ΜΑΡΤΙΟΥ 4.
ΓΕΡΑΣΙΜΟΥ ΙΟΡΔΑΝΙΤΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ
(Ὑπὸ Χαραλάμπους Μπούσια)

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον. Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀσκητικοῖς
εὐαρεστήσας καμάτοις, τῷ Λυτρωτῇ καὶ Βασιλεῖ τῶν ἁπάντων, Γεράσιμε
τρισόλβιε ἀζύγων φωστήρ, χάριν θείαν εἴληφας παρ’ Αὐτοῦ ἀπελαύνειν, τῶν
ἀνευφημούντων σε ἀῤῥωστίας παντοίας, καὶ χορηγεῖν κατ’ ἅμφω δαψιλῶς,
ὑγείαν πᾶσι ψυχῆς τε καὶ σώματος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε...
Ψαλμὸς Ν᾿ (50).
Καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς: ΓΕΡΑΣ ΙΟΡΔΑΝΟΥ ΓΕΡΑΣΙΜΕ ΠΟΝΩΝ ΡΥΟΥ ΜΕ. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γεράσιμε Ὅσιε ἀσκητά, ὁ ἐν Ἰορδάνῃ, ἐνασκήσεως καλιάν, περίκληστον πήξας ῥύου πόνων, τὸν ἐκζητοῦντα σὴν χάριν ἱκέτην σου.
Εὐπόρων
γονέων καὶ αὐστηρῶν, τοῖς ἤθεσι τόκε, ἐκ νεότητος τὸν Χριστόν, ποθήσας
Γεράσιμε ἐπώφθης, τῆς θειας χάριτος σκεῦος ἀτίμητον.
Ῥυπώδη
καὶ ῥάθυμον βιοτήν, μισήσας ἀσκήσει, ᾐναλώθης θεοτερπεῖ, καὶ νῦν τοῦ
ἀνῦσαι ῥαθυμοῦντας, Χριστῷ πρεσβεύεις ὁδὸν ἐγρηγόρσεως.
Θεοτοκίον.
Ἀπαύστως ὑμνοῦντές σε οἱ πιστοί, ὡς ἅγιον ὄρος, θεοδάβιστον καὶ τερπνόν, Παρθένε ἁγνὴ σοὶ ἐκβοῶμεν· πρὸς κορυφὰς ἀρετῶν πάντας ἕλκυσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σελαγεῖς
πολιτείας, τῆς σῆς βολαῖς ἅπαντας, τοὺς ἐν ἐρημίαις βιοῦντας, μάκαρ
Γεράσιμε, καὶ τοὺς ἐν κώμαις πιστῶς, σὲ ἀσιγήτως τιμῶντας, ὡς φανὸν
ἀσκήσεως, πυριφλεγέστατον.
Ἴσθι
πάντων ἀκέστωρ, τῶν τῆς ψυχῆς ἔρημον, πόθῳ ἐκζητούτων πληρῶσαι, ἔργοις
χρηστότητος, ὁ ἐν ἐρήμῳ μακράν, τὰς ἀρετὰς γεωργήσας, ἀσκητὰ Γεράσιμε,
Πνεύματος χάριτι.
Ὁ
τὸν λέοντα ζεύξας, καὶ τὴν αὐτοῦ ἔμφυτον, ὅλβιε ὁρμὴν ὑποτάξας, τοῖς
σοῖς προστάγμασι, τὰς ὥσπερ θῆρας ὁρμάς, ἐμοῦ σπαράξαι ζητούσας, τὴν
ψυχὴν ὑπόταξον, καὶ τάχος σῶσόν με.
Θεοτοκίον.
Ῥῶσιν
δίδου Παρθένε, Μῆτερ Θεοῦ ἄφθορε, τοῖς σὲ γηθοσύνως ὑμνοῦσι, καὶ
ἐκβοῶσί σοι· Χαῖρε ἡμῶν χαρμονή, καὶ ἱλαστήριον θεῖον, ἡ τὸν
Πανοικτίρμονα, Κύριον τέξασα.
Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.
Ἐπιβλέψον ἐν εὐμενείᾳ...
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην
θερμὸν καὶ μέγαν ἀντιλήπτορα, κεκτήμεθά σε ἀζύγων ἀκροθίνιον, ἀσκητὰ
Γεράσιμε, Ἰορδάνου οἰκῆτορ θεσπέσιε, καὶ ἐκ δεινῶν λυτρούμεθα ταχύ, οἱ
ἐν πίστει τὴν μνήμην σου γεραίροντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Δωρεαῖς θείου Πνεύματος, προικισθεὶς Γεράσιμε ὤφθης τέμενος, ἐγκρατείας ἱερώτατον, καὶ ταμεῖον πάνσεπτον ἰάσεων.
Ἀπολαύοντες πάντοτε, τῆς πρὸς τὸν Σωτῆρα θερμῆς πρεσβείας σου, χαῖρε Ὅσιε βοῶμέν σοι, Ἰορδάνου οἶκε θεοφρούρητε.
Νίκας δίδου ἑκάστοτε, καθαιρέτα ἔνδοξε τοῦ ἀλάστορος, τοῖς σὲ ὕμνοις ἀναμέλπουσι, κατὰ τῶν ἐκείνου ἐπιθέσεων.
Θεοτοκίον.
Ὄρος ἅγιον σύσκιον, καὶ δασὺ ἐπώφθης Παρθένε ἄχραντε, ὁ Χριστὸς ὁ πάντων Κύριος, καὶ Θεὸς ἡμῶν μόνος διώδευσεν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕδωρ ἀσκηταῖς, Ἰορδάνην ὅν ἐκάλεσας, τὸν σὸν λέοντα προσέταξας σοφέ, μεταφέρειν ξένον θαῦμα ὦ Γεράσιμε.
Γέρας ἱερόν, μονοτρόπων οὖς εὐήκοον, καὶ κρηπίδωμα ἁγνείας ἀῤῥαγές, ταῖς λιταῖς τῶν ἱκετῶν σου κλῖνον τάχιστα.
Ἐν ταῖς συμφοραῖς, σὲ θερμὸν προστάτην κέτημαι, ὁ εἰς σὲ θαυμάτων θεῖε ποταμέ, τὰς ἐλπίδας ἀποθέμενος Γεράσιμε.
Θεοτοκίον.
Ῥῦσαι ἐκ δεινῶν, Μητροπάρθενε Παντάνασσα, τοὺς τιμῶντάς σε ὡς ῥύακα πιστοῖς, βιοτὴν τὴν αἰωνίζουσαν βλυζάνοντα.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Ἀπέριττον,
πολιτείαν ἤνυσας, ἐν ἀγόνῳ καὶ ἀνίκμῳ ἐρήμῳ, καὶ ἀρετῶν ἀνελθὼν τὰς
βαθμίδας, πρὸς νοητὸν ὕψος ἤρθης Γεράσιμε, πρὸς ὅ πρεσβεύεις καὶ ἡμᾶς,
προσευχῇ καὶ νηστείᾳ ἀνέρχεσθαι.
Συνεῖναί
με, τὸν σὲ ἀναμέλποντα, καὶ ποθοῦντά σε εὐδόκησον Πάτερ, σοὶ τῷ ὀφρὺν
κατατρώσαντι πλάνου, ταῖς πρὸς Θεὸν προσευχαῖς σου Γεράσιμε, ἀναβοῶ σοι
ἐκ βυθοῦ, ἀπωλείας ὁ τάλας ἱκέτης σου.
Ἰδρῶσί
σου, τοῖς πολλοῖς Γεράσιμε, ἐγεώργησας τὴν ἄγονον χθόνα, τοῦ Ἰορδάνου
καὶ ἔδειξας ταύτην, μεστὴν καρπῶν οὕς Χριστῷ συνεκόμισας, καὶ νῦν Αὐτῷ
ὑπὲρ ἡμῶν, ἱκετεύεις τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Μεσίτριαν,
θερμοτάτην ἔχομεν, πρὸς τὸν Κύρίον σε Μῆτερ Ἁγία, ὅτι Αὐτὸν ἐν ταῖς
θείαις χερσί σου, ταῖς ἀμωμήτοις ἀκόπως ἐβάστασας, Παρθένε καύχημα
βροτῶν, καὶ σεπτὸν οἰκουμένης ὡράϊσμα.
Διάσωσον, ταῖς σαῖς ἀόκνοις πρὸς Κύριον ἱκεσίαις, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ πλάνου Γεράσιμε, κινδύνων καὶ θλίψεων σοὺς ἱκέτας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἐν
Ἰορδάνῃ λιτῶς διαιτώμενος, καὶ μονοτρόπων ἀλείπτης γενόμενος,
κατηύγασας πάντας σῇ χάριτι. Διό σοι κράζω· κἀμοῦ ζόφον σκέδασον, ὁσίαις
αὐγαῖς σου Γεράσιμε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου...
Στίχ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-33): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στίχ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὅσιε
Γεράσιμε, Ἰορδανῖτα τῷ Κτίστῃ, μόνῳ Παντοκράτορι, βίον τὸν σὸν θέμενος,
πρὸς ἀσκήσεως, τρίβους ἐχώρησας, καὶ κατεσκήνωσας, ἐν ἐρήμῳ ἥν ἡγίασας,
ὄμβροις δακρύων σου, ὀχετοῖς πανσέπτων ἰδρώτων σου, πόνοις τοῖς
νυχθημέροις σου, καὶ ταῖς προσευχαῖς ταῖς ἀδιαλείπτοις, ὅθεν καὶ
θαυμάτων, ἐπώφθης πολυχεύμων ποταμός, ἀρδεύων μάκαρ τοὺς στένοντας, καὶ
ἐν πόνοις πέλοντας.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἐν
τῇ φλογὶ ἀμπλακημάτων, μηδαμῶς σὺ ὦ Γεράσιμε ἐφλέχθης, ἀλλ’ ἡ δρόσος
Χριστοῦ κατήρδευσέ σε ὅλον, ἀπαύστως ἀναμέλποντα, τὸν Θεὸν εἰς τοὺς
αἰῶνας.
Πόνοις
ζωῆς σου ἐναρέτου, σεαυτὸν καθάρας πάντων τῶν γηΐνω, ἐκ Χριστοῦ τοῦ
Θεοῦ ἐδέξω θείαν χάριν, παρέχειν τοῖς τιμῶσί σε, ὦ Γεράσιμε τὰ κρείττω.
Ὅλην
τῆν ἔφεσιν ψυχῆς σου, πρὸς τὰ ἄφθαρτα τρισμάκαρ μόνον ἔχων, τοῖς Ὁσίων
χοροῖς ἐπέτυχας συνεῖναι, και τοῖς σὲ μακαρίζουσι, βίον ἄπονον παρέχειν.
Θεοτοκίον.
Νεῦσον
ἡμῶν τὰς ἱκεσίαις, Ὑπερύμνητε δοχεῖον τοῦ ἀστέκτου, καὶ ἐκ βλάβης
δεινῶν ἀπάλλαξον καὶ πόνων, τοὺς μέλποντας τὸν τόκον σου, εὐλαβῶς εἰς
τοὺς αἰῶνας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἑωσφόρος, ἐν τῇ ἐρήμῳ ἐκλάμψας, τοὺς κειμένους ἐν σκοτείᾳ σοὺς ἱκέτας, ἴθυνον ταχέως, πρὸς φῶς τῆς σωτηρίας.
Νῦν τοῦ Κυρίου, μάκαρ Γεράσιμε δόξαν, καθορῶν σὺν τῶν Ἀγγέλων ταῖς χορείαις, πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ῥάβδῳ ἁγίᾳ, τῆς σῆς θερμῆς προστασίας, πρὸς νομὰς ὁδήγει πάντας ὥσπερ ἄρνας, τῆς ἀθανασίας, Γεράσιμε θεόφρον.
Θεοτοκίον.
Ὑμνῶν σε Κόρη, ὡς τοῦ Σωτῆρος μητέρα, ἀσιγήτως ἀνακράζω σοι τὸ Χαῖρε, καὶ ταῖς σαῖς πρεσβείαις, ταῖς ῥυπτικαῖς προστρέχω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁσίοις συγχορεύων, Ἰορδάνου κλέος, ὑπὲρ ἡμῶν θεοφόρε Γεράσιμε, τῶν σὲ τιμώντων δυσώπει τὸν πολυεύσπλαγχνον.
Ὑμνοῦντες Ἰορδάνου, τοῦ θηρὸς σωτῆρα, τὸν θαυμαστὸν ἐν Ὁσίοις Γεράσιμον, αὐτοῦ ταῖς θείαις πρεσβείαις ἡμεῖς προστρέχομεν.
Μανίας πάσης ῥύου, τοὺς σὲ εὐφημοῦντας, τοῦ παλαμναίου αὐτοῦ τὴν σκοτόμαινα, ὁ ἀγρυπνίαις παννύχοις λύσας καὶ δάκρυσιν.
Ἐφάπλωσον σὴν σκέπην, θεῖε ὑφηγῆτορ, τῶν μοναστῶν ἐφ’ ἡμᾶς τοὺς τιμῶντάς σε, καὶ καθοδήγει πρὸς τρίβους μακαριότητος.
Θεοτοκίον.
Χαρᾶς ἀδιαδόχου, πλήρωσόν με Μῆτερ, ἡ τὴν χαρὰν τῶν ἁπάντων κυήσασα, τὸν ζωοπάροχον Κτίστην, Χριστὸν τὸν Κύριον.
Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίροις
Ἰορδάνου ὁ πολιστής, χαίροις τῶν Ὁσίων στῦλος ὄντως φωτοειδής, χαίροις ὁ
δαμάσας, ὁρμὴν θηρὸς ἀγρίαν, Γεράσιμε θεόφρον, σκεῦος τῆς χάριτος.
Χαίροις
τῆς Λυκίας κλεινὲ βλαστέ, καῖ τῆς Ἰορδάνου, ἐρημίας φῶς τηλαυγές,
χαίροις μονοτρόπων, Γεράσιμε ἀλεῖπτα, καὶ βρύσις ἰαμάτων, ὄντως ἀείῤῥοε.
Βίον
διανύσας ἀσκητικόν, καὶ τὸν νοῦν καθάρας, τῶν ἡδέων καὶ γεηρῶν, ὤφθης
ἐγκρατείας, καὶ σωφροσύνης κέρας, Γεράσιμε ἀζύγων, ἔμπνουν θησαύρισμα.
Γέρας
ἐκομίσω τῶν ἀρετῶν, τῇ σῇ θεαρέστῳ, ἐνασκήσει καὶ ἀγωγῇ, σέμνωμα
ἐρήμου, καὶ Ἰορδάνου κλέος, Γεράσιμε θεόφρον, στῦλε χρηστότητος.
Πᾶσαι τῶν Ἀγγέλων...
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς
Λυκίας κοσμῆτορ, μονοτρόπων ὡράϊσμα, κλέος ἱερὸν τῆς ἐρήμου, Ἰορδάνου
καὶ τέμενος, τοῦ Πνεύματος Γεράσιμε σοφέ, ὑμνοῦμέν σε προφρόνως οἱ
πιστοί, ὅτι θῆρα παραδόξως, ὡς ὑπηρέτην ἔσχες προθυμότατον· Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ σε ἡμῖν,
πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς καὶ ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε,
οἱ θλιβόμενοι δεινῶς, ἐξ ἀῤῤωστημάτων παντοίων, καὶ ἀλγηδόνων πολλῶν,
πίστει προσκυνήσωμεν, σεπτὸν Γεράσιμον, Ἰορδάνου ἀγλάϊσμα, καὶ γέρας
ἀζύγων, πόθῳ δὲ προστρέξωμεν, τῇ ἀντιλήψει αὐτοῦ, ὅτι ῥεῖθρα βλύζει
Νειλῷα, καὶ ἰᾶται νόσους ποικίλας, τῶν αὐτὸν μελπόντων θείοις ᾄσμασι.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου