ΕΓΚΩΜΙΑ
Στάσις
α’. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μεγαλύνομέν
σε, Ζωοδότα Σωτήρ, ἐν μελίσμασι πιστῶς καὶ δοξάζομεν, προσκυνοῦντες σὴν Εἰκόνα
εὐλαβῶς.
Μεγαλύνομέν
σε, Ὀρθοδόξων πληθύς, καὶ Ἑλλήνων ᾄδει ὕμνον Τρισάγιον, σοὶ Χριστὲ λαὸς σὺν νόοις
ψαλμικῶς.
Μακαρίζομέν
σε, φιλεόρτων χορός, θεοφρόνων ἅπαν Σῶτερ τὸ πλήρωμα, ἐξαιτούμενοι ῥυσθῆναι τοῦ
σεισμοῦ.
Ἀνυμνοῦμεν
Σῶτερ, τὰ ἐν σοὶ ἀληθῶς, ἀξιάκουστα παράδοξα θαύματα, μεγαλύνοντες τὰ ἔργα σου
πιστῶς.
Ἱκετεύομέν
σε, τῆς Ἑλλάδος λαός, οὐρανόθεν ἐφ’ ἡμᾶς νῦν ἐπίβλεψον, καὶ ἀπόστρεψον ὀργήν
σου ἀφ’ ἡμῶν.
Ἐπὶ
τῶν ὑδάτων, τὰς πηγὰς ὡς δορκάς, τοὺς πιστοὺς διψῶντας Σῶτερ κατεύθυνον, ἀναψύχων
νουθεσίαις σου ὀρθαῖς.
Σωτηρίαν
δίδου, Ὀρθοδόξοις λαοίς, τοῖς ἀπαύστως ὕμνον θεῖον προσάδουσι, Ζωοδότα καὶ παράσχου
χάριν σήν.
Ῥῦσαι
ὦ παντάναξ, τοῦ λιμοῦ νῦν ἡμᾶς, τοὺς δοξάζοντας Τριάδα ἀχώριστον, ἐκλυτρούμενος
σεισμοῦ καὶ πειρασμοῦ.
Σὲ
παρακαλοῦμεν, πλαστουργὲ καὶ Θεέ, ὀλεθρίων τε παθῶν ἐλευθέρωσον, σαθρὰν λύμην ἐκδιώκων
ἀφ’ ἡμῶν.
Νεῦσον
πανοικτῖρμον, ἐφ’ ἡμᾶς εὐμενῶς, μεσιτείαις τῆς ἀσπόρως τεκούσης σε, καὶ ἁγίασον
καρδίας νοῦν ψυχάς.
Δόξα.
Τριαδικόν.
Ἄναρχον
Τριάδα, προσκυνοῦμεν πιστῶς, τὸν Πατέρα σὺν Υἱῷ τε καὶ Πνεύματι, τὴν συστήσασαν
προστάγματι τὴν γῆν.
Καὶ
νῦν. Θεοτοκίον.
Σπεῦσον
Θεοτόκε, βοηθῆσαι ἡμᾶς, καὶ κολάσεως μελλούσης ἐκλύτρωσαι, πρὸς Υἱόν σου παρακλήσεσι
θερμαῖς.
Καὶ
πάλιν τὸ πρῶτον:
Μεγαλύνομέν
σε, Ζωοδότα Σωτήρ, ἐν μελίσμασι πιστῶς καὶ δοξάζομεν, προσκυνοῦντες σὴν Εἰκόνα
εὐλαβῶς.
Στάσις
β’. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.
Ἄξιον
ἐστί, μεγαλύνειν σε Χριστὲ ἐν ὕμνοις, τὸν ἀκαταπαύστως νόοις ὑμνούμενον, ἐπιβλέποντα
ποιοῦντα τρέμειν γῆν.
Ἄξιον
ἐστί, μακαρίζειν σε πιστῶν ὁ δῆμος, ὦ Νυμφίε κάλλει ἐρασμιώτατε, τὸν τῷ λόγῳ
σου συστήσαντα τὸ πᾶν.
Ὕμνοις
καὶ ᾠδαῖς, μεγαλύνει σε λαὸς Ἑλλήνων, καὶ δακρύοις βρέχει Σῶτερ Εἰκόνα σου, ἐξαιτούμενος
χαρίτων σου κρουνούς.
ᾎσμα
τὸ ἡδύ, ἀναπέμψωμεν μετ’ εὐλαβείας, πάντες Ζωοδότῃ καὶ πανοικτίρμονι, ἱκετεύοντες
ῥυσθῆναι τῶν δεινῶν.
Σὲ
Χριστιανῶν, αἱ χορεῖαι ὕμνοις ἀνυμνοῦσι, καὶ πιστῶν συστήματα ἀναμέλπουσιν, ὦ
πανάγαθε Θεὲ καὶ Λυτρωτά.
Ἴθυνον
Χριστέ, εὐσεβῶν πρὸς σὲ νοῦν καὶ καρδίας, ὅπως εὐφημήσωσι τερπνοῖς ᾄσμασι, τὰ ἐξαίσια
καὶ θαύματα φρικτά.
Ἵλαθι
Σωτήρ, ὑπὲρ δούλων σου ἁμαρτανόντων, καὶ τῇ μετανοίᾳ νῦν προστρεχόντων σοι,
καρδιῶν τὸν πόθον τούτων ἐκπληρῶν.
Τήρει
ἀβλαβεῖς, τοὺς πιστοὺς ἐκ τῶν κινδύνων Σῶτερ, νόσους ἐκδιώκων δεινὰς καὶ συμφοράς,
πειρασμοὺς τοὺς ψυχολέθρους ἐκποδῶν.
Στῶμεν
εὐλαβῶς, μετὰ φόβου πίστεως ἀγάπης, ἐν ταῖς Ἐκκλησίαις πάντες φιλέορτοι, ἀνυμνοῦντες
τὸν Σωτῆρα ψαλμικῶς.
Σῶσον
τοὺς πιστούς, ὦ παντάναξ παντὸς κόσμου κτίστα, ἐκ τῶν πειρασμῶν τοῦ δολίου δράκοντος,
ἱκεσίαις τῶν Ἁγίων σου θερμαῖς.
Δόξα.
Τριαδικόν.
Ὅπλῳ
τοῦ Σταυροῦ, τοὺς πιστοὺς περίζωσαι
ἐν βίῳ, ἄκτιστον Τριάδα πίστει δοξάζοντες, ἔργοις ῥήμασι Θεὲ τοῖς ἀγαθοῖς.
Καὶ
νῦν. Θεοτοκίον.
Νίκας
Μαριάμ, σὺν εἰρήνῃ Ὀρθοδόξοις δίδου, καὶ ταῖς Ἐκκλησίαις Χριστοῦ ὁμόνοιαν, ἀφαρπάζουσα
κολάσεως πιστούς.
Καὶ
πάλιν τὸ πρῶτον:
Ἄξιον
ἐστί, μεγαλύνειν σε Χριστὲ ἐν ὕμνοις, τὸν ἀκαταπαύστως νόοις ὑμνούμενον, ἐπιβλέποντα
ποιοῦντα τρέμειν γῆν.
Στάσις
γ’. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ
γενεαὶ πᾶσαι, ὕμνους θεῖα μέλη, προσάδουσι σοὶ Σῶτερ.
Αἱ
γενεαὶ πίστει, ᾄδουσι τὸν ὕμνον, Θεῷ τῷ παντεπόπτῃ.
Τῶν
πιστῶν χορεῖαι, ᾄσμασιν ἐνθέοις, δοξάσατε Σωτῆρα.
Ἐγκωμιαζομένου,
Ὁσίου καὶ δικαίου, Χριστὸς παρέχει χάριν.
Ἑορτὴν
τελοῦντες, φησὶν ὁ Χρυσοῤῥήμων, τιμώμενον μιμεῖσθε.
Δῶμεν
τῇ Τριάδι, ἀληθῆ λατρείαν, πίστει καὶ πόθῳ πάντες.
Ἀντίδος
τοῖς ὑμνοῦσι, σοφίᾳ σῇ Χριστέ μου, κατ’ ἄμφω ἰατρείαν.
Ῥῦσαι
ἐκ κινδύνων, τοὺς σὲ ὑμνολογοῦντας, Χριστέ μου πανοικτῖρμον.
Σεισμοῦ
πυρὸς καὶ νόσων, κακώσεων ἀνάγκης, Σωτὴρ λύτρωσαι δούλους.
Ἴθυνον
πρὸς τρίβους, τῆς μετανοίας Σῶτερ, ἡμῶν ἀεὶ τὸν βίον.
Ἔρχου
Θεοτόκε, ὡς πρέσβυν πρὸς Υἱόν σου, ἡμῖν σὺν τοῖς Ἁγίοις.
Ἵνα
λυτρωθῶμεν, πυρὸς τοῦ αἰωνίου, Χριστὲ παρακαλοῦμεν.
Νίκας
Ὀρθοδόξοις, παράσχου καὶ σὴν χάριν, Σωτὴρ τοῖς σὲ τιμῶσι.
Μήποτε
ἀφήσῃς, σὸν πλᾶσμα Ἐλεῆμον, ἄνευ σῆς βοηθείας.
Ῥάνατε
δακρύοις, ἄνθεσι καὶ μύροις, Χριστοῦ θείᾳ Εἰκόνι (γ΄).
Ὕβριν
τῶν δαιμόνων, κόπασον Οἰκτῖρμον, καὶ πάθη ψυχοφθόρα.
Δόξα.
Τριαδικόν.
Ἄναρχον
Τριάδα, Πατέρα Λόγον Πνεῦμα, πιστῶς δοξολογοῦμεν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἴσθι
Θεοτόκε, Χριστιανῶν προστάτις, καὶ τῆς Ἑλλάδος σκέπη.
Καὶ
πάλιν τὸ πρῶτον:
Αἱ
γενεαὶ πᾶσαι, ὕμνους θεῖα μέλη, προσάδουσι σοὶ Σῶτερ.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου