Ευλογημένη πνευματική περιήγηση

Κυριακή 8 Φεβρουαρίου 2015

Παράκληση Αγίου Θεοδώρου του Στρατηλάτη

ΦΕΒΡΟΥΑΡΙΟΥ 8.

ΘΕΟΔΩΡΟΣ ΣΤΡΑΤΗΛΑΤΗΣ

ΠΑΡΑΚΛΗΣΙΣ


  http://commons.orthodoxwiki.org/images/9/90/Theodore_the_General.jpg

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὁ μεγαλώνυμος Χριστοῦ Ἀθλοφόρος, ὁ ἐπιπόθητος Θεῷ καὶ Ἀγγέλοις, ὁ θαυμαστὸς καὶ ἔνδοξος Θεόδωρος, πάσας τὰς ὑφ’ ἥλιον, ἱερᾶς Ἐκκλησίας, σήμερον τῷ Πνεύματι, τῷ Ἁγίῳ εὐφραίνει, καὶ ἑορτάζειν πάντας ἐν χαρᾷ, παρασκευάζει αὐτοῦ τὸ μνημόσυνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

Εἶτα ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.

Φερωνυμίᾳ θεολήπτου κλήσεως καλλωπιζόμενος, καὶ δωρεῶν θείων, θησαυρὸς δεικνύμενος, καὶ μαρτυρίου χάριτι, μάκαρ κεκοσμημένος, τοὺς ὑμνητάς σου χαρίτωσον, ὕμνοις τε τιμῶντας Θεόδωρε.

Ἔργῳ καὶ λόγῳ σοῦ τὴν θεοδώρητον, κλῆσιν πιστούμενος, τὰς δωρεὰς νέμεις, δωρεὰν τοῖς χρήζουσι, δώρημα γὰρ πᾶν τέλειον, ἄνωθεν καταβαῖνον, ἐκ τοῦ Πατρὸς προσδεχόμενος, ἅπαντας πλουτίζεις τιμῶντάς σε.

Ῥώμην θεόθεν νηπιόθεν πάνσοφε, λαβὼν καὶ σύνεσιν, πάθη σαρκὸς πάντα, πρότερον καὶ δαίμονας, ἀνδρείως καταβέβληκας, ὕστερον δὲ καθεῖλες, ἐχθρῶν τυράννων τὸ φρύαγμα, μάκαρ συμμαχίᾳ τοῦ Πνεύματος.

Θεοτοκίον.

Νῖκός μοι δίδου Παναγία ἄχραντε, τῷ καταφεύγοντι, ὑπὸ τὴν σὴν σκέπην, τῶν δεινῶν ἐξαίρουσα, ἀεί με ταῖς πρεσβείαις Σου, καὶ γὰρ τέτοκας Λόγον, τὸν τῷ Πατρὶ συναΐδιον, ὁμοῦ τε τῷ Πνεύματι σύνθρονον.

 

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.

Νεανίας ὡραῖος πανευπρεπὴς δέδειξαι, κάλλει καταλλήλως ἐμπρέπων, ψυχῆς καὶ σώματος, ὡραϊζόμενος, τῶν ἀρετῶν εὐμορφίᾳ, καὶ Μαρτύρων στίγμασι, καλλωπιζόμενος.

Ὑπὸ θείας προνοίας ὁδηγηθεὶς ὥδευσας, τρίβον μαρτυρίου Δεσπότου, τοῦ τὴν καρδίαν σου, μάκαρ πλατύνοντος, ταῖς δωρεαῖς τῶν χαρίτων, καὶ πρὸς τὴν οὐράνιον, κλίσιν ἰθύναντος.

Μεγαλόφρονι γνώμῃ περιφρονῶν πάνσοφε, τῶν ἡδέων τοῦ κόσμου καὶ τῶν τοῦ βίου τερπνῶν, οὐδὲν προέκρινας, τῆς τοῦ Σωτῆρος ἀγάπης, ἀλλ’ Αὐτὸν ἐπόθησας, ψυχῆς εὐθύτητι.

 

Θεοτοκίον.

Ἱκετεύω Σε μόνην τὴν τὸν Θεὸν τέξασαν, τὸν εἰς εὐλογίαν κατάραν τὴν πρὶν ἀμείψαντα, καὶ χρηματίσαντα, ὑπὲρ ἀνθρώπων κατάρα, Κόρη παντευλόγητε, καὶ κόσμον σώσαντα.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε

Ὁ πρὸς Θεὸν πόθος σου πᾶσαν ἠμαύρωσε, προσπαθείαν, ὕλην παμμακάριστε, δόξαν τερπνήν, πλοῦτον καὶ τρυφὴν καὶ περιφανείας, τὸ περιβόητον ὕψωμα, ἐντεῦθεν ἀνυψώθης, πρὸς περίβλεπτον ὕψος, μαρτυρίου πρὸς δόξαν ἀμάραντον.

Δῶρον Θεοῦ, δέδοσαι κόσμῳ φερώνυμον, δῶρον θεῖον, δῶρον ἀξιέραστον δῶρον πλουτίζον πάντα πιστόν, δῶρον δεχομένοις, γλυκὺ καὶ πρᾶγμα καὶ ὄνομα, τὸ πᾶσι καταπέμπον, καταλλήλως τὰς δόσεις, καὶ πληροῦν τὰς αἰτήσεις τῶν δούλων σου.

Ὡς μιμητὴς τοῦ προσπαγέντος ἐν ξύλῳ Χριστοῦ, μετὰ πᾶσαν, αἰκίαν τοῦ σώματος, μετὰ πολλὰς στρέβλας πονηράς, τὰς τῶν μιαιφόνων, χριστομιμήτως ἐτάθης σταυρῷ καὶ βέλεσιν ἐτρώθης, καὶ δεινῶς συνεκόπης, ἀλλ’ ἐῤῥύσθης ἐκ τούτων δυνάμει Χριστοῦ.

Θεοτοκίον.

Καλλοποιὸν καὶ γῆς Δεσπότην κυήσασαν, ἀποῤῥήτῳ, τόκῳ κατὰ χρέος Σε, πάντες πιστοί, γλώσσῃ καὶ ψυχῇ, κόσμου Βασιλίδα καὶ Δέσποινα ὀνομάζομεν, διὸ τῆς τυραννούσης, πονηρᾶς συνηθείας, ἐλευθέρωσον τοὺς Σὲ γεραίροντας.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Ῥητορεύεις τὴν δόξαν, ἔνδοξε Θεόδωρε σὺν παῤῥησίᾳ πολλῇ, τοῦ σαρκὶ παθόντος, καὶ θανάτῳ τὸν θάνατον λύσαντος, καὶ μαστίγων πεῖραν, πολλῶν λαβὼν λύσσῃ τυράννου, σταυρικὴν καταδίκην ὑπήνεγκας.

Ὁλοτρόπῳ προθέσει, σταύρωσιν ἑκούσιον Χριστοῦ μιμούμενος, τὴν αὐτὴν ὑπέστης, τιμωρίαν σταυρῷ προσηλούμενος, ἀντὶ δὲ τῆς λόγχης, βελῶν πολλῶν πληγάς, ἐδέξω ὀφθαλμῶν κόρας τε ἐξορυττόμενος.

Νικηφόρος ὡράθης, ἄρτιος, ὁλόκληρος μετὰ τὴν σταύρωσιν, καὶ τὴν ἄλλην πᾶσαν, τῶν μελῶν συγκοπήν τε καὶ νέκρωσιν, ὁ νικήσας κόσμον, σὲ γὰρ Χριστὸς χειρὶ Ἀγγέλου, ὡς ζωῆς ἀρχηγὸς ἀνεζώωσεν.

Θεοτοκίον.

Ὅλον τέτοκας Κόρη, τὸ φῶς τὸ αἰώνιον τοῖς ἀνυμνοῦσί Σε, τὸν Χριστὸν ἀσπόρως, σωματώσασα Ὃν ἐξιλέωσαι, τοῦ σωθῆναι πάντας, ἐκ πειρασμῶν τοῦ ἀλλοτρίου, Παναγία παρθένε Θεόνυμφε.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ

Ἐξέλαμψας ἀρεταῖς, καὶ διδαχαῖς διὰ βίου σου, ἐξήστραψας δὲ λαμπροῖς, ἀγῶσι Θεόδωρε, καὶ νῦν περιβόητος, ἐν θαυματουργίαις καὶ θερμὸς προστάτης πέφηνας.

Τοῖς κάμνουσιν ἰατρός, τοῖς αἰχμαλώτοις ἀνάῤῥυσις, μεσίτης ἁμαρτωλοῖς, ὑπευθύνων ἄφεσις, πενθοῦσι παράκλησις, πρὸς Θεοῦ ἐδόθης συμπαθέστατε Θεόδωρε.

Οὐκ ἔστι κόρος τῶν σῶν, καλῶν ἀπείρων Θεόδωρε, οὐδὲ τῆς σῆς καλλονῆς, σταθμὸς ἰσοστάσιος, διὸ τὸν διάπυρον, πόθον μου προσδέχου, χορηγῶν μοι χάριν ἄφθονον.

Θεοτοκίον.

Λαμψάτω νῦν ἐπ’ ἐμέ, ἡ ἄφατος εὐσπλαγχνία Σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως, Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας τοὺς λιμένας ἐμβιβάζουσα.

 

Διάσωσον, ἀπὸ κινδύνων ἡμᾶς Θεόδωρε Μάρτυς, τοὺς ἐν πίστει νῦν ἀκλινεῖ πρὸς σὲ καταφεύγοντας, πρεσβείαις Σου πρὸς Χριστὸν εὐπροσδέκτοις.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ἀνδρείᾳ ψυχῆς, τὴν πίστιν ὁπλισάμενος, καὶ ῥῆμα Θεοῦ, λόγχην χειρισάμενος, τὸν ἐχθρὸν κατέτρωσας, τῶν Μαρτύρων κλέος Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ πρεσβεύων, μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

 

Προκείμενον: Θαυμαστὸς ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ, εὐλογητὸς ὁ Θεός.

Στ.: Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.

Εὐαγγέλιον. Κατὰ Λουκᾶν.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Πρόσεχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δέ, καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ἥλοις προσηλούμενος, σοῦ τὸ μακάριον σῶμα, τὸ καρτερικώτατον, Ἀθλητὰ Θεόδωρε καὶ ἀήττητον, τὴν ψυχὴν ἄτρεπτον, καὶ τὸν νοῦν ἄσυλον, διετήρεις συντριβόμενος, θεῖος γὰρ ἔρως σε, ἔνδοθεν πλουσίως ἀνέφλεγε, καὶ φέρειν τῶν κολάσεων, ἅπασαν ἰδέαν ἠρέθιζε, Μάρτυς Ἀθλοφόρε, Χριστοῦ τῶν παθημάτων κοινωνέ, Ὃν παῤῥησίᾳ ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Ὑψούμενον Κύριον, ἐπὶ τοῦ ξύλου καὶ καταράξαντα, τὸν μεγάλαυχον ὄφιν, κατανοήσας συνανυψώθης Αὐτῷ, χριστομιμήτως ἐν σταυρῷ καὶ θάνατον, ὑπενεγκὼν Ἀθλητά, συνεξανέστης Αὐτῷ.

Θεοῦ σε Θεόδωρε, τῆς ἀκηράτου δόξης θερμὸν ἐραστήν, ἐγνωκὼς τῷ σῷ πόθῳ ὁλοκαρδίως ψυχὴν προσέδησα, τὴν προσδοκίαν πᾶσαν τῆς ἐλπίδος μου, ἀνατεθεὶς ἐπὶ σοί, μὴ ὑπερίδῃς με.

Ἐδόξασας Κύριον, τοῖς μέλεσί σου ἐνδοξαζόμενον, ἐν βουλαῖς τῶν Ἁγίων, τὸν σὲ μεγάλως ἀντιδοξάσαντα, τερατουργίας καὶ ποικίλοις θαύμασι, καὶ περιόντα τῇ γῇ, καὶ μετὰ τέλος σοφέ.

Θεοτοκίον.

Ἁγίων τὸν ἅγιον, τέτοκας μόνη Θεοχαρίτωτε, ἀποῤῥήτῳ κυήσει, καὶ γὰρ Παρθένος ἔμεινας ἄχραντε, ὡς πρὸ τοῦ τόκου, διό Σοι κραυγάζομεν τὴν τοῦ Ἀγγέλου φωνήν· Εὐλογημένην ἁγνή.

 

 

 

 

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Ὁ λυμεὼν Λικίνιος, ὁ λυσσώδης καὶ βέβηλος, ὅλον ἑαυτὸν ὁλοτελῶς τοῖς δαίμοσιν ἐκδοὺς ὑποβάλλει σε, τιμωριῶν ποικίλων ποιναῖς, νῶτον καὶ τὸ στῆθος τοῖς βουνεύροις συγκόπτων, ἐν σφαίραις μολυβδίναις, τὸν αὐχένα συντρίβων, πλευρὰς ὄνυξι ξαίνων, καὶ φλέγων ταῖς λαμπάσιν.

Ὑπομονὴν ἀνένδοτον, καρτερίαν ἀνάλωτον καὶ ὑπερφυῆ ἀνδρείαν ἐνδειξάμενος, ποικίλαις κολάσεσι, καὶ χαλεπαῖς στρεβλώσεσι, πάντων τῶν Μαρτύρων ὑπερέβης τοὺς ἄθλους, παθῶν Δεσποτικῶν δέ, τῷ Σταυρῷ κοινωνήσας, καὶ πλέον ὑπομείνας, μειζόνως ἐδοξάσθης.

Σταυρῷ ταθεὶς Θεόδωρε, τὰ Χριστοῦ ὑστερήματα, ἐν σαρκὶ οἰκείᾳ, ἐκπληροῖς τῶν θλίψεων, οὐ χεῖρας καὶ πόδας γάρ, μόνον προσηλωθεὶς καρτερεῖς, ἀλλὰ καὶ περόνῃ σιδηρᾷ διεπάρης, τὸ κρύφιόν σου μέλος, ἐκτιμηθεὶς τοὺς διδύμους, καὶ βέλεσιν ὀμμάτων, ἐξορυχθεὶς τὰς κόρας.

Θεοτοκίον.

Ὑψώθη ἐδοξάσθη γένος βροτῶν, καὶ τιμῆς ἠξιώθη τῆς κρείττονος, διὰ τῆς Σῆς Κόρη συγγενείας, καὶ θεϊκῆς υἱοθεσίας ἔτυχε, τῇ Σῇ μεσιτείᾳ, καὶ γὰρ Θεός, ὡράθη σαρκοφόρος, ἐκ Σοῦ ἀῤῥήτῳ τρόπῳ, ἄτρεπτος μείνας τῇ Θεότητι.

 

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.

Ἐξέστι τῶν Ἀγγέλων δῆμος τὴν σήν, Στρατηλάτα τηρῶν γενναιότητα, πᾶς ὁ παρών, ὄχλος κατεπλάγη τότε τὰς σάς, ἀνδραγαθίας ἔνδοξε, ἔφριξε δαιμόνων ἡ στρατιά, τὰ σὰ τρόπαια νῦν δέ, κροτεῖ κόσμος τὰ γέρα, καὶ πᾶς πιστὸς ὑμνεῖ τὰ θαύματα.

Βοᾶται παρὰ πάσης σχεδὸν πνοῆς, τὰ πολλά σου καὶ μέγιστα τρόπαια, τὰ ἐπὶ σοί, τέρατα δειχθέντα καὶ διὰ σοῦ, ἡ ἐκ νεκρῶν ἀνέγερσις, ἡ ὁλοκληρία ἐκ συντριβῆς, ἡ ῥῶσις τῶν νοσούντων, ἡ λύσις τῶν δεσμίων, καὶ τῶν ἐν θλίψει ἡ παράκλησις.

Ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, ὑπὲρ Οὗ πάσας ὑπήνεγκας, μέχρι τομῆς, καύσεως θανάτου τε καὶ σταυροῦ, ἐγκαρτερῶν Θεόδωρε, αἴτησαι συγγνώμην ἡμῖν κακῶν, τῷ κόσμῳ τὴν εἰρήνην, νίκας τοῖς εὐσεβέσιν, καὶ σωτηρίαν τοῖς τιμῶσί σε.

Θεοτοκίον.

Οὐρανομήκη κλίμακα νοητήν, Σὲ γινώσκομεν δι’ ἧς καταβάς, μετὰ σαρκὸς ὁ Ὕψιστος, ἀνθρώποις ὡμίλησε, καὶ ταπεινοὺς ἀνύψωσε, πρὸς τὴν ὑψηλὴν τῶν οὐρανῶν πολιτείαν, ἐντεῦθεν ἀνωτέραν, οὐρανῶν καὶ Ἀγγέλων, καὶ πάντων ποιημάτων, τιμῶμέν Σε Παρθένε.

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Μάρτυς ἀξιάγαστε τοῦ Χριστοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν οἰκετῶν, καὶ ταύτας θεόφρον, προσάγαγε τῷ μόνῳ, Θεῷ τε καὶ Δεσπότῃ, ἡμῶν Θεόδωρε.

Τοὺς μετ’ εὐλαβείας τὰ ἱερά, λείψανά σου Μάρτυς, προσκυνοῦντας σαῖς πρὸς Θεόν, ἱεραῖς πρεσβείαις, φρουρῶν μὴ διαλείπῃς, φιλομαρτύρων κλέος, θεῖε Θεόδωρε.

Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, καὶ τῆς Ἐκκλησίας, ἀπροσμάχητος βοηθός, χαίροις δωρημάτων, θησαύρισμα τῶν θείων, Θεόδωρε τρισμάκαρ, ἡμῶν ἀντίληψις.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας, προστατεύεις Ἀθλητά, τῶν καταφευγόντων ἐν πίστει, τῇ ἀντιλήψει τῇ σῇ, Ἅγιε Θεόδωρε, τῶν εὐσεβῶν ἀῤῥωγέ, πρὸς Θεοῦ γὰρ δεδώρησαι, ἡμῖν τοὺς ἐν βίῳ, ἀεὶ κινδυνεύουσιν, ὡς ἀσφαλὴς βοηθός, πάντας, ἐκλυτρούμενος τάχει, τοὺς προσκαλουμένους σε Μάρτυς, πάσης περιστάσεως πολύαθλε.

 

Δι’ εὐχῶν.

                                    πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου