Ευλογημένη πνευματική περιήγηση

Σάββατο 11 Ιουνίου 2016

11!! ΒΑΡΝΑΒΑΣ ΟΣΙΟΣ ΒΑΣΣΗΣ ΚΥΠΡΟΥ ΕΓΚΩΜΙΑ ΚΑΙ ΕΥΛΟΓΗΤΑΡΙΑ

ΕΓΚΩΜΙΑ
 
 http://www.saint.gr/photos/standard/0611/OsiosVarnavasLemesos01.jpg

 

ΣΤΑΣΙΣ Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Μακαρίζομέν σε, εὐσεβῶν οἱ χοροί, ὦ Βαρνάβα Ἀσωμάτων συνόμιλε, καὶ μεσίτα τῶν πιστῶν πρὸς τὸν Θεόν.

Μακαρίζομέν σε, εὐλαβῶς οἱ πιστοί, ὦ Βαρνάβα τὸν ἐν κόσμῳ βιώσαντα, δι’ ἀσκήσεως οὐράνιον ζωήν.

Ὁ τῆς Βάσης θεῖος, ἀνυμνείσθω φωστήρ, νῦν Βαρνάβα ὁ αἰσχύνας στεῤῥότατα, δι’ ἀσκήσεως ἐχθρὸν τὸν πτερνιστήν.

Φιλοσίων δῆμοι, συνδραμόντες ὁμοῦ, νῦν Βαρνάβα ἱερῶς εὐφημήσωμεν, ὡς θεράποντα καὶ φίλον τοῦ Θεοῦ.

Ἐκζητήσας Πάτερ, νουνεχῶς τὸν Θεόν, δι’ ἀσκήσεως τὸ πέρας κατείληφας, τοῦ ἐνθέου ὄντως πόθου σου καλῶς.

Τὰ ἐν γῇ μισήσας, ἀγαπήσας Χριστόν, δι’ ἀσκήσεως Βαρνάβα μακάριε, κατηξίωσαι ἀφράστων δωρεῶν.

Ἐν σπηλαίῳ ὄντως, θείαν ζήσας ζωήν, ὦ Βαρνάβα θεοφόρε ἀπέλαβες, τὸν Παράδεισον ἀξίως τῆς τρυφῆς.

Χαίρει νῦν ἡ Βάσα, ἐμπλησθεῖσα τῶν σῶν, δωρεῶν Πάτερ Βαρνάβα θεόληπτε, καὶ δοξάζει τὸν φιλάνθρωπον Θεόν.

Ἰσαγγέλοις τρόποις, οὐρανώσας τὸν νοῦν, οὐρανοὺς εἰς κατοικίαν κεκλήρωσαι, ὦ Βαρνάβα μοναζόντων καλλονή.

Τὰ ἐν γῆ ἐάσας, ὡς φθαρτὰ νουνεχῶς, τῶν ἀφθάρτων δωρεῶν κατηξίωσαι, ὦ Βαρνάβα ἐν ὑψίστοις εὐκλεῶς.

Ἐκ τῆς Παλαιστίνης, εἰς τὴν Κύπρον ἐλθών, θείοις σκάμμασι Βαρνάβα ἐδόξασας, τὸν παθόντα ὑπὲρ κόσμου ἐν Σταυρῷ.

Τὴν ἀπὸ τοῦ τάφου, ἀναστάντα Χριστόν, εὐηρέστησας Βαρνάβα θεόληπτε, μετελθὼν ἐν γῇ βίον λαμπρόν.

Ἀρετῆς ἐν κόσμῳ, συγκροτήσας καλῶς, τὸ γυμνάσιον Βαρνάβα θεόληπτε, ἀνεδείχθης τοῦ Δεσπότου ἀριστεύς.

Ὁ τῇ προαιρέσει, ἐναθλήσας στεῤῥῶς, Ἀθλητῶν συνηριθμήθης ταῖς τάξεσι, τῶν προσκαίρων ὦ Βαρνάβα μεταστάς.

Λάτρης τοῦ Κυρίου, ἀνεδείχθης σεπτός, οὗ ἀμέσως καθορᾶς νῦν τὸ πρόσωπον, σὺν Ὁσίων ὦ Βαρνάβα τῷ χορῷ.

Τίς σε εὐφημήσει, πρεπωδῶς ἀσκητά; ἐν σαρκὶ γὰρ τὸν ἀσώματον δράκοντα, ἐθριάμβευσας Βαρνάβα εὐκλεῶς.

Ἀποροῦμεν Πάτερ, τίνα ᾄσματα νῦν, μέλψωμέν σε οἱ τῶν σῶν ἀπολαύοντες, κατὰ κόρον οὐρανίων δωρεῶν.

Δεῦτε τῶν Ἀγγέλων, οἱ χοροὶ ἱερόν, τῷ Βαρνάβᾳ πρῶτοι ὕμνον προσάξατε, τοῦ Χριστοῦ τῷ ἰσαγγέλῳ ἀσκητῇ.

Μοναζόντων δῆμοι, καὶ μιγάδων χοροί, τὸν Βαρνάβαν εὐλαβῶς ἀνυμνήσατε, τῆς ἀσκήσεως φωστήραν τὸν λαμπρόν.

Μεταστὰς τῶν τῆνδε, τῆς ἀφθάρτου ζωῆς, κληρονόμος ἀληθὴς ἀναδέδειξαι, ἧς ἀξίωσον Βαρνάβα καὶ ἡμᾶς.

Τὸν Χριστὸν Βαρνάβα, ἀγαπήσας θερμῶς, ἐβιώτευσας ἐν κόσμῳ ὡς πάροικος, τῇ μιμήσει τῶν ὁσίων ἀσκητῶν.

Ὁ καλὸς τιμάσθω, κατὰ χρέος Πατήρ, νῦν Βαρνάβας ὁ τοῖς τέκνοις φιλόστοργος, ὁ διδοὺς αὐτοῖς τὰ πρόσφορα ἀεί.

Ἀοράτως Πάτερ, ἐπιστὰς συμπαθῶς, ἐπικάμφθητι ἡμῶν ταῖς δεήσεσι, καὶ χορήγησον τὰ πρόσφορα ἡμῖν.

Κώμη σε Βασέων, πολιοῦχον σεπτόν, κεκτημένη ὦ Βαρνάβα θεόληπτε, μεγαλύνει τὸν φιλάνθρωπον Θεόν.

Ὁ ἐν Κύπρῳ ξένην, ἐπιδείξας ζωήν, ὦ Βαρνάβα ξένον δεῖξόν με δέομαι, τῇ σῇ χάριτι πραγμάτων γεηρῶν.

Ἀβραὰμ τοῦ πάνυ, μιμητὴς θαυμαστός, ἐχρημάτισας Βαρνάβα θεσπέσιε, μετανάστης σῆς πατρίδος γεγονώς.

Στῆσον χάριτί σου, τὰς ἀτάκτους ῥοπάς, τῶν παθῶν μου ὦ Βαρνάβα θεόληπτε, ἵν’ ἀπαύστως σε ἐν ὕμνοις εὐφημῶ.

Χάριν οὐρανόθεν, εἰληφὼς ἀσκητά, τὰς ψυχὰς δεῦρο Βαρνάβα χαρίτωσον, τῶν ἐν πίστει εὐφημούντων σε θερμῇ.

Λυτρωτὰ Χριστέ μου, Βασιλεῦ τοῦ παντός, τὴν εἰρήνην Σου τῷ κόσμῳ χορήγησον, ἱκεσίαις τοῦ Ὁσίου ἀσκητοῦ.

Δόξα. Τριαδικόν.

Ὢ Τριὰς Ἁγία, ὁ τῆς δόξης Θεός, ἱκεσίαις τοῦ Βαρνάβα τὰ πρόσφορα, συμπαθῶς τοῖς εὐσεβέσι πᾶσι δός.

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τοῦ Ὑψίστου, Θεοτόκε σεμνή, μετανοίας δόσιν δώρησαι, τοῖς ὑμνοῦσι τὸν φρικτόν Σου τοκετόν.

Καὶ πάλιν τὸ πρῶτον.

Μακαρίζομέν σε, εὐσεβῶν οἱ χοροί, ὦ Βαρνάβα Ἀσωμάτων συνόμιλε, καὶ μεσίτα τῶν πιστῶν πρὸς τὸν Θεόν.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΣΤΑΣΙΣ Β΄. Ἦχος πλ. α΄. Ἄξιόν ἐστι.

Ἄξιόν ἐστι, μακαρίζει σε τὸν θεοφόρον, τὸν ταῖς ἀγωγαῖς τῆς ἀσκήσεως, Παρακλήτου εἰσδεξάμενον τὸ φῶς.

Ἄξιόν ἐστι, τὸν μακάριον ὑμνολογεῖν σε, ὦ Βαρνάβα Πάτερ θεόληπτε, ἐγκαλλώπισμα Ὁσίων θαυμαστόν.

Κατ’ ἀλφάβητον.

νθος ἱερόν, ἐν τῷ τῆς ἀσκήσεως λειμῶνι, μυστικῶς Βαρνάβα ἐξήνθησας, καὶ μυρίζεις τὰς ψυχὰς νῦν τῶν πιστῶν.

Βλέψον ἱλαρῶς, ἐφ’ ἡμᾶς μακάριε Βαρνάβα, τοὺς ἀνευφημοῦντας τοὺς πόνους σου, δι’ ὧν ἤσχυνας τὸν βάσκανον ἐχθρόν.

Γνώσει ἀληθεῖ, παναοίδιμε κεκοσμημένος, ὡς σκιὰν καὶ ὄναρ λελόγισαι, τὰ ἐν κόσμῳ θεοσόφῳ λογισμῷ.

Δόξης ἀληθοῦς, ἐν Ἐδὲμ Βαρνάβα κοινωνήσας, ῥῦσαι τοὺς πιστῶς εὐφημοῦντάς σε, ἀδοξίας τῶν τοῦ σώματος παθῶν.

λαμψας ἐν γῇ, ὡς φωστὴρ μακάριε φωσφόρος, τοῖς φωτοειδέσι ἀγῶσί σου, καὶ ἀπήλασας τὸ σκότος τοῦ ἐχθροῦ.

Ζήλῳ ἱερῷ, παναοίδιμε κεκοσμημένος, τοῦ ἐχθροῦ τὰ βέλη ἀπήμβλυνας, τοῖς καμάτοις τῶν ἐνθέων ἀρετῶν.

σχυνας ἐχθροῦ, συντονίᾳ σου τὴν πανουργίαν, ῥώμην γὰρ ἐδέξω οὐράνιον, ὦ Βαρνάβα Πάτερ χάριτι Θεοῦ.

Θῦμα μυστικόν, δι’ ἀσκήσεως σαυτὸν Βαρνάβα, τῷ Παμβασιλεῖ προσενήνοχας, Ὃν ἱκέτευε ἀεὶ ὑπὲρ ἡμῶν.

λεων ἡμῖν, τὸν Χριστὸν ἀπέργασαι Βαρνάβα, ταῖς πανευπροσδέκτοις πρεσβείαις σου, ἵν’ ἀπαύστως σε τιμῶμεν ἐν ᾠδαῖς.

Κόσμου νουνεχῶς, τῶν τερπνῶν Βαρνάβα ἐπανέστης, καὶ ὁσίοις τρόποις διέπρεψας, ἐν τῷ κόσμῳ ὡς θεράπων τοῦ Χριστοῦ.

Λύσας τοῦ ἐχθροῦ, τὰς δολίας μηχανὰς Βαρνάβα, ἔσχες ἀληθῶς ἀνεπίβουλον, τὴν ἀνάβασιν πρὸς ὕψος νοητόν.

Μέγας ἀσκητής, τοῦ Χριστοῦ ἐδείχθης ὦ Βαρνάβα, τῇ ἐπουρανίῳ ἀσκήσει σου, τὰς δυνάμεις τοῦ ἐχθροῦ καταβαλών.

Νόμους τοῦ Χριστοῦ, νουνεχῶς φυλάξας ὦ Βαρνάβα, χάριτας ἐνθέους ἀπείληφας, καὶ ἐπλούτησας θαυμάτων τὴν ἰσχύν.

Ξένοις ἐπὶ γῆς, κατορθώμασι ἐμπρέψας Πάτερ, ἐν Ἐδὲμ ξενίας ἠξίωσαι, αἰωνίου ὡς θεράπων τοῦ Χριστοῦ.

σιε Χριστοῦ, ἀσκητῶν τὸ καύχημα Βαρνάβα, σκέπε ταῖς εὐχαῖς σου καὶ φύλαττε, τοὺς τὴν θείαν σου γεραίροντας ζωήν.

Πόνοις ἱεροῖς, τῶν παθῶν νεκρώσας τὰς κινήσεις, ἀπαθείᾳ Πάτερ κεκόσμησαι, καὶ τῷ πνεύματι ἐπήρθης μυστικῶς.

είθροις ἀληθῶς, τῶν δακρύων σου Βαρνάβα Πάτερ, ἀρδευθεὶς πλουσίως ἐξήνεγκας, τῆς ἀσκήσεως τοὺς κρείττονας καρπούς.

Στύλος ἀῤῥαγής, τῶν Βασέων πέφηκας Βαρνάβα, καὶ αὐτῶν μεσίτης θερμότατος, πρὸς τὸν Κύριον τῆς δόξης καὶ Θεόν.

Τείχισον ἡμᾶς, τῇ πρεσβείᾳ σου Βαρνάβα Πάτερ, ἵνα τῶν ἐφόδων σωζόμενοι, τοῦ βελίαρ ἀνυμνοῦμέν σε ἀεί.

μνοις ἱεροῖς, μακαρίζομεν Βαρνάβα Πάτερ, σὲ τὸν τῆς ἀσκήσεως φοίνικαν, σὲ τὴν κέδρον τῶν ἐνθέων ἀρετῶν.

Φῶς τὸ μυστικόν, τῆς θεότητος ὁρῶν Βαρνάβα, ὅλον με καταύγασον δέομαι, ταῖς ἀκτῖσι τοῦ ἁγίου σου φωτός.

Χαίροις ὁ κρουνός, τῶν θαυμάτων Ὅσιε Βαρνάβα, χαίροις θαυμασίων τὸ πέλαγος, καὶ χαρίτων οὐρανίων ποταμός.

Ψάλλοντες πιστῶς, τὰς σεπτάς σου Πάτερ ἀριστείας, χάριν σου τὴν θείαν λαμβάνομεν, καὶ πληρούμεθα ἐνθέων δωρεῶν.

Δόξα. Τριαδικόν.

Τριὰς σεπτή, Πάτερ Λόγε καὶ Ἅγιον Πνεῦμα, θείαις τοῦ Ὁσίου δεήσεσι, τὴν εἰρήνην δὸς ἡμῖν τοῖς ταπεινοῖς.

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ ἁγνή, ἡ τεκοῦσα τὸν Χριστὸν ἀφράστως, θείοις τοῦ ἐλέους Σου νάμασι, τὴν διψῶσάν μου κατάρδευσον ψυχήν.

Καὶ πάλιν τὸ πρῶτον.

Ἄξιόν ἐστι, μακαρίζει σε τὸν θεοφόρον, τὸν ταῖς ἀγωγαῖς τῆς ἀσκήσεως, Παρακλήτου εἰσδεξάμενον τὸ φῶς.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΣΤΑΣΙΣ Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Βαρνάβα θεοφόρε.

Αἱ γενεαὶ πᾶσαι, ὕμνων τοῖς στεφάνοις, σὲ στέφομεν Βαρνάβα.

Καὶ ἡ ἀκροστιχίς: Βαρνάβα μακαρίζω σε τὸν τῶν Ὁσίων λύχνον.

Βίου ἰσαγγέλου, Βαρνάβα ὑποφήτης, τῇ σῇ ἀσκήσει ὤφθης.

ξιον Βαρνάβα, ἐστὶ ἐγκωμιάζει, σὲ τοῦ Χριστοῦ τὸν φίλον.

οαῖς ταῖς τῶν δακρύων, κατήρδευσας πλουσίως, ψυχῆς σου τὰς ἀρούρας.

Ναματώδης ὤφθης, Βαρνάβα Πάτερ κρήνη, τοὺς εὐσεβεῖς ποτίζων.

θλοις ὦ Βαρνάβα, ἀσκήσεως ὁσίας, ἐδόξασας τὸν Κτίστην.

Βίου σου αἱ ξέναι, λαμπρότητες Βαρνάβα, φωτίζουσι τὸν κόσμον.

νω τῆς ψυχῆς σου, τὸν πόθον Πάτερ ἔχων, τῶν κάτω ἐπανέστης.

Μύστης τοῦ ἀκτίστου, φωτὸς σαφῶς ἐγένου, ἀγῶσί σου ὁσίοις.

κακος καὶ πρᾷος, χρηστὸς ἐπιεικής τε, ὡράθης ὦ Βαρνάβα.

Κόσμου τὴν ἀπάτην, ὁλοσχερῶς Βαρνάβα, κατέλιπες νῷ θείῳ.

νωθεν ἐδέξω, θαυμάτων τὰς δυνάμεις, Βαρνάβα ἐπαξίως.

ώμῃ τῇ ἐνθέῳ, ἐνίκησας Βαρνάβα, τὸν βέβηλον δυνάστην.

ον πανευῶδες, Βαρνάβα ἀνεδείχθης, τοῦ νοητοῦ λειμῶνος.

Ζήσας οὐρανίως, Ἐδὲμ πολίτης ὤφθης, φωτόμορφος Βαρνάβα.

Πάτερ Βαρνάβα, μή με ἐγκαταλίπης, ἐν βίου ταῖς ἀνάγκαις.

Σήμερον ἐκλάμπει, Βαρνάβας ὑπὲρ λόγον, θαυμάτων ταῖς ἀκτῖσι.

ξήστραψας ἀσκήσει, ἀστὴρ ὡς φωτοφόρος, μακάριε Βαρνάβα.

Τέτρωται ὁ ὄφις, Βαρνάβα τοῦ Ὁσίου, τοῖς ἐν σπηλαίῳ πόνοις.

σιε Κυρίου, Βαρνάβα ταῖς εὐχαῖς σου, κινδύνων πάντας σῶζε.

Νέος ἀνεδείχθης, Ἠλιοὺ Βαρνάβα, τὸ σπήλαιον οἰκήσας.

Τήρει ἀσαλεύτους, τῆς πίστεως ἐν πέτρᾳ, τὰς βάσεις τῆς ψυχῆς μου.

θεόφρον Πάτερ, καρτερικῶς καθεῖλες, βελίαρ τὰς ἐπάρσεις.

Νόσων καὶ κινδύνων, ἐξάρπασον Βαρνάβα, τοὺς πόθῳ σε τιμῶντας.

λβον κέκτηταί σε, Βαρνάβα θεοφόρε, ἡ κώμη τῶν Βασέων.

Στήλη φωτοφόρος, ἀσκητικῶν ἀγώνων, ἐδείχθης ὦ Βαρνάβα.

λέωσαι Βαρνάβα, ὑπὲρ τῶν σὲ τιμώντων, Θεὸν τὸν ἐν Τριάδι.

Ὢ Βαρνάβα Πάτερ, μυρίζεις ὑπὲρ λόγον, σῶν ἔργων εὐωδίᾳ.

Νύκτα τὴν ζοφώδη, αὔγασον τῆς ψυχῆς μου, Βαρνάβα τῷ φωτί σου.

Λύχνος ἀνεδείχθης, τῶν ἀσκητῶν Βαρνάβα, τὴν ἀρετὴν ἀσκήσας.

μνοις σε τιμῶμεν, τὸ θεῖον ἐκμαγεῖον, τοῦ Πνεύματος Βαρνάβα.

Νόμῳ πειθαρχήσας, τῷ τοῦ Χριστοῦ Βαρνάβα, ὄντως ἐγένου μέγας.

μβροις ὦ Βαρνάβα, τῆς θείας χάριτός σου, πότισον τὴν ψυχήν μου.

Δόξα. Τριαδικόν.

Νῆψιν δώρησόν μοι, Τριὰς ἡ Παναγία, Βαρνάβα ταῖς πρεσβείαις.

Καὶ νῦν. Θεοτοκίον.

Νύκταν τῆς ψυχῆς μου, καταύγασον Μαρία, φωτὶ τῆς χάριτός Σου.

Καὶ πάλιν τὸ πρῶτον.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Βαρνάβα θεοφόρε.

 

 

 

 

 

 

 

 

ΕΥΛΟΓΗΤΑΡΙΑ. Ἦχος πλ. α΄.

 

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Βαρνάβαν εὐφημῆσαι.

Τῶν Ἀγγέλων αἱ τάξεις, κατεπλάγησαν Πάτερ, τῇ ὁσίᾳ ζωῇ σου, τὰ ἐν κόσμῳ γὰρ τερπνά, ὡς ἐχέφρων μισήσας, τῷ ἀσκητικῷ, ὦ Βαρνάβα τρόπῳ σου, ἐν σαρκὶ ὢν ἐχθρόν, τὸν ἄσαρκον ἔτρωσας.

 

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Βαρνάβαν εὐφημῆσαι.

Ὑπερεῖδες, τὰ τῆς γῆς ἐπίκηρα, ὡς σοφίας θείας πλήρης, καὶ οἰκήσας τὸ ἐν Βάσῃ σπήλαιον, δι’ ἀσκήσεως πόνων Βαρνάβα, ὤφθης μοναστῶν, ἔμψυχον παράδειγμα, ὧν ἀπαύστως, δέχου τὰ ἐγκώμια.

 

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τὰ δικαιώματά Σου.

Ζήλῳ θερμῷ, τὸν Σταυρὸν ἀράμενος, τοῦ Χριστοῦ ἐπ’ ὤμων σου Βαρνάβα, ἐπορεύθης νουνεχῶς τὴν ἄγουσαν, πρὸς σκηνώσεις τὰς ἀφθάρτους τρίβον, ὅθεν τῆς ζωῆς εἴληφας τὰς χάριτος, καὶ θεοῦσαι, νῦν μεθέξει Ὅσιε.

 

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Βαρνάβαν εὐφημῆσαι.

Ἠλιοὺ τοῦ Θεσβίτου, καὶ τοῦ θείου Προδρόμου, μιμητὴς Πάτερ Βαρνάβα ἀνεδείχθης, μεθ’ ὧν νῦν τὸν Χριστόν, ἐκτενῶς ἐκδυσώπει, ἅπασι ἡμῖν δοῦναι τὰ συμφέροντα, ὡς οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος.

 

Δόξα. Τριαδικόν.

Τὸ τρισήλιον σέλας, τὴν ἁπλῆν τε Τριάδα, οἱ πιστοὶ προσκυνοῦμεν, τὴν πηγὴν τοῦ ἐλέους, τὴν τὸν κόσμον πληροῦσα, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἀπειράνδρως τεκοῦσα, τῆς Τριάδος τὸν ἕνα, Θεοτόκε Παρθένε, τῆς ἀρχαίας κατάρας, ἐλυτρώσω τὸν κόσμον, καὶ εἰς χαρμονήν, ἀληθὴ μετέβαλες, τὴν τῆς Εὔας, λύπην ἀειπάρθενε.

 

Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός (γ΄)


                                 πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου