Ευλογημένη πνευματική περιήγηση

Κυριακή 20 Μαρτίου 2016

ΜΑΡΤΙΟΥ 20 & ΜΑΪΟΥ 16. ΤΩΝ ΑΓΙΟΣΑΒΒΑΪΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΠΑΤΕΡΩΝ ΠΑΡΑΚΛΗΣΙΣ

ΜΑΡΤΙΟΥ 20 & ΜΑΪΟΥ 16.
ΤΩΝ ΑΓΙΟΣΑΒΒΑΪΤΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΠΑΤΕΡΩΝ
ΠΑΡΑΚΛΗΣΙΣ
(Ὑπὸ Χαραλάμπους Μπούσια)
 http://www.saint.gr/photos/standard/0320/AgioiAbbades01.jpg
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον. Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τοὺς ἐν τῇ Λαύρᾳ τοῦ θεόφρονος Σάββα, ἀναιρεθέντας ὑπ’ ἐχθρῶν παρανόμων, Πατέρας ὕμνοις μέλψωμεν πιστοὶ ἐκτενῶς, κράζοντες· παγγέραστοι Ὁσιόαθλοι βλάβης, καὶ πικροῦ τεχνάσματος τοὺς ὑμᾶς εὐφημοῦντας, τοῦ παμβεβήλου ῥύσασθε ταχύ, καὶ ἐκ κινδύνων ἡμᾶς ἀπαλλάξατε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε...
Ψαλμὸς Ν᾿ (50).
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: ΟΣΙΟΜΑΡΤΥΡΩΝ ΔΗΜΗ, ΦΡΟΥΡΕΙ ΧΑΡΑΛΑΜΠΗ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὁσιομάρτυρων τὸν ὁρμαθόν, εὐσχημόσιν ὕμνοις, μελῳδήσωμεν οἱ πιστοί, καὶ κράξωμεν· θεῖοι Σαββαΐται, τοὺς ἀνυμνοῦντας ὑμᾶς διασῴζοιτε.
Στυγνῶς ἀνηρέθητε ἀσκηταί, σεπτοὶ Σαββαΐται, ὑπ’ ἀνόμων διὰ Χριστοῦ, τὴν πίστιν εἰς ἥν τοὺς προσιόντας, μετ’ εὐλαβείας ὑμᾶς δυναμώσατε.
Ἰάσεων ὤφθητε ποταμοί, Μαρτύρων φωστῆρες, καὶ ἀζύγων ὑπογραμμοί, οἱ αἵμασιν ἅμα καὶ ἱδρῶσι, τὴν τῆς ψυχῆς ὑμῶν χλαῖναν κοσμήσαντες.
Θεοτοκίον.
Ὁμόνοιαν δώρησαι τοῖς πιστοῖς, ὦ Μῆτερ Ἁγία, τοῦ ταθέντος ἐπὶ Σταυροῦ, Χριστοῦ τοῦ Σωτῆρος καὶ Υἱοῦ σου, τὰ διεστῶτα τοῦ κόσμου ἑνώσαντος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Μετανοίας ταῖς τρίβοις, καὶ βιοτῆς κρείττονος, ὡς μοναδικῆς πολιτείας, θεῖα κειμήλια, ἰθύνατέ με ταχύ, Ὁσιομάρτυρες θεῖοι, καὶ ψυχῆς ἀνάπαυσιν, δότε μοι δέομαι.
Ἀληθοῦς ἐγκρατείας, καὶ προσευχῆς ὤφθητε, Σαββαΐται θεῖοι ἀστέρες, κόσμον πυρσεύοντες, καὶ ἀρετῶν τῷ φωτί, καταλαμπρύνετε πάντας, τοὺς ἐν σκότει στένοντας, τῆς ἀπογνώσεως.
Ῥυπαρότητα βίου, καὶ ἡδονὴν πρόσκαιρον, οὐκ ἐνστερνίσθητε ὄντως, Ὁσιομάρτυρες. Διὸ καὶ χαίρετε νῦν, ὐπὲρ ἡμῶν τὸν Δεσπότην, τῶν παθῶν λιτόμενοι, σβέσασθαι τάραχον.
Θεοτοκίον.
Τὸν τοῦ νόμου Δεσπότην, καὶ Ποιητὴν ἄχραντε, τὸν χερσὶ κρατοῦντα τὸν κόσμον, ἐκυοφόρησας. Διὸ πιστῶν οἱ χοροί, δοξολογοῦντες ἀπαύστως, σὲ ἀεὶ προστρέχουσι, τῇ μεσιτείᾳ σου.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Ἐπίβλεψον ἐν εὐμενείᾳ...
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πατέρες κλεινοί, σεπτοὶ Ὁσιομάρτυρες, πυρσοὶ τηλαυγεῖς, ἐρήμου λύχνοι ἄσβεστοι, τὰ ὑμῶν παλαίσματα, Σαββαΐται ᾄδοντες κράζομεν· ἐξ ἀῤῥωστίας πόνων ὀχληρῶν, ἀτρώτους ἡμᾶς διατηρήσατε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑμνῳδίαις εὐσχήμοσι, τοὺς Ὁσιομάρτυρας εὐφημήσωμεν, Σαββαΐται ἀνακράζοντες, νοσημάτων βόρβορον ἐκπλύνατε.
Ῥύσασθέ με θεόφρονες, ἐκ ῥαδιουργίας τοῦ πολεμήτορος, οἱ σωφρόνως ἐνασκήσαντες, καὶ αὐτοῦ τὰ βέλη ἀντικρούσαντες.
Ὡς τὸν Κτίστην ποθήσαντες, ἐκ ψυχῆς φωσφόροι Ὁσιομάρτυρες, τῶν παθῶν ἡμῶν τὰ κύματα, ταῖς ὑμῶν λιταῖς καταπραΰνατε.
Θεοτοκίον.
Νοσημάτων παράσχου μοι, καὶ πλημμελημάτων Παρθένε ἴασιν, ἡ τεκοῦσα τὸν φιλάνθρωπον, ἰατρὸν καὶ ῥύστην μόνον Κύριον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δεῦτε εὐλαβῶς, ἀνυμνήσωμεν τοὺς Μάρτυρας, Σαββαΐτας θείους κράζοντες αὐτοῖς· καταῤῥίψατε αἱρέσεως προπύργια.
Ἤμβλυνας ἐχθροῦ, τὴν ἰσχὺν σεπτὴ ὁμήγυρι, τοῦ Παντάνακτος τῷ σθένει διὸ νῦν, τῆς αὐτοῦ ἡμᾶς καθαίρεις μιαρότητος.
Μάστιξι δειναῖς, χειμαζόμενος ὁ δείλαιος, ταῖς ὑμῶν Ὁσιομάρτυρες Χριστοῦ, ἱκεσίαις καταφεύγων διασώζομαι.
Θεοτοκίον.
Ἐκ τῆς σῆς γαστρός, τῆς δικαιοσύνης Ἥλιος, ἐξανέτειλε τῷ κόσμῳ καὶ αὐτοῦ, ταῖς αὐγαῖς ἀχλὺν θανάτου διεσκόρπισεν.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Φιλάγαθοι, Σαββαΐται ἔρημον, ἐνοικήσαντες συντόνῳ ἀσκήσει, καὶ μαρτυρίῳ πρὸς ἄληκτον δόξαν, εἰς οὐρανίους μονὰς ἐπορεύθητε, πρεσβεύοντες διηνεκῶς, δωρηθῆναι ἡμῖν θεῖον ἔλεος.
Ῥυσθῆναί με, προσβολῶν τοῦ δράκοντος, ἱκετεύσατε κλεινοὶ Σαββαΐται, οἱ προσβολὰς τοῦ δολίου Βελίαρ, τῇ τοῦ Χριστοῦ ἐκδιώξαντες χάριτι, καὶ στέφος ἄφθαρτον διπλοῦν, ἐκλαβόντες ὡς Ὁσιομάρτυρες.
Οἰκτίρατε, τοὺς ἡμᾶς γεραίροντας, ἀθλοφόρων καὶ ἀζύγων ταμεῖα, οἱ βιοτῇ ἐναρέτῳ τῷ Κτίστῃ, εὐαρεστήσαντες καὶ πορφυρώσαντες, αἱμάτων ταῖς ὑμῶν ῥοαῖς, τῆς κοιλάδος τῶν Κέδρων τὸ ἔδαφος.
Θεοτοκίον.
Ὑπάρχουσα, θησαυρὸς τῆς χάριτος, προφητῶν τε καὶ πατέρων τὸ κλέος, τῶν ἀθλητῶν καὶ Ὁσίων ἡ δόξα, πανυπερύμνητε Μῆτερ προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Λυτρωτῇ, τὰς ἀόκνους δεήσεις τῶν δούλων σου.
Διάσωσον, ἀπὸ κινδύνων χορὲ Ὁσιομαρτύρων, καὶ ἐκ πάσης ἐπιβουλῆς δολίας τοῦ δράκοντος, τοὺς μέλποντας τὰς ὑμῶν ἀριστείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Ταχὺ προκατάλαβε..
Ἀσκηταὶ θεοφόροι ἐρήμου καυχήματα, Σαββαΐται σεμνοὶ καὶ Μαρτύρων κλεΐσματα, ταῖς πρεσβείαις ὑμῶν ἀεὶ προστρέχομεν πιστῶς, ἀναβοῶντες γοερῶς, οἱ δεινῶς χειμαζόμενοι· βίον διάγειν πάντας, ἡσύχιον ἐν συνέσει, καὶ ὁμονοίᾳ ἀγαστῇ, θεοφόροι ἀξιώσατε.
Προκείμενον: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ...
Στίχ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. ιβ΄, 6-12): Εἶπεν ὁ Κύριος· Πα[ς ὅν ἄν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων...
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅσιοι καὶ Μάρτυρες, Σαββαϊτῶν τὰ πυξία, τῇ ὑμῶν προστρέχομεν, ἀρωγῇ αἰτούμενοι, θεῖον ἔλεος. Φοίνικες πάγκαρποι, ὕδωρ γλυκύτατον, τὸ ἀρδεῦον χθόνα ἔρημον, καὶ εἰς γεώργιον, μεταβάλλον ταύτην πανεύφορον, ὤφθητε ὅθεν μέλεσιν, ἁρμονίοις ᾄδομεν γηθοσύνως, τοὺς ὑμῶν καμάτους, καὶ κράζομεν· Πατέρες παμφαεῖς, δεινῶν παθῶν τὴν κατάσβεσιν, ἅπασι δωρήσασθαι.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ῥυπτικαῖς μεσιτείαις, ταῖς ὑμῶν Σαββαΐται οὐλὰς καὶ τραύματα, ψυχῶν τε καὶ σωμάτων, ὑμῶν σαφῶς ἰᾶσθε, οἱ ἀσκήσει καὶ αἵμασι, λαβόντες παρὰ Θεοῦ, τὴν ἰαμάτων χάριν.
Εὐσεβείας καμάτοις, χαμευνίᾳ νηστείᾳ καὶ ῥείθροις αἵματος, πατέρες Σαββαΐται, ἀνήλθετε εἰς πόλον, δυσωποῦντες τὸν Κύριον, ἐκ λοιμικῆς συμφορᾶς, ἡμᾶς ῥυσθῆναι πάντας.
Ἱκετεύσατε θεῖοι, Σαββαΐται πατέρες Χριστὸν τὸν Κύριον, ἀποσοβῆσαι τάχος, ἀσθένειαν καὶ θλίψιν, ἐξ ἡμῶν τῶν ἐν ᾄσμασιν, ἀνευφημούντων ὑμᾶς, ὡς τῆς ἐρήμου κρίνα.
Θεοτοκίον.
Χαριτόβρυτε Κόρη, ἀγαθὴ Θεοτόκε ἐλέους ἄβυσσε, φιλανθρωπίας κρήνη, καὶ ἴαμα νοσούντων, ἐκτενῶς καθικέτευε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, ὑπὲρ τῶν σὲ ὑμνούντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀμπλακημάτων, τὸν παντεπόπτην αἰτεῖσθε, παρασχεῖν θεῖοι πατέρες Σαββαΐται, λύσιν τοῖς ὑμνοῦσιν, ὑμᾶς εἰς τοὺς αἰῶνας.
Ῥῶσίν μοι δότε, τῷ ἀνιάτως νοσοῦντι, ἐκ κακίας μισοθέου Σαββαΐται, ὡς τῆς τοῦ Σωτῆρος, ἀγάπης ὑπηρέται.
Ἀνδρειοφρόνως, τὰς τοῦ ἐχθροῦ ἐπιθέσεις, ἀπεκρούσατε ὁπλῖται τῆς ἐρήμου, βοηθοῖ δειχθέντες, τῶν ὑπ’ ἐχθρῶν τρωθέντων.
Θεοτοκίον.
Λιμὴν γενοῦ μοι, τῷ ἐν πελάγει τοῦ βίου, Κοσμοσώτειρα δεινῶς χειμαζομένῳ, ἵνα ἀνυμνῶ σε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀναιρεθέντες ξίφει, πλάνων Σαββαΐται, πρὸς τὴν ἀγήρω πατρίδα μετέστητε, ὑπὲρ ἡμῶν δυσωποῦντες Χριστὸν τὸν Κύριον.
Μὴ παύσητε τὸν Κτίστην, Μάρτυρες αἰτοῦντες, ὑπὲρ ἡμῶν ἵνα βίον διάγωμεν, ἐν ἡσυχίᾳ οἱ πόθῳ ὑμᾶς γεραίροντες.
Πατέρες Σαββαΐται, Ὁσιομαρτύρων, σεπτὴ καὶ σῶφρον ὁμήγυρις ἴθυνον, ἡμᾶς πρὸς ὅρμον ἀγάπης τε καὶ χρηστότητος.
Θεοτοκίον.
Ἡ Πάναγνος ὑπάρχεις, Μήτηρ τοῦ Ὑψίστου, καὶ παρθενίας Πανάχραντε τέμενος. Διὸ ἀπαύστως σὴν χάριν ἐπικαλούμεθα.
Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίρει ἡ τοῦ Σάββα σεπτὴ μονή, ἔχουσα ἐν κόλποις, τὴν λειψάνων ὑμῶν σορόν, ὥσπερ ἰατρεῖον, ἀδάπανον τοῖς πᾶσι, Πατέρες θεοφόροι, Ὁσιομάρτυρες.
Τοὺς ἀναιρεθέντας ἀνηλεῶς, ἐκ χειρῶν ἀνόμων, μονοτρόπους διὰ Χριστόν, ᾄσωμεν ἐν πίστει, βοῶντες· Σαββαΐται, ἡμᾶς παντοίας βλάβης, τάχος λυτρώσασθε.
Τοὺς Ὁσιομάρτυρας τῆς μονῆς, τοῦ Ὁσίου Σάββα, ἀναμέλψωμεν οἱ πιστοί, τοὺς σφαγιασθέντας, ὑπὸ χειρῶν Ἀράβων, ὡς ἄρνας πανασπίλους, τοῦ Παντοκράτορος.
Ὁσιομαρτύρων σεπτὴν σειράν, τὴν συγκροτηθεῖσαν, ἐκ Πατέρων Σαββαϊτῶν, καὶ ὑπὸ Βλεμμύων, στυγνῶς ἀναιρεθεῖσαν, ἐν ὕμνοις ἐγκωμίων, ἀνευφημήσωμεν.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀγάπη τοῦ Κτίσαντος πυρποληθέντες σοφοί, Πατέρες θεόφρονες πρὸς ἀρετῶν τὰς ὁδούς, ταχὺ ἐχωρήσατε, ὅθεν καὶ τὴν τῶν Ἀράβων, ὐπεμείνατε σπάθην, ἐν τῇ περιωνύμῳ, λαύρᾳ τοῦ θείου Σάββα. Εὐχαῖς δὲ ὑμῶν ἀόκνοις, νόσους ἐλαύνετε.
Ἦχος γ΄. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ συνεργείᾳ, κατεβάλετε, τοῦ ἀοράτου, δυσμενοῦς ἡμῶν ἐχθροῦ τὰ φρυάγματα, καὶ ταῖς Βλεμμύων ὀρδαῖς ἀντετάχθητε, Ὁσιομάρτυρες θεῖοι γηθόμενοι, ὅθεν ἅπαντες, τὴν μνήμην ὑμῶν δοξάζοντες, πρεσβείας τὰς ὑμῶν ἐπικαλούμεθα.
Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ τρυχόμενοι πικρῶς, ἐξ ἀῤῥωστημάτων παντοίων, καὶ πόνων ὀδυνηρῶν, τῇ ὑμῶν προστρεχούσι, Πατέρες χάριτι, καὶ λαμβάνουσιν ἴασιν, ψυχῶν καὶ σωμάτων, ὅθεν ἀνακράζουσιν, πάντων ὑπάρχετε, ῥῦσται Σαββαΐται φωσφόροι, καὶ κρουνοὶ κιρνῶντες ἀφθόνως, τοῖς ὑμᾶς γεραίρουσιν ἰάματα.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...



                             πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου