Ευλογημένη πνευματική περιήγηση

Δευτέρα 9 Μαΐου 2016

ΜΑΪΟΥ 9!! ΝΙΚΟΛΑΟΥ ΒΟΥΝΕΝΟΙΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ, ΕΓΚΩΜΙΑ, ΕΥΛΟΓΗΤΑΡΙΑ, ΜΕΓΑΛΥΝΑΡΙΑ

ΕΓΚΩΜΙΑ

Στάσις α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μεγαλύνομέν σε, τῶν βροτῶν οἱ χοροί, γενναιότατε Νικόλαε ἔνδοξε, ὡς ταμεῖον πολυτρόπων δωρεῶν.
Μεγαλύνομέν σε, στρατιῶτα Χριστοῦ, θαυμασίων ὡς πηγὴν πολυχεύμονα, Ὁσιόαθλε Νικόλαε στεῤῥέ.
Ἀκροστιχίς, ἡ ἑξῆς: ΧΑΡΑΛΑΜΠΗΣ ΝΙΚΟΛΑΩ ΠΡΟΣΦΕΡΕΙ
Χαλεπῶν κινδύνων, καὶ ἐχθρῶν μιαρῶν, ἀπειράστους διατήρει πανόλβιε, τοὺς τιμῶντας τὴν ἁγίαν σου θανήν.
θλητῶν τὸ νέφος, καὶ Ὁσίων πληθύς, τὸν Νικόλαον κυκλοῦσι τὸν ἔνδοξον, ὡς συνόμιλον καὶ σύναυλον αὐτοῖς.
υπτικαῖς λιταῖς σου, ῥῦσαι πάντας ἡμᾶς, ἐκ δεινῶν Ὁσιομάρτυς Νικόλαε, τοὺς προστάτην κεκτημένους σὲ θερμόν.
σεβῶν τὸ στῖφος, Ἀθλητὰ εὐθαρσῶς, διαλύσας ἀνεδείχθης προπύργιον, εὐσεβείας καὶ ἀγῶνος ἀριστεύς.
Λάμψας ἐν Βουνένοις, ὡς ἀστὴρ φαεινός, τῆς ἀσκήσεως ἐδείχθης ὑπόδειγμα, καὶ σοφὸς τῶν Ἀθλοφόρων μιμητής.
λγηδόνων πλῆθος, θεραπεύεις σοφέ, καὶ παρέχεις Ὀρθοδόξοις ἰάματα, ὡς πηγάζων θεοσδότους δωρεάς.
Μιμητὴς ὑπάρχων, τοῦ Σωτῆρος Χριστοῦ, τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἀράμενος, ἠκολούθησας τοῖς ἴχνεσιν Αὐτοῦ.
Παρακλήτου χάριν, δαψιλῶς εἰληφώς, αὖραν πνέεις νοερὰν τὴν ζωήῤῥυτον, καταρδεύουσαν μερόπων τὰς ψυχάς.
λιος πυρφόρος, ἐκκλησίας Χριστοῦ, ἀνεδείχθης Ἀθλοφόρε Νικόλαε, καταυγάζων ταύτην θείαις ἀρεταῖς.
Σκοτασμὸν καὶ πλάνην, ἀνημέρων ἐχθρῶν, στιγματίζων ἠκολούθησας ἔνδοξε, μαρτυρίου ἀτραπῷ τῇ σωστικῆ.
Νοῦν τε καὶ καρδίαν, δι’ ἀγώνων σεπτῶν, ἐκκαθάρας ἐπεπόθησας Ἅγιε, οὐρανίου κοινωνίας μετασχεῖν.
αμάτων βλύζεις, ποταμοὺς τοῖς πιστοῖς, τοῖς προστρέχουσι τῇ θείᾳ πρεσβείᾳ σου, καὶ αἰτοῦσι τὴν θερμήν σου ἀρωγήν.
Κῆρυξ ἀληθείας, καὶ ῥημάτων σοφῶν, διαπρύσιος ἐδείχθης Νικόλαε, μοναζόντων τὰς ψυχὰς φωταγωγῶν.
ρθοδόξων σκέπη, ἐκκλησίας φρουρός, ἀσφαλέστατος καὶ θεία ἀντίληψις, ὦ Νικόλαε ὑπάρχεις ἀληθῶς.
Λόγχῃ ἐκεντήθης, ὑπ’ ἀνόμων ἐχθρῶν, μιμητὴς τῶν παθημάτων γενόμενος, τοῦ Δεσπότου καὶ Σωτῆρος Ἰησοῦ.
νθος μυροβόλον, τοῦ λειμῶνος Χριστοῦ, ἐν Βουνένοις θεοφόρε ἐξήνθησας, εὐωδίας ἀποπνέων ἱερόν.
ς τὰ ἄνω μάκαρ, θεῖα ὄντως φρονῶν, τῆς σαρκός σου κατεπάτησας φρόνημα, ὅθεν ἔφθασας εἰς ὕψος ἀρετῶν.
Παῤῥησίαν ἔχων, πρὸς Θεὸν ἀληθῶς, μὴ ἐλλίπῃς ἱκετεύων δωρήσασθαι, Ὀρθοδόξοις πᾶσαν χάριν δαψιλῆ.
ύπου ἀνομίας, καὶ ζωῆς κοσμικῆς, ἀποπλύνας σεαυτὸν ἀναβέβηκας, ἰσαγγέλου κοινωνίας μετασχεῖν.
τῶν πρεσβειῶν σου, θεϊκὸς γλυκασμός, καταρδεύει τὰς ψυχὰς τῶν τιμώντων σε, διὰ δρόσου πολυτίμου μυστικῆς.
Στρατιὰν γηΐνην, ἐν Βουνένοις λιπών, τὰ οὐράνια κατῴκησας δώματα, ἀγαλλόμενος Ἀγγέλων ταῖς ᾠδαῖς.
Φωταυγὴς λυχνία, ἐξ ἀΰλου φωτός, ἡ σὴ μνήμη ἀνεφάνη τρισόλβιε, τῶν βροτῶν φωταγωγοῦσα τὰς ψυχάς.
χοντές σε μάκαρ, πρεσβευτὴν πρὸς Θεόν, σοῦ δεόμεθα αἰτήσασθαι ἄφεσιν, τῶν πταισμάτων καὶ ἀνομιῶν ἡμῶν.
εῖθρα ἀναβλύζεις, ἰαμάτων πολλῶν, νοσημάτων δὲ σβεννύεις τὸν καύσωνα, θαυμαστῶς παρὰ Κυρίου δοξασθείς.
Εὐφροσύνης θείας, καὶ χαρᾶς ἱερᾶς, ἐπληρώθης θεοφόρε Νικόλαε, τὸν ἀγῶνα διανύσας τὸν καλόν.
σχυρὸς ὡράθης, καὶ γενναῖος Χριστοῦ, στρατιώτης τῶν βαρβάρων ὠμότητα, ἀμαυρώσας δι’ ἀγώνων ἀνδρικῶν.
Δόξα. Τριαδικόν.
Τριὰς Ἁγία, σκέπε πάντας ἡμᾶς, τοὺς τιμῶντας Νικολάου τὴν ἄθλησιν, καὶ γεραίροντας τὸ κράτος Σου ἀεί.
Καὶ νῦν. Θεοτοκίον.
Παναγία Μῆτερ, τοῦ Σωτῆρος Χριστοῦ, μὴ ἐλλίπῃς δυσωποῦσα δεόμεθα, τῷ Υἱῷ Σου καὶ Θεῷ ὑπὲρ ἡμῶν.
Καὶ πάλιν τὸ πρῶτον:
Μεγαλύνομέν σε, τῶν βροτῶν οἱ χοροί, γενναιότατε Νικόλαε ἔνδοξε, ὡς ταμεῖον πολυτρόπων δωρεῶν.
Στάσις β΄. Ἦχος πλ. Β΄. Ἄξιόν ἐστι.
ξιόν ἐστι, τὸν Νικόλαον ὕμνοις τιμῆσαι, ὅτι Ἰησοῦν ὡμολόγησε, καὶ ἀνόμων κατεπάτησεν ὀφρῦν.
ξιόν ἐστι, μεγαλύνειν σε ᾠδαῖς αἰσίαις, κόσμημα Βουνένων Νικόλαε, στρατηλάτα τοῦ Χριστοῦ πανευσθενές.
Ἀκροστιχὶς ἀλφαβητική.
νθος παριδών, τῆς νεότητος Ὁσιομάρτυς, ἤσκησας ἀνδρείῳ φρονήματι, καὶ ἐνήθλησας δυνάμει θεϊκῇ.
Βότρυς ὁ ἡδύς, τῆς Χριστοῦ ἐδείχθης ἐκκλησίας, τὰς ψυχὰς εὐφραίνων θεσπέσιε, τῶν τιμώντων σου τὴν μνήμην εὐκλεῶς.
Γνώμῃ κραταιᾷ, διετράνωσας Χριστοῦ τὴν πίστιν, καὶ ἀνόμων πλάνην διήλεγξας, ὅθεν αἴνεσίς σοι πρέπει ἀληθῶς.
Δήμῳ ἀθλητῶν, ἐν τῇ σκήτῃ τοῦ Τυρνάβου μάκαρ, μαρτυρίου δρόμον ὑπέδειξας, ἐνθαῤῥύνων σῷ φρονήματι στεῤῥῷ.
ργῳ ἀνδρικῷ, ἐπεδόθης Μάρτυς ἐν Βουνένοις, καὶ σαρκὶ ὡράθης ἰσάγγελος, ἐπιγείων ἡδονῶν παραιτηθείς.
Ζήλῳ ἱερῷ, τῷ Κυρίῳ προσηνέχθης θῦμα, ἵνα κοινωνήσῃς Νικόλαε, ἀνεκφράστου οὐρανίου ἡδονῆς.
θλησας λαμπρῶς, ἐν Βουνένοις ὅθεν ἐνεδύσω, δύναμιν ἐξ ὕψους Νικόλαε, θεραπεύειν πᾶσαν νόσον χαλεπήν.
Θέλων μετασχεῖν, βασιλείας τῆς ἐπουρανίου, βάσανον καὶ λόγχην ὑπέμεινας, παῤῥησίᾳ τὸν Χριστὸν δοξολογῶν.
ασιν εὑρῶν, τοῦ λειψάνου σου τῇ θέᾳ μάκαρ, ὁ τῆς Εὐφημίας συνώνυμος, ἄρχων ἤγειρε ναόν σου εὐπρεπῆ.
Κῶμαι καὶ βουνοί, πεδιάδες κορυφαὶ καὶ νῆσοι, τῆς Ἑλλάδος χώρα ἡ ἔνδοξος, τὸν Νικόλαον γεραίρει ἐσαεί.
Λάμψον φῶς ἡμῖν, ταῖς πρεσβείαις σου Ὁσιομάρτυς, ὅπως σοῦ τοὺς πόνους μιμούμενοι, καταντήσωμεν εἰς ὕψος θεϊκόν.
Μέμνησο πιστῶν, τῶν ὑμνούντων σου τοὺς ἄθλους Μάρτυς, καὶ διηνεκῶς καθικέτευε, τὸν Σωτῆρα καὶ Θεὸν ὑπὲρ ἡμῶν.
Νέμεις δωρεάς, τοῖς προστρέχουσι τῇ σῇ προνοίᾳ, καὶ δοξολογοῦσι τὸν Κύριον, Ὅν ἐδόξασας Νικόλαε τρανῶς.
Ξένον σὲ εὑρών, ἀνομίας ὁ ἐχθρὸς ὁ πλάνος, εἰς πληθὺς βασάνων ὑπέβαλεν, ἵνα κάμψῃ σὴν οὐράνιον ῥοπήν.
λως τῷ Χριστῷ, ἠκολούθησας Μάρτυς θεόφρον, ποθεινὴν πατρίδα τρισένδοξε, προτιμήσας χαμαιζήλων ἐφετῶν.
Πᾶσα ἡ Ἑλλάς, ὡς τερπνὸν κατέχει σε λειμῶνα, εὐωδίαν πίστεως ἄῤῥητον, ὦ Νικόλαε παρέχοντα πιστοῖς.
ῦσαι συμφορῶν, καὶ ποικίλων νόσων ἀνιάτων, τοὺς προσερχομένους Νικόλαε, τῷ ναῷ σου καὶ αἰτοῦντας ἀρωγήν.
Στῦλος ἀκλινής, τῆς Χριστοῦ ἐδείχθης ἐκκλησίας, ὅτι ἰσαγγέλως ἐβίωσας, καὶ ἐνήθλησας Νικόλαε στεῤῥῶς.
Τεῖχος ἀληθῶς, καὶ ἀντίληψις τοῖς Ὀρθοδόξοις, παρὰ Ἰησοῦ καρτερόψυχε, ἐδωρήθης ἵνα σῴζης ἐκ δεινῶν.
μνοις καὶ ᾠδαῖς, τὴν σὴν μνήμην Μάρτυς ἀθλοφόρε, ἄγοντες θερμῶς ἱκετεύομεν, ῥῦσαι ἅπαντας ἡμᾶς ἐκ συμφορῶν.
Φέρων ἀνδρικῶς, τὸν ἀγῶνά σου εἰς τέλος Μάρτυς, ἐν ἀγαλλιάσει ἀνέδραμες, ὑπαντῆσαι τῷ Χριστῷ ἐν οὐρανοῖς.
Χαίρων μυστικῶς, θείου Πνεύματος τῇ συνεργείᾳ, μαρτυρίου δρόμον τετέλεκας, τῶν ἀνόμων ἀπειλὰς μὴ πτοηθείς.
Ψάλλουσι χοροί, ἀθλοφόρων ἅμα καὶ Ὁσίων, σοῦ τοῦ μαρτυρίου τὰ σκάμματα, ἅ διήνυσας πρὸς δόξαν Ἰησοῦ.
ς φωτὸς πηγή, καταυγάζεις τῶν Βουνένων ὄρη, καὶ φωταγωγεῖς τοὺς προστρέχοντας, ὦ Νικόλαε τῇ σῇ ἐπισκοπῇ.
Δόξα. Τριαδικόν.
ναρχε Τριάς, ὁμοούσιε μία Θεότης, ταῖς τοῦ Νικολάου δεήσεσι, σκέπε φρούρει καὶ διάσῳζε ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, παναμώμητε ἁγνὴ Παρθένε, πάρεχε εἰρήνην τοῖς δούλοις σου, τοῖς αἰτοῦσι τὴν θερμήν σου ἀρωγήν.
Καὶ πάλιν τὸ πρῶτον:
ξιόν ἐστι, τὸν Νικόλαον ὕμνοις τιμῆσαι, ὅτι Ἰησοῦν ὡμολόγησε, καὶ ἀνόμων κατεπάτησεν ὀφρῦν.
Στάσις γ΄. Αἱ γενεαί πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, σὲ ὑμνολογοῦμεν, Νικόλαε θεόφρον.
Ἀκροστιχὶς ἀλφαβητική.
γγέλων αἱ χορεῖαι, καὶ τῶν βροτῶν τὰ πλήθη, τιμῶσί σου τοὺς ἄθλους.
Βλαστήσας ἐξ Ἑῴας, ἐξήνθησας παμμάκαρ, ἐν τῇ Βουνένων χώρᾳ.
Γνώσει ἀληθείας, λελαμπρυσμένος Μάρτυς, ἐδίωξας τὰ σκότη.
Δραμὼν ἐκ τῆς Λαρίσης, ψυχῆς γαλήνην εὗρες, ἐν τῷ Τυρνάβου ἄλσει.
λθόντων τῶν Ἀράβων, ὑπήνεγκας βασάνους, ἐν σκήτῃ τῶν Βουνένων.
Ζωῆς σου οὐκ ἐφείσθης, Νικόλαε γενναῖε, ἵνα Χριστὸν κερδήσῃς.
ἄνομος χορεία, ἐλόγχευσε θεόφρον, πλευράν σου τὴν τιμίαν.
Θελήματι Ἁγίῳ, ἀλώβητον εὑρέθη, τὸ πάντιμόν σου σῶμα.
άθη ὡς κατεῖδεν, ὁ Εὐφημίας ἄρχων, συνώνυμος σὸν σκῆνος.
Κοσμεῖ τὴν Θετταλίαν, καὶ γῆν Ἑλλάδος πάσης, πληθὺς ναῶν σου Μάρτυς.
Λαμπρύνεις τοὺς κειμένους, ἐν σκότει ἁμαρτίας, τῇ σῇ ἐπιστασίᾳ.
Μὴ παύσῃ ἐποπτεύων, Νικόλαε ὑψόθεν, τοὺς σὲ ἀνευφημοῦντας.
Νικόλαον τὸν θεῖον, πανδήμως μεγαλύνει, Κλειτσὸς ὁ ἐν Ἀγράφοις.
Ξενίζει χάριτί σου, πιστῶν τὰς συστοιχίας, Νικόλαε θεόφρον.
μώνυμός σου κώμη, ἐν τῇ Εὐρυτανίᾳ, τὴν μνήμην σου γεραίρει.
Παντοίων ἀλγηδόνων, ἀπέλασον ὀμίχλην, Νικόλαε λιταῖς σου.
αίνομέν σε ὕμνων, τοῖς ἡδυπνεύστοις μύροις, Νικόλαε παμμάκαρ.
Σὴν κάραν κεκτημένην, ἡ Ἄνδρος ἀθλοφόρε, ἀγάλλεται καὶ χαίρει.
Ταμεῖα ἰαμάτων, ὑπάρχουσα ἐν πάσῃ, τῇ κτίσει οἱ ναοί σου.
μνους σοῖς προσφέρει, Νικόλαε ἡ ὄντως, χριστώνυμος χορεία.
Φθορᾶς τοὺς σοὺς ἱκέτας, καὶ πάσης ἀνομίας, Ὁσιομάρτυς ῥῦσαι.
Χαρᾶς πληροῖς ἀφάτου, τοὺς ἐν Πελοποννήσῳ, τιμῶντάς σε προθύμως.
Ψάλλοντες τιμῶμεν, Νικόλαε γενναῖε, ἀγῶνά σου τὸν θεῖον.
Δόξα. Τριαδικόν.
Τριὰς Ἁγία, σῶζε τοὺς τιμῶντας, τὴν Νικολάου μνήμην.
Καὶ νῦν. Θεοτοκίον.
νύμφευτε Παρθένε, ἱλέωσαι τὸν Κτίστην, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Καὶ πάλιν τὸ πρῶτον:
Αἱ γενεαὶ πᾶσαι, σὲ ὑμνολογοῦμεν, Νικόλαε θεόφρον.
Εὐλογητάρια.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόλαον ὑμνῆσαι.
Ἀσκητῶν πολιτείαν, στερνισθεὶς ἐν Τυρνάβῳ, ἠγωνίσθης νομίμως, ἐν Βουνένοις δὲ σοφέ, ἐπεδόθης εἰς ἄθλους, καὶ ὡς νικητής, ἐξελθὼν τοῦ σκάμματος, τοῦ Χριστοῦ τὴν δόξαν, ὄντως ἐτράνωσας.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόλαον ὑμνῆσαι.
Σοὺς ἀγῶνας, ἀνδρικοὺς Νικόλαε, αἱ οὐράνιαι δυνάμεις, καθορῶσαι ἐν χορῷ ἐξέστησαν, καὶ ἀνέκραζον, Ὁσιομάρτυς· χαῖρε ἀθλητά, ἀζύγων παράδειγμα, καὶ λαμπρὸν τῶν Ἀθλοφόρων ἐκτύπωμα.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόλαον ὑμνῆσαι.
Λίαν θερμῶς, τὴν ὁδὸν διήνυσας, τῆς ἀθλήσεως ἐν τοῖς Βουνένοις, καὶ βασάνους χαλεπάς, ὑπήνεγκας εὐτόλμως, στῦλος γεγονώς, πίστεως Νικόλαε, τοῦ Δεσπότου Χριστοῦ, θεῖον ἐγκαλλώπισμα.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, Νικόλαον ὑμνῆσαι.
Μυροφόρων τὸ χρέος, οἱ πιστοὶ ἐκτελοῦντες, ἀντὶ νάρδου προσφέρουσι καὶ σμύρνης, ψαλμοὺς καὶ ᾠδάς, σοὶ Νικόλαε θεῖε, καὶ πανευλαβῶς, τιμῶσιν ἑκάστοτε, τὸ σεπτὸν καὶ ἱερόν σου μαρτύριον.
Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον δόξαν, ἐν μιᾷ τῇ οὐσίᾳ, καὶ ἐν ἱεροῖς, ὕμνοις ἀνακράζομεν· δόξα τῇ δυνάμει σου Κύριε.
Καὶ νῦν. Θεοτοκίον.
Ζωοδότην τεκοῦσα, Θεοτόκε Παρθένε, καθικέτευε ὅπως, Νικολάου πρεσβείαις, ὁ Υἱός σου παρέχῃ, ἄφθορον ζωήν, σοῦ τοῖς δούλοις Ἄχραντε, τοῖς ὑμνοῦσιν ἀεὶ τὰ μεγαλεῖά σου.

Μεγαλυνάρια· κατὰ τό· Ἀκατάληπτόν ἐστι.
Ἀκροστιχὶς ἀλφαβητική.
θλητὰ πανευκλεές, τοῦ σταδίου ἀριστεῦ, καὶ Βουνένων λαμπηδών, σὲ Νικόλαε ὑμνῶ.
Βασιλείας τοῦ Χριστοῦ, τεῖχος ὄντως ἀῤἁγές, καὶ ἀνόμων ὀλετήρ, ὤφθης Μάρτυς γεραρέ.
Γεωργήσας ἐμμελῶς, σπόρον θείων ἐντολῶν, ἀρετῶν καρπὸν πολύν, ἤνεγκας τῷ Λυτρωτῇ.
Δέξαι Μάρτυς εὐσταλές, καὶ ἡδύπνοε λειμών, πολιτείας ἀκραιφνοῦς, ἥν προσάγω σοι ᾠδήν.
νθεώτατε φωστήρ, τῶν Βουνένων ἀστραπαῖς, σῶν καμάτων φρυκτωρεῖς, εὐσεβούντων τοὺς χορούς.
Ζήλῳ κρείττονος ζωῆς, κατεφρόνησας φθαρτῶν, καὶ ἐπτέρωσας τὸν νοῦν, θαυμαστὲ πρὸς οὐρανόν.
γωνίσω ἀνδρικῶς, κατ’ Ἀράβων ὡς Χριστοῦ, στρατιώτης ἀληθής, καὶ ὁπλίτης πανσθενής.
Θεοσύλλεκτον χορόν, ἐξ ἁγίων ἀθλητῶν, συνεκρότησας λαμπρῶς, ἐν Τυρνάβῳ εὐσταλές.
ατρεῖον τοῦ δουκός, ὤφθης Εὐφημιανοῦ, τοῦ ἐκ λέπρας ζοφερᾶς, τρυχομένου Ἀθλητά.
Κατευνάσας πειρασμούς, ἀσιγήτῳ προσευχῇ, ὦ Νικόλαε σαρκός, ὤφθης χάριτος ναός.
Λαμπρυνθεὶς μαρμαρυγαῖς, πίστεως καὶ προσευχῆς, τὴν ζοφώδη τοῦ ἐχθροῦ, ἀπεδίωκας ἀχλύν.
Μεγαλύνομεν τῆς σῆς, καρτερίας τὸ στεῤῥόν, οἱ προστάτην ἀσφαλῆ, κεκτημένοι σε πιστοί.
Νικολάου τοῦ κλεινοῦ, χρυσοπτέρυγος πτηνοῦ, τοῦ σκηνοῦντος ἐν Ἐδέμ, ἀρωγὴν ἀνευφημῶ.
Ξενωθεὶς τῶν γεηρῶν, πόθῳ σου θεοφιλεῖ, τοῖς Βουνένων ἀσκητικαῖς, προσεχώρησας ἑκών.
λοτρόπως τῷ Θεῷ, ἀνακείμενος σοφέ, ὤφθης ἔμψυχος ναός, θεαρέστου ἀρωγῆς.
Πλήρης ἄτρωτε χαρᾶς, ἐκεντήθης τὴν πλευράν, ἐν Βουνένων τοῖς δρυμοῖς, αἶνον πέμπων τῷ Θεῷ.
είθροις σοῦ τῶν διδαχῶν, ἤρδευσας τὴν σὴν φρουράν, καὶ πρὸς ἔνθεον ζωήν, ἴθυνας αὐτὴν κλυτέ.
Στέφος νίκης ἐκ χειρῶν, δεδεγμένος τοῦ Θεοῦ, σὺν Ἀγγέλων τοῖς χοροῖς, χαίρεις ἐν τοῖς οὐρανοῖς.
Τρίβον τὴν τῶν ἀθλητῶν, καὶ Ὁσίων ἐν ταυτῷ, διανύσας θεϊκῆς, δόξης ἔτυχες σεμνέ.
πὲρ πάσας καρτερέ, τὰς ἡλίου ἀστραπάς, καταυγάζεις τὰς ψυχάς, τῶν τιμώντων σε ἀεί.
Φυλακτήριον ἡμῶν, πέλεις πάντων τῶν πιστῶς, ὦ Νικόλαε σαφῶς, γεραιρόντων σὴν θανήν.
Χελιδὼν Χριστοῦ τερπνή, ἐν τῷ ἔαρος καιρῷ, τοὺς πιστοὺς χαροποιεῖς, ἀρετῶν σου ταῖς ᾠδαῖς.
Δόξα. Τριαδικόν.
Ψάλλοντές Σε μυστικῶς, ὑπερύμνητε Τριάς, σὺν Πατρί τε καὶ Υἱῷ, Πνεῦμα μέλπομεν σεπτόν.
Καὶ νῦν. Θεοτοκίον.
ς μητέρα ᾶγκαλῆ, τοῦ τῶν ὅλων Λυτρωτοῦ, σὲ δοξάζομεν Ἁγνή, μυροθήκη θεϊκή.
ΜΙΚΡΟΣ ΑΓΙΑΣΜΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος καὶ τὰ ἑξῆς: Ἦχος δ΄. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Τοῦ Ἀθλοφόρου τῷ ναῷ νῦν προσδράμωμεν, καὶ τῇ σεπτῇ αὐτοῦ εἰκόνι προσπέσωμεν, οἱ στένοντες ἐν θλίψεσι καὶ ἄχθει δεινῷ, κράζοντες ἀπαύγασμα παμφαὲς τῶν Βουνένων, πλήρωσον Νικόλαε τὰ αἰτήματα πάντων, τῶν σὲ θερμὸν ἐχόντων ἀρωγόν, οὕς καὶ συντήρει ἐκ νόσων ἀπήμονας.
Δόξα.
Ὡς εὐεργέτην σὲ ὑμνοῦμεν Νικόλαε, οἱ καθ’ ἑκάστην ἐκ δεινῶν πιεζόμενοι, καὶ ταπεινῶς προστρέχοντες τῇ σῇ κραταιᾷ, σκέπῃ ἀνακράζοντες στρατηλάτα Κυρίου, ἅπασαν ἀπέλασον ἐχθρικὴν πανουργίαν, καὶ ἐκ κινδύνων πάντας ἀσινεῖς, τοὺς σοὺς ἱκέτας ἀείποτε τήρησον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε...
Ὁ Ν΄ ψαλμός, καὶ τὰ ἑξῆς κατ’ ἀλφάβητον Τροπάρια.
Ἦχος πλ. Β΄. Ὁ Εἱρμός.
Ἡ τὸ χαῖρε δι’ Ἀγγέλου δεξαμένη, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ μεγαλύνοντας. (Δίς).
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀρυόμενοι σὴν χάριν ἀνυμνοῦμεν, τοῦ Κυρίου ὁπλῖτα Νικόλαε, τὴν ἔνδοξόν σου, καὶ πάντιμον ἄθλησιν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Βασιλέων Προφητῶν καὶ Ἀποστόλων, καὶ Μαρτύρων ὑπάρχεις τὸ καύχημα, καὶ προστασία, τοῦ κόσμου Πανάμωμε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Γεγηθότες οἱ πιστοὶ Ὁσιομάρτυς, τοῖς σοῖς ἄθλοις Νικόλαε κράζομεν· παντοίας νόσου, ἡμᾶς ἐλευθέρωσον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Δὸς Χριστέ μου καὶ ἐμοὶ τῷ ἀναξίῳ, ὀφλημάτων τὴν ἄφεσιν δέομαι, τῆς Σὲ τεκούσης, πρεσβείαις ὡς εὔσπλαγχνος.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἐκ τῆς πλάνης τοῦ δολίου θεοφόρε, θησαυρὲ τῶν Βουνένων ἀνάγαγε, τοὺς σοὺς ἱκέτας, Νικόλαε ἔνδοξε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ζώωσόν με ἡ τεκοῦσα Ζωοδότην, καὶ Σωτῆρα καὶ σῶσον πρεσβείαις σου, εὐλογημένη, ἐλπὶς τῶν ψυχῶν ἡμῶν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡμεραίαν βιοτήν, θεόφρον δός μοι, τῷ θερμῶς προσπέσοντι σῇ χάριτι, καὶ λῦσον τάχος, παθῶν μου σκοτόμαιναν.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Θεοτόκε ἡ τεκοῦσα διὰ λόγον, ὑπὲρ λόγον τὸν Λόγον Πανύμνητε, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰατρεῖον ἀνεδείχθη ὁ ναός σου, νοσημάτων ψυχῆς τε καὶ σώματος, Βουνένων κλέος, παμμάκαρ Νικόλαε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Κατὰ χρέος ἐκβοῶμέν σοι τὸ Χαῖρε, Θεοτόκε ἁγνὴ Ἀειπάρθενε, ἐκδυσωποῦντες, πρεσβείαις σου σῴζεσθαι.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπρυνθεὶς ταῖς τῶν αἱμάτων σου ῥανίσι, φῶς ἐκλάμπεις τῆς χάριτος ἄριστε, αὐγάζων πάντας, τοὺς πόθῳ τιμῶντάς σε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Μὴ παρίδῃς τὰς δεήσεις τῶν σῶν δούλων, δυσωποῦμεν Πανύμνητε Δέσποινα, ἵνα ῥυσθῶμεν, πάσης περιστάσεως.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νεκρωθέντα με πολλῇ τῇ ἁμαρτίᾳ, σαῖς ἐντεύξεσι σπεύδω Νικόλαε, βοῶν λιταῖς σου, πρὸς Κτίστην μὲ ζώωσον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ξένον θαῦμα τὸ ἐν σοὶ Θεοκυῆτορ, δι’ ἡμᾶς γὰρ καθ’ ἡμᾶς γεγέννηται, ὁ πάντων Κτίστης, ἐκ σου καὶ Θεὸς ἡμῶν.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁπλιτῶν τῆς παρατάξεως Κυρίου, ἀνεδείχθης ἀκρότης Νικόλαε, καὶ ἰαμάτων, χειμάῤῥους ἀείῤῥοος.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παναγία Θεοτόκε ἡ τεκοῦσα, τὸν Σωτῆρα κινδύνων διάσωσον, καὶ πάσης ἄλλης, ἀνάγκης τοὺς δούλους σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ῥάβδος ὤφθη ἡ σὴ Μάρτυς προστασία, τὸν ἀρχέκακον ὄφιν συντρίβουσα, καὶ σωτηρίου, τὴν τρίβον δεικνύουσα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Σῶσον πάντας ταῖς πρεσβείαις σου Παρθένε, τοὺς εἰς σὲ Θεοτόκε προστρέχοντας, καὶ ῥῦσαι πάσης, ἀνάγκης καὶ θλίψεως.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τρυχομένων ἀρωγὸς καὶ ἀντιλήπτωρ, καὶ πασχόντων θεράπων ἀκοίμητος, ἐδείχθης Μάρτυς, θεόφρον Νικόλαε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὑπὸ πάντων δυσωπούμενος Οἰκτίρμον, τῶν Ἁγίων καὶ τῶν ἄνω Τάξεων, ἱλάσθητί μοι, διὰ τῆς τεκούσης Σε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Φωτισμὸν ἀῤῥήτου δόξης πεπλησμένος, γεραρὲ τὴν ψυχήν μου καταύγασον, καὶ πάσης λύπης, ὁμίχλην ἐκδίωξον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Χαῖρε ὄρος χαῖρε βάτε χαῖρε πύλη, χαῖρε κλῖμαξ χαῖρε θεία τράπεζα, ἡ πάντων χαῖρε, βοήθεια Δέσποινα.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ψαλτηρίῳ καὶ κιθάρᾳ εὐφημοῦντες, σοῦ τοὺς ἄθλους Νικόλαε κράζων· λοιμώδους νόσου, ἡμᾶς ἐλευθέρωσον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Ὤ Παρθένε ἡ τεκοῦσα τὸν Σωτῆρα, καὶ Δεσπότην τοῦ κόσμου καὶ Κύριον, αὐτὸν δυσώπει, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Σταυρὲ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Τῇ δυνάμει Ἐλεῆμον τοῦ Σταυροῦ σου, ἐκτροπὰς τοῦ νοός μου ἀπέλασον, καὶ ὀφλημάτων, παράσχου μοι ἄφεσιν.
Πᾶσαι αἱ οὐράνιαι δυνάμεις, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν ἀΰλων Σου Δυνάμεων πρεσβείαις, Ἀρχαγγέλων καὶ πάσης Συνάξεως, τὰ Σὰ ἐλέη, τοῖς δούλοις Σου δώρησαι.
Ἅγιε Ἰωάννη, Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῇ πρεσβείᾳ τοῦ Προδρόμου σου Οἰκτίρμον, μετανοίας τὴν πύλην μοι ἄνοιξον, ἵνα ὁ τάλας, ἐν τέλει σωθήσομαι.
Ἅγιοι Ἀπόστολοι πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἱκεσίαις τῶν ὀλβίων Ἀποστόλων, Ὀρθοδόξου φρονήματος πλήρωσον, τὰς τῶν Σῶν δούλων, ψυχὰς πολυεύσπλαγχνε.
Ἅγιοι ἔνδοξοι Μάρτυρες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ἀθλοφόρων καλλινίκων ταῖς πρεσβείαις, μὴ παρίδῃς Σοὺς δούλους δεόμεθα, ἐν τῇ δευτέρᾳ, ἑλεύσει σου Κύριε.
Ἅγιοι Ἀνάργυροι, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῇ πρεσβείᾳ τῶν ἐνδόξων Ἀναργύρων, δός μοι ῥῶσιν καὶ ἴασιν Δέσποινα, Χριστὲ θεράπον, ψυχῶν καὶ σωμάτων τε.
Ὅσιοι Πατέρες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν Ὁσίων καὶ Δικαίων Παντεπόπτα, ταῖς πρεσβείαις ἡμᾶς πάντας ἴθυνον, πρὸς τοὺς λειμῶνας, τῆς Σῆς ἀγαθότητος.
Ἅγιε Χαράλαμπε, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῇ πρεσβείᾳ τοῦ κλινοῦ ἐν ἱερεῦσι, Χαραλάμπους τοῦ θείου ἀξίωσον, Χριστὲ σοὺς δούλους, τυχεῖν τοῦ ἐλέους σου.
Ἅγιε Νεομάρτυς Μιχαήλ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νεομάρτυς Μιχαὴλ τῶν Ἀθηναίων, ἐγκαλλώπισμα τήρει με ἄτρωτον, τῆς τοῦ Βελίαρ, δολίου φαυλότητος.
Ἁγία Ἀναστασία Φαρμακολύτρια, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῇ πρεσβείᾳ τῆς σεμνῆς Ἀναστασίας, σκοτασμοῦ καὶ παθῶν με ἀπάλλαξον, Υἱὲ καὶ Λόγε, Πατρὸς τὸ ἀπαύγασμα.
Ἅγιε Νεομάρτυς Ἀπόστολε, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῇ πρεσβείᾳ τοῦ ἐνδόξου Ἀποστόλου, τῆς σαρκός μου κινήσεις ὑπόταξον, τῷ θείῳ νόμῳ, Χριστέ μου καὶ σῶσόν με.
Ἅγιοι Τρεῖς Παρθένοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Μηνοδώρας Μητροδώρας ταῖς πρεσβείαις, καὶ κλεινῆς Νυμφοδώρας τοὺς δούλους Σου, ἐκ πάσης βλάβης, διάσῳζε Κύριε.
Ἁγία Ὁσιομάρτυς Σωσσάνα, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁσιόαθλε Σωσσάνα μὴ ἐλλίπῃς, ὑπὲρ πάντων Χριστὸν ἱκετεύουσα, τῶν εὐφημούντων, συμφώνως τοὺς ἄθλους σου.
Ἅγιε ἰαματικὲ Παντελεῆμον, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰατρὲ πανευσθενὲς Παντελεῆμον, χαλεπὰς ἀῤῥωστίας ἐκδίωξον, ἐκ τῶν σπευδόντων, τῇ σῇ θείᾳ χάριτι.
Ὅσιε Εὐδόκιμε, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταπεινώσεως Εὐδόκιμε λαμπρότης, ταπεινοῦ ἔμπλησόν με φρονήματος, Βατοπεδίου, φωστὴρ παμφαέστατε.
Ὅσιε Γεώργιε τοῦ Γοματίου, πρέσβευε ὑπὲρ ἡμῶν.
Συμπαθείας πρὸς τοὺς πάσχοντας πυξίον, Γοματίου Γεώργιε σέμνωμα, διπλῆς ἀγάπης, ἀμάρυγμα δεῖξόν με.
Ὅσιοι Ἀνώνυμοι Αὐτάδελφοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Αὐταδελφῶν ἀσκητῶν δυὰς ἁγία, ἡ εὐχῇ ἐν Νιτρίᾳ ἐκλάμψασα, εὐαρεστῆσαι, Χριστῷ με ἀξίωσον.
Ὅσιε Ἰσίδωρε ὁ ἐν τῇ Κλίμακι, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς ὁ σίδηρος χαλκεῖ ἐν τῇ καμίνῳ, ὑποτάσσεται οὕτω Ἰσίδωρε, ὑπακοῆς με, ἀνάδειξον κόσμημα.
Ὅσιοι Παρθένε καὶ Εὐμένιε, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Κουδουμᾶ μονῆς Παρθένιε σεμνότης, Εὐμενίῳ σὺν τῷ αὐταδέλφῳ σου, Ὁσίων κλέη, πιστοὺς ἁγιάσατε.
Ὅσιε Μεθόδιε Νηβρύτου, πρέσβευε ὑπὲρ ἡμῶν.
Μεθοδείας διαλύειν τοῦ Βελίαρ, ταῖς λιταῖς σου ἡμᾶς καταξίωσον, Νηβρύτου γέρας, Μεθόδιε Ὅσιε.
Ὅσιε Ἰωσὴφ Γεροντογιάννη, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰωσὴφ σημειοφόρε ὡς ταμεῖον, ἀρετῶν σὲ ὑμνοῦντες κραυγάζομεν· Καψᾶ δομῆτορ, μονῆς μὲ ἁγίασον.
Ὅσιε Ἰωακεὶμ Παπουλάκη, πρέσβευε ὑπὲρ ἡμῶν.
Σὲ ὑμνῶν Ἰωακεὶμ τὸν ἐν Ἰθάκῃ, σὸν ἀγῶνα ὁσίως τελέσαντα, ἀεὶ ἐν δίναις, τῇ σῇ σπεύδῳ χάριτι.
Ὅσιε Δομέτιε Διονυσιάτα, πρέσβευε ὑπὲρ ἡμῶν.
Δρόμον δεῖξόν μοι πρὸς δόμους οὐρανίους, τοῦ Προδρόμου Μονῆς ἐγκαλλώπισμα, τῆς ἐν τῷ Ἄθῳ, τρισμάκαρ Δομέτιε.
Ὅσιε Ἀρσένιε Βερνικοβῖτα, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἡσυχίας ἐραστὰ εἰρήνην δός μοι, ψυχικὴν σπηλαιῶτα Ἀρσένιε, τῆς Βαρνακόβης, μονῆς κτίτορ ἔνθεε.
Ὅσιε Νικόλαε Σικελιῶτα, πρέσβευε ὑπὲρ ἡμῶν.
Κατ’ ἐχθροῦ βεβήλου νίκας δώρησαί μοι, Μετοχίου Διρφύων ἀπαύγασμα, καὶ τῆς Εὐβοίας, κοσμῆτορ Νικόλαε.
Ὅσιε Εὐφημιανέ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ταῖς πρεσβείαις Εὐφημιανοῦ τοῦ θείου, τοῦ ἐν Λύσῃ ἀσκήσαντος Κύριε, ἐλέους στάξον, ἡμῖν τὰς ῥανίδας Σου.
Ὅσιε Μίκαλλε, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀγωγῆς ἀσκητικῆς τὸ ἐκμαγεῖον, Ἀκανθοῦς τὸν ἀκέστορα Μίκαλλον, γεραίρων κράζω· βοήθει μοι Ἅγιε.
Ὅσιε Δαβὶδ ὁ ἐν Εὐβοίᾳ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀρετῆς καὶ ταπεινώσεως τὸ κρίνον, τὸ εὐῶδες Δαβὶδ ἐπαινέσωμεν, ὀδμαῖς εὐφραῖνον, θαυμάτων τὴν Εὔβοιαν.
Ὅσιε Σεραφεὶμ Δομβοΐτα, πρέσβευε ὑπὲρ ἡμῶν.
Δομβοΐτην Σεραφεὶμ σημειοφόρον, ὡς ἀζύγων τιμήσωμεν πρόβολον, τὸν ἐκπληροῦντα, πιστῶν ἅπαν αἴτημα.
Ὅσιε Νεόφυτε Ἔγκλειστε, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνατρέχων εἰς τὰς θείας σου ἐντεύξεις, πρὸς τὸν Κτίστην Νεόφυτε Ἔγκλειστε, τοὺς ὑπὲρ φύσιν, γεραίρω καμάτους σου.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀκολάστων λογισμῶν τὰς καταιγίδας, ἀποδίωξον Μάρτυς Νικόλαε, καὶ τῶν παθῶν μου, κατεύνασον τάραχον.
Ἅγιοι Προπάτορες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Τῶν δικαίων Προπατόρων ταῖς πρεσβείαις, ἀκηδίας τὸν ζόφον διάλυσον, καὶ δός μοι πνεῦμα, Σωτήρ μου συνέσεως.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὁμοφρόνως ἀνυμνοῦμέν σε Παρθένε, ὡς πιστῶν ἀῤῥαγὲς περιτείχισμα, καὶ τοῦ Δεσπότου, παλάτιον ἔμψυχον.
Δόξα. Τριαδικόν.
Τὸν Πατέρα καὶ Υἱὸν δοξολογοῦμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον λέγοντες· Τριὰς Ἁγία, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ τὸν Κτίστην συλλαβοῦσα ἀπειράνδρως, καὶ τεκοῦσα ἐν χρόνῳ τὸν Ἄχρονον, Παρθένε πάντας, ἡμᾶς διαφύλαττε.
Καί: Τῆς εὐσπλαγχνίας τὴν πύλην... καὶ τὰ ὑπόλοιπα τροπάρια τοῦ Μικροῦ Ἁγιασμοῦ, ὁ Ἀπόστολος, τὸ Εὐαγγέλιον καὶ οἱ Εὐχές. Μετὰ τό· Σῶσον Κύριε τὸν λαόν Σου... καὶ τό· Τῶν Σῶν δωρεῶν... τὸ σὲ ἤχο δ΄.
Πηγὴν ἰαμάτων εὕρομεν, σὲ κλεινὲ Νικόλαε, τῶν Ὁσίων ὁμόζηλε, καὶ σύσκηνε τῶν Μαρτύρων, δίδοντα τοῖς ἐν πίστει σοι δεομένοις, ὑγείαν κατ’ ἄμφω, ψυχῆς τε καὶ σώματος, ὅθεν τῇ ἀῤῥαγῇ σου προστασίᾳ, προστρέχοντες θεραπευόμεθα, καὶ παθῶν λαμβάνομεν ἀπολύτρωσιν, ῥυόμεθα δὲ ἀνηκέστων κακώσεων, καὶ τοῦ πονηροῦ ἐπιβουλῆς δολίας. Βουνένων ἐντρύφημα, καὶ δοχεῖον τοῦ Πνεύματος, τοῦ θείου διαυγὲς παναοίδιμε, ἀλήκτως μοι πόριζε, τὴν τῶν θαυμάτων σου χάριν, ἥν Χριστὸς ὁ Θεὸς ἡμῶν, δαψιλῶς σοι ἐδώρησε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Νεῦσον παρακλήσεσι σῶν ἱκετῶν...


                         πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου