Παράκλησις εις τον Άγιον Τίτον τον Θαυματουγόν
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον,
μεθ’ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὰ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν Τίτου
θείαν βιοτὴν εὐφημοῦντες, τὸν ἀναδείξαντα αὐτὸν Θεὸν Λόγον, δοξολογοῦμεν ᾄσμασι
βοῶντες πιστῶς· φύλαξον ἐν τῇ δυνάμει σου, ἐξ ἐχθρῶν τὰς ψυχὰς ἡμῶν, νίκας
χορηγῶν ἡμῖν κατὰ τοῦ ἀντιδίκου, καὶ μοναχῶν ἀξίωσον πληθύν, τοῦ ἀπολαῦσαι ζωῆς
τῆς ἀτέρμονος.
Δόξα. Καὶ νῦν.
Τῇ Θεοτόκῳ
ταπεινῶς ἐκβοῶμεν, οἱ ἀπειλούμενοι ἐχθροῦ ταῖς ἐνέδραις. Τῇ μητρικῇ σου
σκέπασον ἀγάπῃ ἡμᾶς, δίωξον Θεοχαρίτωτε, ἀντιδίκου τὰς φάλαγγας, παῦσον τὰς ὀρμὰς
παθῶν, καὶ δαιμόνων μανίαν. Σὺ γὰρ ὑπάρχεις Δέσποινα Ἁγνή, Μήτηρ καὶ σκέπη, καὶ
θεία ἀντίληψις.
Ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
ΤΙΤΟΝ ΟΣΙΩΝ ΚΛΕΟΣ ῼΔΑΙΣ ΕΥΦΗΜΩ. ΝΙΚΟΔΗΜΟΥ.
ᾨδὴ
α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Τὸν Τίτον
τιμήσωμεν οἱ πιστοί, ἐρήμου τὸ ἄνθος, κοινοβίου τὸν μοναστήν, ἀσκήσεως μέγαν
ποδηγέτην, καὶ τῶν θαυμάτων πηγὴν τὴν ἀκένωτον.
Ἰσχύϊ τοῦ
Πνεύματος ἀρετήν, ἐκτήσατο Τίτος καὶ ἐδέξατο ἐκ Θεοῦ, τὴν χάριν θαυμάτων καὶ τὴν
δόξαν, τοῦ οὐρανοῦ καὶ ζωὴν τὴν αἰώνιον.
Τρεφόμενος
λόγοις καὶ προσευχαῖς, ὁ Τίτος ἀνῆλθεν εἰς τὸ ὕψος τῶν ἀρετῶν, καὶ γέγονε
μύστης τῶν ἀῤῥήτων, καὶ μοναστῶν θεοφόρος διδάσκαλος.
Θεοτοκίον
Ὁρῶντες ἐν
πίστει τοῦ σοῦ Υἱοῦ, τὴν φιλανθρωπίαν, καὶ τὴν κένωσιν ἐν Σταυρῷ, ὑπὲρ τῶν
τιμώντων σε Παρθένε, Τοῦτον ἱκέτευε Κόρη Πανύμνητε.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Νικηφόρε ὦ
Τίτε ἀντιβολῶ Ὅσιε, ὅπως μεσιτεύῃς τῷ Λόγῳ ὑπὲρ ἀφέσεως, πλημμελημάτων ἡμῶν, τῶν
ἀνυμνούντων ἐμφρόνως, τὴν σεπτήν σου ἄσκησιν καὶ τὴν τελείωσιν.
Οὐρανίαν
ποθήσας ἐν γῇ ζωὴν Ὅσιε, εἴληφας θαυμάτων τὴν χάριν καὶ στέφος ἄφθαρτον, ὑποδεικνύων
ἡμῖν, τῆς τελειότητος βίον, καὶ ζωὴν τὴν μένουσαν Τίτε θεόληπτε.
Στεφηφόρος
εἰσῆλθες εἰς οὐρανοὺς ἔνδοξε, Τίτε ἀσκητῶν ὑποφήτα πρὸς βίον ἔνθεον,
καθικετεύων Θεόν, τοῦ οἰκτιρῆσαι καὶ σῶσαι, ἐκ βελῶν ἀλάστορος τοῦς ἐυφημοῦντάς
σε.
Ἱκετῶν σου ὑπάρχεις
τὸ ἀκραιφνὲς πρότυπον, καὶ τῶν ἐραστῶν ἡσυχίας τὸ ἀκροθίνιον, καὶ άθλουμένων
πιστῶν, τῶν ἀρετῶν ἡ ἀκρότης, καὶ τῶν ἐν ἀσκήσεσι Τίτε ὑπόδειγμα.
Θεοτοκίον
Ὡραΐζεις
Παρθένε χριστιανοὺς ἅπαντας, ταῖς σαῖς ἀρεταῖς καὶ Ἀγγέλων τὰ θεῖα τάγματα. Διὸ
ἐν ὕμνοις λαμπρῶς, ἀνευφημοῦμεν ἐμφρόνως, βιοτήν σου ἄχραντον Θεοχαρίτωτε.
Ἱκέτευε, ὐπὲρ
ἡμῶν τὸν Θεάνθρωπον Χριστὸν Τίτε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων
πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον,
τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου
παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω
ποθῶν, τῶν κάτω κατεφρόνησας, καὶ ζήλῳ ζωῆς, ἀσκήσεως πυρούμενος, θαυμαστῶς
καθήγνισας ἔνδοξε, τὴν ζωήν σου ἅπασαν. Διὸ καθορῶν τὸν Θεόν, ἱκέτευε Τίτε ὑπὲρ
πάντων ἡμῶν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Νῦν
τιμήσωμεν ᾄσμασι, τὴν τοῦ ἡγουμένου λαμπρὰν πανήγυριν, καὶ ἐν λόγοις
καταστέψωμεν, τὴν τοῦ βίου Τίτου τελειότητα.
Καθαρότητος
γέγονας, ὑποφήτης Τίτε καὶ ἁγιότητος, τῆς ἀσκήσεώς τε πρότυπον, καὶ τῶν ἀρετῶν
τὸ καταγώγιον.
Λυτρωθῆναι ἐπόθησας,
καὶ τῆς βασιλείας Χριστοῦ ἀπόλαυσιν. Διὸ ἕσπευσας ὡς ἔλαφος, εἰς πηγὴν ὦ Τίτε
ζωῆς ὕδατος.
Θεοτοκίον
Ἐνεργείᾳ τοῦ
Πνεύματος, τοῦ Πατρὸς τὸν Λόγον ἐκυοφόρησας. Διὸ πάντες ἀνυμνοῦμέν σε, ὡς
Μητέρα τοῦ Θεοῦ Πανάχραντε.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ὄντως μανικῶς,
ἐμιμήσω τὸν σὸν Ἄγγελον, καὶ τῶν Ὁσίων Τίτε τὴν βιοτήν. Διὸ εἰσῆλθες ἐνδόξως εἰς
τὰ οὐράνια.
Σὲ
θαυματουργέ, καταλάμψαν φῶς τὸ ἄῤῥητον, τῆς ἀρετῆς κατέστησέ σε ναόν. Διὸ
προστρέχοντές σοι πόθῳ Τίτε τιμῶμέν σε.
Ὤ Τίτε
κλεινέ, ἐπεπόθησας τὸν Κύριον, καὶ τὴν ζωὴν τὴν κρείττονα οὐρανοῦ, διὸ τοῦ
κόσμου κατέλιπες τὰ ἐπίκηρα.
Θεοτοκίον
Δώρησαι Ἁγνή,
ταῖς ψυχαῖς ἡμῶν μετάνοιαν, Παρθενομῆτορ Ἄχραντε Μαριάμ, καὶ τὴν εἰρήνην, τὴν
πάντα νοῦν ὑπερέχουσαν.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἄσκησις,
θείου Τίτου εἵλκυσε, τὴν τοῦ Πνεύματος ἐνέργειαν θείαν, καὶ δι’ αὐτοῦ, ἀγγελικῆ
πολιτείᾳ, κατηκολούθησας φύσιν βιάζοντες, τοῦ οὐρανοῦ οἱ ἐκλεκτοί, τὰ τοῦ
κόσμου τερπνὰ ἀρνησάμενοι.
Ἰκάνωσε,
Παρακλήτου δύναμις, σὲ ποιμαίνειν μοναχοὺς θεῖε Τίτε, καὶ ἀσκητὰς κατευθύνειν ἐνθέως,
πρὸς τελειότητα βίου ἐν χάριτι, προβάλλοντα αὐτοῖς σαφῶς, τὰ τῆς νήψεως θεῖας
χαρίσματα.
Σεβάσμιος,
ἀνεδείχθης Ὅσιε, ὡς Χριστῷ συμβασιλεύων ἐν δόξῃ, καὶ ἐν σκηναῖς τῶν Ἁγίων καὶ
κόλποις, τοῦ Ἀβραὰμ εὐφραινόμενος ἔνδοξε, ἱκέτευε ἀντιβολῶ, τοῦ σωθῆναι πιστοὺς
τοὺς τιμῶντάς σε.
Θεοτοκίον
Τὸν Τόκον
Σου, ἱκετεύοις Δέσποινα, ὑπὲρ πάντων τῶν πιστῶς σε τιμώντων, ἵνα ἐχθρῶν,
παγκακίστων ῥυσθῶμεν, καὶ πρὸς ζωὴν τὴν ἁγίαν προσδράμωμεν, μιμούμενοι τὰς ἀρετάς,
καὶ ζωὴν θείου Τίτου θεόφρονος.
Ἱκέτευε, ὐπὲρ
ἡμῶν τὸν Θεάνθρωπον Χριστὸν Τίτε, ὅτι πάντες ἐκ πειρασμῶν κυκλούμεθα Ὅσιε, ὡς ἔχων
πρὸς Κύριον παῤῥησίαν.
Στερέωσον,
τοὺς ὀρθοδόξως τιμῶντάς σε Θεοτόκε, ἐν τῇ πίστει τοῦ σοῦ Υἱοῦ καὶ βίου
παλαίσμασιν, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν χριστιανῶν.
Μοναζόντων
θεόληπτε γέγονας στήριγμα, ταπεινῶν τε καὶ νηπτικῶν τε Τίτε πρότυπον, τῇ ἀσκήσει
καὶ προσευχῇ νηστείᾳ τε πολλῇ, διὸ ἔλαβες, παρὰ Θεοῦ σαββατισμὸν ἐν οὐρανοῖς,
καὶ χαρὰν ἀνεκλάλητον. Σπεῦσον εἰς ἱκεσίαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν
θεάνθρωπον Χριστόν, ἐλεῆσαι καὶ τηρῆσαι ἁγνούς.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν
τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἠμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Δόξα: Ταῖς τοῦ
σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με...
Τίτον τὸν
θεόφρονα, ἐγκωμιάσωμεν ὕμνοις, μοναχῶν διδάσκαλον, καὶ σεπτὸν κειμήλιον τῆς ἀσκήσεως,
προσευχῆς πρότυπον, ἐγκρατείας τύπον, ἀσκουμένων τὸ ὑπόδειγμα, πιστῶν τὸ
κλέϊσμα, καὶ τῶν ἐν ἀνάγκαις τὸ στήριγμα, ἀσκήσεως τὸ ἔρεισμα, καὶ τῆς ἀρετῆς ἄνθος
εὔοσμον. Πάντων τῶν ἐν νόσοις, πηγὴν τῶν ἰαμάτων θαυμαστήν, τῆς Ἐκκλησίας ἀγλάϊσμα,
καὶ ἐρήμου καύχημα.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱκέτευε τὸν
Λόγον, ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ ἐνισχῦσαι πιστούς, ἵνα ἔργοις καὶ λόγοις,
κηρύττωσι τὸν Κτίστην, καὶ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Μὴ παύσῃ ἰκετεύων,
τὸν θεάνθρωπον Λόγον, τοῦ ἐλεῆσαι ἡμᾶς, καὶ σῶσαι ἐκ κινδύνων, ὦ Τίτε τοὺς τιμῶντας,
καὶ βοῶντας πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὤ Τίτε ἐκ
τοῦ Λόγου, κατεστέφθης ἀξίως, ἐν βασιλείᾳ αὐτοῦ, ἡγούμενε τρισμάκαρ, συγχαίρων
τοῖς Ὁσίοις, μεθ’ ὧν ψάλλεις πρὸς Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
Θεοτοκίον
Νεάνιδες
παρθένοι, τὴν παρθένον Μαρίαν, παρθενικῇ βιοτῇ τιμῶσι θεαρέστως, ὡς καὶ τὸν
ταύτης Τόκον, ᾧ ἀπαύστως συνᾴδουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ἱερωτάτως,
τερπνὰ τοῦ κόσμου ἠρνήθη, τῶν Ἀγγέλων ἑλόμενος βίον, τὸν Χριστὸν ὁ Τίτος, δοξάζων
εἰς αἰῶνας.
Κατηξιώθης,
μοναχικῶν δωρημάτων, μιμηθεῖς τῶν Ὁσίων τοὺς δήμους, οἵτινες ὑμνοῦσιν, ὦ Τίτε τὴν
Τριάδα.
Ὁ θεοφόρος,
ἐν μοναχοῖς θεῖος Τίτος, ἐμιμήθη Ἀγγέλων τὸν βίον, οἵτινες ὐμνοῦσι, Χριστὸν είς
τοὺς αίῶνας.
Θεοτοκίον
Δοξολογοῦμεν,
οἱ γηγενεῖς τὴν Παρθένον, Θεοτόκον σαρκώσασαν Λόγον, Οὗ τὴν θείαν δόξαν, ὐμνοῦμεν
εἰς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡ χάρις
τοῦ Κυρίου, ἡ ἐν σοὶ οἰκοῦσα, ἀναδεικνύει σε κρήνην, θαυμάτων πολλῶν, καὶ σὲ
χαρίσμασιν θείοις Πάτερ ἐκόσμησεν.
Μακάριος
σὺ ὄντως, ὡς πατὴρ ἀγάπης, καὶ ἀδελφῶν μοναζόντων, ἡγήτωρ σεπτός. Διὸ κλεινὲ ἐκοσμήθης
θεόθεν στέφεσιν.
Ὁμότροπος
Ὀσίων, σὺ πέλεις ὦ Τίτε, καὶ ἀσκητῶν συνοδίτης Χριστοῦ μιμητής, τῶν μοναζόντων
κοσμήτωρ καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον
Ὑμνοῦμέν
σε Παρθένε, καὶ ὀμολογοῦμεν, Χριστὸν ἐκ σοῦ γεννηθέντα, Υἱὸν ὄντως Θεοῦ, καὶ σὺν
Ἁγίων χορείαις σὲ μεγαλύνομεν.
Ἄξιόν ἐστι.. καὶ τὰ Μεγαλυνάρια.
Χαίροις τῆς
ἐρήμου θείος βλαστός, καύχημα Ὁσίων, μοναζόντων ὑφηγητής, χαίροις κοινοβίου, ὀ
κόσμος καὶ κοσμήτωρ, καὶ μοναστῶν ὁ μύστης Τίτε πανεύφημε.
Χαίροις τῆς
ἀσκήσεως ὁ κανών, τῶν ἐνασκουμένων, ἀντιλήπτωρ καὶ ἀρωγός, χαίροις ἀσθενούντων,
πηγὴ θείων θαυμάτων, ὦ Τίτε θεοφόρε Ἀγγέλων σύσκηνε.
Τίτον εὐφημήσωμεν
εὐλαβῶς, ᾠδαῖς τε καὶ λόγοις, τὸν ἀσκήσει καὶ ἀρετῇ, ἐν τῷ κοινοβίῳ, ποιμένα ἀσκουμένων,
ἀξίως ὁρισθέντα ὐπὸ τοῦ Πνεύματος.
Δεῦτε
Τίτον πάντες θαυματουργόν, τιμήσωμεν ὕμνοις, τὸν κοσμήτορα ἀδελφῶν, τὸν ἐνοικισθέντα,
ἐν δώμοις οὐρανίοις, ἀσκήσει τε καὶ βίᾳ καὶ ἀγωνίσμασι.
Τὸν τῆς
ταπεινώσεως ὁδηγόν, καὶ τῆς ἰσαγγέλου, βιοτῆς τὸν ὑφηγητήν, τὸν τῆς ἐγκρατείας,
διδάσκαλον ἐν ἔργοις, Τίτον τὸν θεοφόρον ἐγκωμιάσωμεν.
Κρήνη τῶν
θαυμάτων ἀναδειχθείς, πανεύφημε Τίτε, τοῖς προστρέχουσιν εὐλαβῶς, ἰάσεις
παρέχεις, καὶ χάριν μεταδίδως, στηρίζων ἐν τῇ πίστει θεομακάριστε.
Πᾶσαι τῶν
Ἀγγέλων...
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Θείας πίστεως.
Τίτον ᾄσμασι,
σεπτῶς τιμῶμεν, τὸν τιμήσαντα, Ἀγγέλων βίον, ἐν ἀσκήσει ἀρετῇ καὶ δεήσεσι. Τὸν Ἰησοῦν
ἀγαπήσας θερμότατα, πάντα τερπνὰ καὶ φθαρτὰ καταλέλοιπεν, ὅθεν ἔλαβε, θαυμάτων
τὴν χάριν ἄνωθεν, καὶ δόξης στέφος ἐκ Χριστοῦ ἀείφωτον.
Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τό: Ἦχος
β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε,
κοινοβίου τὸν βλαστόν, καὶ τῆς ἡσυχίας τὸ ἄνθος, τὸν τῆς μονῆς φρυκτωρόν, ἄξιον
ἡγούμενον, ᾠδαῖς τιμἠσωμεν, ἀσκουμένων τὸ σέμνωμα, πιστῶν τὸν προστάτην, θαύμασι
κηρύττοντα, Χριστοῦ τὴν δύναμιν, ὄντως, Ἐκκλησίας τὸν κόσμον, καὶ τῶν μοναχῶν ὑποφήτην,
Τίτον τοῦ Χριστοῦ τὸ ἀφομοίωμα.
Δέσποινα
πρόσδεξαι...
Τὴν πᾶσαν
ἐλπίδα μου...
Δι’ εὐχῶν...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου