Ευλογημένη πνευματική περιήγηση

Πέμπτη 7 Ιανουαρίου 2016

ΙΑΝΟΥΑΡΙΟΥ 7. ΙΩΑΝΝΟΥ ΕΞ ΑΓΡΑΦΩΝ ΕΓΚΩΜΙΑ

Δ) ΕΓΚΩΜΙΑ

(Ὑπὸ Γεωργίου Μηλίτση)



ΣΤΑΣΙΣ ΠΡΩΤΗ. Ἦχος πλ. Α΄. Ἡ ζωὴ ἐν τάφῳ.

ζωή σου Μάρτυς, καταυγάζει ἡμᾶς, καὶ παρέχει Ὀρθοδόξοις τὴν δύναμιν, ἵνα ταύτην πορευθῶμεν ἀκλινῶς.

χαρὰ τοῦ κόσμου, ὦ χαρὰ ἡ ἐμή, Ἰωάννη δώρησόν μοι μετάνοιαν, ἵνα λάβω τοὺς στεφάνους ἐκ Θεοῦ.

ατρὸς ἐδείχθης, τοῦ καρκίνου σεμνέ, διὰ τοῦτό σοι προσφεύγομεν ἅπαντες, καὶ αἰτούμεθα βοήθειαν τὴν σήν.

Τοὺς λοιμώδεις νόσους, θεραπεύεις ταχύ, καὶ τοὺς πόνους καταπαύεις τρισόλβιε, Ἰωάννη τῶν Αγράφων καλλονή.

ρφανῶν ἐδείχθης, σὺ προστάτης στεῤῥός, καὶ χηρῶν τὸ καταφύγιον ἔνδοξε, Ἰωάννη Νεομάρτυς θαυμαστέ.

Γυναικῶν ἀτέκνων, διαλύεις δεσμά, καὶ χαρίζεις αὐταῖς τέκνα μακάριε, Ἰωάννη Ὀρθοδόξων χαρμονή.

ερέων μάκαρ, ὡς καὶ τῶν μοναστῶν, ὁδοδείκτης ὁ ἀλάνθαστος Ἅγιε, ἀνεδείχθης Ἰωάννη θαυμαστέ.

Σὺ τὰ τέκνα πάντων, Ὀρθοδόξων πιστῶν, προφυλάττεις Ἰωάννη θεσπέσιε, ἐκ τῆς πλάνης διαβόλου ἀκλινῶς.

ν ἐσχάτοις χρόνοις, ἀνεδείχθης σεμνέ, Ἰωάννη τῶν πιστῶν καταφύγιον, ὡς καὶ στήριγμα ἀκλόνητον ἡμῶν.

Στεναγμοὺς ἀκούεις, καὶ δεήσεις ἡμῶν, καὶ πληροῖς ὦ Ἰωάννη αἰτήματα, τοῖς προστρέχουσι τῇ Κάρᾳ σου πιστῶς.

σὴ Κάρα Πάτερ, ἀνεδείχθης κρουνός, καὶ πηγὴ πολλῶν ἰάσεων ἔνδοξε, τοῖς προστρέχουσι Δουσίκου τῇ Μονῇ.

Δόξα. Τριαδικόν.

Μετὰ τῆς Τριάδος, τῆς Ἁγίας ἡμεῖς, ἀνυμνοῦμεν Ἰωάννη μακάριε, καὶ προσφεύγομεν πρὸς σὲ ἱκετικῶς.

Καὶ νῦν. Θεοτοκίον.

Γλυκυτάτη Κόρη, ὡς καὶ Μῆτερ Χριστοῦ, τοὺς Σοὺς δούλους διαφύλαξον Ἄχραντε, ἐκ μανίας τοῦ ἀρχαίου πτερνιστοῦ.




ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ. Ἦχος πλ. Α΄. Ἄξιόν ἐστιν.

ξιόν ἐστι, μεγαλύνειν σε ὦ Ἰωάννη, τῶν Ἀγράφων κλέος καὶ καυχημα, καὶ ἡμῶν τῶν Ὀρθοδόξων καλλονή.

ξιόν ἐστι, μακαρίζειν σε Ἱερομάρτυς, τὸν διὰ τὴν πίστην προσφέραντα, ἑαυτὸν θυσίαν ἄμωμον Θεῷ.

Χαίρουσι πιστοί, προσερχόμενοι ἐν πίστει μάκαρ, ἐν Μονῇ Δουσίκου κραυγάζοντες, καὶ αἰτοῦντες πανσθενῆ σου ἀρωγήν.

κουσον φωνᾶς, ἡμῶν τῶν πόθῳ σου δεομένων, καὶ ἐξαιτουμένων βοήθειαν, Ἰωάννη καὶ ἐκπλήρωσιν εὐχῶν.

Σκέπασον καλῶς, καὶ ἀπάλλαξον ἐκ τοῦ καρκίνου, πάντας τοὺς προστρέχοντας Ἅγιε, πρὸ τῆς κάρας σου τῆς θείας καὶ σεπτῆς.

φθης κραταιός, καὶ στερὸν προπύργιον θεόφρον, πάντων τῶν κυκλούντων τὴν κάραν σου, καὶ αἰτούντων τὴν βοήθειαν τὴν σήν.

Λέλυται τῇ σῇ, μεσιτείᾳ Ἰωάννη Πάτερ, πάντων τοῦ νοὸς ἡ σκοτόμαινα, ὅν καταύγασον ταχέως ἀγαθέ.

Σὺ τοὺς στεναγμούς, τῆς καρδίας μου ἀκούεις μάκαρ, καὶ εὐθέως προστρέχεις τρισόλβιε, καὶ παρέχεις τὸ ἀντίδοτον αὐτῶν.

Νίκας χορηγεῖς, τοῖς πιστῶς προσερχομένοις Πάτερ, καὶ καταφιλοῦντας τὴν Κάραν σου, Ἰωάννη τῶν δαιμόνων ὀλετήρ.

χομεν πιστοί, χαριτόβρυτόν σου Μάρτυς Κάραν, πάσης ἀσθενείας ἀντίδοτον, διό σε τιμῶμεν πάντες εὐλαβῶς.

Φύλαττε ἡμᾶς, ἐκ τῆς πλάνης διαβόλου μάκαρ, καὶ θεομισήτου οἰήσεως, Ἰωάννη τῆς Τριάδος ἐραστά.

Δεῦτε οἱ πιστοί, κατασπάσασθε πάντιμον κάραν, ἥ παρέχει πᾶσιν ἰαάματα, τοῖς πιστῶς προσερχομένοις εἰς αὐτήν.

Δίδου μοι τὸ φῶς, ὅ ἀπήλασαν αἱ ἁμαρτίαι, ἅς ἀπερισκέπτως ἐποίησα, Ἰωάννη σὺ τὸ τέκνον τοῦ Φωτός.

Δόξα. Τριαδικόν.

Πάνσεπτε Τριάς, τὰς δεήσεις Ἰωάννου δέξου, ἵνα μετανοίας καρποὺς ποιήσωμεν, καὶ μετάσχωμεν Ἀγγέλων τῆς χαρᾶς.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε Μαριάμ, τοῦ Σωτῆρος Παναγία Μῆτερ, πάντας ἡμᾶς σκέπασον Ἄχραντε, καὶ παράσχου ὑγείαν ἀκλινῆ.



ΣΤΑΣΙΣ ΤΡΙΤΗ. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ θεόφρον, ἡμῶν τῶν ὀρθόδοξων, προσάγουσί σε ὕμνους.

ν Ἀνδριανουπόλει, ἡ κάρα σου ἐτμήθη, παμμάκαρ Ἰωάννη.

ν τῇ Μονῇ Δουσίκου, προσέρχονται ἀσμένως, Χριστιανῶν τὰ πλήθη.

Παράσχου Ὀρθοδόξους, μετάνοιαν καὶ νίψιν, ἵνα μὴ ἀπολῶνται.

Τὰ τέκνα Ὀρθοδόξων, προστάτευσον ἐκ πλάνης, ὦ Ἰωάννη μάκαρ.

Τὰς θλίψεις ἀπελαύνεις, μακρὰν τῶν δεομένων, θεόφρον Ἰωάννη.

αίνουσι σὴν κάραν, τῶν μοναστῶν τὰ πλήθη, μετὰ ἀνθέων Πάτερ.

Τοὺς θέλοντας σωθῆναι, βοήθησον ἀπαύστως, ὦ κλέος τῶν Ἀγράφων.

πόλις τῶν Τρικάλων, ἀγάλλεται καὶ χαίρει, καῖ προσκυνᾷ σὴν κάραν.

Τὴν νεολαίαν μάκαρ, προφύλαξον ἐκ πλάνης, καὶ ἐκ τῆς ἀθείας.

Παράσχου πᾶσι τέκνα, τοῖς σε παρακαλοῦσι, παμμάκαρ Ἰωάννη.

Σκανδάλων σὺ τὰ νέφη, καὶ πειρασμῶν τὰ πλήθη, θεόφρον ἀπελαύνεις.

Γυναικῶν τὴν ἀτεκνίαν, καὶ στείρωσιν σὺ λύεις, γενναῖε Ἰωάννη.

Διάσωσον σοὺς δούλους, ἐκ νόσου τοῦ καρκίνου, σεμνὲ Ἱερομάρτυς.

Σὺ τὰς λοιμώδεις νόσους, μακρὰν ἀποδιώκεις, τοῖς πόθῳ σὲ αἰτοῦσι.

πίβλεψον και σῶσον, ἐμὲ τῷ παναθλίῳ, ἐκ τῆς γαστριμαργίας.

μᾶς τοὺς προσελθόντας, πρὸ τῆς Ἁγίας Κάρας, διάσωζε ἐκ λοίμης.

Θεσσαλία Μάρτυς, ἀγάλλεται καὶ χαίρει, κατέχουσα σὴν κάραν.

Χριστιανὰ τὰ τέλη, παράσχου ἡμῖν πᾶσι, λιταῖς σου Ἰωάννη.

ξέλαμψας τῷ κόσμῳ, ἐν τοῖς ὑστέροις χρόνοις, θεόφρον Ἰωάννη.

Δόξα. Τριαδικόν.

Τριὰς Ἁγία σῶσον, πρεσβείαις Ἰωάννηου, Σοὺς δούλους ἐκ πικρίας.

Καὶ νῦν. Θεοτοκίον.

Πρεσβείαις τῆς Μητρός Σου, ἀπάλλαξον Χριστέ μου, σὸν δοῦλον ἐκ κινδύνων.



                                   πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου