ΙΑΝΟΥΑΡΙΟΥ 17.
ΑΝΤΩΝΙΟΥ ΜΕΓΑΛΟΥ ΕΝ ΖΑΡΑΞΙ ΚΑΡΥΣΤΙΑΣ
ΠΑΡΑΚΛΗΣΙΣ
(Χ. Μ. Μπούσια, Ἀθήνα 2003)
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ τὸ Θεὸς Κύριος, καὶ τὰ ἑξῆς. Ἦχος πλ. Δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
Θηβαΐδος τῆς ἐρήμου Ὁσίων, αὔραν ζωήῤῥυτον καὶ ἄνθος ἡδύπνοον, Ἀντώνιον
τὸν μέγαν ὡς θεῖον κρουνὸν χάριτος ὑμνήσωμεν καὶ πιστῶν ὁδοδείκτην πρὸς
ἀγήρω βίωσιν, καὶ λειμῶνας παντέρπνους τῆς ἐν Χριστῷ ἀλήκτου χαρμονῆς,
αὐτοῦ ἀόκνους πρεσβείας αἰτούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν πότε…
Ὁ Ν΄ ψαλμός καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἀντώνιε πάνυ, Ζαράκων κλέος, εὐλόγει με. Χ.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Ἀντώνιε πάνυ θεοειδές, εὐχῆς ἀσιγήτου ἐργαστήριον σεαυτόν, σαφῶς ὁ ποιήσας σοὺς ἱκέτας, θερμῶς προσεύχεσθαι ἅπαντας δίδαξον.
Νόος μου ἀπόπλυνον σαῖς εὐχαῖς, τὸν ῥύπον Ζαράκων ἐγκαλλώπισμα ἱερόν, Ἀντώνιε πόθῳ ἐκβοῶ σοι, ὁ προσιῶν τῷ ναῷ τῷ πανσέπτῳ σου.
Τὴν θείαν εἰκόνα σου εὐλαβῶς, Ἀντώνιε μάκαρ ἀσπαζόμενος ἐν ναῷ, Ζαράκων τὴν ξένως εὑρεθεῖσαν, ᾧδε σὰς θείας λιτὰςἀπεκδέχομαι.
Θεοτοκίον.
Ὡς
μόνην ἀπάντων βροτῶν ἐλπίς, λιταῖς Ἀντωνίου τοῦ Ὁσίου Μῆτερ Θεοῦ,
κατεύθυνον πρὸς σκηνὰς ἀφθίτους, τῶν οὐρανῶν τοὺς πιστῶς ἀνυμνοῦντάς σε.
᾿ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νῦν
Ἀντώνιε Πάτερ ἐρημιτῶν καύχημα, Θηβαΐδος καὶ τῶν Ζαράκων γέρας
ἀτίμητον, ἐν κατανύξει ψυχῆς, σὲ δυσωποῦμεν εὐλόγει, τοὺς ἀσπαζομένους
σου τὸ θεῖον ἔκτυπον.
Ἰσαγγέλως
βιώσας ἐρημιτῶν κλέϊσμα, Θηβαΐδος εἴληφας χάριν πέμπειν πρεσβείαις σου,
τῶν σῶν προσφύγων χοροῖς ἄμφω ὑγίειαν πᾶσιν, ἀσκητὰ Ἀντώνιε χάριτος
ἔσοπτρον.
Ἐπομβρίας
εὐχῶν σου ἡμῶν παθῶν κάμινον, σβέσον τῶν πιστῶς προσκυνούντων σὸν θεῖον
ἔκτυπον, καὶ λαμβανόντων πηλόν, ἐκ νόσων πρὸς ἰατρείαν, ἐκ ναοῦ
Ἀντώνιες σοῦ ἐν τοῖς Ζάραξι.
Θεοτοκίον.
Παναγία
Παρθένε Μῆτερ Θεοῦ Ἄχραντε, ῥύπον μου παθῶν χαμαιζήλων τάχος ἀπόπλυνον,
σαῖς ῥυπτικαῖς προσευχαῖς, πρὸς τὸν ἡμῶν ἁμαρτίας, αἴροντα θειότατον
Τόκον Σου Δέσποινα.
Ἀπέλασον, τῆς δυσθυμίας τὸ ἄχθος τῶν ἱκετῶν σου, τῶν ἐν πίστει εἰλικρινεῖ σπευδόντων, Ἀντώνιε ναῷ σου ἐν Ζάραξι τῷ πανσέπτῳ.
Ἐπίβλεψον…
Κάθισμα. Ηχος β΄. Πρεσβεία θερμή.
Ζαράκων
θερμὲ προστάτα χαριτόβρυτε, θεράπον Χριστοῦ καὶ φίλε γνησιώτατε,
θεοφόρε Ἀντώνιε, ἀσκητῶν θησαύρισμα ἔμψυχον, δερματικῶν τραυμάτων
ἰατρός, ὑπάρχεις τῶν πίστει προστρεχόντων σοι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀσκητῶν ἐγκαλλώπισμα, ἄνοιξόν μοι πύλην τῆς ἐπιγνώσεως, ἵνα πόθῳ μακαρίζω σε, Πάτερ εὐσυμπάθητε Ἀντώνιε.
Νεκρωθέντα με ζώωσον, πλείστοις παραπτώμασιν καὶ πρὸς εὔκλειαν, τὴν ἀγήρω με κατεύθυνον, ἐρημῖτα ἔνθεε Ἀντώνιε.
Ὑμνῳδίαις σε στέφομεν, ὡς νοσούντων πάντων σεπτὲ ἀνάῤῥωσιν, καὶ συντετριμμένων ἔργεσιν, θαυμαστὲ Ἀντώνιε ἔγερσιν.
Θεοτοκίον.
Ζήλον αὔξησον πίστεως, τῶν καταφευγόντων τῇ προστασίᾳ σου, Ἀντωνίου ταῖς ἐντεύξεσι, οὐρανῶν σκηνώσεις τοῦ ζηλώσαντος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Αἴγλῃ θεϊκῇ, ὁ λαμπόμενος Ἀντώνιε, λάμψον φῶς μοι μετανοίας σωστικῆς, προσκυνοῦντι τὸν ναόν σου ἐν τοῖς Ζάραξι.
Ῥύπον μου ψυχῆς, τῷ ὑσσώπῳ σου ἀπόπλυνον, πρὸς τὸν Κύριον ἐνθέρμων σου λιτῶν, ἀσκουμένων γνώμων Ὅσιε Ἀντώνιε.
Ἄγγελος λαμπρός, ἐν σαρκὶ ὀφθεὶς Ἀντώνιε, ἱκεσίαις σου ἀπόστειλον ἡμῖν, ὁδηγοὺς Θεοῦ Ἀγγέλους πρὸς τελείωσιν.
Θεοτοκίον.
Κλῆμα ἱερόν, παρθενίας καὶ συνέσεως, βότρυν φέρειν με ἀξίωσον Ἁγνή, σωφροσύνης τὸν ὑμνοῦντά σε παμπέπειρον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς
τάχιστον, ἰατρόν σε ἔγνωμεν, νοσημάτων λοιμικῶν ἀνιάτων, καὶ ἐξαιρέτως
Ἀντώνιε μάκαρ, δερματικῶν οἱ ἐν Ζαραξι σπεύδοντες, εἰκόνα σου τὴν ἱερᾶν,
προσκυνῆσαι ἰάσεις τὴν βλύζουσαν.
Νῦν
Ὅσιε, θαυμαστὲ Ἀντώνιε, Θηβαΐδος τῆς ἐρήμου οἰκῆτορ, ὁ προσευχῇ ἀσιτίᾳ
καὶ νήψει, εὐαρεστήσας Χριστῷ τοῖς προσφεύγουσι, σοὶ δίδου πᾶσι δαψιλῶς,
σῶν χαρίτων τὸν πλοῦτον τὸν ἄμετρον.
Κακότητος,
τοῦ ἐχθροῦ Ἀντώνιε, ἀπειράστους τοὺς ἱκέτας σου τήρει, ὁ τοῦ βεβήλου
βελίαρ συντρίψας, τὰς μηχανὰς ἐνασκήσει συντόνῳ σου, ἀγάπῃ τε καὶ
ὑπομονῇ, διακρίσει νηστείᾳ καὶ δάκρυσι.
Θεοτοκίον.
Λαμπρότητος,
θείας καταξίωσον, τοὺς τιμῶντάς Σε Ἁγνὴ Θεοτόκε, τῆς ἐν τῷ πόλῳ ἧς
μέτοχος πέλεις, τοῦ Ἀντωνίου θερμαῖς παρακλήσεσιν, ἐρήμου τοῦ καθηγητοῦ,
καὶ Ὁσίων ἁπάντων κοσμήτορος.
Ἀπέλασον, τῆς δυσθυμίας τὸ ἄχθος τῶν ἱκετῶν σου, τῶν ἐν πίστει εἰλικρινεῖ σπευδόντων, Ἀντώνιε ναῷ σου ἐν Ζάραξι τῷ πανσέπτῳ.
Ἄχραντε…
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν
ἀρωγὸν τῶν Ζαράκων καὶ ἔφορον, καὶ ἰατρὸν νοσημάτων τοῦ δέρματος,
τιμῶμεν Ἀντώνιον Ὅσιον φωτοειδῆ, ὡς νεφέλην χρηστότητος αὐτοῦ, τὰς λιτὰς
ἐξαιτούμενοι.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ… Ζήτει τῇ ΙΖ΄ Ἰανουαρίου.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Προσόμοιον. Ἦχ. πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με..
Ὅσιε
Ἀντώνιε, ὡς θεοσδότου σοφίας, πρύτανίν σε μελποντες, Θηβαΐδος ἔνοικε
ἱερώτατε, καὶ σεπτὸν καύχημα, ταῶν ἐνασκουμένων, πρὸς τελείωσιν και
θέωσιν, ΄δεξαι ταὴν δέησιν, ταῶν ἀσπαζομένων εἰκόνα σου, ταὴν θείαν ἐςν
τοῖς Ζάραξιν, ἅπασι βλυστάνουσαν νάματα, Πάτερ ὑγείας καὶ χάριτος
ἀφθόνου σου σοφέ πιστοῖθς, ἥν χέεις ἀείποτε, τοῖς ἀνευφημοῦσί σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐσυμπάθητε
Πάτερ τῶν Ζαράκων προστάτα σεπτὲ Ἀντώνιε, ἐξάρπασον παγίδος, ἐχθροῦ τοῦ
παλαιμναίου, τοὺς πιστῶς καταφεύγοντας, τῷ ἱερῷ σου ναῷ, καὶ σὲ
ὑμνολογοῦντας.
Οὐρανίου
μελάθρου ὑπερφώτου ἐνοίκου ἡμᾶς ἀξίωσον, γένεσθαι σοὺς ἱκέτας, Ἀντώνιε
τοὺς πίστει, προσκυνοῦντας εἰκόνα σου, τὴν θαυμαστὴν ἀσκητά, ἐν κώμῃ τῶν
Ζαράκων.
Σωτηρίας
τὴν τρίβον καθυπόδειξον πᾶσι σὲ μεγαλύνουσι, ὡς κόσμον μονοτρόπων, καὶ
ἀπλανῆ φωστῆρα τῶν ποθούντων τὴν θέωσιν, θεοειδὲς ἀσκητά, Ἀντώνιε
τρισμάκαρ.
Θεοτοκίον.
Ἐλεήμονος
Λόγους τοῦ Θεοῦ τοῦ Ὑψίστου Παρθένε σκήνωμα, παλάτιον καὶ θρόνε,
χρυσότευκτε δυσώπει τὸν ὑπέρτιμον Τόκον Σου, ὑπὲρ ἡμῶν εὐλαβῶς, Σὲ
ἀνυμνολογούντων.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὸ τὴν σκέπη, τῶν πρεσβειῶν σου κοσμῆτορ, ἀρετῆς τοὺς ἱκέτας σου τήρει, στέφοντάς σε ὕμνοις, Ἀντώνιε εὐτάκτοις.
Λάμψας ὡς ὄρθρος, ἐν Θηβαΐδος ἐρήμῳ, χρυσοπόρφυρος λάμψον μοι σκότος ῥαθυμίας, Πάτερ Ἀντώνιε βοῶ σοι.
Ὁ τῶν Ζαράκων, ἀκέστωρ και Καρυστίας, ἀρωγὸς καὶ προστάτης καὶ φύλαξ, πρόσφυγάς σου φρούρει, Ἀντώνιε ἀπαύστως.
Θεοτοκίον.
Γῆθεν πρὸς δόμους, τῶν οὐρανῶν Θεοτόκε, τοὺς ἱκέτας σου ἴθυνον τάχος, ὡς ἀπλανεστάτη, χειραγωγὸς Παρθένε.
ᾨδὴ θ΄. Τὸν βασιλέα.
Ἐνθέων χαρισμάτων, φωτοφόρον σέλας, τοὺς σὲ τιμῶντας ἐκθύμως Ἀντώνιε, χαρίτων ἔμπλησον θείων πνευματοφόρητε.
Μεγίστης δόξης Πάτερ, κατηξιωμένος, τῆς ἀδοξίας παθῶν με ἀπάλλαξον, τὸν ἐκζητοῦντα σὴν χαριν κλεινὲ Ἀντώνιε.
Ἐπάκουσον τῶν πίστει, σὲ παρακαλούντων, καὶ τοῦ ἐχθροῦ ἐπηρείας ἀπάλλαξον, αὐτοῦ ὀλέτα ἱκέτας, τοὺς σοὺς Ἀντώνιε.
Θεοτοκίον.
Χρηστότητος Παρθένε, δεῖξόν με πυξίον, Θεοκυῆτορ τὸν Σὲ μεγαλύνοντα, χρηστοηθείας ὡς φάρον καὶ ἀγαθότητος.
Ἄξιόν ἐστί… καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις
Θηβαΐδος ὁ οἰκιστής, χαίροις ὑφηγῆτορ θεοφόρων ἐρημιτῶν, χαίροις
Ἐκκλησίας, φωτοειδὴς ἡ στήλη, Ἀντώνιε τρισμάκαρ, χάριτος σκήνωμα.
Χαίροις
τῶν Ζαράκων ὁ ἀρωγός, χαίροις Καρυστίας ἑτοιμότατος βοηθός, χαίροις τῆς
Εὐβοίας ὁ φύλαξ καὶ προστάτης, καὶ πάντων χριστωνύμων σθένος Ἀντώνιε.
Χαίροις
ἐγρηγόρσεως ἀηδών, εὔλαλον στρουθίον ἀπαθείας καὶ προσευχῆς, καὶ τῆς
ἐγκρατείας, ἡ κελαδοῦσα ὄρνις, Ἀντώνιε ἀζύγων θεῖον μελώδημα.
Μέμνησον
τῶν πίστει ταῖς σαῖς εὐχαῖς, προσφευγόντων Πάτερ τῆς ἐρήμου καθηγητά,
καὶ ἀσπαζομένων, ἐν Ζάραξιν Εὐβοίας, εἰκόνα σου τὴν θείαν μάκαρ Ἀντώνιε.
Τοὺς
προστρεχομένους πανευλαβῶς, τῷ σεπτῷ ναῷ σου ἐν τοῖς Ζάραξι ἀθλητά, καὶ
ἀσπαζομένους, εἰκόνα σου τὴν θείαν, ἁγίαζε καὶ σκέπε, σῶφρον Ἀντώνιε.
Χαίροις
ἀσθενούντων ὁ ἰατρός, χαίροις τρυχομένων ἀντιλῆπτορ καὶ ἀρωγός, χαίροις
ὁ τῶν νόσων, τοῦ δέρματος ὀλέτης, Ἀντώνιε Ζαράκων ἄγρυπνε ἔφορε.
Πᾶσαι ταῶν Ἀγγέλων…
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν
φανὸν Θηβαΐδος τὸν παμφαέστατον, καὶ ὑφηγήτορα θεῖον τῆς ἀκραιφνοῦς
βιοτῆς, εὐφημήσωμεν Ἀντώνιον τὸν μέγιστον, ὡς τὸν Ζαράκων ἰατρόν, καὶ
φρουρὸν καὶ ἀρωγὸν ἐκθύμως ἀναβοῶντες· Ὁσίων κέρας Πατέρων, εὐλόγει
πάντας τοὺς τιμῶντάς σε
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἴσθι,
Θηβαΐδος φρυκτωρέ, μέγιστε Ἀντώνιε πάντων σῶν ἱκετῶν ἰατρός, τῶν
σπευδόντων πάντοτε εἰς τὸν σεπτόν σου ναόν, ἐν τοῖς Ζάραξιν Ὅσιε,
φρουρὸς καὶ προστάτης, νῦν ἐπιζητούντων σου τὴν θείαν εὔνοιαν, καὶ
πανευσθενὴς ἀντιληπτώρ, τῶν πιστῶς βοώντων σοι· χαῖρε, δωρεῶν ταμεῖον
ἀδαπάνητον.
Δέσποινα πρόσδεξαι…
Τὴν πᾶσαν ἐλπίδα μου…
Δι’ εὐχῶν.
ΙΕΡΟ ΠΡΟΣΚΥΝΗΜΑ
ΟΣΙΟΥ ΑΝΤΩΝΙΟΥ ΜΕΓΑΛΟΥ
ΕΝ ΖΑΡΑΞΙ ΑΛΙΒΕΡΙΟΥ ΕΥΒΟΙΑΣ
Στὸ
χωριὸ Ζάρακες (Ζάρκα) Ἀλιβερίου Εὐβοίας, ὑπάρχει τὸ ἐξωκκλήσι τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου, τὸ ὁποῖον εἶναι πασίγνωστον λόγῳ τῶν
πολλῶν θαυμάτων καὶ δι’ αὐτὸ ἔχει καθιερωθεῖ ὡς τοπικὸ προσκύνημα.
Ὅλοι,
σὲ ὁποιαδήποτε δυσκολία, ἀῤῥώστια, δοκιμασία, θλίψη καὶ ταλαιπωρία,
ἔτρεχαν καὶ ζητοῦσαν εὐλαβικὰ ἀπὸ τὸν Ἅγιον τὴν χάριν, τὴν εὐλογίαν καὶ
τὴν συμπαράστασιν, προσευχόμενοι μπροστὰ στὴν εἰκόνα καὶ πέρνοντας λάδι
ἀπὸ τὴν κανδήλα τοῦ Ἁγίου καὶ χῶμα ἀπὸ τὸ ἄνοιγμα ποὺ βρίσκεται μπροστὰ
στὴν εἰκόνα του.
Οὐδεὶς
ἔφευγε ἀπαρηγόρητος, καὶ πολλοὶ μάλιστα ἀναφέρουν τὴν θαυματουργικὴ
ἐπέμβαση τοῦ Ἁγίου στὰ προβλήματά τους. Πολλοὶ εἶδαν τὴν ὑγείαν τους καὶ
σώθηκαν ἀπὸ βέβαιο θάνατο.
Πολλοὶ ἐλευθερώθησαν ἀπὸ τὰ δεσμὰ τῶν δοκιμασιῶν καὶ θλίψεων.
Πολλοὶ ἔλαβον ἐκεῖνο ποὺ ζητοῦσαν ἀπὸ τὸν Ἅγιο. Πολλοὶ ἐπίσης ἐθεραπεύθησαν καὶ θεραπεύονται ἀπὸ διάφορες δερματικὲς παθήσεις.
Γιὰ
αὐτὸ ἡ φήμη τοῦ προσκυνήματος ἐχει ξεπεράσει τὰ στενὰ ὅρια τῆς περιοχῆς
καὶ καθημερινὰ ἔρχονται προσκυνηταί, ὄχι μόνο ἀπὸ τὴν Εὔβοια, ἀλλὰ ἀπὸ
τὴν Ἀθήνα καὶ ἀκόμη ἀπὸ τὸ ἐξωτερικό.
Ἀρχιμ. Παντελεήμων Δ. Ποῦλος.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου