Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 22 Ιανουαρίου 2016

ΙΑΝΟΥΑΡΙΟΣ 22. ΙΩΣΗΦ ΟΣΙΟΣ ΕΓΚΩΜΙΑ

ΕΓΚΩΜΙΑ
 
 
Στάσις α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μακαρίζομέν σε, ἱερὲ Ἰωσήφ, καὶ τιμῶμεν τοὺς γενναίους ἀγῶνάς σου, οὓς ὑπέφερες στεῤῥῶς διὰ Χριστόν.
Μακαρίζομέν σε, καθορῶντες τρανῶς, σκῆνός σου τὸ θεῖον ἀλώβητον, ἐξ’ οὗ χέονται ἰάσεων πηγαί.
Ἐκ μητρὸς κοιλίας, ἡγιάσθης σοφέ, καὶ ἐκ βρέφους τῷ Θεῷ ἠκολούθησας, οὗ προθύμως προσηρμόσθης τῷ ζυγῷ.
Ἐν σεμνείῳ Πάτερ, Δερματάνου ἑκών, τῶν Ὁσίων τοῖς χοροῖς συνηρίθμηται, καὶ ἐδείχθης τούτων ἄριστος κανών.
Τὸν σταυρὸν ἐπ’ ὤμων, θεοφόρε λαβών, τῷ Χριστῷ μετὰ σπουδῆς ἠκολούθησας, βδελυξάμενος ὀρέξεις τῆς σαρκός.
Ἔφθασας τὰ ἄκρα, τῆς Ἀγγέλων ζωῆς, τὸ γὰρ τούτων ἐμιμήσω πολίτευμα, καὶ οὐράνιος ἐδείχθης ἐπὶ γῆς.
Ἔσπευσας τὸ χεῖρον, ἱερὲ Ἰωσήφ, ὡς ἐχέφρων ὑποτάξαι τῷ κρείττονι, καὶ ἐλάτρευσας ὁσίως τῷ Χριστῷ.
Ὡς οὐδὲν ἡγήσω, κατὰ Παῦλον σοφέ, τὰ ἐν κόσμῳ ὡς φθαρτά τε καὶ ῥέοντα, πρὸς τὰ ἄφθαρτα ἐπτέρωσας τὸν νοῦν.
Στρατιαὶ Ἀγγέλων, καὶ ἀνθρώπων πληθύς, τὴν χαρμόσυνον τιμῶσι πανήγυριν, Ἰωσήφ τε τοῦ κοινοῦ ἡμῶν Πατρός.
Χλεύην παρανόμων, Ἰουδαίων σοφέ, νουνεχῶς σὺ κατ’ αὐτῶν ἐσφενδόνησας, χειριζόμενος τὸ ὅπλον τοῦ Σταυροῦ.
Οἶνόν σοι προσῆξαν, τοῦ πιεῖν ὦ σοφέ, φιλικῶς ἀλλὰ δολίως οἱ ἄφρονες, ὃν ἡγίασας σφραγίδι τοῦ Χριστοῦ.
Ὅπερ καθορῶντες, κατὰ σοῦ οἱ δεινοί, ἐκμανίζουσι καλοῦντές σε ἄδικον, τὸν ἁγίως ἀνταμείψαντα αὐτοῖς.
Καὶ εἰς δίκην φέρουν, κατακρῖναι δεινῶς, σὲ τὸν δίκαιον καὶ ὄντως ἀνεύθυνον, ἀλλ’ ἐκρίθησαν κατὰ οἱ δυσμενεῖς.
Στερηθέντες οἴνου, τοῦ ἰδίου εὐθύς, ὡς ἀνάξιοι καὶ ἄμοιροι χάριτος, ἥνπερ ἔλαβε χερσὶ τοῦ Ἰωσήφ.
Τοῦ δουκὸς προστάξει, ἔλαβον οἱ πιστοί, τὸν εὐλογημένον οἶνον ὡς ἄξιοι, μεταλείψεως αὐτοῦ καὶ κατοχῆς.
Οἱ πίνοντες μετρίως, μετὰ εὐχαριστίας, τὸν Θεὸν καὶ τὸν τούτου θεράποντα, Ἰωσὴφ ἐδόξαζον πιστῶς.
Ὅλον σου τὸν πλοῦτον, θεοφόρε πτωχοῖς, διεσκόρπισας τοῦ Κτίστου μιμούμενος, τὴν συμπάθειαν ἣν ἔσχε δι’ ἡμᾶς.
Τῶν καμάτων γέρα, ἐπαξίως λαβών, ἐκ χειρὸς τοῦ Ποιητοῦ σου τρισόλβιε, τῶν Ὁσίων ἠριθμήθης τοῖς χοροῖς.
Τῶν Κρητῶν ἡ νῆσος, αὐχομένη βοᾷ, ἐξ ἐμοῦ τὸ θεῖον κλέος ἐβλάστησεν, Ἰωσὴφ τῶν μοναζόντων ὁ φωστήρ.
Ζακυνθίων πόλις, ἑορτάζει λαμπρῶς, τὴν ἁγίαν τοῦ σοῦ σκήνους κατάθεσιν, τοῦτο ἔχουσα ἀκέστορα παθῶν.
Ἱερεῖς καὶ ἅπας, Ὀρθοδόξων λαός, τὴν ἁγίαν νῦν κυκλώσατε λάρνακα, ἐν ᾗ πρόκειται ἡμῶν ὁ θησαυρός.
Καὶ μετ’ εὐλαβείας, καὶ ψυχῆς καθαρᾶς, τὸ πανσέβαστον ἀσπάσασθε λείψανον, τὸ προχέον ἰαμάτων τοὺς κρουνούς.
Δόξα. Τριαδικόν.
Τὸν Πατέρα σέβῳ, τὸν Υἱὸν προσκυνῶ, καὶ τὸ Πνεῦμα ἀνυμνῶ τὸ Παράκλητον, Τριὰς σῶσόν με Ἁγία τοῦ παντός.
Καὶ νῦν. Θεοτοκίον.
Ὁ συνέχων πάντα, τῇ δρακὶ ὡς Θεός, συνεσχέθη ἐν τῇ μήτρᾳ Σου πάναγνε, ἵνα φύσιν ἀναπλάσῃ τῶν βροτῶν.
Καὶ πάλιν τὸ πρῶτον:
Μακαρίζομέν σε, ἱερὲ Ἰωσήφ, καὶ τιμῶμεν τοὺς γενναίους ἀγῶνάς σου, οὓς ὑπέφερες στεῤῥῶς διὰ Χριστόν.
Στάσις β΄. Ἄξιόν ἐστι.
Ἄξιόν ἐστι, μεγαλύνειν σε Κρητῶν τὸν γόνον, Ζακυνθίων ὄντως τὸ ἔρεισμα, καὶ ἀγλάϊσμα τῶν θείων ἀσκητῶν.
Ἄξιόν ἐστι, μακαρίζειν σε τὸν θεοφόρον, τῶν πιστῶν τὸ νέον θησαύρισμα, καὶ πανάριστον ποιμένα μοναστῶν.
Ἄγγελοι φαιδρῶς, σὺν ἀνθρώποις σήμερον τιμῶσι, τὴν ἁγίαν τοῦ σοῦ σκήνους κατάθεσιν, καὶ δοξάζουσι τὸν σὲ δοξάσαντα Θεόν.
Λόγου τοῦ Χριστοῦ, σὺ ἀκήκοας Πάτερ ἐπ’ ὤμων, ἦρας τὸν Σταυρὸν τὸν σωτήριον, νουνεχῶς ἰχνηλατήσας τὸν Ἰησοῦν.
Ὕδωρ ζωηρόν, νηπιόθεν ἐκροφήσας Πάτερ, ἄνθρακας παθῶν ἄρδην κατέσβεσας, καὶ ἐπήγασας κρουνοὺς ζωοποιούς.
Κόσμου τὰ τερπνά, ἀρνησάμενος ἀνδρειοφρόνως, τὸν σταυρὸν ἐπ’ ὤμων ἀνέλαβες, καὶ ἀνῆλθες εἰς τὸ ὕψος τῶν ἀρετῶν.
Ἔφησε ποτέ, θείῳ Πνεύματι ὁ Προφητάναξ, δικαίως ὡς φοίνιξ ἀνθήσεται, ἐν τῷ οἴκῳ φυτευεὶς τῷ τοῦ Θεοῦ.
Ξύλον φυτευθέν, τῶν ὑδάτων ἐν ταῖς διεξόδοις, σὺ ἐδείχθης Ἰωσὴφ παμμάκαρ, καὶ ἐβλάστησας καρποὺς ἀειθαλεῖς.
Χαίρων ὁ Σωτήρ, οὐρανοῦ πολίτην σε δεικνύει, καὶ Ὁσίων θείων ὁμόσκηνον, ὡς τὸ τάλαντον ἐπηύξησας καλῶς.
Ζῶσι τῷ Χριστῷ, ὄντως δίκαιοι εἰς τὸν αἰῶνα, ζῇς καὶ σὺ Ἰωσὴφ ἀοίδιμε, αὐλιζόμενος ἐν δικαίων τοῖς χοροῖς.
Ὅλον σεαυτόν, ὡς ἀνέθηκας τῷ Ποιητῇ σου, οὕτω καὶ αὐτὸς μεγάλως σὲ ἐδόξασε, καὶ ἐτίμησέ σε Ἰωσὴφ λαμπρῶς.
Γέρα πρὸ Θεοῦ, ὄντως εἴληφας Ὅσιε Πάτερ, πάντων θεραπεύεις νοσήματα, τῶν τιμώντων σου κατάθεσιν σεπτήν.
Νόων ἡ πληθύς, χαίρουσα ψυχήν σου τὴν ἁγίαν, ὡς εὐῶδες θῦμα προσέφερεν, ἔνθα τέρπονται ἀγέλαι ἀσκητῶν.
ᾌδει σὺν ἡμῖν, καὶ γεραίρει σου τὴν μνήμην μάκαρ, στίφη νοερῶν στρατιῶν εὐφημοῦντά σε, καὶ δοξάζοντα τὸν Κύριον φαιδρῶς.
Μάκαρ Ἰωσήφ, τὸ σεπτόν σου σκῆνος ἀφθαρτίσας, οὐρανοῦ ὁ Κτίστης δεικνύει σε, κληρονόμον αἰωνίων ἀγαθῶν.
Δεῦτε οἱ πιστοί, εὐφημήσωμεν ᾄσμασι θείοις, μνήμην Ἰωσὴφ τοῦ τρισμάκαρος, ἵνα σχῶμεν ἄφεσιν πρὸς Θεοῦ.
Δεῦτε εὐλαβῶς, ἀσπασώμεθα τὸ θεῖον σκῆνος, τοῦ θερμοῦ ἡμῶν ἀντιλήπτορος, καὶ ἀμίσθου τῶν καμνόντων ἰατροῦ.
Ἅπασα πληθύς, Ζακυνθίων νὺν Ἰωσὴφ μάκαρ, λάρνακα κυκλοῦντες δέει πολλῷ, ἀσπαζόμεθα σὸν σκῆνος τὸ ἱερόν.
Μέμνησο ἡμῶν, τῶν τιμώντων σε Πατέρων κλέος, καὶ δαιμονικῶν ἐλευθέρωσον, κεντημάτων ταῖς πρεσβείαις σου σοφέ.
Λύτρωσαι ἡμᾶς, ἐκ κινδύνων Ἰωσὴφ τρισμάκαρ, καὶ τὴν νῆσον ταύτην περίσωζε, ἀπὸ πάσης ἐναντίας προσβολῆς.
Ῥῦσαι πειρασμῶν, ἐκ παντοίων με τὸν σὸν οἰκέτην, καὶ ψυχῆς μου πάθη τὰ χρόνια, ἀποκάθαρον παμμάκαρ Ἰωσήφ.
Ἄξιον ἐστίν, ὦ θεόληπτε ὑμνολογεῖν σε, τῆς Ζακύνθου ὄντως τὸ φρούρημα, φιλανθρώπως ἐκ Θεοῦ αὐτῇ δοθέν.
Δόξα. Τριαδικόν.
Ἄναρχε Θεέ, συναΐδιε Λόγε καὶ Πνεῦμα, εἰρήνην τῷ κόσμῳ κατάπεμψον, ὁμοδύναμε καὶ ὁμόδοξε Τριάς.
Καὶ νῦν. Θεοτοκίον.
Ὅνπερ οὐρανοί, οὐκ ἐχώρησαν ἡ τῆς Παρθένου, μήτρα παραδόξως ἐχώρησε, καὶ ἐδείχθη πλατυτέρα οὐρανῶν.
Καὶ πάλιν τὸ πρῶτον:
Ἄξιόν ἐστι, μεγαλύνειν σε Κρητῶν τὸν γόνον, Ζακυνθίων ὄντως τὸ ἔρεισμα, καὶ ἀγλάϊσμα τῶν θείων ἀσκητῶν.
Στάσις γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὸν Ὅσιον Κυρίου.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, ὦ Ἰωσὴφ θεόφρον.
Τῶν Κρητῶν τὸν γόνον, καὶ Ζακύνθου κλέος, ὑμνήσωμεν συμφώνως.
Τὸν Κύριον ἐκ βρέφους, ἠγάπησας θεόφρον, ἐν ὅλῃ τῇ ψυχῇ σου.
Τὴν στενὴν τρισμάκαρ, ὁδὸν καὶ τεθλιμμένην, διόδευσας Κυρίου.
Ἐσκόρπισας ἀφθόνως, πάντα σου τὸν πλοῦτον, μάκαρ τοῖς δεομένοις.
Ἀντίληψις πενήτων, καὶ ὀρφανῶν ἡ σκέπη, ἐδείχθης θεοφόρε.
Μελχισεδὲκ ὡς πάλαι, ἀνέπεμψας θυσίας, Κυρίῳ τῷ Θεῷ σου.
Εἰς οὐρανοὺς τὰ γέρα, ἀπέλαβες ἀξίως, παρὰ τοῦ Εὐεργέτου.
Καὶ χαίρων ἐντυγχάνεις, ἔνθα ἀνατέλουν, Τριάδος αἱ ἀκτῖνες.
Νέος ἀνεδείχθης, ἀστὴρ καταφωτίζων, πιστῶν τὰς διανοίας.
Ὡς ὁ ὁμώνυμός σοι, ὦ Ἰωσὴφ ἐδείχθης, πτωχῶν ὁ σιτοδότης.
Ἐν οὐρανῷ ὁ Κτίστης, καὶ ἐν τῇ γῇ ἀξίως, μάκαρ ἐδόξασέ σε.
Καὶ τὸ σεπτόν σκῆνός, ἐνδόξως ἀφθαρτίσας, παρέχεις τὰς ἰάσεις.
Ὑπὲρ τῶν σὲ ὑμνούντων, ὦ Ἰωσὴφ μὴ παύσῃ, πρὸς Κύριον πρεσβεύειν.
Ἔχοντές σε πρέσβυν, πρὸς τὸν Θεὸν παμμάκαρ, λυτρούμεθα κινδύνων.
Περίσωζε τοὺς πίστει, καὶ πόθῳ σὲ ὑμνοῦντας, ὦ Ἰωσὴφ τρισμάκαρ.
Εἰρήνην δωρηθῆναι, τοῖς σὲ ἀνευφημοῦσι, ὦ Ἰωσὴφ δυσώπει.
Δεῦτε πιστοὶ ἐν ὕμνοις, ἀσπάσασθε τὸ σκῆνος, Πατρὸς συμπαθεστάτου.
Τίς ἐξείπῃ μάκαρ, σοὺς σεπτοὺς ἀγῶνας, οὓς ἔτλης ἐν τῷ βίῳ.
Ἡμᾶς τοὺς σοὺς οἰκέτας, συντήρησον ἀτρώτους, βελῶν τῶν τοῦ βελίαρ.
Σπεῦσον ἡμᾶς σῶσαι, ὦ Ἰωσὴφ σοὺς δούλους, ἀνάγκης ἑνεστώσης.
Τοὺς τόν δε σοῦ τὸν ὕμνον, δαπάνῃ τύποις δόντας, γράψων ἐν Βίβλῳ ζώντων.
Καὶ ἐν σκηναῖς Ἁγίων, ἀξίωσον εὐχαῖς σου, αὐτοὺς καὶ πιστοὺς πάντας.
Δέξαι κᾀμοῦ τὸ δῶρον, ὡς ὁ Χριστὸς ἐδέχθη, χήρας λεπτὰ τὰ δύο.
Δόξα. Τριαδικόν.
Τρισάγιε Θεότης, προσδέχου τὰς δεήσεις, τῶν Σὲ ὑμνολογούντων.
Καὶ νῦν. Θεοτοκίον.
Παρθενομῆτορ Κόρη, Ὃν ἔτεκες δυσώπει, ὑπὲρ τοῦ Σοῦ ποιμνίου.
Καὶ πάλιν τὸ πρῶτον:
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, τὸν Ὅσιον Κυρίου.




                         πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου