Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 4 Δεκεμβρίου 2015

ΣΕΡΑΦΕΙΜ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΑΝΑΡΙΟΥ ΕΥΧΗ

(Ὑπὸ Χ. Μπούσια)


(Άρχ. Πούλου Παντελεήμονος: Ἡ Ἱερὰ Μονὴ Παναγίας Κορώνας, Ἀθῆναι 2006)



http://www.saint.gr/photos/standard/1204/AgiosSerafeim01.jpg

Σημειοφόρε νέε Ὁσίαθλε τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ποιμὴν λογικῶν Φαναρίου καὶ Νεοχωρίου προβάτων, ἄνερ ἐπιθυμιῶν καὶ σκεῦος Παρακλήτου εὔχρηστον, Σεραφεὶμ ἀξιάγαστε· ὁ ἐννομώτατης θύτης τῶν φρικτῶν τοῦ Χριστοῦ μυστηρίων καὶ ὁ ἀπλανὴς ὑποφήτης τῶν νόμων τοῦ Πνεύματος· τῆς τοῦ Χριστοῦ δαίμονος ἀπάτης τὸ δρέπανον· ὁ καθελὼν Ἰσμαὴλ τὴν αὐθάδειαν καὶ ὑπομείνας ὡς ἄσαρκος ῥαβδισμούς, ῥινὸς διαίρεσιν, προσώπου ἐμπτύσματα, σαρκίον κατάξεσιν καὶ κατώδυνον θάνατον· τὸ χρυσοσύνθετον νέφος δαψιλῶν ἰαμάτων καὶ ἡ οὐρανόπνοος αὔρα, ἡ τὰς ψυχὰς ἡμῶν ἀενάως ἀναψύχουσα· ὁ ἐκφέρων δωρεῶν θείων εὐθήνιαν καὶ πορίζων πᾶσιν εἰρήνην ἄμφω καὶ θυμηδίαν· ὁ τὴν στειρότητα τῶν γυνακῶν λύων ἀόκνῳ σου ἐπιστασίᾳ· τὸ καθαρτήριο τῶν φρενῶν καὶ καταμύθιον τῶν πιστῶς δεομένων σου· τῶν τεθλιμμένων ἡ θεία παράκλησις καὶ τῶν δυστυχούντων ἡ ἄμεσος ἀνάῤῥησις· τῶν ἀσθενῶν ἡ θεραπεία καὶ τῶν ἐν κλύδωσιν ἡ σωτηρία· αὐτὸς οὖν χαριτόβρυτε Ἱερομάρτυς, ὁ τὰ αἰτήματα πληρῶν πάντων τῶν δεομένων σου ὡς ἄγαν εὐσυμπάθητος, κλῖνον καὶ νῦν οὖς εὐήκοον τοῖς ἐκζητοῦσι τὴν σὴν ἐξ ὕψους ἀρωγὴν καὶ βοήθειαν· πλήρωσον χαρᾶς ἀφάτου καὶ εἰρήνης ἀστασιάστου τὰς ἀτεκνούσας γυναῖκας εὐτεκνούσας τάχος τῇ χάριτί σου ἀνάδειδον· περίσκεπε τὰ νεογνά, τὰ βρέφη, τὰ νήπια καὶ πάντα τὰ τέκνα ἡμῶν τῶν ἐκδεχομένων τὴν σὴν ἀντίληψιν· ἴασαι τὰς ἀλγεινὰς καὶ ἀνιάτους νόσους τῶν ἀσθενούντων ἱκετῶν σου καὶ πάσης σατανικῆς ἐπηρείας καὶ ἀθυμίας ῥῦσαι εὐσεβῶν τὰ συστήματα· τῶν ἐσμὸν τῶν ἀκρίδων ἐκ τῶν ἀγρῶν ἡμῶν ἀποδίωξον· εὐλόγησον τὸν κόπον τῶν ἐργαζομένων ἐν τοῖς ἀγροῖς, τοῖς ἀμπελῶσι και τοῖς δάσεσι· τῶν κτηνῶν ἡμῶν ἴσθι ἰατρός, καὶ τῶν κτηνοτρόφων συνοδίτης καὶ ἀκέστωρ· τὴν νεότητα περιφρούρησον καὶ τὸ γῆρας περικράτησον· πάντας εὐλόγησον τοὺς ἐν εὐλαβείᾳ τιμῶντας σὴν ἀήττητον ἄθλησιν καὶ προσκυνοῦντας τὴν θαυματόβρυτον Κάραν σου, τὴν πέλουσαν μάνδραν Κορώνης καὶ πάσης Θεσσαλιώτιδος ἰατρεῖον ἀδάπανον καὶ ἀτρώτους αὐτοὺς ποίησον βασκανίας καὶ ἐπηρείας πτερνιστοῦ τοῦ ἀρχαίου. Ναὶ Ἅγιε τοῦ Θεοῦ, πρόσδεξαι τὴν δέησιν ἡμῶν τῶν ἐκ μυχίων καρδίας παρακαλούντων σε, ἵνα τὴν σὴν πρὸς Θεὸν παῤῥησίαν μεγαλύνωμεν καὶ ἀπαύστως δοξάζωμεν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, τῆς Ἁγίας καὶ Ὁμοουσίου καὶ Ζωαρχικῆς Τριάδος· Ἧς τὸ κράτος ἔργοις καὶ ἀθλήσει ἐμεγάλυνας και μεθ’ Ἧς νῦν συνεφραίνῃ ἐν δώμασι θείοις. Ἀμήν.



                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου