅπως τὰ πλήθη κλαύσω τῶν ἐγκλημάτων μου.
ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.
Τὰ τρία τῆς μιᾶς μορφῆς πρόσωπα, δοξάζω Πατέρα Υἱὸν καὶ Πνεῦμα ὑπερούσιον θεότητα, βασιλείαν τε πάντων καὶ λαμπρότητα.
Ἀγέννητε Πάτερ Υἱὲ συνάναρχε, καὶ Πνεῦμα τὸ σύνθρονον τοὺς ἐν πίστει σὲ δοξάζοντας περίσωζε ἀβλαβεῖς ἀπὸ πάσης περιστάσεως.
Ἀξίωσον
ἡμᾶς Τριάς, συνάναρχε, ὐμνεῖν καὶ δοξάζειν σε εἰς αἰῶνας ὡς ἐνταῦθά σοι
λατρεύομεν, εἰ καὶ σφόδρα ἀφρόνως σοι προσπταίομεν.
Θεοτοκίον.
Δακρύων μοι πηγάς, Παρθένε δώρησαι, δι’ ὧν ἀποσβέσω τὸ τῆς γεέννης, πῦρ ἐκεῖνο τὸ ἀκοίμητον, καὶ ζωῆς αἰωνίου ἐπιτεύξομαι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε τὴν ἀκοήν σου.
Ὦ Τριάς, ὑπερούσιε, ἱλάσθητι ἡμῖν τοῖς ἐπταικόσι, καὶ γεέννης ῥῦσαι, τοὺς προσκυνοῦντάς σε.
Παντουργέ, παντοδύναμε, μονάς, ἀπλῆ, Τριάς, τοῖς χαρακτῆρσι, φωτισμός, γενοῦ μοι καὶ ἱλαστήριον.
Ἐν τῇ στάσει με σύνταξον τῶν ἐκλεκτῶν, καὶ Σοῦ τῆς Βασιλείας, κοινωνόν με δεῖξον, Τριάς, ἀμέριστε.
Θεοτοκίον.
Τὴν πηγήν, ἠ κυήσασα, τῶν οἰκτιρμῶν, παράσχου μοι δακρύων, πηγάς, ὅπως ἐκπλύνω, τὰς ἁμαρτίας μου.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτός, χορηγός.
Δοξάζομεν
εὐσεβῶς, τὸν τῶν αἰώνων Ποιητήν, Κύριον, ἕνα Θεόν, τρισί, μὲν
προσώποις, Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα τὸ θεῖον, οὐσίαν ἀμέριστον.
Ἐλλάμψεως
χορηγέ, τῶν ὑπὲρ ἔννοιαν καλῶν πάροχε, συστατική, τῶν ὄντων αἰτία,
Τριὰς Παναγία, οἰκτείρησεν πάντας, τοὺς πίστει ὑμνοῦντάς σε.
Δακρύων
μοι ὀχετούς, ὁ Τρισυπόστατος Θεός, δώρησαι, ὅπως πληθύν, τῶν ἐμῶν
πταισμάτων, ἐκπλύνω και τύχω, τῆς σῆς βασιλείας ὁ ταύτης ἀνάξιος.
Θεοτοκίον.
Ὑπὸ
τὴν σκέπην τὴν σήν, οἱ καταφεύγοντες πιστῶς ζήσονται, Μήτηρ Θεοῦ, τὸν
γὰρ Ζωοδότην ἐγέννησας ἡμῖν, τὸν ζωοποιοῦντα τὰ πάντα βουλήματι.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Πάτερ Λόγε καὶ Πνεῦμα Παράκλητε, Τριάς, ὁμοοῦσιε καὶ ἀκατάληπτε, τοὺς σὲ ὐμνοῦντας φύλαττε, καὶ τῆς σῆς βασιλείας ἀξίωσον.
Παναγία Τριάς, ὑπερούσιε, δάκρυα παράσχου μοι, ὅπως ἐκπλύνω μου πληθύν, τῶν παραπτώσεων, καὶ ῥυσθῶ τοῦ πυρός, τῆς κολάσεως.
Τὸν Πατέρα πιστῶς προσκυνήσωμεν, σὺν Υἱῷ καὶ Πνεύματι τὴν ἀδιαίρετον, Τριάδα τὴν ὁμότιμον, τὸν τρισάγιον ὕμνον προσᾴδοντες.
Θεοτοκίον.
Ἡ Θεόν, πανοικτίρμονα τέξασα, τοῦτον καθικέτευσον, τοῦ οἰκτειρῆσαί με, καὶ ῥῦσαι τῆς κολάσεως, καὶ ζωῆς κληρονόμον με ποίησον.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς ἐν πεδίῳ.
Προσώποις
τρισί, μίαν ἄναρχον θεότητα φρονοῦμεν, τὴν ἐκ μὴ ὄντος ὑποστήσασαν,
πάντα τὸν κόσμο βουλήματι, καὶ θεοπρεπῶς σὺν Ἀγγέλοις μελῳδοῦντες
κραυγάζομεν· Δόξα σοι ἄναρχε Τριάς, καὶ ἐν Τριάδι Μονάς.
Δακρύων
κρουνούς, ὑπεράγαθε Τριὰς σὲ ἱκετεύω, τοῦ παρασχεῖν μοι τῷ ἀγνώμονι ἵνα
πλύνω μου τὰ πταίσματα καὶ ἀξιωθῶ τῆς σῆς Δόξης ἐν ἡμέρᾳ ἐτάσεως, ὅπως
ὑμνῶ διηνεκῶς τὴν εὐσπλαγχνίαν σου.
Θεὲ
τῶν Θεῶν, Βασιλεῦ βασιλευόντων, Τριὰς ἄναρχε, ἐξουσιάρχα τῶν Δυνάμεων,
Κυριοτήτων ἡνίοχε, σῶσόν με τὸν δοῦλόν σου, σῶσον, δι’ εὐσπλαγχνίαν
ἀμέτρητον καὶ λύτρωσαί με τῆς φλογός, τοῦ αἰωνίου πυρός.
Θεοτοκίον.
Δακρύων
πηγάς, τὴν πηγήν, τῆς εὐσπλαγχνίας ἡ κυήσασα δώρησαί με Κόρη καὶ
κλαύσομαι τὴν πληθύν, τῶν ἐγκλημάτων μου καὶ ῥυσθῶ πυρός, αἰωνίου σῇ
δυνάμει καὶ ψάλλω σοι ἐν Παραδείσῳ γεγηθῶς εὐχαριστήρια.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Τὸν
προαιώνιον Θεόν, ὑποστάσεσι τρισί, δοξολογοῦμεν εὐσεβῶς ἀνυμνοῦντες καὶ
προσκυνοῦντες αὐτόν, σὺν οὐρανίαις δυνάμεσιν, ἵνα λυτρωθῶμεν φλογός,
αἰωνιζούσης.
Εὔσπλαγχνε
Πάτερ ἀγαθέ, Υἱὲ Λόγε τοῦ Πατρός, καὶ θεῖον Πνεύμα τρισυπόστατε φύσις, ὁ
εἷς καὶ μόνος Θεός, τοὺς ὀρθοδόξως σοι πιστεύοντας τῆς σῆς βασιλείας,
ἀνάδειξον μετόχους.
Πρὸ
τοῦ θανάτου καὶ ταφῆς, ὡς ἐν τάφῳ κατοικῶν οἰκτρῶς βοῶ σοι ὦ Τριὰς
παναγία, Δημιουργέ, τοῦ παντός, πταισμάτων παράσχου μοι λύτρωσιν, καὶ
ἀξίωσόν με ζωῆς τῆς αἰωνίου.
Θεοτοκίον.
Ἡ
τοῦ ἐλέους τὴν πηγήν, τετοκυῖα ὑπὲρ νοῦν πηγάς, δακρύων δώρησαί μοι
Παρθένε δι’ ὧν τὴν φλόγαν πυρός, σβέσω καὶ ζωήν, τὴν αἰώνιον εὗρω ὁ
ἀχρεῖος μετὰ τῶν ἐκλεκτῶν σου.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ, Θεὸν Λόγον.
Ἡ
φυσική, ἀγαθότης, ἡ ὑπερτελεστάτη, καὶ τελειωτική, τῶν γεννητῶν, Τριὰς
μονάς, ὑπερούσιε, οἰκτείρησον πάντας, τοὺς πίστει προσκυνοῦντάς σε ἀεί,
καὶ ἐξ ὅλης καρδίας πανευλαβῶς δοξάζοντας.
Ἡ
οὐσιώσασα πάντα, ἐκ μὴ ὄντων πανσόφως ἡ ἄκτιστος οὐσία καὶ μορφή,
Πάτερ, Υἱὲ καὶ Πνεῦμα Ἅγιον, μὴ νικήση τὸ πλῆθος κακῶν μου ἀγαθότητα τὴν
σήν, ἀλλ’ ὡς Θεός, οἰκτίρμων, σῶσόν με τὸν ἀνάξιον.
Τὴν
τρισυπόστατον φύσιν, τὴν ἀῤῥήτῳ σοφίᾳ, πᾶσαν δημιουργήσασαν σοφῶς,
κτίσιν ὡς Κτίστην ἀνυμνοῦμεν πιστῶς, Θεὸν ἕνα προσώποις φρονοῦντες, ἐν
τρισί, πανευλαβῶς, ὅν πᾶσαι τῶν Ἀγγέλων αἱ τάξεις μεγαλύνουσιν.
Θεοτοκίον.
Ἐξασθενήσασαν
πάσαις, προσβολαῖς τῶν κακίστων δαιμόνων τὴν ἀθλίαν μου ψυχήν , ἴασαι ἡ
τεκοῦσα τὸν Θεόν, ἰατρὸν τῶν ἁπάντων καὶ λύτρωσαι θηρός με νοητοῦ, καὶ
πυρός, αἰωνίου, τὸν καταδίκης ἄξιον.
Ἦχος γ΄.
ᾨδὴ α΄. Ὁ τὰ ὕδατα πάλαι.
Τρισυπόστατον
φύσιν, μίαν οὐσίαν, ἕνα Θεὸν εὐσεβῶς ἀνυμνοῦμεν, τὸν ἡμᾶς πλάσαντα, ἐκ
τοῦ μὴ ὄντος τὸ πρίν, παντοδυνάμῶ χειρί, καὶ προσκυνοῦμεν ἐν φόβὡ, συ
Ἀγγέλοις ᾄδοντες, ὕμνον τρισάγιον.
Προαιώνιε
Πάτερ, σύνθρονε Λόγε, καὶ Πνεῦμα τὸ παντουργόν, μία φύσις ἡ ἀδιαίρετος,
ὁ εἷς Θεὸς τοῦ παντός, οἴκτειρον πάντας ἡμᾶς, τοὺς ἐπὶ σοὶ πεποιθότας
καὶ πυρός, ἐξάρπασον τοῦ αἰωνίζοντος.
Προσκυνοῦμέν
σε πίστει, Τριὰς Ἁγία, μετὰ δακρύων ἐν φόβῳ βοῶντες, οἴκτειρον ἅπαντας
ἡμᾶς τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ σκέδασον ἀφ’ ἡμῶν τὰς ἐναντίας
δυνάμεις, καὶ ἡμᾶς δυνάμωσον εὐαρεστῆσαί σοι.
Θεοτοκίον.
Ἡ
πηγή, τοῦ ἐλέους, πηγάς, δακρύων, παράσχει πᾶσιν ἡμῖν, τοῖς ἐν πίστει
ἀνευφημοῦσί σε, καὶ μετὰ πόθου πολλοῦ, δοξάζουσιν εὐσεβῶς, καὶ τῆς σῆς
δόξης μετόχους, ποίησον πανάμωμε, πάντα γὰρ δύνασαι.
ᾨδὴ γ΄. Τὸ στερέωμα.
Τρισυπόστατον, ἕνα Θεὸν κατ’ οὐσίαν, κηρύττω καὶ σέβομαι εὐσεβοφρόνως, ὅν ἀνυμνοῦσι μετὰ δέους οἱ Ἄγγελοι.
Ὁ Πατήρ, Υἱὸς καὶ τὸ πανάγιον Πνεῦμα, ἡ ἄκτιστος δύναμις, μία θεότης, λύτρωσαί με τοῦ πυρός, τῆς κολάσεως.
Τριὰς ἄναρχε, Πάτερ Υἱὲ καὶ τὸ Πνεῦμα, ἐλέησον οἴκτειρον, τοῦς σὲ ὑμνοῦντας καὶ βασιλείας τῆς σῆς καταξίωσον.
Θεοτοκίον.
Ἡ κυήσασα τὸν ζωοδότην Παρθένε, ἐλέησον οἴκτειρον τοὺς σὲ ὑμνοῦντας καὶ πυρός, τοῦ αἰωνίζοντος λύτρωσαι.
ᾨδὴ δ΄. Ἐκάλυψεν οὐρανούς.
Τριάδα
μοναδικήν, δοξολογοῦμεν πιστῶς, ὡς κυριεύουσαν παντός, κόσμου τοῦ
ἀοράτου καὶ ὁρατοῦ σαφῶς, καὶ πᾶσαν διϊθύνουσαν κτίσιν πανσόφως καὶ ἡμᾶς
φωτίζουσαν καὶ ὁδηγοῦσαν πρὸς τρίβον ψυχοσωτήριον.
Τριάδα
σὲ προσκυῶ, προσώποις καὶ ἀνυνῶ, μίαν δὲ φύσιν καὶ βουήν, καὶ οὐσίαν
δοξάζω τοῦ ἀνάρχου Πατρός, καὶ τοῦ Υἱοῦ καὶ Πνεύματος ἐν ὀρθοδόξῳ γνώμῃ
ἱκετεύων σε, ὅπως σοῦ τῆς βασιλείας ἀξιωθήσομαι.
Δακρύων
δός μοι πηγάς, ἡ Παναγία Τριάς, ὅπως ᾀεὶ δακρυῤῥοῶν, τῶν πολλῶν μου
πταισμάτων, τὸν ῥῦπον ὁ δεινός, ἀποπλύνω καὶ βόρβορον, καὶ λαμπρυνθείς,
καθαρός σοι ὀφθήσομαι ἐν τῇ ἡμέρᾳ τῆς δίκης μετὰ Ἁγίων σου.
Θεοτοκίον.
Ψυχῆς
μου ἀναψυχή, τῶν ὀφθαλμῶν φωτισμός, καὶ τῶν χειλέων γλυκασμός, καὶ
ἀγαλίαμά μου, ὀδυνῶν κουφισμός, ἀθυμιας παράκλησις ὑπάρχεις Κόρη καὶ
γλώττης ἐντρύφημα. Μὴ οὖν ἀπώσῃ τὸ πόθῳ ἀνευφημοῦντά σε.
ᾨδὴ ε΄. Ὡς εἶδεν Ἠσαΐας.
Τριὰς
ἀρχικωτάτη Πάτερ Υἱὲ καὶ Πνεῦμα ὁμότιμον Πατρί, ἁπλῆ μία φύσις καὶ μία
δύναμις, μία οὐσία καὶ βουλή, σῶσον οἴκτειρον τοὺς ἕνα Θεόν σε
καθομολογοῦντας καὶ κολάσεως λύτρωσαι.
Τῇ
σῇ με εὐσπλαγχνίᾳ ἔπλασας πρίν, ὡς ἀγαθὴ Ἁγία Τριάς, καὶ τὸ εἶναι ὡς
Θεὸς ἐδωρήσω μοι, ἐγὼ δὲ ἀγνώμων φανείς, ἐχρησάμην ἀσωτεύων ἡδοναῖς,
ἀλλὰ συμπαθῶς ὡς τὸν ἄσωτον δέξαι με.
Τριάδα
προσκυνήσωμεν εὐσεβῶς, ὁμολογοῦντες Ἕνα Θεόν, ὑπὸ τῶν Ἀγγέλων
δοξολογούμενον, ὅνπερ μετὰ δέους πολλοῦ καὶ δακρύων ἱκετεύσωμεν πιστοί,
ὅπως ἡμῖν λύσιν ἐγκλημάτων δωρήσηται.
Θεοτοκίον.
Δοξάζεται
ὁ Κτίστης ἐν τοῖς αὐτοῦ, δοξάζεται Κόρη εὐλαβῶς, καὶ τῇ μετανοίᾳ τοῦ
ἁμαρτήσαντος καὶ χαίρει ὡς οἰκτίρμων Θεός, ἥν παράσχου καὶ ἐμοὶ τῷ
δυσμενεῖ, ὅπως μου θρηνήσω τὰ ἀμέτρητα πταίσματα.
ᾨδὴ στ΄. Ἀνάγαγε ἐκ φθορᾶς.
Τριάδα
σε τοῖς προσώποις ἀναμέλπω Θεέ μου καὶ ἐξ ὅλης ψυχῆς μου οἰκτρῶς βοῶ
σοι, δακρυῤῥοῶν, ῥῦσαί με κακῶν καὶ πταισμάτων δεινῶν ὅπως ὑμνῶ εὐλαβῶς
τὴν ἄμετρον εὐσπλαγχνίαν σου.
Διάσωσον
ἐκ κινδύνων Τριὰς ὑπεραγία, καὶ τοὺ πυρός, λύτρωσαι τοῦ αἰωνίου, τοὺς
σὲ Θεὸν ἐν ἀληθεῖ πίστει εὐσεβῶς δοξάζοντας καὶ φωτός, ἀνεσπέρου
καταξίωσον.
Ἐλέησον
τοὺς ὑμνοῦντας, σὲ πιστῶς καὶ φρονοῦντας ἐν τρισί, χαρακτῆρσι καὶ μιᾷ
φύσει Ἕνα Θεόν, ποιητήν, τοῦ παντός, καὶ λύτρωσαι αὐτοὺς τοῦ αἰωνίου
πυρός, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.
Θεοτοκίον.
Νεκρώσεως
καὶ φθορᾶς με ἐῤῥύσω καὶ θανάτου τῷ παραδόξῳ τόκῳ σου Θεομήτορ, σὺ γὰρ
Ἁγνὴ τέτοκας ἡμῖν, ἀφθαρσίας πηγήν, καὶ τῷ σῷ φωτί, κόσμον ὅλον
κατελάμπρυνας.
ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρί, δροσίσαντα.
Σὲ
τὸν ἐν Τριάδι σέβομεν, ἕνα Θεὸν παντέλειον, τὸν τὸ εἶναι πάσῃ κτίσει
παρεχόμενον, καὶ πιστῶς προσκυνοῦμεν εὐσεβῶς μελῳδοῦντες· εὐλογητὸς ὁ
Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Σὲ
δοξολογεῖ ἡ σύμπασα Τριὰς Ἁγία πάνσεπτε οὐρανίων στρατευμάτων
διακόσμησις, μεθ’ ὧν σὲ προσκυνοῦμεν καὶ ἡμεῖς ἐκβοῶντες· εὐλογητὸς ὁ
Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Μίαν
προσκυνῶ θεότητα, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, Βασιλείαν ἄναρχον καὶ
ἀτελεύτητον τὴν ποιήσασαν πάντα ἐν ἀῤῥήτῳ σοφίᾳ καὶ συγχωροῦσαν ᾀεὶ ἡμῖν
τὰ ἐπταισμένα
Θεοτοκίον.
Κλαύσωμεν
ψυχήν, πενθήσωμεν, ἕως ἐν βίῳ πάρεσμεν, καὶ τὴν μόνην Θεοτόκον
ἱκετεύσωμεν, τοῦ πρεσβείαν ποιῆσαι τῷ Υἱῷ καὶ Δεσπότῃ· ὅπως πταισμάτων
ἡμῖν ἄφεσιν δωρήσηται.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Μίαν
ἐν τρισί, τοῖς προσώποις, οἱ πιστοί, θεότητα πανευσεβῶς ὑμνοῦμεν, ὅλῃ
τῇ ψυχῇ καὶ καρδίᾳ ὅπως ἡμῖν ἄφεσιν παράσχῃ πταισμάτων καὶ φλογός,
γεέννης λυτρώσηται, ὡς Θεὸς οἰκτίρμων καὶ ἄβυσσος ἔλεος.
Χείλη
ῥυπαρὰ κεκτημένος, οὐ τολμῶ προσφέρειν σοι αἴνεσιν, τῷ δὲ πλήθει τῆς
σῆς εὐσπλαγχνίας, καὶ τῆς ἀγαθότητος θαῤῥῶν, σοὶ προσπίπτω πίστει, καὶ
μετὰ δακρύων κραυγάζω σοι· ὦ Τριὰς ἁγία, σῶσόν με τὸν ἀχρεῖον.
Πάτερ
Υἱὲ καὶ θεῖον Πνεύμα μίαν ἐξουσίαν δύναμις καὶ βασιλεία, μία φύσις τε
καὶ οὐσία σῶσον τοὺς ἐν πίστει σὲ εὐλαβῶς ὑμνοῦντας, καὶ ὀρθοδόξως σοι
λατρεύοντας καὶ κοινωνούς, δεῖξον ζωῆς τῆς αἰωνίου.
Θεοτοκίον.
Θρηνῶν
ὁ Δαβίδ, Θεομήτορ, φόνον καὶ μοιχείαν ἐκτελέσας ἐμελῴδει ὁ Θεός μου,
ἐλέησόν με, ἐγὼ δὲ ὑπεύθυνος πταίσμασι μυρίοις πῶς εὗρω ὁ τάλας τὴν
συγχώρησιν, εἰ μὴ σαῖς πρεσβείαις αὐτῷ ἱλεωθείην.
ᾨδὴ θ΄. Τὴν ἐν βάτῳ καὶ πυρί.
Δεῦτε
πάντες εὐσεβεῖς προσκυνήσωμεν πιστῶς τὸν Πατέρα καὶ Υἱόν, καὶ τὸ Πνεῦμα
τὸ εὐθές, τὸν παντοδύναμον Θεόν, ἀκατάληπτον ὑπάρχοντα τοῖς πᾶσιν αὐτὸν
ἐκδυσωποῦντες δοῦναι ἡμῖν πταισμάτων συγχώρησιν.
Ὦ
Τριὰς ὑπερφυῶς καὶ Μονάς, θεοπρεπῶς διατήρησον καλῶς ἐν τῇ πίστει τῇ
εἰς σὲ καὶ ἐνδυνάμωσον ἡμᾶς τοῦ φυλάττειν σου ἐντολὰς τὰς ἁγίας ὅπως τῆς
βασιλείας τῆς ἀτελευτήτου συμμετάσχωμεν.
Ὦ
ὑπέρθεε Τριὰς καὶ Μονάς, θεαρχική, ἡ ποιήσασα τὸ πᾶν ἀγαθότητι τῇ σῇ
ἀτρώτους τήρησον ἡμᾶς καὶ διάλυσον τοῦ ἐχθροῦ τὰς ἐνέδρας, ὅπως τῆς
κακουργίας αὐτοῦ ῥυσθέντες σὲ μεγαλύνωμεν.
Θεοτοκίον.
Σοὺ
προσπίπτω ἐν κλαυθμῷ Παναγία δυσωπῶν, τοῦ αἰτήσασθαι Χριστόν, τὸν Υἱόν
σου καὶ Θεόν, τοῦ δοῦναί μοι ἁμαρτιῶν τὴν συγχώρησιν καὶ ζωῆς ἀξιῶσαι
τῆς ὄντως ἀθανάτου ὅπως σὲ δοξάζω σῳζόμενος.
Ἦχος δ΄.
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
Τριὰς
ὁμοούσιε Πάτερ Υἱὲ Πνεῦμα ἅγιον Μονὰς Τρισυπόστατε σῶσον ἐλέησον τοὺς
ὑμνοῦντάς σε καὶ πίστει προσκυνοῦντας, εἰς σὲ γὰρ ἐλπίζομεν καὶ σὲ
δοξάζομεν.
Πατὴρ
ὁ ἀγέννητος, Υἱὲ καὶ Λόγε συνάναρχε καὶ Πνεῦμα τὸ ἅγιον Τριὰς ἀμέριστε
καὶ ὁμόθρονε ἡμῖν τοῖς σὲ τιμῶσι ζωὴν τὴν αἰώνιον οἰκτίρμων δώρησαι.
Τριάδα
ἀμέριστον, ὑμνολογοῦντες δοξάζομεν καρδίᾳ καὶ στόματι θερμοῖς τε
δάκρυσι ἱκετεύσομεν αὐτήν, ἡμῖν πταισμάτων ἄφεσιν δωρήσασθαι δι’
ἀγαθότητα.
Θεοτοκίον.
Τὴν
μόνην ἀμόλυντον, ὁ ῥυπαρὸς καὶ ἀκάθαρτος, ἐγὼ ὑπερύμνητε ὑμνεῖν οὐ
σθένω σε, ἀλλὰ δέομαι τὰς φρένας φώτισόν μου, καὶ κάθαρον ἄσπιλε, ἵνα
δοξάζω σε.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἡ
ἄκτιστος φύσις καὶ οὐσία, ἡ πανυπερούσιος Τριὰς καὶ βασιλεία μόνιμος
καὶ ὄντως ἀδιάδοχος, ζωῆς τῆς αἰωνίου σου τοὺς σὲ ὑμνοῦντας ἀξίωσον.
Μονάδα
θεότητος δοξάζω προσώποις ὑπάρχουσα τρισί, μεριζομένην ἔμπαλιν καὶ
μένουσαν ἀμέριστον θεοπρεπῶς συνέχουσαν καὶ συντηροῦσαν τὰ σύμπαντα.
Νοῦν
πρῶτον καὶ αἴτιον ἁπάντων, καὶ Λόγον καὶ Πνεῦμα τὸ εὐθές αἰτιατὰ
συνάναρχα, ἰσοκλεῆ ὁμότιμα εὐσεβοφρόνως σέβοντες σὺν τοῖς Ἀγγέλοις
δοξάζομεν.
Θεοτοκίον.
Θεοῖ
με Θεὸς ἐν σοὶ σκηνώσας, δι’ οἶκτον ἀμέτρητον ἁγνή, κλαπέντα βρώσει
πρότερον, ἀπάτῃ τῇ τοῦ ὄφεως, καὶ ἐκ φθορᾶς εἰς ἄφθαρτον πάλιν ζωήν,
εἰσοκίζει με.
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Πατέρα
ἀγέννητον, καὶ γεννητόν, Υἱὸν ὁμοοῦσιον σέβομεν καὶ Πνεῦμα θεῖον ἕνα
κτίστην τοῦ παντός, δημιουργόν, καὶ πρύτανιν καὶ κοινόν, Σωτῆρα
πανάγαθον.
Αἴγλην
μοι κατάπεμψον φωτιστικήν, λύουσαν παθῶν μου τὴν ζόφωσιν, καὶ
δωρουμένην σωτηρίας φωτισμόν, καὶ ἐγκλημάτων ἄφεσιν, ἄναρχε Τριάς,
ὑπερούσιε.
Πάτερ
ἐπουράνιε καὶ παντουργέ, Λόγε τοῦ Πατρὸς συναΐδιε, καὶ θεῖον Πνεῦμα,
μοναρχία τρισολαμπής, σῶσον τοὺς προσκυνοῦντάς σε καὶ εὐσεβοφρόνως
δοξάζοντας.
Θεοτοκίον.
Μόνην
σε πανάμωμον ὁ πλαστουργός, Λόγος εὑρηκὼς κατεσκήνωσε σοῦ ἐν νηδύϊ
ἐργαζόμενος ἡμῶν τὴν σωτηρίαν ἄριστα, μὴ ἐκστὰς Αὐτοῦ τῆς θεότητος.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τριάδα
δοξάζομεν τὴν πάντα πλαστουργήσασαν, ἄναρχον ἀΐδιον οὐσίαν, Πατέρα
Λόγον καὶ Πνεῦμα ἕνα Θεόν, εὔσπλαγχνον πανάγαθον βροτούς, πάντας
κατοικτείροντα, διὰ ἔλεος ἄφατον.
Τριὰς
ὁμοούσιε Μονὰς ἡ τρισυπόστατος, ῥῦσαί με ἐκ πάσης ἐπηρείας τοῦ
ἀλλοτρίου καὶ καθοδήγησον εἰς εὐθείαν τρίβον τοῦ ποιεῖν τὰ εὐαρεστοῦντά
σοι ὅπως τύχω ἀφέσεως.
Τριὰς
ἀδιαίρετε τὰ ἀπὸ σοῦ διείργοντα φλέξασα πυρί, τῆς μετανοίας,
ἐγκατοικῆσαι ἐμοὶ εὐδόκησον ψυχήν, ἐμπιπλῶσά μου σφοδρῶς τοῦ θείου σου
ἔρωτος καὶ ἐλπίδος τῆς κρείττονος.
Θεοτοκίον.
Πρὸς
σὲ μοῦ τὴν ἅπασαν ἐλπίδα Κόρη τίθημι πρὸς τοὺς οἰκτιρμούς σου
καταφεύγω, βλάβης δαιμόνων δεῖξον ἀμέτοχον τὴν καταπτωθεῖσάν μου ψυχήν,
καὶ ἐξασθενήσασαν ἡδονῶν ἐπικλύσεσι.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τριάδα
πάντες δοξάσωμεν οἱ ἀναγεννηθέντες βαπτίσματι ἐν καταδύσεσι τρισί,
τρισάγιον ψάλλοντες σῦν τοὶς Ἀγγέλοις ταύτην ᾀεὶ γεραίροντες.
Προσπίπτω
φόβῳ καὶ δάκρυσι Τριὰς πανυπερούσιε κράζων σοι, σῶσον ἐλέησον καὶ τοῦ
πυρός, τῆς κολάσεως, ῥῦσαί με τὸν ὑμνοῦντα τὸ θεῖον κράτος σου.
Δακρύων
ὄμβρους παράσχου μοι συνάναρχε τριάς, ὁμοοῦσιε ὅπως τὸν βόρβορον τῶν
ἐγκλημάτων ἐκπλύνω μου καὶ τύχω βασιλείας τῆς σῆς ὀ δείλαιος.
Θεοτοκίον.
Ὑμνῶ
σε Κόρη πανύμνητε, ἥν Ἄγγελοι ὑμνοῦσι καὶ σέβονται ὡς Θεομήτορα καὶ
σωτηρίαν παγκόσμιον καὶ τῆς χαρᾶς αἰτίαν, ἀρᾶς ἀναίρεσιν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Αἱ
πολλαί μου ἁμαρτίαι διϊστῶσί με τῆς σῆς χρηστότητος καὶ οὐκ ἐῶσι τὸν
νοῦν γεύσασθαι τοῦ ἔρωτος τοῦ γλυκυτάτου σου, ἀλλὰ σῶσόν με Τριὰς
πανυπεράγαθε τῷ ἀπείρῳ σου ἐλέει.
Τριὰς
ἄναρχε ὁμότιμε ἀόρατε οὐκ ἐξισχύομεν, θεοπρεπῶς σὲ ὑμνεῖν χοϊκοῖς τοῖς
χείλεσι τὴν ὐπερύμνητον πλὴν ἐν φόβῳ σοὶ τὴν δόξαν ἀναπέμπομεν, ὡς εἰκὸς
εὐχαριστοῦντες.
Προσκυνήσωμεν
συμφώνως οἱ θεόφρονες, Τριάδα ἄναρχον, ἕνα Θεὸν τοῦ παντός, αὐτὴν
δογματίζοντες ἀδιαμέριστον προαιώνιον, καὶ Ποιητήν, τῆς κτίσεως εὐσεβῶς
ὁμολογοῦντες.
Θεοτοκίον.
Ὑποτέτακται
τῷ τόνῳ σου πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ ὁ οὐρανός, καὶ ἡ γῇ καὶ τὰ
καταχθόνια καὶ ἀνυμνοῦσιν αὐτόν, ὅν ἱκέτευε ἡμῖν πταισμάτων ἄφεσιν
παρασχεῖν τοῖς σὲ τιμῶσι.
ᾨδὴ η΄. Παίδας εὐαγεῖς.
Τρισίν,
ὑποστάσεσιν ὑμνοῦμεν, ἕνα Θεὸν τοῦ παντός, τὸν ὑπερούσιον, ὅν Ἀγγέλων
τάγματα εὐλαβῶς δοξάζουσιν ἐν τρισαγίοις ᾄσμασι καὶ μελῳδήμασι τὸν
Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὦ
Πάτερ Υἱὲ καὶ θεῖον Πνεῦμα Τριὰς καὶ Μονὰς ἡ ὑπερούσιος φώτισον
ἁγίασον, νοῦν τε καὶ διάνοιαν καὶ τὰς ψυχάς, τῶν πόθῳ σὲ δοξολογούντων
πιστῶς, καὶ δόξης σου ἀξίωσον θείας, ὅπως σὲ ὑμνῶσιν εἰς πάντας τοὺς
αἰῶνας.
Παράσχου
μοι πένθος πανοικτίρμον Τριὰς συναΐδιε καὶ σύνθρονε ὅπως ἐγκλημάτων μου
πλήθη τὰ ἀμετρητα κατεξαλείψω ἅπαντα κρουνοῖς δακρύων μου καὶ τύχω τῆς
ἐν σοὶ βασιλείας διὰ εὐσπλαγχνίαν ἀπείρων οἰκτιρμῶν σου.
Θεοτοκίον.
Ὦ
θαῦμα θαυμάτων πῶς ὁ πάσης, ἐπέκεινα κτίσεως Θεὸς ἡμῶν κτίζεται καὶ
πλάθεται ἐκ τῆς Θεομήτορος, καὶ καινουργεῖ θελήματι καὶ ἀναπλάττει με
δι’ ἄμετρον αὐτοῦ εὐσπλαγχνίαν, καὶ διὰ θανάτου παρέχει τὴν ζωήν μοι.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Δεῦτε
οἱ πιστοί, Τριάδα ἀμέριστον ὑμνολογήσωμεν, ἄναρχον ἀΐδιον, οὐσίαν μίαν
καὶ κυριότητα, τὴν τοῦ παντός δεσπόζουσαν καὶ διὰ ἔλεος συγχωροῦσαν τοῖς
βροτοῖς τὰ πταίσματα καὶ παρέχουσαν δόξαν αἰώνιον.
Σὲ
πᾶσα ὑμνεῖ χορεία ἡ ἄϋλος Τριὰς ἀμέριστε μεθ’ ὧν τολμῶντες οἰκτρῶς ἐν
κατανύξει ᾠδὰς προσφέρομεν εἰ καὶ ἀχρεῖοι πέλομεν καὶ ἱκετεύσομεν σῶσον
πάντας τοὺς δοξολογοῦντάς σε, ὡς οἰκτίρμων Θεὸς καὶ φιλάνθρωπος.
Ἄναρχε
Τριὰς ἀμέριστε ἄκτιστε καὶ ἀκατάληπτε, Σὺ δι’ ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος
σου ὡς μὲ ἔπλασας σὺ μὲ διακυβέρνησον, καὶ διαφύλαξον, καὶ παράσχου
ἄφεσιν πταισμάτων μοι καὶ ζωῆς αἰωνίου ἀξίωσον.
Θεοτοκίον.
Φώτισον
ἁγνή, ψυχῆς μου τὰ ὄμματα φῶς ἡ κυήσασα μὴ καταλαβέτω με τῆς ἁμαρτίας
σκότος τὸ δείλαιον, μὴ δὲ βυθός, καλύψη με τῆς ἀπγνώσεως ἀλλ’ αὐτή με
σῶσον καὶ κυβέρνησον πρὸς λιμένα τοῦ θείου θελήματος.
Ἦχος πλ. Β΄.
ᾨδὴ α΄. Ἵππον καὶ ἀναβάτην.
Τρεῖς ὑποστάσεις μέλπω, ἕνα Θεὸν τοῦ παντός, τὸν ἀῤῥήτῳ σοφίᾳ πᾶσαν κτίσιν ποιήσαντα κᾀμὲ ἀναπλάσαντα, διὰ ἔλεος καὶ χρηστότητα.
Ὦ
Τριὰς παναγία, ὑπερφυῶς καὶ Μονάς, πρὸ τοῦ τέλους παράσχου πταισμάτων
μοι τὴν ἄφεσιν, καὶ χαρᾶς ἀξίωσον τῆς ἀῤῥήτου δόξης σου καὶ ἀφράστου
ἀγαλλιάσεως.
Πάτερ
Υἱὲ καὶ Πνεῦμα ἀκατάληπτε Τριάς, τοὺς εἰς σὲ πεποιθότας καὶ φόβῳ
προσκυνοῦντάς σε, ἐλέησον οἴκτειρον καὶ τῆς βασιλείας σου κοινωνούς, ὡς
εὔσπλαγχνος ποίησον.
Θεοτοκίον.
Μόνη
εὐλογημένη θεοχαρίτωτε, εὐλογίαις ἀνθρώπων τὸ γένος χαριτώσασα, Χριστὸν
καθικέτευε ὡς Θεὸν οἰκτίρμονα, ἐλεῆσαι τοὺς ανυμνοῦντάς σε.
ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.
Τριάδα
μοναδικήν, πιστῶς ἀνυμνήσωμεν σὺν τοῖς Ἀσωμάτοις ᾠδὰς προσφέροντες καὶ
δοξολογοῦντες εὐσεβῶς Πατέρα Λόγον Πνεῦμα ἕνα Θεόν, τὰ τρία σέβοντες
ἄναρχον ἀΐδιον ἄκτιστον.
Σὲ
Παναγία Τριάς, δοξάζω καὶ σέβομαι καὶ αἰτοῦμαι λύσιν τῶν ἐπταισμένων
μοι δοῦναι καὶ ζωῆς τῶν ἐκλεκτῶν κοινωνόν με ποιῆσαι, ὅπως ὑμνῷ τὴν
εὐσπλαγχνίαν σου καὶ τὴν ἄπειρον ἀγαθότητα.
Ὑμνῶ
σε καὶ προσκυνῶ Τριὰς ὁμοοῦσιε, σὺ γὰρ ἡ ἀιτία μου τῆς ὑπάρξεως, σὺ εἶ
χορηγός μου τῆς ζωῆς, σὺ μεθιστᾶς με πάλιν πρὸ αἰωνίαν ἄλλην βίωσιν καὶ
τὴν συγχώρησιν παρέχεις μοι.
Θεοτοκίον.
Ὑμνοῦσιν
ἀγγελικοὶ χοροί, σὲ πανύμνητε ἀσυγκρίτως τούτους τὴν ὑπερέχουσαν,
τέτοκας Θεὸν γὰρ ἐν σαρκί, ὅν αὐτοὶ μετὰ δέους ἀκαταπαύστοις μελῳδήμασιν
ἀκορέστῳ πόθῳ δοξάζουσι.
ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας σου κένωσιν.
Τριάδα προσκυνοῦμεν ἀμέριστον ἕνα Θεὸν Δημιουργόν τὸν ἐκ μὴ ὄντων ποιήσαντα πάντα ἀῤῥήτῳ σοφίᾳ καὶ δι’ οἶκτον ἡμᾶς ἀναπλάσαντα.
Τριὰς
ἡ παντουργός, καὶ παντέφορος καὶ ἀκατάληπτος Μονάς, Πάτερ Υἱὲ Πνεῦμα
ἅγιον καὶ προσκυνοῦντάς σε σῶσον καὶ ῥῦσαι αἰωνίου κολάσεως.
Τῇ σῇ με εὐδοκίᾳ πρὶν ἔπλασας Τριὰς ἁγία ἀγαθή, καὶ τὸ εἶ εἶναί μοι δέδωκας, τῇ σῇ δὲ φιλανθρωπίᾳ, ἐλπίζω πάλιν τοῦ ἐλεῆσαί με.
Θεοτοκίον.
Ἁγία Θεοτόκε βοήθει μοι ταῖς ἡδοναῖς διηνεκῶς βυθιζομένῳ τοῦ σώματος καὶ ῥαθυμίας ἐν κλίνῃ ᾀεὶ κατακειμένῳ καὶ στένοντι.
ᾨδὴ ε΄. Ὁ Ἀναβαλλόμενος.
Δώρησαί μοι δάκρυα Τριὰς πανάγαθε, ὅπως ἐκπλύνω πάντα τὸν ῥῦπον τῶν ἀμπλακημάτων μου, ὁ μεμολυσμένος καὶ τύχω συγχωρήσεως.
Ὦ Τριὰς ἀμέριστε Μονὰς τρισήλιε ρῦσαί με πάσης τοῦ ἀλλοτρίου δεινῆς ἐπιθέσεως σκέπουσα φρουροῦσα καὶ σώζουσα τῇ χάριτι.
Βλῦσόν
μοι τὰ νάματα τῆς σῆς χρηστότητος Τριὰς ἁγία τὸν τῶν παθῶν μου
σβεννύουσα καύσωνα καὶ τῆς ἀπαθείας τὴν χάριν μοι παρέχουσα.
Θεοτοκίον.
Εὕρω σε βοήθειαν ἐξαιρουμένην με ἐν ὥρᾳ δίκης τῆς καταδίκης ὅτε ἐπὶ βήματος τοῦ ἐκ σοῦ τεχθέντος Παρθένε παραστήσομαι.
ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.
Τριὰς ὑποστάσεσι, μονὰς τὴν φύσιν, Πάτερ Υἱὲ σὺν τῷ σεπτῷ καὶ Ἁγίῳ Πνεύματι ἕνα Θεόν, τοὺς φρονοῦντάς σε διάσωσον.
Ὦ Τριὰς ὑπέρθεε τοὺς σοὺς δούλους λύτρωσαι φθορᾶς καὶ χαρᾶς ἀῤῥήτου καταξίωσον καὶ τῆς τρυφῆς τῆς ἀφθάρτου βασιλείας σου.
Τριάδα δοξάσωμεν σὺν Ἀγγέλοις ᾄδοντες πιστῶς καὶ εὐλαβῶς ὕμνον τὸν τρισάγιον, ἵνα φλογός, αἰωνιζούσης ῥυσθείημεν.
Θεοτοκίον.
Τῆς φθορᾶς με λύτρωσαι ἡ ἀφθόρως τέξασα Θεόν, Θεοτόκε ῥύουσα τῆς κρίσεως τοῦ σοῦ Υἱοῦ καὶ ἀφθαρσίας ἀξίωσον.
ᾨδὴ ζ΄. Ὁ Ὑπερυψούμενος.
Ἡ πανυπερούσιος Τριὰς τοὺς ὑμνοῦντας πιστῶς διαφύλαττε πάσης περιστάσεως καὶ τῆς σῆς βασιλείας καταξίωσον Οἰκτίρμον.
Τῇ αἴγλῃ τῆς δόξης σου φαιδρύνεις τὰ σύμπαντα Τριὰς ὑπερούσιε, διὸ ἱκετεύω σε, τὸ σκότος τῆς ψυχῆς ἀπέλασον καὶ σῶσόν με.
Πατέρα προάναρχον Υἱὸν ὁμοούσιον, Πνεῦμα συναΐδιον, τὴν μίαν θεότητα καὶ μίαν βασιλείαν προσκυνήσωμεν ἐν φόβῳ.
Θεοτοκίον.
Νέκρωσον τὰ πάθη μου ζωήν, ἡ κυήσασα, ἔγειρόν με κείμενον ἐκ τάφου θεόνυμφε τοῦ τῆς εὐαισθησίας, ἵνα πόθῳ σὲ δοξάζω.
ᾨδὴ η΄. Σοὶ τῇ Παντουργῷ.
Σοὶ
τῇ Παντουργῷ, θεαρχικῇ οὐσία προσπίπτω δεόμενος Τριὰς ὁμόθρονε ῥῦσαι ἐκ
σκότους ἀμέτρων ἐγκλημάτων τὴν πεπωρωμένην καὶ ταπεινὴν ψυχήν μου.
Σύ
μου φωτισμός, καὶ ζωῆς χορηγία, σὺ εἶ σωτηρία μου Τριὰς ὑπέρθεε, σὺ μὲ
ἐκ σκότους λύτρωσαι αἰωνίου καὶ τῆς βασιλείας τῆς σῆς ἀξίωσόν με.
Σὲ
τὴν τοῦ παντός, δεσπόζουσαν Τριάδα, προάναρχον σέβομαι, ὁ πολυώδυνος
καὶ ἱκετεύω σὺν δάκρυσι δακρύων τῶν ἐν τῇ γεένῃ, ρὑσθῆναί με οἰκτίρμον.
Θεοτοκίον.
Ῥῦσαι
νοητοῦ, Παντάνασσα θηρός με καὶ πυρός, τοῦ μέλλοντος τὸν πεποιθότα σοι
καὶ τῆς σῆς δόξης μέτοχον ποίησόν με, ἵνα σὲ δοξάζω εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ΄. Ἠσαΐα χόρευε.
Τριάδα
δοξάσωμεν, μίαν φύσιν ἄναρχον πιστοί, Πατέρα καὶ τὸν Υἱὸν Πνεῦμα τὸ
εὐθὲς Θεὸν ἕνα σέβοντες, Δημιουργόν, καὶ Κτίστην παντός, ὅν ἱκετεύομεν
παριδεῖν ἡμῶν τὰ πταίσματα.
Τριὰς
ὑπερούσιε, μοναρχία εὔσπλαγχνε Θεέ, ἐλέησον οὕς ἐκ γῆς ἔπλασας τῇ σῇ
δυνάμει καὶ χάριτι καὶ κοινωνούς, τοῦ σοῦ φωτισμοῦ μετὰ Ἀγγέλων σου ὡς
ὑπεράγαθος ποίησον.
Σὸς
εἰμὶ καὶ σῶσόν με τὸν ἀχρεῖον ἄναρχε Τριάς, καὶ ῥῦσαί με τοῦ θηρός, καὶ
τῆς τοῦ πυρός, ἀΰλου φλογώσεως καὶ μὴ μνησθῇς τῶν ἐμῶν κακῶν, εἰ γὰρ
καὶ ἥμαρτον, πλὴν εἰς σὲ μόνην κατέφυγον.
Θεοτοκίον.
Ὡς
αὐτοκατάκριτος, ἐννοῶν μου τῶν ἁμαρτιῶν τὸ πλῆθος καὶ τὸ φρικτόν, Βῆμα
τοῦ Κριτοῦ τῷ φόβῳ συνέχομαι σὺ δὲ ἁγνὴ τοῦτον εὐμενῆ, τότε μοι ποίησον
ἀκατάκριτον τηροῦσά με.
Ἦχος πλ. Β΄.
ᾨδὴ α΄. Κύματι θαλάσσης.
Τρισίν,
ἐν προσώποις, μίαν μοναρχίαν σέβω θεότητος τὴν ἀδιαίρετον παρ’ ἧς
παρήχθη τὰ πάντα ἐκ μὴ ὄντων καὶ συνίσταται ἐν σοφίᾳ ἄριστα σαφῶς
θεοπρεπέστατα.
Σὺ
εἶ τῶν ἁπάντων ἡ πρώτη αἰτία δι’ ἀγαθότητα τὸν κόσμον κτίσασα Τριὰς
Μονὰς Παναγία μία φύσις ὑπερούσιος, σὺ ἡμᾶς διάσωσον τοὺς πίστει σὲ
δοξάζοντας.
Πάτερ
παντοκράτωρ συνάναρχε Λόγε Πνεῦμα πανάγιον, Τριὰς ὁμότιμε τοὺς εὐσεβῶς
προσκυνοῦντας καὶ Θεὸν ὁμολογοῦντάς σε, κληρονόμους ποίησον τῆς θείας
βασιλείας σου.
Θεοτοκίον.
Ἄχραντε
Παρθένε Κεχαριτωμένη Μαρία ἔνδοξε, τῆς χαρᾶς πρόξενε τοὺς ὑμνητάς σου
ἐνθέως, θείαις χάρισι χαρίτωσον, ὅπως χαριστήριον ᾠδήν σοι ἀναμέλπομεν.
ᾨδὴ γ΄. Σὲ τὸν ἐπὶ ὑδάτων.
Σὲ
προσκυνοῦμεν πόθῳ καὶ σέβομεν Τριὰς ὑπεραγία τὴν ἄκτιστον οὐσίαν τὴν
ὑπερούσιον δύναμιν, τὴν φύσιν τὴν ὑπέρθεον, καὶ ἀκατάληπτον την ἀόριστον
ἐνέργειαν.
Ῥῦσαι
κακῶν παντοίων, καὶ θλίψεων ψυχὴς τοὺς σὲ ὑμνοῦντας καὶ δώρησαι εἰρήνην
καὶ ἐπταισμένων συγχώρησιν Τριὰς ἡ ὑπερούσιος δι’ ἀγαθότητα ὡς
οίκτίρμων καὶ φιλάνθρωπος.
Μονάδα
τῇ οὐσίᾳ Τριάδα σε τοῖς προσώποις δοξάζω μελῳδικῶς κραυγάζων σὺν τοῖς
Ἀγγέλοις τὸ Ἅγιος καὶ ἱκετεύω δάκρυσι, ῥῦσαι δακρύων με, αἰωνίων τὸν
ὐμνοῦντά σε.
Θεοτοκίον.
Ἀναψυχὴ
ψυχῆς μου, καὶ ἄνεσις τῆς καρδίας ὑπάρχεις, χαρὰ καὶ εὐφροσύνη καὶ
θυμηδία μου Δέσποινα, μὴ οὖν στερήσῃς με τῆς αἰωνίου σου καὶ ἀῤῥήτου
ἀπολαύσεως.
ᾨδὴ δ΄. Τὴν ἐν Σταυρῷ Σου.
Σὲ
δυσωπεῖ Τριὰς ἀμέριστε πληθύς, χριστιανῶν ἐξ ὅλης τῆς καρδίας βοῶντές
σοι σὺν δάκρυσιν εὔσπλαγχνε Θεέ, ῥῦσαι πυρός, γεέννης τοὺς προσκυνοῦντάς
σε.
Ἀγγελικαὶ
χοροστασίαι σε, δυσωποῦσι Τριὰς ἡ θεαρχικωτάτη ὑπὲρ ἡμῶν τῶν δούλων
σου, ὅπως κοινωνούς, Παραδείσου ποιήσῃς ἡμᾶς ὡς εὔσπλαγχνος.
Θεὸν
Πατέρα προσκυνήσωμεν, ὁμότιμον Υἱόν, καὶ Πνεῦμα ἐκβοῶντες· δόξα τῇ
βασιλείᾳ ἄναρχε Τριάς, ἡ τὸ πᾶν συντηροῦσα ὡς παντοδύναμος.
Θεοτοκίον.
Πηγάς,
δακρύων ἡ κυήσασα, τὴν πηγήν, οἰκτιρμῶν, παράσχου μοι Παρθένε ὅπως τῶν
ἐγκλημάτων μου πλύνω μολυσμοῦς καὶ ζωῆς αἰωνίου ἀξιωθήσομαι.
ᾨδὴ ε΄. Θεοφανείας Σου Χριστέ.
Τριὰς
ὑπέρθεε σεπτή, Πάτερ Υἱὲ καὶ ὁμότιμον Πνεῦμα, ἐλεήμων εὔσπλαγχνε
Πανάγαθε, ῥῦσαι τοὺς σοὺς δούλους ἐκ θλίψεως καὶ ἀξίωσον τῆς χαρᾶς καὶ
βασιλείας σου, ἵνα σὺν Ἀγγέλοις ὑμνῶσί σε εἰς αἰῶνας καὶ δοξάζωσιν.
Ἀχρειωθεὶς
ταῖς πονηραῖς τῶν ἡδονῶν πλημμελείαις σοι φόβῳ Τριὰς ἄναρχε, προσπίπτω
δάκρυσι τῇ σῇ εὐσπλαγχνίᾳ δεόμενος ὅπως μοι τὴν λύσιν αὐτῶν δῴης ὡς
οἰκτίρμων, ἵνα σὲ δοξάζω σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου ἀγαλλόμενος.
Τῆς
αίωνίου σου ζωῆς ἀξίωσον Τριὰς ἡ παναγία, τοὺς πιστῶς ὑμνοῦντας καὶ
δοξάζοντας τὸ ἀπειροδύναμον κράτος σου δωρουμένη τὸν ἱλασμὸν καὶ τὴν
συγχώρησιν ἡμῖν τῶν πταισμάτων καὶ πάντων τῶν δυσχερῶν τὴν ἀπολύτρωσιν.
Θεοτοκίον.
Λελυτρωμένοι
διὰ σοῦ, τῆς μητρικῆς λύπης Θεοκυήτορ, θυμηδίας ἔμπλεοι γεγόναμεν,
εὐφροσύνην πᾶσι γὰρ τέτοκας, καὶ παγκόσμιον χαρμονήν, διὸ πανύμνητε τοὺς
σοὺς ὑμνολόγους κινδύνων ταῖς σαῖς πρεσβείαις διαφύλαξον.
ᾨδὴ στ΄. Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέσθη.
Ἡ
ἐπὶ πάντα διακυβερνῶσα Τριὰς ἀμέριστε Μονάς, καὶ προνοοῦσα πάντων, καὶ
τῆς σωτηρίας τῶν ἀνθρώπων, προμηθουμένη ἄκρᾳ ἀγαθότητι, Σὺ παράσχου μοι
παραπτωμάτων τὴν ἀπολύτρωσιν, καὶ τῆς θείας ζωῆς καὶ ἀγαλλιάσεως τὴν
μέθεξιν.
Σοὶ
προσπίπτω καὶ καθικετεύω Πάτερ προάναρχε Θεέ, σὺν τῷ μονογενεῖ σου Υἱῷ
καὶ Πνεύματι τῷ Ἁγίῳ μία οὐσία ἡ πανυπερούσιος τὰς πολλάς μου
ἀθεμιουργίας ἐξαφανίσασα δώρησαί μοι χαρᾶς τῆς αἰωνιζούσης τὴν
ἀπόλαυσιν.
Προσκυνοῦμεν
καὶ δοξολογοῦμεν φόβῳ σὲ ἄναρχε Τριάς, σὺν δάκρυσιν αἰτοῦντες τῶν
πταισμάτων δοῦναι ἡμῖν λύσιν ὡς ἐλεήμων καὶ πυρός, λυτρώσασθαι, καὶ
ἀξίους σοῦ τῆς βασιλείας ἀναδεῖξαι ἅπαντας τοὺς εὐσεβῶς καὶ εἰλικρινῶς
σὲ μεγαλύνοντας.
Θεοτοκίον.
Ξενωθέντας
πάλαι ἐξ ἀπάτης τοῦ ἀνθρωποκτόνου ἐχθροῦ Θεοῦ τοῦ πρωτοπλάστου τῆς
τρυφῆς τοῦ Παραδείσου μόνη Θεογεννήτορ αὖθις ἐπανήγαγες πρὸς Παράδεισον
ἀποτεκοῦσα Σωτῆρα Κύριον ὅνπερ ὡς σὸν Υἱόν, πρέσβευε σωθῆναι τοὺς
ὑμνοῦντάς σε.
ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.
Τρισίν,
προσώποις ἕνα Θεὸν μεγαλύνομεν τὸν τὸ εἶναι πᾶσι θαυμαστῶς δόντα ἐξ
ἀρχῆς καὶ ὡς παντοδύναμος νῦν συντηροῦντα ἀσύγχυτα ἀτρέπτως, ἐν ἑνώσει
μιᾷ εἰς τοὺς αιῶνας.
Ἀπαγωγῆς
με τῆς ἁμαρτίας ἐξάρπασον καὶ δουλείας τῆς τῶν η’δονῶν Τριὰς ἀγαθή,
πανοικτίρμων Δέσποτα καὶ δώρησαί μοι δουλεύειν σοι ἐν φόβῳ καὶ σεμνότητι
βίου καὶ ἁγνείᾳ.
Οἱ
τῶν Ἀγγέλων χοροὶ Τριὰς σὲ δοξάζουσι, τρισαγίοις ὕμνοις καὶ ᾠδαῖς μεθ’
ὧν καὶ ἡμᾶς τοῖς πηλίνοις χείλεσιν ὑμνολογοῦμεν καὶ πίστει προσκυνοῦμεν·
Λυτρωτά, ὀ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Θεὸν
τεκοῦσα τὸν τοῦ παντός, κυριεύοντα φερωνύμως ἔσχηκας ἁγνή, Κυρία σαφῆ
ἐπὶ πάσης φύσεως καὶ ὅσα θέλεις ἀνύεις ὑπὲρ φύσιν κυριώνυμε Ἄχραντε
Μαρία.
ᾨδὴ η΄. Ἔκστηθι φρίττων.
Δεῦτε
προθύμως οἱ πιστοί, τὸν Τρισυπόστατον προσκυνήσωμεν Θεόν, καὶ δάκρυσιν
οἰκτρῶς αἰτήσωμεν ἄφεσιν ἁμαρτιῶν καὶ τῶν δυσχερῶν πάντων λύσιν, ὅπως
εὐχαριστῶμεν καὶ δοξολογοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.
Λύμης
παθῶν καὶ ἡδονῶν τῆς κατεχούσης με καὶ φθειρούσης τὴν ψυχήν, καὶ σῶμα
ταχύ, ἐλευθέρωσον, Ὑπεραγίε Τριάς, παρέχουσα λύσιν μοι πταισμάτων, ὅπως
ᾀεὶ δοξάζω καὶ πιστῶς ἀνυμνῶ σε εἰς πάντας τοὺς αἰῶνας.
Πάτερ
ἀγέννητε Θεέ, Υἱὲ συνάναρχε καὶ ὁμότιμε Πατρός, καὶ Πνεῦμα Υἱῷ
συναΐδιον, καὶ προϊόν, ἐκ Πατρός, Τριὰς ἡ πανοικτίρμων ἐλέους ἀξίωσον
σοὺς δούλους τοὺς πιστῶς ἀνυμνοῦντας καὶ δοξολογοῦντας τὸ κράτος σου.
Θεοτοκίον.
Δεῦτε
τὰ στίφη τῶν πιστῶν εἰς ἕν συνέλθετε καὶ τὴν Ἄνασσαν παντός, τὴν
ἀῤῥήτως Λόγον κυήσασα τὸν Ποιητήν, τοῦ παντός, ὑμνήσωμεν κραυγάζοντες·
χαῖρε τὸ προσφύγιον πάντων, καὶ ἐλπὶς σωτηρίας τῶν Σὲ ἐπικαλούντων καὶ
πίστει προσκυνούντων σε.
ᾨδὴ θ΄. Μὴ ἐποδύρου μου Μήτηρ.
Πατέρα
Λόγον καὶ Πνεῦμα τὴν ἁγίαν τριάδα ὅλῃ ψυχῇ καὶ διανοίᾳ φόβῳ καὶ χαρᾷ
εὐφημήσωμεν ὕμνοις καὶ μεγαλύνωμεν δάκρυσι καὶ νηστείαις αὐτὴν ἱκετικῶς
ἱκετεύοντες δοῦναι ἡμῖν συγχώρησιν.
Ἀναψυχὴ
τῆς ψυχῆς μου, καὶ χαρά, σὺ ὑπάρχεις, Τριὰς Ἁγία ὡς αἰτία τῆς ἐμῆς
ζωῆς, Σὺ γὰρ καὶ τὸ εἶναι πρώην μοι δέδωκας, καὶ ζωῆς αἰωνίου ἐλπίζω τοῦ
τυχεῖν διὰ σπλάγχνα ἐλέους φιλανθρωπίας σου.
Τριάδα
μίαν δοξάζω, συμφυῶς νοουμένην, ἐν ὁσιότητι μιᾷ καὶ δόξῃ καὶ τιμῇ τοὺς
μὴ οὕτω φρονοῦντας ἀποβαλλόμενος ὡς αὐτῆς ἀλλοτρίους γεέννης καὶ πυρός,
ὡς δαιμόνων μετόχους δεινῶν ὁμόφρονας.
Θεοτοκίον.
Χαρᾶς
ἡμῖν αἰωνίου καὶ ζωῆς ἀϊδίου Θεογεννήτορ ἀνεδείχθης πρόξενος παντός,
κόσμου τὸν Σωτῆρα κυοφορήσασα, τὸν τῆς γῆς ἐκ προσώπου, πᾶν δάκρυον
σαφῶς, ἀφελόντα καὶ πᾶσι, χαράν, βραβεύσαντα.
Ἦχος βαρύς.
ᾨδὴ α΄. Νεύσει πρὸς γεώδη.
Ἄναρχον
τὸν Πατέρα και συναΐδιον Λόγον καὶ Πνεῦμα ὁμόδοξον δοξάζω ὑπερούσιον
μίαν θεότητος φύσιν τὴν ἐκ τοῦ μὴ ὄντος τὰ πάντα ποιήσασαν.
Δάκρυα
μετανοίας, καθαρτικά μοι παράσχου, ἵνα μου τὰ πταίσματα, ἐκπλύνω ὁ
παμμίαρος, ὅπως ῥυσθῶ τῆς γεέννης, τῇ σῇ εὐσπλαγχνίᾳ Τριὰς ὁμοούσιε.
Πάτερ
Υἱὲ καὶ Πνεῦμα, μία θεότης ἁγία, Τριὰς ὑπερούσιε οὐσία ἀκατάληπτε,
σῶσον τοὺς σὲ προσκυνοῦντας καὶ ὑμνολογοῦντας τὴν σὴν ἀγαθότητα.
Θεοτοκίον.
Τέτοκας
Παναγία τὸν ἀπερίληπτον Λόγον, σαρκί, καθ’ ὑπόστασιν, ἡμῖν
προσωμιλήσαντα τοῦτον πάντοτε δυσώπει σῶσαι τοὺς πιστῶς σὲ ᾀεὶ
μακαρίζοντας.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Πατέρα
ἄναρχον ὑμνῶ, καὶ ὁμοούσιον Λόγον, Θεὸν ἕνα ταῦτα εὐσεβῶς, σὺν τῷ
παντουργῷ καὶ θείῳ Πνεύματι ἀνακηρύττων ἐμφανῶς ἐν ᾧ πιστεύω σωθῆναι καὶ
πυρός, ῥυσθῆναι τῆς κολάσεως.
Ἡ
ὑπερούσιος Μονάς, ἡ ἀγαθότητα πλήρης, ἡ αἰτία πάντων τῶν καλῶν, Τριὰς
παντουργέ, τοὺς πίστει σέβοντας καὶ εὖ φρονοῦντάς σε Θεόν, Δημιουργόν,
καὶ Σωτῆρα, σῶσον ὡς οἰκτίρμων καὶ φιλάνθρωπος.
Σὲ
προσκυνῶ καὶ ἀνυμνῶ, τὴν ὑπεράρχιον φύσιν, καὶ οὐσίαν ἄκτιστον Θεόν,
Ποιητήν, καὶ Κτίστην πάσης κτίσεως, ἐν ὑποστάσεσι τρισί, καὶ μετὰ φόβου
βοῶ σοι· μὴ ἐγκαταλίπῃς με τὸν δοῦλόν σου.
Θεοτοκίον.
Βήμα
φρικτόν, καὶ φοβερόν, ἡμαρτηκότα με μένει, ἐν ᾧ μέλλω κρίνεσθαι
φρικτῶς, Παρθένε Ἁγνή, ἡ μόνη τέξασα Κριτήν, ἁπάντων καὶ Θεόν, Αὐτὸν
ἱκέτευε τότε, τῆς δεινῆς με ῥῦσαι κατακρίσεως.
ᾨδὴ δ΄. Ὁ πατρικούς, κόλπους.
Πάτερ
Υἱὲ καὶ Πνεῦμα εὐθές, ἡ τρισυπόστατος μονάς, παράσχου ἡμῖν ἐξ ὅλης
ψυχῆς καθάρσια ἀναβλύζειν δάκρυα, ὅπως συγχωρήσεως ἐπιτύχωμεν.
Τριὰς
σεπτή, ῥῦσαί με παθῶν, δεινῶν πειρασμῶν καὶ συμφορῶν τὸν δοῦλόν σου τὸν
πιστῶς θεολογοῦντάς σε, καὶ τῆς σῆς ἀξίωσον χαρᾶς ἀῤῥήτου καὶ
μακαριότητος.
Ἀναψυχὴ
τῆς ἐμῆς ψυχῆς, Τριὰς Μονὰς ἡ Παντουργός, πέλεις ἀληθῶς εὐφροσύνη
θυμηδία μου ζωή τε καὶ ἄφεσις τῶν ἐπταισμένων καὶ τελεία συγχώρησις.
Θεοτοκίον.
Πένθος
μοι δός, Μήτηρ τοῦ Θεοῦ, ὀδυνηρὸν καὶ κλαύσομαι πληθύν, τῶν ἐμῶν
ἁμαρτιῶν ὁ παμμίαρος, καὶ καθαρισθήσομαι ὅπως πένθους αἰωνίου
ῥυσθήσομαι.
ᾨδὴ ε΄. Νὺξ ἀφεγγής.
Ἕνα
Θεόν, ἐν προσώποις τρισί, εὐσεβοφρόνως ὑμνῶ καὶ μετὰ δέους, αὐτοῦ
δέομαι δοῦναί μοι λύσιν ἐγκλημάτων καὶ βασιλείας ἀξιῶσαί με.
Μή
με ἐχθροῖς, παραδώῃς Τριάς, τοῖς τὴν ἐμὴν ποθεινῶς ᾀεὶ ἐκζητοῦσιν
ἀπώλειαν καὶ ἐνοχλοῦσιν ἀδιαλείπτως, ἀλλὰ τῆς τούτων λύμης ῥῦσαί με.
Φῶς
ὁ Πατήρ, φῶς ὁ Υἱός, καὶ φῶς Πνεύμα τὸ πανάγιον, μία φύσις καὶ θεότης
ἄναρχος, ἥν ὑμνοῦσιν ἀκαταπαύστως καὶ δοξολογοῦσιν οἱ Ἄγγελοι.
Θεοτοκίον.
Δός
μοι πηγάς, δακρύων ἡ πηγήν, τῆς εὐσπλαγχνίας Χριστόν, ὑπερφυῶς τέξασα
Παρθένε τέξασα, ὅπως πληθύν, ἐξαλείψω τῶν πταισμάτων μου καὶ σωθήσομαι.
ᾨδὴ στ΄. Ναυτιῶντα σάλῳ.
Ὦ
Τριὰς ἁγία, τῶν ἐμῶν ἀμέτρων πταισμάτων παράσχου μοι ἄφεσιν ὡς
οἰκτίρμων καὶ ψυχοφθόρου θηρός με ἐξάρπασον καὶ πυρός, κολάσεώς με
ῥῦσαι, ἵνα σου δοξάζω τὸ ἄπειρον ἔλεος.
Ἐν
τρισί, προσώποις μία δεσποτεία ὑμνεῖται Πατήρ, Υἱός τε καὶ ἅγιον
Πνεῦμα, μία βουλή, ἐξουσία καὶ δύναμις εἷς Θεὸς καὶ Κτίστης τῶν ἁπάντων
Πανοικτίρμων εὔσπλαγχνος καὶ ἀνεξίκακος.
Τριὰς
Παναγία ἡ ἐκ τοῦ μὴ ὄντος τὸ εἶναι ἡμῖν φιλανθρώπως δωρησαμένη καὶ τὸ
εὖ εἶναι δεόμεθα δώρησαι, λύουσα σειράς, ἀμπλακημάτων ὅπως σὲ ἀπαύστως
μεγαλύνωμεν.
Θεοτοκίον.
Ῥητορεῦον
στόμα, ποῖον διηγήσεται Κόρη, τὰ σὰ ἀνερμήνευτα μεγαλεῖα ἅ ὁ Υἱός σοι
καὶ Θεὸς ἐποίησε; Πλὴν ὡς ἐφικτὸν ὑμνολογοῦμεν, σὲ τὴν ὑπερύμνητον καὶ
ὑπερένδοξον.
ᾨδὴ ζ΄. Κάμινον Παῖδες.
Μίαν
δοξάζω, Θεότητος φύσιν, Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ἥν ἀνυμνοῦσιν ἐν
φόβῳ οἱ Ἄγγελοι ἀΰλοις τοῖς χείλεσιν ἀκαταπάυστως φρικτοῖς μελῳδήμασιν.
Σὲ
Παναγία Τριὰς μεγαλύνω, καὶ προσκυνῶ σὲ δεόμενος, εἰς ἥν βεβάπτισμαι
καὶ πεπίστευκα, ῥῦσαι τὸν οἰκέτην σου τοῦ αἰωνίου πυρός, τῆς κολάσεως.
Σὺ
ἐκ μὴ ὄντων, ἐποίησας πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα, Τριὰς Ἁγία ὡς Θεὸς
ὑπέρσοφος, ὅθεν πᾶσα ἡ κτίσις σὲ ἀνυμνεῖ κατὰ χρέος καὶ δοξάζειν σε.
Θεοτοκίον.
Τρέμω
καὶ κλαίω, ἐννοῶν Παρθένε τὸ φοβερόν, δικαστήριον, πῶς γυμνός,
παρασταθῶ ὡς κατάκριτος, ἀλλὰ σὺ μὲ οἴκτειρον καὶ δεινῆς καταδίκης
ἐλευθέρωσον.
ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Ἄναρχε
Τριάς, ἡ ἀμέριστος οὐσία ἡ παντουργός, καὶ σύνθρονος, ὁ Πατὴρ ὁ Υἱὸς
καὶ Πνεῦμα τὸ εὐθές, σῷζε πάντας τοὺς πιστῶς Κύριον ἕνα καὶ Θεόν,
ὁμολογοῦντάς σε καὶ τῆς ἀφράστου χαρᾶς καὶ θυμηδίας τῆς σῆς βασιλείας
ποίησον κληρονόμους.
Σὲ
πανευλαβῶς προσκυνῶ καὶ ἐκβοῶ σοι, Τριὰς πανυπερούσιε ἐλέησόν με τὸν
πτωχόν, καὶ δεινόν, ὅν ἐδράξατο ὁ ἐχθρός, δι’ ἡδονῶν φθοροποιῶν καὶ
ἐλυμήνατο, σὸν εἰμὶ πλάσμα καὶ σῶσόν με οἰκτίρμον, ἵνα σὲ δοξάζω ὡς
Κτίστην μου καὶ ῥύστην.
Δεῦτε
οἱ πιστοί, προσκυνήσωμεν ἐν φόβῳ, Τριάδα ὁμοούσιον, ἕνα Θεὸν Ποιητήν,
τοῦ παντός, ὅπως πταισμάτων ἡμῶν λύσιν ἁπάντων καὶ συγχώρησιν ληψώμεθα
καὶ βασιλείας θείας ἀξιωθῶμεν μετὰ τῶν Ἁγίων εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἄβυσσον
ἁγνή, ἡ τεκοῦσα τοῦ ἐλέους τὸν ἐν δεινοῖς πεσόντα με ἀτοπήμασι καὶ
αἰσχίστοις κακοῖς, ἐλέησον ὡς πηγή, τῆς εὐσπλαγχνίας καὶ δεινῶν θᾶττόν
με λύτρωσαι, ἵνα ὑμνῶ σὲ ᾀεὶ καὶ μεγαλύνω εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Μήτηρ Θεοῦ καὶ Παρθένος.
Δεῦτε
πιστοί, τὴν τριάδα μέλψωμεν, ἐν μελῳδήμασι θείοις, σὺν Ἀγγέλοις
ὑμνοῦντες καὶ εὐλαβῶς καθικετεύοντες σῶσον οἰκτίρμον τοὺς ἕνα Θεὸν σὲ
καθομολογούντας καὶ πιστῶς λατρεύοντας.
Τριὰς
σεπτή, Μονὰς ὑπερούσιε, Πάτερ Υἱὲ θεῖον Πνεῦμα, τοὺς πιστῶς σὲ
τιμῶντας, καὶ ὀρθοδόξως μεγαλύνοντας, σῶσον οἰκτίρμον ἐκ πειρατηρίων καῖ
τῆς αἰωνίου σου χαρᾶς καταξίωσον.
Μελῳδικῶς
τρισαγίοις ᾄσμασι σὺν τοῖς Ἀγγέλοις ὑμνοῦμέν σε Τριὰς Παναγία καὶ
ἀκαταπαύστως δοξάζομεν, προσδέχου τοίνυν, ἡμῶν τὰς αἰνέσεις καὶ πυρός,
γεέννης, τοὺς ὑμνωδούς σου λύτρωσαι.
Θεοτοκίον.
Νόμου
σκιάς, καὶ τὰ πρὶν αἰνίγματα, τῇ σῇ γεννήσει παρῆλθον καὶ γὰρ πλήρωμα
νόμου καὶ Προφητῶν ὁ Χριστὸς γέγονεν, ὅν ἐν ούσίαις δυσίν, ἀνυμνοῦντες
σὲ τὴν ἀειπάρθενον Ἁγνὴν μακαρίζομεν.
Ἦχος πλ. Δ΄.
ᾨδὴ α΄. Ἀρματηλάτην Φαραώ.
Τριὰς
ἁγία ὁ Πατήρ, ὁ ἄναρχος, Υἱὸς ὁ μονογενής, καὶ τὸ θεῖον Πνεῦμα, δώρησαί
μοι δάκρυα, καὶ πένθος ἀκατάπαυστον τοῦ θρηνεῖν μου τὰς πράξεις, τὰς
ἐναγεῖς αἷς ἠχρείωσα σοῦ τὸ κατ’ ἐικόνα ὁ δείλαιος.
Μονὰς
τῇ φύσει, Τριὰς ὑποστάσεσιν, ἀκατανόητε, μία Βασιλεία, λίαν ἀκατάληπτε,
Πάτερ Υἱὲ σὺν Πνεύματι, κατοικτείρησον πάντας τοὺς ὀρθοδόξως ὑμνοῦντάς
σε καὶ θεοπρεπῶς μεγαλύνοντας.
Τὰ
Χερουβίμ, καὶ Σεραφίμ, δοξάζουσιν ἀκαταπαύστοις ᾠδαῖς, Σὲ τῶν ἐν
προσώποις τρισίν, ὑπερούσιον, οὐσίαν τῆς θεότητος, ἥν τολμῶντες
ὑμνοῦμεν, καὶ οἱ βροτοί, ὡς ἰσχύομεν, καὶ χρεωστικῶς μεγαλύνομεν.
Θεοτοκίον.
Ὑμνολογίαις
ἱερεαῖς ὑμνοῦμέν σε τὴν πολυΰμνητον, τὴν τὸν Θεὸν Λόγον, ὑπὲρ λόγον
τέξασαν, τὸν μόνον ὑπερύμνητον, ὅν ὑμνεῖ πᾶσα φύσις, ἕν οὐρανῶν τὰ
στρατεύματα θείαις ὑμνωδίαις γεραίρουσιν.
ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ αρχάς.
Ὁ
χαρακτῆρσιν ἐν τρισί, καὶ ὑποστάσεσι μόνος, εἷς Θεὸς ἀκατανόητος πέλων,
τοὺς ὑμνοῦντάς σε πιστῶς, καὶ ὀρθοδόξως φύλαττε, ἐκ πάσης ἐναντίας, τῶν
δυσμενῶν περιστάσεων.
Ὅν
θεωρίᾳ ὑψηλῇ γενόμενοι καὶ τῶν ἄνω, μιμηταί, ἐπουρανίων πταισμάτων,
ἀνυμνήσωμεν Θεὸν Πατέρα τὸν παναίτιον, Υἱὸν καὶ Πνεῦμα θεῖον τὰ τρία
μίαν θεότητα.
Τὰ
Χερουβίμ, καὶ Σεραφίμ, ὑμνοῦσιν ἀδιαλείπτως, μετὰ δέους τὴν ἁγίαν
Τριάδα, ὥσπερ δεῖ θεοπρεπῶς ἥν καὶ ἡμεῖς δοξάζοντες, βροτοί, σὺν τοῖς Ἀγγέλοις, χαρᾶς ἀῤῥήτου πληρούμεθα.
Θεοτοκίον.
Ὁ
πρὸ νεκρώσεως νεκρός, ὁ πρὸ ταφῆς τεθαμμένος, ὁ πρὸ μνήματος ἐν μνήματι
μένων, τῆς λιθώδους καὶ σκληρᾶς, ἀναλγησίας Δέσποινα σὴν τῆς ζωῆς
Μητέρα Σὲ ἱκετεύω ζωῶσαί με.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
Πάτερ
Υἱὲ καὶ Πνεῦμα Ἅγιον λύτρωσαι, τοὺς ἐν πίστει ἐπικαλουμένους σε, καὶ
Σοὶ λατρεύοντας εὐσεβῶς, ἐκ παντοίας βλάβης καὶ βασιλείας ἀξίωσον, τῆς
σῆς αἰωνιζούσης, ὅπως ψάλλω σοι δόξα, τῇ δυνάμει σου μόνε ἀθάνατε.
Κλαῦσον
ψυχή, πρὸ τῆς ἐξόδου καὶ θρήνησον, ὅπως σβέσῃς φλόγα αἰωνίζουσαν καὶ
λυτρωθήσῃ τοῦ πυρός, καὶ τρισυποστάτῳ συμβασιλεύσῃ Θεότητι, πρὸς ἥν
ἀκαταπαύστως νῦν ἐν τῷ δὲ τῷ βίῳ μὴ ἀμέλῃ βοῶσα τὸ ἥμαρτον.
Ἕνα
Θεὸν τρισί, προσώποις κηρύττομεν, μίαν φύσιν ἄναρχον ἀόριστον
παντουργικήν, τελεταρχικήν, καὶ τὴν κτίσιν πᾶσαν πανσόφως
δημιουργήσασαν, ἥν πᾶσαι τῶν Ἀγγέλων ἀνυμνοῦσιν αἱ τάξεις, μετὰ δέους
ᾀεὶ καὶ δοξάζουσι.
Θεοτοκίον.
Ἀναψυχὴ
Σὺ τῆς ψυχῆς μου καὶ ἥδισμα, τῆς καρδίας Σὺ τὸ ἀγαλίαμα, σὺ φωτισμός,
σύ μου γλυκασμός, ἐντρύφημα γλώττης, γλυκύ, χειλέων μελέτημα, Πανύμνητε
καὶ δρόσος, τῆς ἐμῆς διανοίας, ὁδυνῶν κουφισμός, καὶ παράκλησις.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Δεῦτε
πάντες συμφώνως οἱ πιστοί, δοξάσωμεν, τὴν ὑπερένδοξον, ἐν τρισί,
προσώποις, μίαν φύσιν ἀμέριστον ἄναρχον, ἐν Πατρί, Υἱῷ τε καὶ Πνεύματι
τῷ παναγίῳ Θεὸν ἕνα τὰ τρία κηρύττοντες.
Ἐπὶ
σοὶ τὰς ἐλπίδας πάσας καὶ τὸ καύχημα καὶ ἀγαλλίαμα, ἔχω ὡς αἰτία τῶν
καλῶν μου καὶ πάσης αἰνέσεως, Τριὰς μοναρχία, Πάτερ Υἱὲ καὶ θεῖον Πνεύμα σύ με μέτοχον δεῖξον τῆς δόξης σου.
Ἥν
ἀΰλων ταγμάτων, στρατιαί, δοξάζουσιν ᾀεὶ τοῖς ᾄσμασιν, ἄναρχον Τριάδα,
ἀκορέστῳ στοργῇ ἀγαλλόμεναι, ταύτην οἱ ἀχρεῖοι χρεωστικῶς ὑμνολογοῦμεν,
ἐν ψαλμοῖς καὶ ᾠδαῖς ὡς ἰσχύομεν.
Θεοτοκίον.
Ἔργα
πράξας αἰσχύνας, πέφυκα πρὸ κρίσεως αὐτοκατάκριτος, ἀλλὰ σὺ Παρθένε, ἡ
κριτήν, τῶν ἁπάντων κυήσασα, τοῦτον ἐκδυσώπει, τοῦ οἰκτειρῆσαί με καὶ
ῥῦσαι, τῆς δεινῆς τοῦ πυρός, κατακρίσεως.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Τριάδα
μοναδικήν, εὐσεβοφρόνως δοξάζομε, Μονάδα τριαδικήν, πανσόφως
λατρεύομεν, ἀτμήτως μερίζοντες καὶ ἀδιαιρέτως διαιροῦντες καὶ
συνάπτοντες.
Τριὰς
Μονὰς ὁ Θεός, ὁ ἐκ μὴ ὄντων τὰ σύμπαντα, συστήσας καὶ συντηρῶν,
βουλήσει ἐλέους σου κᾀμὲ τῆς συνήθει σου, εὐσπλαγχνίᾳ πάσης, ἐλευθέρωσον
κακώσεως.
Πατέρα
καὶ τὸν Υἱόν, καὶ Πνεῦμα πάντες τὸ ἅγιον, ὑμνοῦμεν πανευσεβῶς, Τριάδα
ἀμέριστον, τὴν πάντων δεσπόζουσαν, μίαν βασιλείαν καὶ οὐσίαν
ἀκατάληπτον.
Θεοτοκίον.
Παράσχου
μοι ὀχετούς, δακρύων Κόρη Μητράνανδρε, ὅπως ἐκπλύνω πληθύν, τῶν
ἀμπλακημάτων μου, καὶ σβέσω τὸ ἄσβεστον, πῦρ τὸ τῆς γεέννης, ὁ παμμίαρος
καὶ ἄσωτος.
ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Πατέρα
ἀγέννητον, Υἱὸ καὶ Λόγον συνάναρχον τῷ Πατρί, καὶ ὁμόθρονον Πνεῦμα τὰ
τρία ἕνα Θεόν δογματίζοντες, ὑμνοῦμεν πανευσεβῶς καὶ προσκυνοῦμεν
πιστῶς.
Τριάδα
ὁμότιμον, τοῖς χαρακτῆρσι δημιουργόν, τοῦ παντός, ἐν μονάδι οὐσίας,
Πατέρα Λόγον Πνεῦμα τρισάγιον σὺν τοῖς παισίν, ἀνυμνοῦντες κραυγάζομεν·
Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριὰς
ὁμοοῦσιε, πηγή, ἐλέους καὶ ἄβυσσος οἰκτιρμῶν, πηγάς, ἠμῖν δακρύων,
παρεχομένη εἰς νῆψιν ἁμαρτιῶν, κοινωνούς, δεῖξον ζωῆς αἰωνίου σου, τοὺς
σὲ φρονοῦντας πιστῶς, ἕνα Θεὸν τοῦ παντός.
Θεοτοκίον.
Τὴν
μόνην ἀμόλυντον, εὔσπλαγχνον μόνην μετὰ Θεὸν δυσωπῶ καὶ σοῦ δέομαι
Κορη, μὴ μὲ βδελύξη τὸν ῥυπαρόν, ἀλλὰ πυρός, αἰωνίου μὲ λύτρωσαι, ὅπως
ὑμνῶ σὲ ᾀεὶ τὴν πολυΰμνητον.
ᾨδὴ η΄. Ἑπταπλασίως.
Τοὺς
εὐσεβῶς δοξάζοντας, καὶ πιστῶς προσκυνοῦντάς σε, φρούρειτε καὶ σκέπε,
πάντοτε φυλάττουσα Τριὰς ὁμοούσιε ἐκ διαφόρων τε πειρασμῶν καὶ τῶν
ἀγαθῶν τῶν αἰωνίων μετόχους ἀνάδειξον οἰκτίρμων, ἵνα ψάλλωμεν πόθῳ
ὑμνοῦντες εὐχαρίστως τὴν σὴν ἀγαθωσύνην.
Τριάδα
ὁμοοῦσιον, εὐσεβῶς ἀνυμνήσωμεν, καὶ μετὰ δακρύων πρὸς αὐτὴν βοήσωμεν·
ἐλέησον οἴκτειρον τοὺς ὀρθοδόξους τε καὶ πιστῶς ἕνα σὲ Θεὸν ὁμολογοῦντας
τῇ φύσει, καὶ λύτρωσαι πταισμάτων καὶ πυρός, τῆς γεέννης καὶ κοινωνούς,
σῆς δόξης ἀνάδειξον Οἰκτίρμον.
Δεῦτε
πιστῶν ὀμήγυρις, εὐσεβῶς προσκυνήσωμεν τὴν ἐκ τοῦ μὴ ὄντος ἅπαντα
ποιήσασαν Τριάδα ἀμέριστον σὺν τοῖς Ἀγγέλοις θεοπρεπῶς, καὶ διηνεκῶς
ἀναβοῶντες τὸν ὕμνον· Πατέρα εὐλογοῦμεν, τὸν Υἱὸν καὶ τὸ Πνεῦμα τὰ τρία
Θεὸν ἕνα, ἀΐδιον φρονοῦντες.
Θεοτοκίον.
Τοὺς
ἐν πελάγει Δέσποινα, χαλεπῶς κινδυνεύοντας, ὄρμοι καὶ λιμένες σωστικοί,
προσδέχονται, κᾀμὲ κινδυνεύοντα τοῖς νοοουμένοις κύμασι, πρόφθασον καὶ
σῶσον, ὁ λιμήν, τῶν ἐν ζάλῃ, τῶν καταπονουμένων, προσβολαῖς τῶν δαιμόνων
ἀντίληψις καὶ σκέπη, καὶ ξένη προστασία.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Τριὰς
ἡ παναγία καὶ παντουργός, τοὺς σοὺς δούλους δεινῶν περιστάσεων καὶ
πειρασμῶν τῶν ἐπεμβαινόντων διηνεκῶς, ἐκλυτρουμένη φύλαττε, ἐκ τῶν
ἀοράτων καὶ ὁρατῶν ἐχθρῶν καὶ τῆς ἀφράστου ἐκείνης θυμηδίας, τοῦ
Παραδείσου καταξίωσον.
Πατὴρ
Υἱὸς και Πνεῦμα, Τριὰς ἁπλῆ καὶ Μονὰς ὑπέρ φύσιν γνωρίζεται. Εἷς γὰρ
Θεὸς ἐν τρισί, προσώποις πέλει σαφῶς ἀπαύστως προσκυνούμενος, ὑπὸ
ἀσωμάτων καὶ ἐγκρατείας πᾶσαν ὑποστήσας τὴν κτίσιν ἐν σοφίᾳ καὶ
ἀνακτίσας τὸ ἀνθρώπινον.
Τριὰς
ἡ ἑνιαία Πάτερ Υἱὲ καὶ τὸ Πνεῦμα ἐλέησον, τοὺς εὐσεβῶς σὲ δοξολογοῦντας
καὶ εὐλαβῶς ἐν πίστει προσκυνοῦντάς σε ἐκ κοιλ΄κιας ἥμαρτον ἀναιδῶς καὶ
ποίησον Οἰκτίρμον, αὐτοὺς συγκληρονόμους, τῆς εἰς οὐρανίου βασιλείας
σου.
Θεοτοκίον.
Οὐκ
ἔστιν ἁμαρτία ἐπὶ τῆς γῆς, οὔτε εἶδος αἰκίας καὶ πράξεως σατανικῆς, ἧς
οὐκ ἐγενόμην ἐν πλησμονήν, καὶ διὰ τοῦτο δέδοικας Δέσποινα τὴν κρίσιν
τοῦ σοῦ Υἱοῦ, τῆς σῆς δὲ παῤῥησίας εὐμένισόν μοι τοῦτον, καὶ λύτρωσαί με
τῆς κολάσεως.πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου