Ευλογημένη πνευματική περιήγηση

Κυριακή 22 Μαΐου 2016

ΤΡΙΩΔΙΑ ΕΒΔΟΜΑΔΟΣ ΠΑΡΑΛΥΤΟΥ

ΤΡΙΩΔΙΑ ΕΒΔΟΜΑΔΟΣ ΠΑΡΑΛΥΤΟΥ

http://www.saint.gr/photos/Easter/KyriakiToyParalitou01.jpg
ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Ἀνέστη ὁ Σωτήρ.
ᾨδὴ α΄.  Ἦχος γ΄. Τεμνομένην θάλασσαν.
Ἀναβὰς εἰς ὕψος αἰχμαλωσίαν, τὴν ἐν τῷ ᾍδη πάλαι συνεχομένην, ὡς κραταιὸς ἔλαβες Σωτήρ, καὶ συνανέστησας σεαυτῷ, τριήμερος ἐκ τάφου, ἐξαναστὰς Φιλάνθρωπε ὡς παντοδύναμος.
Νεκρωθέντα πάλαι σε καὶ ταφέντα, ἐν τῷ καινῷ μνημείῳ ἰδὼν ὁ ᾍδης, ὅλος νεκρὸς ἔμεινε Σωτήρ, καὶ ἀνενέργητος, οἱ νεκροὶ δὲ πάντες, τῇ σῇ ἐγέρσει τῇ ζωηφόρῳ χαίροντες, δεσμῶν ἐλύθησαν.
Ἐν νεκροῖς τὸν ζῶντα τὶ ἐκζητεῖτε, ταῖς Μυροφόροις ἔφησε πρὸς τὸ μνῆμα, φωτοειδὴς ἄγγελος ποτέ, ἐπιφαινόμενος, ἀπελθοῦσαι τάχος τοῖς ἀποστόλοις, καταμηνῦσαι σπεύσατε, τὴν τούτου ἔγερσιν.
Θεοτοκίον.
Σαρκωθεντα Κύριον ἀποῤῥήτως, ἐκ τῶν ἁγνῶν αἱμάτων σου Θεοτόκε, καὶ δι’ ἡμᾶς θάνατον σαρκὶ καταδεξάμενον, ἀναστάντα βλέψαντα ἐκ τοῦ τάφου, περιχαρῶς ἐδόξαζες καὶ ἐμεγάλυνες.
ᾨδὴ η΄. Βαβυλωνία κάμινος.
Τὸν σταυρωθέντα Κύριον, πάλαι θεασάμενος, ἥλιος ἀπέκρυψε τὸ φῶς, καὶ αἱ πέτραι ἐσχίσθησαν, τὰ ὄρη ἐκλονήθη καὶ γῆ ἐτρόμαξε, καὶ οἱ πᾶλαι δεσμῶται δεσμῶν ἀπελύοντο.
Ἡνίκα σὲ ἑώρακεν, ᾍδης ὁ παγγέλαστος, Λόγε παντοδύναμε σαφῶς, πρὸς τοῦτον ἀφικόμενον, ἐτρόμαξε καὶ πάντας νεκροὺς ἀπέλυσεν, ἀνυμνοῦντας τὸ κράτος καὶ τὴν εὐσπλαγχνίαν σου.
Ὁ Κύριος ἐγήγερται, πάντες ἀλαλάξωμεν, καὶ χεῖρας κροτήσωμεν πιστῶς, καὶ χοροὺς συστησώμεθα, τὴν τούτου δυναστείαν ἀνακηρύττοντες, καὶ βοῶντες· υμνεῖτε τα ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Συνέλαβες πανάμωμε, πάντα τὸν συνέχοντα, καὶ τοῦτον ἐκύησας σαρκί, σκυλεύσαντα τὸν θάνατον, θανάτῳ τριημέρῳ, ὃν ἐκδυσώπησον, τῆς ψυχῆς μου τὰ πάθη νεκρῶσαι καὶ σῷσαί με.
ᾨδὴ θ΄. Τὴν ἐν βάτῳ καὶ πυρί.
Ὡραιότατε Χριστέ, πῶς σου ἔδυ ἐν σταυρῷ, τὸ κάλλος τὸ φαεινόν, πῶς ὑφίστατο ἡ γῆ ὁρῶσά σε κρεμάμενον, πῶς τὴν ἄδικον ὑπέμεινε σφαγήν σου, ὑμνοῦμεν τὴν πολλήν σου, καὶ ἄφραστον Λόγε συγκατάβασιν.
Τριημέρῳ σου ταφῇ, ἐσκυλεύθη ὁ ἐχθρός, ἐκ τῶν τοῦ ᾍδου δεσμῶν ἀπελύθησαν νεκροί, νενέκρωται ὁ θάνατος, ἐκενώθη τὰ βασίλεια τοῦ ᾍδου, διό σε Ζωοδότα, ἐν ὕμνοις τιμῶντες μεγαλύνομεν.
Ἡ αἰώνιος ζωη, πῶς ἐγεύσω δι’ ἡμᾶς, θανάτου θέλων Χριστέ, πῶς κατῆλθες ἐν νεκροῖς ἡ πάντων ἐξανάστασις, καὶ ἐκένωσας τοῦ ᾍδου τὰ ταμεῖα, διό σε εὐχαρίστως ἐν ὕμνοις τιμῶντες μεγαλύνομε.
Θεοτοκίον.
Ῥῦσαι ποίμνην καὶ λαόν, καταφεύγοντα εἰς σέ, θεογεννῆτορ Ἁγνή, ἡ κυήσασα Χριστόν, ἐκ πάσης ἐναντίας ὀργῆς, καὶ ἁλώσεως ἐθνῶν ἐπιδρομῆς τε, ὅπως σε κατὰ χρέος, ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.
ΔΕΥΤΕΡΑ ΕΣΠΕΡΑΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Ψαλμωδία Ἰωσήφ.
ᾨδὴ β΄. Ἦχος γ΄. Ὡς ὄμβρος ἐπ’ ἄγρωστιν.
Ψαλμοῖς ἀλαλάξωμεν, κροτήσωμεν τὰς χεῖρας εὐφροσύνως, ἐκ νεκρῶν ὁ Ζωοδότης ἐξηγέρθη.
Ἀνῆλθες ζωσάμενος, Χριστὲ ἐν σταυρῷ σου δυναστείαν, καὶ ἀνέστης ἐκ νεκρῶν καθὼς προεῖπας.
Λευχείμων ὁ ἄγγελος, ὡράθη γυναιξὶ βοῶν ἀνέστη, ἡ ἀνάστασις πιστῶν καὶ σωτηρία.
Μυρίσαι σε σπεύδουσαι, ἀφίκοντο γυναῖκες πρὸς τὸ μνῆμα, ἀναστάντα δὲ ἰδοῦσαι προσεκύνουν.
Θεοτοκίον.
Ὡς ὄρθρος τὸν ἥλιον προσφέρουσα Παρθένε ἐν ἀγκάλαις, ἐξανέτειλας ἡμῖν τοῖς ἐν τῷ σκότει.
ᾨδὴ η΄. Τὸν ὑπ’ ἀγγέλων ἀσιγήτως.
Δῆμος παράνομος Ἑβραίων, ἐπὶ ξύλου σε ἐσταύρωσε, τὴν διὰ ξύλου τοῖς βροτοῖς γενομένην βλάβην Δέσποτα, ἰώμενον ἐνθέως, ὅθεν φωναῖς, χαριστηρίοις ἀεί σε ἀνυμνοῦμεν.
Ἴσος Πατρὶ Χριστὲ καὶ Πνεύματι, πεφυκὼς σταυρὸν ὑπέμεινας, καὶ λογισθεὶς ἐν τοῖς νεκροῖς, τὰ βασίλεια ἐκένωσας τοῦ ᾍδου παραδόξως, καὶ ἀναστὰς συνήγειρας, σεαυτῷ πᾶσαν κτίσιν.
ᾍδη παμφάγε ποῦ τὸ κέντρον σου, ποῦ σου θάνατε τὸ νῖκος, τῷ ἀναστάντι ἐκ νεκρῶν τεθανάτωσαι, σωτῆρι Χριστῷ τῷ μόνῳ ζωοδότῃ, ὃν σὺν Πατρί τε καὶ Πνεύματι, οἱ πιστοὶ ἀνυμνοῦμεν.
Θεοτοκίον.
Ἴνα θεώση τὸ ἀνθρώπινον, ὁ Θεὸς ἄνθρωπος γέγονεν, εκ σοῦ πανάμωμε ἁγνή, ὃν ἐκ τάφου ὡραιότατον, κατεῖδες προελθόντα, ὡς νικητὴν τοῦ ᾍδου, καὶ χαρμονῆς ἐπληρώθης.
ᾨδὴ θ΄. Ἐν Σιναίῳ τῷ ὄρει κατεῖδε σε.
Ὡς ἀμνὸς πρὸς σφαγὴν ἤχθης Δέσποτα, ἑκουσίως Ἰησοῦ, οὐκ ἐρίζων οὐ κράζων ὡς γέγραπται, τῷ θανάτῳ σου ἡμᾶς, Λόγε ἀθανατίζων, τοὺς ὑμνολογοῦντάς σου πάθος τὸ ἄχραντον, καὶ τὴν ἐκ τοῦ ᾍδου φρικτὴν ἀναβίωσιν.
Συντριβέντα ἡμᾶς ἐκαινούργησας, Ἰησοῦ παμβασιλεῦ, τῇ σεπτῇ καὶ φρικτῇ ἀναστάσει σου, μαθηταῖς δὲ ὁραθείς, την εἰρήνην σου τούτοις, παρέσχες φιλάνθρωπε, ἣν ἡμῖν δώρησαι, τοῖς ὑμνολογοῦσι τὴν θείαν σου ἔγερσιν.
Ἡ σεπτὴ Μυροφόρων συνάθροισις, παρεγένετο σπουδῇ, πρὸς τὸ ἅγιον Δέσποτα μνῆμά σου, τοῦ μυρίσαι σε πιστῶς, ἐν λευκοῖς δὲ κατεῖδον, καθήμενον ἄγγελον, ταύταις φθεγγόμενον, τὶ μετὰ νεκρῶν τὴν ζωὴν βλέπειν θέλετε.
Θεοτοκίον.
Φωτοδότην ἐκύησας Κόρη, πύλη οὖσα τοῦ φωτός, ὃν εκ τάφου ἀστράψαντα βλέψασα, ἐπληρώθης χαρμονῆς, ἀλλ’ αὐτὸν ἐκδυσώπει, πένθος μοι δωρήσασθαι, κόρη χαρμόσυνον, πρόξενον σεμνή, τῆς ἐκεῖ παρακλήσεως.
ΤΡΙΤΗ ΕΣΠΕΡΑΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟ
Ἐνταῦθα ὑπάρχει σημείωσις, ἐν τῇ ἐκδόσει τοῦ Μεγάλου Σπηλαίου: Ἰστέον ὅτι τῇ παρούσῃ γ΄ ἑσπέρας τῆς Μεσοπεντηκοστῆς, τῇ τε γ΄ ἑσπέρας τῆς ἀποδόσεως τοῦ Πάσχα, καὶ τῇ ἐπιούσῃ δ΄ ἑσπέρας τῆς Ἀναλήψεως, προσέτι δὲ καὶ πᾶσι τοῖς ἐντος τῶν τῆς Ν΄ ἡμερῶν σάββασιν ἑσπέρας, οὐκ ἐποιήθησαν παρὰ τοῦ αὐτοῦ ποιητοῦ κυρίου Ἰωσὴφ Τριώδια, διὰ τὸ αἰδέσιμον, οἶμαι, καὶ ἑορτάσιμον τούτων τῶν Δεσποτικῶν ἑορτῶν. Καὶ διότι εἰς παραμονὰς βαθέων ὄρθρων καὶ ἀγρυπνιῶν οὐ ψάλλομεν Κανόνας ἐν τοῖς ἀποδείπνοις, προσθέτομεν ἡμεῖς (Δοσίθεος Κανέλλος)
ΤΕΤΑΡΤΗ ΕΣΠΕΡΑΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Αἴνεσις Κυρίῳ.
ᾨδὴ δ΄. Ἦχος γ΄. Τὸ κατάσκιον ὄρος.
Ἀποῤῥήτῳ ἑνώσει, ὁμοιωθεὶς τοῖς ἀνθρώποις, ὁ μόνος ὑπερούσιος, σταυρὸν σαρκὶ ὑπέμεινας, καὶ ἐλογίσθης ἐν τοῖς νεκροῖς, καὶ τριήμερος ἀνέστη ἡ ζωὴ τῶν ἁπάντων.
Ἰησοῦ ὁ Θεός μου, ὕδωρ ζωῆς χρηματίζων, βαδίζεις κοπιῶν ἐν σαρκί, πρὸς τῇ πηγῇ καθέζει, καὶ Σαμαρείτιδι γυναικί, τῆς σοφίας σου τὸ νᾶμα, μυστικῶς ἐπιχέεις.
Νοσημάτων ποικίλων, τοὺς προσιόντας σοι Λόγε, καθαίρων τῇ προστάξει σου, σταυρὸν ἑκὼν ὑπέμεινας, καὶ ἐν μνημείῳ κατατεθείς, ἐξανέστησας τὴν φύσιν, τῶν ἀνθρώπων φθαρεῖσαν.
Θεοτοκίον.
Ἐπὶ σὲ ἡ σοφία, Πατρὸς ἀνάρχου κατῆλθεν, ὡς ὑετὸς ἐπὶ πόκον Ἁγνή, καὶ σαρκωθεῖσα δίχα τροπῆς, ὁδοὺς ζωῆς ἔδειξεν ἡμῖν, τοῖς εἰδόσι σε παρθένον, μετὰ τόκον μητέρα.
ᾨδὴ η΄. Τὸν ἐν φλογί.
Σὺ ἐν σταυρῷ ὑψωθεὶς τῶν ἀνθρώπων, πᾶσαν τὴν φύσιν συνανύψωσας Λόγε, καὶ τεθεὶς ἐν μνήματι, τοὺς ἐν τάφοις ὑπνοῦντας, ἤγειρας τῇ θείᾳ ἐγέρσει σου οἰκτῖρμον.
Ἰεριχὼ καὶ Σαλὴμ τὰ πλησίον, μετὰ ὑδάτων πολλῶν, παρελθὼν πρὸς τὸ φρέαρ, Ἰακὼβ ἀφίκετο, ἡ πηγὴ τῆς σοφίας, ὕδωρ σωτηρίας, Σαμαρείτιδι νέμων.
Σὺ ὁ τυφλοὺς ὀμματώσας τῷ λόγῳ, καὶ παραλύτους τῇ προστάξει συσφίγξας, καὶ νεκρὸς τριήμερος, ἀνατείλας ἐκ τάφου, τὴν νενεκρωμένην ἀνάστησον ψυχήν μου.
Θεοτοκίον.
Κόσμου παντὸς Θεοτόκε Μαρία, σὺ εἶ προσφύγιον, κοσμικῶν με σκανδάλων, καὶ παθῶν τοῦ σώματος, καὶ τῆς αἰωνιζούσης λύτρωσαι γεέννης, ὅπως ὑμνολογῶ σε.
ᾨδὴ θ΄. Σὲ τὴν ἀκατάφλεκτον βάτον.
Ὑψώσας παλάμας ἐν ξύλῳ, τῆς κακῶς ἐκταθείσης, τοῦ προπάτορος χειρὸς πρὸς ξύλου βρῶσιν, ἀναστέλλων την βλάβην, Χριστὲ πολυέλεε.
Ῥήματι παράλυτον σφίγξας, καὶ χωλοὺς ἀνορθώσας, ἐσταυρώθης Ἰησοῦ καὶ ἐξανέστης, μαθηταῖς ἐπὶ πλείσταις, ἡμέραις ὀπτανόμενος.
Ἴδε Σαμαρεῖτις γυνή σε, προσελθοῦσα ἀντλῆσαι, καὶ τὸ ὕδωρ τῆς ζωῆς ἐκ σοῦ λαβοῦσα, ἐκορέσθη Χριστὲ ὁ Θεός, ἀνυμνοῦσά σε.
Θεοτοκίον.
Ὤ τῶν ὑπὲρ νοῦν σου θαυμάτων, Παναγία Παρθένε, σὺ γὰρ τέτοκας Θεὸν σεσαρκωμένον, τὸν τῇ θείᾳ ἐγέρσει αὐτοῦ, πάντας σώσαντα.
ΠΕΜΠΤΗ ΕΣΠΕΡΑΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟ
Τριώδιον, οὗ ἡ ἀκροστιχίς: Δόξα σοι ὁ Θεός.
ᾨδὴ ε΄. Ἦχος γ΄. Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς.
 Δεσμούμενος οἰκτῖρμον καὶ ἐν σταυρῷ, ἑκουσίως προσηλούμενος, τοὺς δεθέντας πάντας ταῖς παραβάσεσι λυτροῦσαι, τεθεὶς δὲ τάφῳ, τοὺς ἐν τάφοις ἀφυπνώσαντα νεκρούς, ἐγείρεις ὑμνοῦντας, τὴν σὴν φρικτὴν ἀνάστασιν.
Ὁ Κύριος ἀνέστη ἐκ τῶν νεκρῶν, ὥσπερ ἔφησε τριήμερος, καὶ τοῖς Ἀποστόλοις, συναυλιζόμενος ἐβόα, εἰς πάντα κόσμον ἀπελθόντες, διαγγείλατε τρανῶς, ἅπερ καθορᾶτε μεγάλα μου θαυμάσια.
Ξενίζεται καρδία καὶ ἀκοή, Σωτὴρ τὴν εὐσπλαγχνίαν σου καὶ οικονομίαν καὶ συγκατάβασιν, σαρκὶ γαρ ἐν γῇ βαδίζων, Σαμαρείτιδι αἰτούσῃ γυναικί, ὕδωρ ζῶν παρέσχες, ἐνθέου ἐπιγνώσεως.
Θεοτοκίον.
Ἁγία Θεοτόκε τὸν εν ἁγίοις, ἅγιον κυήσασα Λόγον, ἐξ ἀνάρχου Πατρὸς ἐκλάμψαντα, δυσώπει αὐτὸν ἀπαύστως, ἁγιάσαι καὶ φωτίσαι τὰς ἡμῶν, ψυχὰς καὶ καρδίας, τῶν πόθῳ ἀνυμνούντων σε.
ᾨδὴ η΄. Ἀστέκτως πυρὶ ἑνωθέντες.
Σταυρῷ ὑψωθεὶς ἑκουσίως, πᾶσαν συνανύψωσας, ἀνθρώπων τὴν οὐσίαν, ἐν νεκροῖς δὲ ζωὴ ὑπάρχων, λογισθεὶς ἐζώωσας τοὺς ὑμνοῦντας, Σῶτερ τὴν οἰκονομίαν σου, καὶ τὴν μετὰ δόξης ἀνάστασιν οἰκτῖρμον.
Ὁ κόσμος χαρᾷ ἑορτάζει, ἐν τῇ παναγίᾳ σου ἐγέρσει ζωοδότα, ἐν ᾗ πᾶσαν τὴν δυναστείαν, ᾍδου κατεπάτησας καὶ θανάτου, κέντρον Λόγε ἐναπήμβλυνας, καὶ τὴν ἀφθαρσίαν ἐπήγασας ἀνθρώποις.
Ἰδοῦσα γυνὴ Σαμαρεῖτις, κεκοπιακότα σε οἰκτῖρμον, καὶ ζητοῦντα ὕδωρ ποιεῖν αθανασίας, κομίζεται νάματα ἐκβοῶσα, δός μοι τὸ ζῶν ὕδωρ Κύριε, ὅπως μὴ διψήσω τὸν τῆς ζωῆς μου χρόνον.
Θεοτοκίον.
Οἶκος τοῦ Θεοῦ ἐγνωρίσθης, πάναγνε Παρθένε Θεοτόκε, τούτῳ σάρκα ἐμψυχωμένην, ἐκ τῶν σῶν δανείσασα παναχράντων, Κόρη αἱμάτων πανάμωμε, ὅθεν σε τιμῶμεν εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.
Θαμβεῖται ὁρῶν ἐν τῷ ξύλῳ, ταθέντα Χριστέ σε ἥλιος, κλονεῖται τὰ στοιχεῖα, καὶ σαλεύεται πᾶσα ἡ γῆ, καὶ διαῤῥήγνυνται πέτραι, καὶ ὁ ᾍδης κάτωθεν, τοὺς ἀπ’ αἰῶνος δεσμίους, ἀπολύεις ἀνυμνοῦντάς σε.
Ἐτέθης Χριστὲ ἐν τῷ τάφῳ, ἡ ζωὴ καὶ ἡ ἀνάστασις, ἀνέστης δὲ ἐν δόξῃ, ἐν ἡμέραις πλείοσι τοῖς σοῖς, συναυλιζόμενος φίλοις, καὶ τούτους κήρυκας, εἰς πάντα κόσμον ἐκπέμπων, τῆς φρικτῆς οἰκονομίας σου.
Ὁδούς μοι ζωῆς δεικνύεις, ἐλεῆμον συμπαθείᾳ πολλῇ, βαδίζεις καὶ καθέζει, κεκοπιακὼς ἐκ τῆς ὁδοῦ, καὶ γυναικὶ αἰτουμένῃ, ἀθανασίας κρουνοὺς προσεπιπέμπεις, ὑμνούση τὴν πολλήν σου συγκατάβασιν.
Θεοτοκίον.
Σαρκοῦται Χριστὸς ἐκ σοῦ ὑπὲρ λόγον, Λόγος ὑπάρχων Πατρός, Παρθένε Θεοτόκε, καὶ σταυροῦται θέλων δι’ ἡμᾶς, καὶ τριημέρῳ ἐγέρσει κόσμου τὰ πέρατα καταφωτίζει, μεθ’ οὗ Σε κατὰ χρέος μακαρίζομεν.
ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟ
Τετραώδιον, οὗ ἡ ἀκροστιχίς: Τρίτος ἦχος πέφηνε.
ᾨδὴ στ΄. Ἦχος γ΄. Ἄβυσσος ἐσχάτη.
Τέτρωσαι τῇ λόγχῃ θείαν πλευράν, καὶ τὸν τρωθέντα ζωοδότα ἰάτρευσας, παραβάσει ἄνθρωπον, τοῖς θείοις σου παθήμασιν, ὅθεν Δέσποτα, ἀνυμνοῦμεν τὸ κράτος σου.
Ῥάπισμα ὑπήνεγκας Ἰησοῦ, ἀποῤῥαπίζων τὰ τοῦ ᾍδου βασίλεια, καὶ μοχλοὺς συνέτριψας χειρὶ παναλκεστάτῃ σου, σώσας ἅπαντας, καὶ ἀνέστης τριήμερος.
Ἵστασο πρὸ βήματος ὡς κριτός, Πιλάτου πᾶσαν ὁ τὴν γῆν κρίνων Κύριε, θέλων ὃν περ ἔπλασας, τοῦ ᾍδου ἐκλυτρώσασθαι, καταβέβηκας, πρὸς αὐτὸν μόνε εὔσπλαγχνε.
Θεοτοκίον.
Τέτοκας ὠδίνων ἄνευ υἱόν, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα Ἁγνή, ὃν περ ἤλγεις βλέπουσα, σαρκὶ κρεμάμενον σταυρῷ, ἀναστάντι δὲ ὡς Θεῷ, συνηγάλλου φαιδρῶς.
ᾨδὴ ζ΄. Τὸ πρὶν εἰκόνι τῇ χρυσῇ.
Ὁ Χερουβεὶμ καὶ Σεραφείμ, ὑπάρχων ἀπρόσιτος, σαρκὶ σταυρὸν ὑπέμεινας, διὰ σπλάγχνα ἐλέους, ἵνα σώσης τὸν φθαρέντα ἐν Ἐδὲμ τῇ παραβάσει.
Σὺ καταβὰς μετὰ ψυχῆς, πρὸς τὸν ᾍδην ἔλυσας, αὐτοῦ τὸ κράτος Δέσποτα, καὶ ἐξήγειρας τοὺς ἐν αὐτῷ δεσμίους, ἀνυμνοῦντάς σου τὸ κράτος Ζωοδότα.
Ἤρθης τῆς λύπης τὰ στυγνά, Μυροφόροι σπεύσατε, τὸ μνῆμα καταλάβετε, καὶ ἐκ τάφου Χριστὸν ἐξαναστάντα, θεασάμεναι κηρύξατε τῷ κόσμῳ.
Θεοτοκίον.
Χριστὸν ὃν ἔτεκες, κατατέρπου βλέπουσα, ἀναστάντα τριήμερον, μετὰ δόξης ἐκ τῶν νεκρῶν ὡς μήτηρ, καὶ ἱκέτευε Αὐτὸν ὑπὲρ τοῦ κόσμου.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρὶ ἑνωθέντες.
Ὁ πᾶσαν πνοὴν κτίσας Λόγος, ὑπο Ἰουδαίων σαρκικῶς τε, ἐπὶ ξύλου ἑκὼν κρεμᾶται, καὶ χολὴν ποτίζεται, καὶ ὁρῶσα κτίσις πᾶσας ἐκυμαίνετο, τὴν τῶν ἀχαρίστων θρηνοῦσα παροινίαν.
Σὲ τὸν ἀρχηγὸν καὶ σωτῆρα, κόσμου ὡς βροτὸν ὁ παμφάγος, καταδέχεται ᾍδης, ὃν δεσμεῖς ὡς Κύριος, καὶ οὓς πάλαι, εἶχεν ὑπευθύνους ἔλαβες, καὶ συνεξανέστης τριήμερος ἐκ τάφου.
Πατρὸς μὴ λιπὼν θείους κόλπους, σάρκα δι’ ἡμᾶς ἐκ Παρθένου προσελάβου, καὶ θάνατον ἑκὼν ὑπέστης, τεθεὶς δὲ ἐν μνήματι, ἐξανέστης Λόγε τοῦ Θεοῦ τριήμερος, ὅθεν σε υμνοῦμεν ὡς μόνον ζωοδότην.
Θεοτοκίον.
Ετεκες ἄνευθεν ὠδίνων, ἁγνὴ τὸν προόντα σὺν Πατρί τε καὶ Πνεύματι τῷ Ἁγίῳ, ὃν σταυρῷ κρεμάμενον καθορῶσα ἤλγεις, αὖθις ἀναστάντα δε, εκ τάφου κατιδοῦσα, συγχαίρεις εἰς αἰῶνας.
ᾨδὴ θ΄.  Ἐν νόμῳ σκιᾷ καὶ γράμματι.
Φωστῆρες Χριστὲ ἰδόντες σε, σταυρῷ σαρκὶ κρεμάμενον, συνέστειλαν τὸ φάος, καὶ ληστὴς ὁρῶν θεολογεῖ, ἡ γῆ δὲ πᾶσα κλονεῖται, καὶ καταπέτασμα διαῤῥηγνύμενον βοᾷ, τὸ μακρόθυμόν σου Δέσποτα.
Ἡ σὴ Βασιλεῦ κατάβασις, φρικτὴ ὄντως γεγένηται, ἐν τοῖς καταχθονίοις, τοῦ γὰρ ᾍδου πύλας καὶ μοχλούς, συντρίψας πάντας οὓς εἶχε, δεσμίους εἷλες σεαυτῷ, καὶ ἐξανέστης κραταιῶς, καὶ Θεόν σε ἀνεκήρυξαν.
Νεκρόν σε Χριστὲ καθεῖλεν, Ἰωσὴφ ἀπὸ τοῦ ξύλου πιστῶς, καὶ σμύρνῃ καὶ ἀλόῃ καὶ σινδόνι πόθῳ καὶ χαρᾷ, εἰλήσας χέει δακρύων λιβάδας, καὶ μνημείῳ τίθησι, διὸ σὺν αὐτῷ σε μεγαλύνομεν.
Θεοτοκίον.
Εὐφραίνου Ἁγνὴ καθορῶσα, ἐκ νεκρῶν τὸν σὸν Υἱὸν καὶ Θεόν, ἐν δόξῃ ἀναστάντα, Μυροφόροις ἅμα γυναιξί, τοῖς ἱεροῖς Ἀποστόλοις, καὶ Ἰωσὴφ τῷ κλεινῷ, σὺν Νικοδήμῳ καὶ ἡμεῖς μεγαλύνομέν σε Ἄχραντε


                                   πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου