ΙΟΥΝΙΟΥ
5.
ΔΩΡΟΘΕΟΥ
ΤΥΡΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Καθηγουμένης
Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης
Ἱερὰ Μονὴ Κοιμήσεως Θεοτόκου Κυπαρισσιωτίσσης καὶ Ἁγίου Ἱεροθέου Μεγάρων.
Ἱερὰ Μονὴ Κοιμήσεως Θεοτόκου Κυπαρισσιωτίσσης καὶ Ἁγίου Ἱεροθέου Μεγάρων.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε, ἐκέκραξα,
ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἐν
Ἐκκλησίαις ἑστῶτες, ἐπευλογήσωμεν, τὸν Ποιητὴν τῶν ὅλων, καὶ Θεὸν ἐν αἰνέσει,
ἅμα παραστάτην, τούτου φαιδρόν, τὸν ἀγχίνουν Δωρόθεον,
τὸν Ἀρχιθύτην τῆς Τύρου χαρμονικῶς, ἐγκωμίοις μακαρίσωμεν.
Ἀκαταγνώστου
ζωῆς σου, τὰ ἐπιτεύγματα, καὶ τοὺς σεπτούς σου ἄθλους, γηθοσύνως κροτοῦντες,
χαίροις ἐκβοῶμεν, μύστα Χριστοῦ, Ἱεράρχα Δωρόθεε,
ὁ προσκομίσας Κυρίῳ σοῦ τῷ Θεῷ, σεαυτὸν ὡς δῶρον τίμιον.
Τὸν
συγγραφέα τὸν μέγαν, τῶν Ἱερῶν διδαχῶν, τὸν ἐν πανσέπτοις βίβλοις, ἱστορήσαντα
τρόπους, θείων Ἀποστόλων, καὶ Προφητῶν, πολιτείαν Ἁγίων τε, καὶ οὕτω πάντας
προτρέπων εἰς τὰ καλά, τὸν Δωρόθεον τιμήσωμεν.
Τῇ
γηραλέᾳ σαρκί σου, βασάνους ἤνεγκας, ἐν πολιᾷ συνέσει, καὶ ἀκμαίᾳ φρονήσει,
φίλτρῳ τοῦ Κυρίου, θάῤῥος λαβών, Ἱεράρχα Δωρόθεε,
ὁ τὴν λυχνίαν τῆς Τύρου ἐν τῷ φωτί, ἐκλαμπρύνας τῶν ἀγώνων σου.
Δόξα.
Ἦχος πλ. α´.
Τὸν
μεγαλώνυμον υἱόν, τῆς πρὸς Θεὸν τιμιωτάτης προσφορᾶς, ἐν ὕμνων εὐαρέστοις
προσαγωγαῖς, δεῦτε πάντες μεγαλύνωμεν. Δωρόθεον τὸν
πάνσεπτον Ἱεράρχην, τὸν λαβόντα τῇ τοῦ Δεσπότου δεξιᾷ, τὸν θεῖον πλοῦτον τῶν
ταλάντων. Ἐν δὲ συνέσει καὶ σοφίᾳ περισσῇ, καλῶς πολιτευσάμενος, κατεκληρώσατο
ἀξίως, τῆς Οὐρανίου Βασιλείας τὴν ἀπόλαυσιν. Ἡμῖν δὲ τοῖς δοξάζουσιν Αὐτόν,
ἀντιμετρεῖται δαψιλῶς ταῖς αὐτοῦ ἱκεσίαις, τῆς ἀληθοῦς εὐφροσύνης, τὸ μέγα καὶ
ἀτίμητον δηνάριον.
Καὶ
νῦν. Τῆς τυχούσης ἑορτῆς.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις
ὁ τὴν καλήν, Θεοῦ δωρωνυμίαν, ἐν θεαρέστοις ἔργοις, καὶ λόγοις πολυσόφοις,
σφραγίσας ὦ Δωρόθεε.
Στ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου
ἀγαλλιάσονται.
Τύρου
ἡ ἐκλογάς, Δωρόθεε καυχᾶται, σκιρτῶσά σου τῇ
μνήμῃ, ἐποίμανας γὰρ ταύτην, ἐν χλόῃ τῆς χρηστότητος.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ὄρει
ἐν ὑψηλῷ, ὡς λύχνος θείου φέγγους, τεθεὶς ἡμᾶς αὐγάζεις, Δωρόθεε τῇ αἴγλῃ, ἀγώνων πολυτρόπων σου.
Δόξα.
Τριαδικόν.
Πάτερ
σὺν τῷ Υἱῷ, καὶ Πνεύματι ἁγίῳ, ἡ τριλαμπὴς Θεότης, ἐλέησον καὶ σῶσον, τοὺς
πίστει σοι λατρεύοντας.
Καὶ
νῦν. Θεοτοκίον.
Χαῖρε
σὺν Γαβριήλ, τῷ θείῳ Ἀρχαγγέλῳ, χαρμονικῶς βοῶμεν, Παρθένε Θεοτόκε, τῆς λύπης ἡ
ἀναίρεσις.
Νῦν
ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς
σοφίας σε μύστην, ἱερὸν ἐπιστάμεθα, πάντες οἱ ταῖς θείαις σοῦ βίβλοις,
ἐντρυφῶντες Δωρόθεε· ποιμάνας ἐκλογάδα γὰρ
Χριστοῦ, τῆς Τύρου ἐν συνέσει σου πολλῇ, ἐβεβαίωσας τὸ φίλτρον σου πρὸς Αὐτόν,
ἐν πόνοις σῆς ἀθλήσεως. Χαίροις Ἀρχιερέων καλλονή, χαίροις Μαρτύρων καύχημα·
χαίροις ὁ φιλοπόνῳ σοῦ σπουδῇ, τὰ θείᾳ συγγραψάμενος.
Καὶ
νῦν. Τῆς τυχούσης ἑορτῆς.
Καὶ
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ
Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια. Ἦχος α´. Πανεύφημοι Μάρτυρες.
Φαιδρύνου
σκιρτώσα ἐν χαρᾷ, Ἐκκλησία σήμερον, περιφανῶς μακαρίζουσα· υἱόν σου πάνσοφον,
τῶν γραμμάτων κάλλει, καὶ σπουδῇ ἐμπρέψαντα, καὶ θείαις ἀριστείαις τοῦ
πνεύματος, λαμπρῶς κοσμούμενον, διδασκάλων τὸν ὑπέρτερον, τὸν θεόπνουν καὶ
κλεινὸν Δωρόθεον.
Δωρόθεον στύλον φωτεινόν,
τὸν εἰς γῆν τῆς χάριτος, λαὸν τῆς Τύρου ἰθύναντα· Μωσῆς ὡς πρότερον, καὶ ὑδάτων
θείων, διδαχαῖς ἀρδεύοντα, ψυχὰς τῶν εὐσεβῶν καὶ στηρίζοντα, τῷ μάννα γνώσεων,
τῶν ἐν βίβλοις αἷς συνέγραψε, τὰς καρδίας πάντες νῦν αἰνέσωμεν.
Ἀμπέλου
τῆς Τύρου ἣν Χριστοῦ, δεξιὰ ἐφύτευσε, τὸν γεωργὸν ἐπαινέσωμεν· σεπτὸν Δωρόθεον, τὸν τὴν παγκαρπίαν, τοῦ Ἁγίου Πνεύματος,
ἐν κόποις θεαρέστοις συλλέξαντα, καὶ πᾶσι νέμοντα, οὐρανίου ἀπολαύσεως,
ἀντιδόσεις ἐν μεθέξει κρείττονι.
Ἕτερα
Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Φιλοπόνως
τὸ τάλαντον, τὸ δοθέν σοι ἐπηύξησας, θεαρέστων πράξεων, ἐπιδόσεσιν· τὰ ἐπὶ γῆς
παρωσάμενος, παμμάκαρ Δωρόθεε, καὶ πολίτευμα
τὸ σόν, οὐρανοῖς μεταθέμενος· ὅθεν εἴληφας, ἐκ Θεοῦ τῶν ἐπαίνων τὰ βραβεῖα, καὶ
γηθόμενος εἰσῆλθες, εἰς τῆς χαρᾶς τὰ Βασίλεια.
Συγγραφέα
σε ἔγνωμεν, καὶ ποιμένα θεόκλητον, ὑπηρέτην χάριτος, τιμιώτατον μυσταγωγίας τῆς
ἄνωθεν, μεγάλον διδάσκαλον, καὶ σοφὸν χειραγωγόν, ἐκκλησίας Δωρόθεε· λύχνον ἄσβεστον, ὑψηλοῦ ἐπὶ ὄρους εὖ
τεθέντα, καὶ τὴν κτίσιν δαδουχοῦντα, ἱλαρωτάταις σου λάμψεσιν.
Γηραλέῳ
ἐν σώματι, καὶ ἀκμαίῳ φρονήματι, τῶν βασάνων ἤνεγκας, τὰ ἐπίπονα· τοῦ
Παραδείσου Δωρόθεε τὰ κάλλη τὰ ἄφθαρτα,
ἀτενίζων μυστικῶς, καὶ τὰ δῶρα Κύριος ἐπηγγείλατο, τοῖς ἐξ ὅλης καρδίας
ἀγαπῶσι, καὶ τηροῦσιν ἀδιστάκτως, Αὐτοῦ τὸν νόμον τὸν ἅγιον.
Δόξα.
Ἦχος πλ. β´.
Τελεταρχίας
οὐρανίου, τὸν ἄριστον μυσταγωγὸν καὶ διδάσκαλον, δεῦτε ἅπαντες πιστοί,
μελῳδίαις ἱεραῖς καὶ ὑψηγόροις λόγοις ἐπαινέσωμεν Δωρόθεον
τὸν πάνσεπτον, τὸν πολλαῖς καὶ μεγάλαις δωρεαῖς καὶ χάρισι Θεοῦ, ἐν
δόξης τιμιότητι ὡραϊζόμενον. Ὅλον δὲ ἑαυτὸν ἐν μετοχῇ λατρείας, ὡς δῶρον τῷ
Κυρίῳ ἅγιον προσαγαγών, καὶ ὡς ἀμώμητον ἱερεῖον. Χαίροις οὖν, φθεγξώμεθα αὐτῷ
ἐν εὐφροσύνῃ, τοῦ Μεγάλου Ἀρχιερέως καὶ ἀληθινοῦ Θεοῦ ἡμῶν, Ἱεράρχα ἐννομώτατε.
Χαίροις τοῦ ἐν Τύρῳ ἀμπελῶνος, ὃν ἡ ἄχραντος δεξιὰ τοῦ Δεσπότου ἐφύτευσε,
γεωργὲ φιλοπονώτατε, ὁ τὸν καρπὸν ἐν ἀφθονίᾳ πνεύματος συλλέξας. Χαίροις τῆς
ἀληθινῆς καὶ ζωηφόρου ἀμπέλου, κλῆμα τὸ πολυφόρον, ὁ ἐν ληνοῖς μαρτυρικοῖς,
νᾶμα ἐκβλύσας τὸ γλυκὺ καὶ ἀθάνατον. Τούτου καὶ ἡμᾶς ἐπαπολαύσαι ἀξίωσον, τοὺς
ἐν πιστότητι καρδίας, τὰς σὰς μεγαλουργίας μακαρίζοντας.
Καὶ
νῦν. Τῆς τυχούσης ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα
δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν
μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς
δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς
αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου
εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν
ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν
ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν,
πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας
πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι
τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται
αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην
τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ
ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις
γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς
εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ
ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν
ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων,
καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ
χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια
ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ
εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ
πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν
ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ·
δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων
σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ
ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ
με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ
δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι
αὐτῶν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τῶν
μεγάλων δωρεῶν, τοῦ Φιλάνθρωπου Δεσπότου καὶ Θεοῦ ἡμῶν, τὸν τὴν κλῆσιν ἐπαξίως
δεξάμενον, Δωρόθεον τὸν ἔνδοξον θεράποντα
Χριστοῦ, θεοφθόγγοις ἔπεσι δεῦτε εὐφημήσωμεν. Οὗτος γὰρ ὁ μακάριος, Εὐαγγελίου
τὸν νόμον ἐν τῇ καρδία μελετῶν, ἐγγὺς Θεοῦ ἐγένετο, καὶ Αὐτῷ ἐν ἐφέσει ἀκορέστῳ
προσωμίλει. Τῆς ἱερατείας οὕτω χρισθεὶς τῷ μύρῳ, κατὰ τὴν τάξιν Ἀαρὼν Ἀρχιερεὺς
ἐγένετο, καὶ ἐν Ἁγίων βήματι Ἁγίῳ ἠξιώθη παραστῆναι. Ἔνθα τὰς λογικὰς καὶ
ἀναίμακτους λατρείας, τῷ τρισαγίῳ Θεῷ προσήγαγε, Ἀγγέλων τοὺς ἀσωμάτους χοροὺς
ζηλώσας, καὶ τούτων τὴν πολιτείαν μετελθὼν ἐν σώματι. Μεθ᾿ ὧν καὶ νῦν, τῷ θρόνῳ
τῆς Τριάδος, ἐν οὐρανοῖς ἱστάμενος. Ταύτῃ ἀπαύστως αἶνον καὶ δοξολογίαν, ἐν
ἀΰλῳ φωτοχυσίᾳ μέλπει, εἰς τοὺς αἰῶνας ἀγαλλόμενος.
Ἦχος
β´.
Τῆς
Τύρου ἡ θεοβάδιστος πόλις, χαῖρε καὶ εὐφραίνου τῷ πνεύματι, τῇ ἐτησίῳ πανηγύρει
τοῦ θείου Δωροθέου, τοῦ μεγάλου καὶ
θεοπροβλήτου σου ποιμένος σήμερον. Οὗτος γὰρ Χριστοῦ τοῦ Ἀρχιποίμενος εἰς τόπον
ἱστάμενος, τύπος Αὐτοῦ ἐν ἀληθείᾳ ἐγένετο. Ἐν ἀγαθότητι πολιτευσάμενος, τὴν ἀγάπην
ἐπιμελῶς εἰργάσατο, πρᾶος καὶ ταπεινὸς τῇ καρδίᾳ ὑπάρχων, καὶ πᾶσαν ἄλλην
ἀρετῆς ἀκρίβειαν, παρὰ Κυρίου διδασκόμενος. Τὴν πρᾶξιν οὖν, εἰς θεωρίας
ἐπίβασιν θέμενος, ἐπὶ τὴν ἀκρίβειαν ἔφθασε, τῆς ἀεννάου κοινωνίας μετὰ τοῦ Θεοῦ
καὶ Πατρὸς τῶν Φώτων, καὶ εἰς ὑψηλὴν Αὐτοῦ ἀκρώρειαν. Αὐτοῦ τὰς εὐμενεῖς
ἱκεσίας, πρὸς τὴν Ἀρχίφωτον Τριάδα ἐκζητήσωμεν, ἵνα ἐν τῷ φωτὶ τῆς ἀληθείας
πορευόμενοι, λάβωμεν τῆς αἰωνίου ζωῆς τὴν κληρονομίαν, ἣν ὁ Πανάγαθος Πατὴρ
τοῖς υἱοῖς Αὐτοῦ, ἀπ᾿ αἰώνων ἡτοίμασεν.
Ἦχος
γ´.
Εἰς
τὰ ζωήῤῥυτα τοῦ Εὐαγγελίου καὶ ἀκένωτα νάματα, ὡς ἔλαφος διψῶσα προσέτρεξας,
θεοδρόμῳ σου σπουδῇ καὶ πόθῳ θεοκινήτῳ, Ἀρχιθύτα Δωρόθεε.
Τῆς σῆς ψυχῆς δὲ τὴν δίψαν, ἐν πλησμονῇ ὑδάτων ἀπέσβεσας, καὶ Χριστὸν τὴν πηγὴν
τῆς ὄντως Ζωῆς, ἐκ βαθέων σου ἐδόξασας. Ὅθεν καὶ τὰ λογικὰ πρόβατα τῆς ἐν Τύρῳ
ἐκλογάδος, ἣν Χριστὸς ὁ μέγας ποιμενάρχης καὶ τῶν ἁπάντων Κύριος, τῇ χειρί σου
ἀνέθετο, ἐν πολλῇ σοφίᾳ καὶ συνέσει, εἰς νομὰς σωτηριώδους χλόης καθωδήγησας.
Καὶ τὸ ὕδωρ τὸ ἁλλόμενον, εἰς ζωὴν αἰώνιον ὑπέδειξας, ἐν ᾧ πᾶς ὁ προστρέχων, οὐ
μὴ διψήσει πώποτε. Ἀλλ᾿ εἰς τοὺς αἰῶνας ἀγαλλόμενος, Θεὸν ἐν αἰνέσει μεγαλύνει
καὶ δοξολογεῖ, τὸν ἔχοντα ἀληθινῆς εὐφροσύνης τὸ μέγα πέλαγος.
Ἦχος
δ´.
Τῶν
ἱερῶν λογίων τὸν μέγαν συγγραφέα καὶ διδάσκαλον, Δωρόθεον
τὸν πάνυ, ἐν γραφαῖς καὶ λόγοις θείοις, δεῦτε ἀνυμνήσωμεν. Ἁγίων γὰρ τὴν
πολιτείαν θαυμάσας, ἐν βίβλοις πλείσταις ἐξιστόρησεν, ὡς διαθήκην ἡμῖν
καταλιπὼν τὰ τούτων κατορθώματα, πάντας προτρέπων εἰς τὴν τῶν καλῶν ἐργασίαν
καὶ ἀπόκτησιν. Ἀποστόλων δὲ τοὺς τρόπους, καὶ Προφητῶν τοὺς λόγους ἐκθειάσας,
τῶν δὲ Μαρτύρων τοὺς ἄθλους καὶ τὰ τρόπαια ἐκδιηγούμενος, τράπεζαν πᾶσιν ἡμῖν
προτίθεται, πνευματικῆς πανδαισίας καὶ εὐφροσύνου καταπαύσεως. Ἔνθα ἡμᾶς καλεῖ
δαιτυμόνας γενέσθαι, ἵνα τῆς ἐστιάσεως, ἣν Θεὸς ὁ πάντων εὐεργέτης καὶ
Δημιουργὸς ἡτοίμασεν, ἐν εὐπρεπείᾳ κοινωνήσωμεν, καὶ ἐν μετοχῇ τιμῆς ἀληθινῆς,
τὸν Κύριον τῆς Δόξης υἱοπρεπῶς ἐπευλογήσωμεν.
Ἦχος
πλ. α´.
Τῆς
ὑψηλῆς καὶ λαμπράς σου πολιτείας, τοὺς διὰ Χριστὸν πολυειδεὶς καμάτους, ἐν
ἐξαιρέτῳ πόθῳ οἱ πιστοί, Ἱεροφάντορ Δωρόθεε ἐγκωμιάζωμεν.
Πάντα σου τὸν βίον γὰρ ἠνάλωσας, τῇ μελέτῃ τῶν τοῦ Χριστοῦ παραγγελμάτων, καὶ
ταῦτα πρᾶξιν ἐν ἀκριβεῖ συνειδότι ἐποίησας. Πλεῖον πάντων τῶν τῆς γῆς τὸν
Χριστὸν ἠγάπησας, καὶ Τούτου τὸ φίλτρον ἐβεβαίωσας, τὰ λογικὰ Αὐτοῦ ποιμάνας
πρόβατα, ὑπὲρ ὧν τὴν ψυχήν σου θεοπειθεῖ σου προαιρέσει ἔθυσας. Τὴν δὲ καλὴν
τῆς πίστεως ὁμολογίαν, ἐν πόνοις Μαρτυρίου ἐπεσφράγισας, τῇ γηραλέᾳ σου σαρκὶ
βασάνους καρτερήσας, Σταυροῦ τῷ σθένει μάλα κρατυνόμενος. Διὸ καὶ τῆς
Ἀναστάσεως Χριστοῦ, ἐν μεθέξει κοινωνὸς γέγονας, καὶ κληρονόμος τῆς ζωῆς τῆς
αἰωνίου. Ἣν ἐπιβραβεύεις σαῖς εὐχαῖς, τοῖς ὑμνολογοῦσι τῶν ἱδρώτων σου τὰ
ἔπαθλα.
Ἦχος
πλ. β´.
Ἀξίως
τῆς οὐρανίου κλήσεως ἐπὶ γῆς ἐβάδισας, θεομακάριστε Δωρόθεε,
τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πέτρα ἡ ἁῤῥαγὴς καὶ ἀκράδαντος. Τὸ γὰρ ἅγιον Βάπτισμα
λαβών, τῇ σεμνῇ καὶ θεοφιλεῖ σου βιοτῇ ἐτίμησας καὶ τῶν ταλάντων σου τὸν
θεοδώρητον πλοῦτον, οἷα πιστὸς δοῦλος καὶ οἰκονόμος ἀγαθός, εἰς τέλος
ὑπερηύξησας τῇ φιλοπόνῳ σοῦ ἀσκήσει. Ἐκ γὰρ τῆς Τύρου μακρυνόμενος εἰς
Δυσσόπολιν ἦλθες, ἵνα τοῦ κινδύνου τῶν διωγμῶν διαφύγεις τὰ ἐπίπονα. Ἔνθα τὸ
μέλι τῆς ἀρετῆς καλῶς φιλεργασάμενος, ἐκ τοῦ λειμῶνος τῆς ζωῆς τὰ εὐώδη ἄνθη
συνέλεξας. Ἐν δὲ ταῖς προσευχαῖς ἐπιδοθεὶς καὶ τῇ σπουδῇ πάντων τῶν καλῶν
πιανθείς, ὡσεὶ κέδρος ἔστης ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου σοῦ, πᾶσι ἡμῖν τὴν
ἀφθονίαν, τῶν κρειττόνων ἀγαθῶν ἐπαγγελόμενος, καὶ τοῦ Θεοῦ ἡμῶν τὴν Βασιλείαν
τὴν αἰώνιον.
Ἦχος
πλ. δ´.
Τῆς
θεοκινήτου σου χειρὸς τὰ ἔργα, τίς μὴ θαυμάσει ἀξίως, θεοφάντορ Πάτερ Δωρόθεε! τὸ δὲ κάλλος τῶν σοφῶν σοῦ λογίων, τίς μὴ
ἐπαινέσει ἀρκούντως, τῆς Ἐκκλησίας στόμα μεγαλόφωνον; ὅτι δι᾿ αὐτῶν τὰ μεγαλεῖα
τοῦ Θεοῦ, τῷ πιστῷ σοῦ λαῷ ἐδιηγήθης, πρὸς αἶνον πάντας παραινῶν τῶν θείων
θαυμάσιων! Καὶ πάλιν τῶν ἱερῶν σου βίβλων τὴν ἀκρίβειαν, τίς μὴ εὐαρέστως
ὁμολογήσει, ὦ θεοφώτιστε ἄνερ, τοῦ Παρακλήτου κάλαμε ὀξυγραφώτατε; Ἐν αὐταῖς
γὰρ ἐκαλλιγράφησας τὰς τοῦ Θεοῦ εὐεργεσίας, καὶ τῶν φίλων Αὐτοῦ τὰ ἐξαίρετα
κατορθώματα. Τοῦ τοιούτου πλούτου τὸν θησαυρόν, ἀξίωσον καὶ ἡμᾶς πάντας τοῦ
εὑρεῖν, καὶ ἐν ἀγάπης παροξυσμῷ ζηλώσαι, ἵνα δόξης αἰωνίου τὴν κληρουχίαν, παρὰ
Θεοῦ τοῦ φιλάνθρωπου λάβωμεν.
Δόξα.
Ἦχος πλ. β´.
Τὸν
θεῖον Ἄγγελον τῆς Τύρου, Δωρόθεον τὸν
μεγαλώνυμον Ἱεράρχην, μεγαλοφώνως πάντες εὐφημήσωμεν. Χαίροις λέγοντες τῆς Ἐκκλησίας
ὁ κοσμήτωρ, καὶ τῆς Σιὼν τῆς ἄνω ἡ εὐπρέπεια. Χαίροις ὁ θεῖος ἄρχων τοῦ
πνεύματος καὶ τῶν οὐρανίων μυστηρίων ὑφηγητὴς πανάριστος. Χαίροις τοῦ μεγάλου
Βασιλέως στρατιῶτα Χριστεπώνυμε, καὶ τῆς οὐρανίου αὐλῆς παραστάτα φαιδρότατε.
Χαίροις τοῦ νοητοῦ στερεώματος φωστὴρ ἀειλαμπέστατε, καὶ τῆς ἀνεσπέρου ἡμέρας
υἱὲ θεοφώτιστε. Χαίροις ὁ τοῖς ἔργοις σου μεγαλοπρεπῶς, τὴν λυχνίαν τῆς Τύρου
πυρσεύσας, καὶ τοῖς πέρασιν φαίνων τὸ ἱλαρὸν φῶς τὸ τῆς γνώσεως. Πᾶσιν ἡμῖν
τοῖς τιμῶσί σε, δίδου τοῦ ἐλέους γλυκασμόν, καὶ οἰκείους ἡμᾶς τῷ Πατρὶ τῶν
Φώτων ποίησον, ἵνα τὸν τῆς Δικαιοσύνης μέγαν Ἥλιον, ἐν ἔργοις φωτεινοῖς
θεραπεύσωμεν.
Καὶ
νῦν. Τῆς τυχούσης ἑορτῆς.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίρει
ἡ ἐκκλησία Χριστοῦ, τὸν ἐκλεκτὸν νυμφαγωγὸν ταύτης μέλπουσα, Δωρόθεον τὸν ἐν κάλλει, θεοειδῶν δωρεῶν, θρόνον
τὸν τῆς Τύρου ὡραΐσαντα· Χριστοῦ γὰρ τὸ Ὄνομα, ἐν γραφαῖς ἐμεγάλυνε, καὶ τῶν
Ἁγίων, τὰ λαμπρὰ ὑποδείγματα, ἐν πιστότητι, τῆς καρδίας ἱστόρησεν. Ὅθεν χαρᾶς
ἀπείληφε, τὸ μέγα δηνάριον, ἐν ταῖς σκηναῖς κατοικήσας, τῆς ὑπὲρ νοῦν
καταπαύσεως, ὁρῶν τοῦ Δεσπότου, τὸ ἐράσμιον καὶ πλῆρες φωτὸς ἀπαύγασμα.
Στ. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου
ἀγαλλιάσονται.
Βίβλους
τὰς σωστικάς σου ἡμῖν, ὡς διαθήκην ἱερὰν καταλέλοιπας, Δωρόθεε
θεοφάντορ, τοῦ Παρακλήτου γραφίς, γνώσεως τῆς θείας, στύλε ἔμψυχε. Λαοῦ
προηγούμενος, τοῦ τῆς Τύρου ὡδήγησας, αὐτὸν εἰς χώραν, ἀπαθείας καὶ χάριτος,
εἰς σκηνώματα, μακάριας λαμπρότητος. Μάννα τὸ ἐπουράνιον, αὐτοῖς παρεχόμενος,
Εὐαγγελίου τε ἅμα, ὕδωρ γλυκὺ καὶ ζωήῤῥυτον, καὶ πᾶσι δεικνύων, τοῦ Θεοῦ τὴν
εὐσπλαγχνίαν τὴν ἀκατάληπτον.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Πόνους
τῇ γηραιᾷ σου σαρκί, διὰ Χριστοῦ θείαν ἀγάπην ὑπέμεινας, ἀκμαίᾳ ψυχῆς δυνάμει,
καὶ εὐσεβεῖ λογισμῷ, πίστει καὶ ἐλπίδι κρατυνόμενος. Θεὸν ὡμολόγησας, τοῖς
ἀθέοις ἐνώπιον, τὸν Βασιλέα, τοῦ παντὸς ᾧ δεδώρησαι, ὦ Δωρόθεε,
προσφορὰ ὡς εὐπρόσδεκτος. Τούτῳ ἀεὶ ἀνάγαγε, τὰς χεῖρας τὰς θείας σοῦ, αἷς
οὐρανοῦ μεγαλεῖα, ἐν βίβλοις πλείσταις συνέγραψας, αἰτούμενος πᾶσι, τοῖς
ὑμνοῦσί σε εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα.
Ἦχος α´.
Ἡ
ἑπτάδωρος χάρις τοῦ Παρακλήτου Πνεύματος, ἐν σοὶ ἐπανεπαύσατο καὶ κατῴκησεν,
ποιμενάρχα Δωρόθεε ἐνθεώτατε. Καὶ ἡ σοφία
τοῦ Θεοῦ σε σκήνωμα ἀπειργάσατο, τὸν ἑπτάστυλον αὐτῆς οἶκον ἐν σοὶ
οἰκοδομήσασα. Θεοῦ γὰρ τῶν δωρεῶν τὴν ἀγαθώνυμον κλῆσιν λαβών, ἐν ἔργοις σου
καλοῖς ἐδικαίωσας, τῷ Θεῷ ὡς δῶρον ἅγιον τὴν σὴν καρδίαν ἀντιπαρέχων. Κανὼν διὸ
καὶ τύπος τῆς πραότητος ἐδείχθης, τῇ δὲ καρδίᾳ πάνυ ταπεινός, Χριστοῦ στοιχῶν
τῷ ὑποδείγματι καὶ τοῖς παραγγέλμασιν ὑπακούων. Τῆς πίστεως ὠσαύτως κῆρυξ καὶ
διδάσκαλος, τῆς συνέσεως ὁδηγὸς καὶ τῆς ἀγάπης λαμπάς, ἐν ἐλαίῳ τῆς ἐλπίδος
πεπληρωμένη. Διὸ καὶ φῶς γλυκὺ ἀεὶ καὶ ἱλαρώτατον, ἐμφαίνεις καθαρῶς πᾶσι τῇ
κτίσει, Χριστοῦ τοῦ Φωτοδότου μεταδίδων τὴν λαμπρότητα, καὶ πάντας τοὺς πιστοὺς
εὐφραίνων τῇ θεωρίᾳ. Οὐ καὶ ἡμᾶς τυχεῖν τοὺς σοὺς ἱκέτας καταξίωσον, ἵνα
ἀπαύστως μετὰ Ἀγγέλων προσάγωμεν ὕμνον Θεῷ, τῷ ἐν Ἁγίοις θαυμαστῷ καὶ εἰς
αἰῶνας ἐνδόξως δοξαζομένῳ.
Καὶ
νῦν. Τῆς τυχούσης ἑορτῆς.
Νῦν
ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς
σοφίας σε μύστην, ἱερὸν ἐπιστάμεθα, πάντες οἱ ταῖς θείαις σοῦ βίβλοις,
ἐντρυφῶντες Δωρόθεε· ποιμάνας ἐκλογάδα γὰρ
Χριστοῦ, τῆς Τύρου ἐν συνέσει σου πολλῇ, ἐβεβαίωσας τὸ φίλτρον σου πρὸς Αὐτόν,
ἐν πόνοις σῆς ἀθλήσεως. Χαίροις Ἀρχιερέων καλλονή, χαίροις Μαρτύρων καύχημα·
χαίροις ὁ φιλοπόνῳ σοῦ σπουδῇ, τὰ θείᾳ συγγραψάμενος.
Δόξα.
Καὶ νῦν. Τῆς τυχούσης ἑορτῆς.
Καὶ
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Θεοῦ
τῶν δωρεῶν, τὸν ἐπώνυμον δεῦτε, ἐν ὕμνων ἀπαρχαῖς, στεφανώσωμεν πάντες, Δωρόθεον τὸν ἔνδοξον, Ἐκκλησίας διδάσκαλον τὸν
προσάξαντα, ὡς προσφορὰν τῷ Κυρίῳ· τὴν ἀναίμακτον, τελειοτάτην λατρείαν, Ἁγίῳ
ἐν Βήματι.
Δόξα.
Ὅμοιον.
Σοφίας
τοῦ Θεοῦ, τὸν ὁλόφωτον στῦλον, εἰκόνα τῆς χρηστῆς, καὶ ἀμέμπτου ἀγάπης, λογίων
τῶν τοῦ πνεύματος, τὸν ὀξύτατον κάλαμον τὸν συγγράψαντα, σπουδῇ Ἁγίων τὰ ἔργα
καὶ ἑπόμενον, τούτων τοῖς ἴχνεσι πόθῳ, Δωρόθεον ᾄσωμεν.
Καὶ
νῦν. Θεοτοκίον. Ὅμοιον.
Τοῖς
ῥήμασιν Ἁγνή, Γαβριὴλ τοῦ Ἀγγέλου, ἐν γνώμῃ εὐπειθεῖ, ὑπακούσασα ὅλως, ἐκύησας
ἐν μήτρᾳ σου, ἀπειράνδρως τὸν Κύριον τὸν λυτρώσαντα, τῆς καταδίκης τὴν Εὔαν καὶ
δωρούμενον, πιστοῖς ζωὴν αἰωνίαν, Θεὸς ὧν φιλεύσπλαγχνος.
Μετὰ
τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Τύρος
ἀγάλλεται, ἡ θεοβάδιστος, ἐν σοὶ Δωρόθεε,
ταύτης λυχνίαν γάρ, λόγοις καὶ ἔργοις ἀγαθοῖς, ἐλάμπρυνας ὑπερκάλλως. Φῶς δὲ
ἱλαρώτατον, ἐκ φωτὸς αἰωνίζοντος, φαίνεις ἐν τοῖς πέρασιν, καὶ Χριστοῦ νόμον
ἅγιον δεικνύεις τοῖς πιστοῖς εἰς τὴν τρῖβον τούτους προάγων τὴν εὐθεῖαν.
Δόξα.
Ὅμοιον.
Χριστοῦ
τὸ ὄνομα, τὸ ὑπερένδοξον, τυράννοις ἔμπροσθεν, καθωμολόγησας, ἵνα κερδίσης παρ᾿
Αὐτοῦ, τὸν ἔπαινον ἐν ὑψίστοις. Πόνους ἐκαρτέρησας, τῇ σαρκί σου ἐν γήρατι
φίλτρῳ δυναμούμενος, τοῦ Δεσπότου Δωρόθεε· ᾧ
πρέσβευε ὑπὲρ τῶν βοώντων· χαίροις σεπτὲ ἱερομάρτυς.
Καὶ
νῦν. Θεοτοκίον. Ὅμοιον.
Ὄρος
Πανάμωμε, σὲ ἀλατόμητον, δασὺ καὶ σύσκιον, προανεφώνησε, τῶν Προφητῶν θεῖος
χορός, ἐν Πνεύματι τῷ ἁγίῳ. Μόνη γὰρ ἐκύησας, τοῦ Πατρὸς τῷ βουλήματι· Κύριον
Θεάνθρωπον, ἀπειράνδρως ἐν μήτρᾳ σου· ζωῆς τὸν παρεχόμενον ῥεῖθρα πᾶσι τοῖς
χαῖρέ σοι βοῶσιν.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Φιλοπόνῳ
σοῦ σπουδῇ, καὶ θεαρέστῳ λογισμῷ, τῇ ἰδίᾳ σου χειρί, βίβλους συνέγραψας πολλάς,
ἐν αἷς Ἁγίων ἱστόρησας πολιτείαν· θείων Προφητῶν τὰ κηρύγματα, κόπους Ἀσκητῶν
καὶ παλαίσματα· καρτερικῶν Μαρτύρων τε τοὺς ἄθλους, καὶ Ἀποστόλων τὰ τρόπαια.
Μεθ᾿ ὧν Κυρίῳ, ποιοῦ πρεσβείαν, ὑπὲρ πάντων Δωρόθεε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ῥάβδος
πάλαι Ἀαρών, ἡ ἐκβλαστήσασα καρπόν, προετύπου σου Ἁγνή, τὸν ὑπὲρ φύσιν τοκετόν,
ὅτι ἀσπόρως συνέλαβες ἐν γαστρὶ σοῦ Λόγον τοῦ Πατρὸς τὸν προάναρχον, λύσαντα
δεσμὰ παραβάσεως· καὶ τοῖς βροτοῖς δωρούμενον εἰρήνην, καὶ παραδείσου τὴν
εἴσοδον. Διό σοι χαῖρε, πάντες Παρθένε, εὐχαρίστως βοῶμεν.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Λουκᾶν (ιβ´ 8-12).(Εἰς Ἱερομάρτυρας, Ζήτει τῇ Στ´ Νοεμβρίου).
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν
ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ
Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν
ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται
αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ
εἰσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνήσητε
πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ
ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον
τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον
τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον.
Ἦχος β´.
Τὸν
τῆς καλῆς ἐλπίδος, λύχνον ἀδελφοί, τὸν ἐν ἐλαίῳ τῆς χρηστῆς, εὐποιΐας
πεπληρωμένον, Δωρόθεον τὸν ἔνθεον Ἱεράρχην,
δεῦτε ἐν ᾠδαῖς χαρμονικαῖς, καὶ φωτωνύμοις ᾄσμασιν ὑπαντήσωμεν. Ἀγάπης γὰρ καὶ
πίστεως τοὺς κανόνας διακρατῶν, τῷ Θεῷ εὐαρέστως διηκόνησε, ὡς πόλις ὑψηλή,
ἐπάνω ὄρους κειμένη γενόμενος. Πάντας οὖν προτρέπει εἰς δόξαν καὶ προσκύνησιν,
τοῦ ἀθανάτου Θεοῦ ἡμῶν, τοῦ ἔχοντος εὐσπλαγχνίας καὶ στοργῆς, μέγα καὶ
ἀνεξάντλητον πέλαγος.
Καὶ ἀκολούθως οἱ Κανόνες.
Κανὼν πρῶτος, οὗ ἡ ἀκροστιχίς· Τύρου Ἄγγελε Δωρόθεε
ἀγάλλου. Ἰσιδώρας.
Ἦχος
α´. ᾨδὴ α´. Ἀναστάσεως ἡμέρα.
Ταῖς ἀκτῖσι τοῦ ἀκτίστου,
καὶ ἀΰλου φωτός. Ὅλος λελαμπρυσμένος· καὶ τῆς σοφίας τοῦ Θεοῦ, κοινωνὸς
διατελῶν, παράσχου κἀμοί, τὸ φῶς τὸ τῆς γνώσεως, σὲ ὑμνῆσαι Δωρόθεε.
Ὑπουργὲ τῶν μυστηρίων,
Οὐρανοῦ τῶν καινῶν, ἄνερ τῶν θελημάτων τῶν θειοτάτων τοῦ Χριστοῦ, ἃ ἐποίησας
καλῶς, εἰς τρῖβον κἀμέ, ὁδεύειν ἀξίωσον, θείου νόμου Δωρόθεε.
Ῥητορίαις σου ἐνθέοις, καὶ
σοφαῖς σοῦ γραφαῖς. Πάντων πιστῶν καρδίας ἐπιστηρίζεις νοητῶς, καὶ δεικνύεις
τοῖς λαοῖς, τὸν Ἄρτον ζωῆς, Χριστὸν τὸν Θεάνθρωπον, Ἀρχιθύτα Δωρόθεε.
Θεοτοκίον.
Ὁ περίδοξος Παρθένε,
προφητῶν σὲ χορός, πάλαι προεκελάδει τῆς σῆς λοχείας τὸ φρικτόν, ἐν συμβόλοις
καὶ γραφαῖς, κηρύττων Ἁγνή, Παρθένος γὰρ τέτοκας, καὶ Παρθένος διέμεινας.
Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς· Δωροθέου Τύρου τὴν
σπουδὴν ᾄδω. Ἰσιδώρας.
Ἦχος
δ´. Ἀνοίξω τὸ στόμα μου.
Διδάσκαλον μέγιστον, καὶ
ἀριστέα τοῦ Πνεύματος, τῆς Τύρου Ἐπίσκοπον, σοφίας πλήρη πηγὴν τὸν ἐμπρέψαντα,
ἐν πόνοις Μαρτυρίου, Δωρόθεον ᾄσμασιν,
θείοις δοξάσωμεν.
Εἰς στόμα σεβάσμιον, τοῦ
Παρακλήτου Δωρόθεε, ὡς κάλαμον εὔγραφον, ἐν
ἱστορίαις ὀξύν· ὡς πολύσοφον, ταμεῖον δωρημάτων, ὡς οἶκον πανέραστον, πλούτου
σε ἔγνωμεν.
Ῥητόρων ὁ πρώτιστος, καὶ
θεολόγων τὸ σέμνωμα, ἀνδρῶν φιλοσόφων τε, εὐκλεεστάτη τιμή· ἐκκλησίας τε,
θεόφθογγος κινύρα, λαλοῦσα τὰ κρείττονα, σὺ εἶ Δωρόθεε.
Θεοτοκίον.
Λόγος ἐσκήνωσε, Πατρὸς ἐν
σοὶ πανυπέραγνε, καὶ χώρα γεγένησαι, τοῦ ἀχωρήτου Θεοῦ· τὸν παράδεισον, ἐνῴκησε
δὲ πάλιν, Ἀδὰμ ὁ πρωτόπλαστος, οὗπερ ἐκπέπτωκεν.
ᾨδὴ
γ´. Δεῦτε πόμα πίωμεν καινόν.
Ὕψος εἰς τὸ μέγα ἀνελθών,
οὐρανίου σοφίας ἀγαλλιώμενος, ἐνατενίζεις ἀεί, ἀκρώρειαν δόξης θεϊκῆς, θεόπτα Δωρόθεε.
Ἄληκτον καὶ θείαν
χαρμονήν, ἀντὶ κόπων καὶ πόνων σου ἀπεκόμισας, διὸ παράσχου ἡμῖν, χαρᾶς
εὐφροσύνου μετοχήν, εὐχαῖς σου Δωρόθεε.
Γέρα δόξης ἄφθαρτα Θεός,
τοῖς οἰκείοις καὶ φίλοις Αὐτοῦ ἡτοίμασεν, ἐν Βασιλείᾳ καινῇ, διὸ ἐδοξάσθης παρ᾿
Αὐτοῦ, ἀξίως Δωρόθεε.
Θεοτοκίον.
Γλῶσσαι τῶν ῥητόρων αἱ
τραναί, σεσιώπηνται ὅλως τῷ ξένῳ τόκῳ σου, τὸν Ποιητὴν τοῦ παντός, ἀφράστως καὶ
γὰρ ἐπὶ τῆς γῆς, Παρθένε γεγένηκας.
Ἕτερος.
Τοὺς σοὺς ὑμνολόγους.
Θυσίας ἐτέλεις
ἀναίμακτους, Θεῷ σου ἐν Βήματι σεπτῷ, Ἀρχιερεῦ Δωρόθεε,
τῆς Τύρου θεῖε Ἄγγελε ἐκ καθαρᾶς καρδίας σου, Αὐτῷ προσάγων τὴν αἴνεσιν.
Ἐν κόσμῳ Δωρόθεε ἐφάνης, ὡς πόλις ἐπ᾿ ὄρους ὑψηλοῦ, ἐστῶσα
καὶ φωτίζουσα, τοὺς ἐν νυκτὶ καθεύδοντας· τοῦ γὰρ Χριστοῦ τὸ ἄδυτον, φῶς
διαυγάζεις τοῖς πέρασιν.
Οὐκ ἔδωκας ὕπνον ὀφθαλμοῖς
σου, οὐδὲ σοῖς βλεφάροις νυσταγμόν, ἕως οὐ τόπον ἅγιον, Κυρίου εὗρες ἔνδον σου·
καὶ τούτου τὸ ἀμήχανον, κάλλος ἑώρας Δωρόθεε.
Θεοτοκίον.
Ὑψίστου περίδοξος καθέδρα,
καὶ θρόνος γεγένησαι λαμπρός, τοῦ πάντων Βασιλεύοντος, Παρθενομῆτορ Ἄχραντε·
ταῖς σαῖς χερσὶ γὰρ ἔφερες, χειρὶ τὸν πάντα συνέχοντα.
Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Παρακλήτου
ταῖς χάρισι πλουτισθείς, καὶ τῷ χρίσματι μύρου βεβαιωθείς, εἰσῆλθες εἰς τὰ
Ἅγια, τῶν Ἁγίων Δωρόθεε· καὶ ἐν αὐτοῖς λατρείαν,
Κυρίῳ προσέφερες· Ἀρχιερεὺς ὡς ἄξιος, Αὐτοῦ καθιστάμενος· ὅθεν καὶ τοῦ Θρόνου,
τοῦ ἐν Τύρῳ προέστης, καὶ ποίμνην ὡδήγησας, λογικὴν εἰς τὰ νάματα, τῆς ζωῆς τὰ
ἀκένωτα. Λόγοις δὲ καὶ ἔργοις τοῖς σοῖς, τούτοις ὑπέδειξας τρῖβον τὴν ἄγουσαν
εἰς σκηνώματα δόξης, καὶ ἀπείρου λαμπρότητος.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Παρθενίας
σου βάθος καταπλαγείς, καὶ ἁγνείας σου ὕψος ἐκθαμβηθείς, ὁ μέγας Ἀρχιστράτηγος,
Γαβριήλ σοι ἱστάμενος· ἐν εὐλαβείᾳ Κόρη, τὸ χαῖρε ἐφώνησε· τῆς γὰρ χαρᾶς τὸ
ἄγγελμα, Πατρόθεν σοι ἔφερεν. Ὅθεν ἀπειράνδρως, τοῦ Θεοῦ τε καὶ Λόγου, μητέρα
γεγένησαι, καὶ τῷ κόσμῳ ἐπήγασας, εὐφροσύνην αἰώνιον. Χαῖρέ σοι διὸ καὶ ἡμεῖς,
φωναῖς αἰνέσεως πάντες προσάδομεν· τὸ γὰρ πλήρωμα ὅλον, τὸ τῆς χάριτος
κέκτησαι.
ᾨδὴ
δ´. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἐν Ἐκκλησίαις εὐλογῶν, τὸν
παντοδύναμον Θεόν, ὅλης ἐκ ψυχῆς καὶ καρδίας, ὡσεὶ φοῖνιξ ἤνθησας, Ἀρχιερεῦ Δωρόθεε· τίμιον ὡς καρπὸν προσενέγκας, τῷ Ἀρχιθύτῃ
Χριστῷ, τὴν σὴν προαίρεσιν.
Λευκοφαῆ ἐπενδυθείς, καὶ
χρυσαυγίζουσαν στολήν, χρόαις τοῦ σεπτοῦ Μαρτυρίου, εὐπρεπῶς ἀστράπτουσαν,
Ἀρχιερεῦ Δωρόθεε· κάλλεσιν ἀγλαΐζεις τὸν
κόσμον, καὶ ὑπεμφαίνεις Χριστοῦ, τὴν ὡραιότητα.
Ἐπὶ τὴν πέτραν τῶν σεπτῶν,
Εὐαγγελίου Ἐντολῶν, ἔστησας τοὺς θείους σου πόδας, ἐν καιρῷ οὖν θλίψεων, καὶ
διωγμῶν Δωρόθεε ἔμεινας σταθερὸς ὡς ἀδάμας,
καθυπογράφων Χριστοῦ, πίστιν τὴν ἄμωμον.
Θεοτοκίον.
Δεδοξασμένα περὶ σοῦ, ἐν
γενεαῖς τῶν γενεῶν, λέλεκται Πανάμωμε Κόρη, ὁ τῶν ὅλων Κύριος, καὶ γὰρ ἐκ σοῦ
ηὐδόκησεν ἄνθρωπος ὑπὲρ νοῦν γεννηθῆναι, διὰ τὸ σῶσαι βροτῶν, ἅπαν τὸ φύραμα.
Ἕτερος.
Ὁ καθήμενος ἐν δόξῃ.
Τῶν μεγάλων σου ἀγώνων, τὰ
λαμπρὰ κατορθώματα, ἱστοροῦντες Πάτερ, χαίροις ἐκτενῶς σοι προσάδομεν, Θεοῦ τοῦ
πάντων Δεσπότου, δῶρον τίμιον, ὦ Δωρόθεε·
ἐπωνυμίας σου ἄξιε.
Ὑφιστάμενος κινδύνους,
διωγμῶν Τύρον ἔλιπες, καὶ ἐν Δυσσοπόλει, Θρᾴκης θεοφρόνως παρῴκησας, ἔνθα
γραμμάτων μελέτῃ, ἐπιδέδοσαι, καὶ συνέγραψας λόγους Δωρόθεε
χάριτος.
Ῥάβδῳ τῇ ποιμαντικῇ σου,
σὸν λαὸν ὦ Δωρόθεε, εἰς νομὰς Κυρίου, χλόην
τε εἰς θείαν ὡδήγησας, καὶ εἰς πηγὴν τῶν ὑδάτων, τὴν γλυκύῤῥοον, ἔνθα ἤντλησαν
τὰ ζωτικὰ πάντες νάματα.
Ὅπλον ἔσχες τὴν νηστείαν,
ἀγρυπνίαν τε σύνοικον, προσευχὴν καρδίας, ἔργον συνεχὲς ὦ Δωρόθεε, καὶ τὴν ἀγάπην Κυρίου, τὴν ἀνόθευτον, ὡς
κεφάλαιον τῶν ἀρετῶν σου πολύτιμον.
Θεοτοκίον.
Ὕδωρ ζῶν ἀθανασίας, διὰ
σοῦ Κόρη εὕρομεν, τὴν προτέραν δίψαν, ὅλως ἐκ ψυχῆς ἀποσβέσαντες, καὶ τῆς χαρᾶς
μετάσχοντες, τῆς ἀμείνονος, χαίροις ψάλλομεν· ὠκεανὲ ἀγαθότητος.
ᾨδή
ε´. Ὀρθρίσωμεν ὄρθρου.
Ὡς τέλειον πίστεως τύπον,
καὶ ὡς σφραγῖδα σοφίας πραότητος δὲ κανόνα, ἀληθῶς σὲ ἔγνωμεν, ἐπισφραγίζων
ἄριστα, ταῦτα ἐν πράξει Δωρόθεε.
Ῥωννύμενος θείᾳ ἰσχύϊ, ἐν
γηραλέᾳ σαρκί σου ὑπέμεινας τιμωρίας, καὶ ἐχθρὸν τὸν ἄσαρκον, Ἀρχιερεῦ Δωρόθεε, ὅλως εἰς γῆν ἐταπείνωσας.
Ὁ λόγος σου ἅλατι θείῳ,
εὐαγγελίου ἁγίου Δωρόθεε ἠρτυμένος, τὰς
ψυχὰς ἀείποτε, τῶν εὐσεβῶς ὑμνούντων σε, τέρπει στηρίζων ἐν χάριτι.
Θεοτοκίον.
Θεότητος μέγα χωρίον, καὶ
ἁγιότητος οἶκος Πανάσπιλε σὺ ὑπάρχεις, ὡς Θεὸν ἀχώρητον, ἐν σῇ γαστρὶ χωρήσασα,
μόνος Αὐτὸς ὡς ηὐδόκησεν.
Ἕτερος.
Ἐξέστη τὰ σύμπαντα.
Τρανώντας μυστήρια, τὰ
ἄῤῥητα τῆς πίστεως· σάλπιγξ Ἐκκλησίας σὺ ἐγένου, τῆς ἀληθείας ὀρθοτομῶν τὴν
ὁδόν, καὶ τρίβους τῆς πλάνης σκολιάς, θείοις σου διδάγμασιν, ἀποτρέπων Δωρόθεε.
Ἡλίου λαμπρότερον,
διέλαμψας Δωρόθεε λύσας ἀγνωσίας σκότος
μέγα, καὶ ἐγκαινίσας Εὐαγγελίου αὐγήν, υἱὸς ὡς ἡμέρας καὶ φωτός, τοῦ
διαιωνίζοντος, κληρονόμος καὶ μέτοχος.
Νεώσας τὴν ἄρουραν, τῆς
σῆς ψυχῆς Δωρόθεε· λόγον ἐν αὐτῇ Εὐαγγελίου,
σπείρας ἐν κόποις θεοφιλοῦς σου ζωῆς, ἐθέρισας θείας πλησμονῆς, στάχυν μὴ
φθειρόμενον, ἀλλ᾿ ἀεὶ διαμένοντα.
Θεοτοκίον.
Σαρκὸς τῷ προσλήματι, Θεὸς
ἐκ σοῦ γεγένηται· μόνη Μητροπάρθενε Μαρία, λύσιν διδόναι τῷ αἰχμαλώτῳ Ἀδάμ, καὶ
τοῦτον θεώσεως στολήν, πάλιν ἐπενδύσασθαι, τῆς προτέρας λαμπρότητος.
ᾨδὴ
στ´. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
Ἐν Τύρῳ, τῇ θεοβαδίστῳ
ποιμήν, καὶ λατρείας λογικῆς προεξάρχων, ἐγένου τῇ ἀποφάσει Χριστοῦ, ὦ Δωρόθεε, τοῖς προβάτοις σου ὁδόν, τὴν εὐθεῖαν
διδάσκων.
Ἐν βίβλοις, σοῦ ταῖς
θεοπνεύστοις πολλῶν, ἐξιστόρησας Ἁγίων τοὺς τρόπους, καὶ ἔργα τῶν Ἀποστόλων
Χριστοῦ, τῇ σοφίᾳ σου, καταπλήττων θαυμαστῶς, ὦ Δωρόθεε
πάντας.
Ἀπαύστως, ἐν τῷ λάρυγγί
σου Θεοῦ, τὰς ὑψώσεις ὦ Δωρόθεε ἔσχες,
ῥομφαῖαν Σταυροῦ κρατῶν σαῖς χερσίν, καὶ διέκοψας, ἐν ἐκστάσει κεφάλας, ἀοράτων
δαιμόνων.
Θεοτοκίον.
Γαλήνης,
τῆς τελειότατης λιμήν, ὁ ἀχείμαστος ὑπάρχεις Παρθένε, τεκοῦσα ἀπειρογάμως
Χριστόν, τὸν τὸν κλύδωνα, τῆς θαλάσσης τῷ Αὐτοῦ, καταπαύσαντα λόγῳ.
Ἕτερος.
Τὴν θείαν ταύτην.
Πατρίς σου χαίρει
ἐπίγειος, ὡς δῶρον σε Θεῷ προσκομίσασα, μάκαρ Δωρόθεε,
καὶ ἡ Ἐδὲμ ἐπαγάλλεται, ἧς τὰς Μονὰς ἀπλέτῳ, φωτὶ κατῴκησας.
Ὁσίων βίους συνέγραψας,
καὶ τρόποις τοῖς αὐτῶν ἠκολούθησας, πολλῇ πιστότητι, μεθ᾿ ὧν Κυρίῳ Δωρόθεε, ὑπὲρ παντὸς τοῦ κόσμου, ἀεὶ ἱκέτευε.
Ὑφάνας δόξης ἱμάτιον, ἐν
χρόαις τοῦ σεπτοῦ Μαρτυρίου σου, θεῖε Δωρόθεε,
νῦν λευκοφόρος παρίστασαι, σὺν τοῖς χοροῖς ἀγγέλων, Θεῷ φθεγγόμενος.
Θεοτοκίον.
Δορκὰς τιμία ἐν ὄρεσιν,
ἁγνείας ὑψηλῆς ἐπιβαίνουσα, σὺ εἶ Πανάσπιλε, καὶ τοὺς κειμένους εἰς βάραθρα,
τῆς ἀπωλείας σῴζεις, τῷ θείῳ τόκῳ σου.
Κοντάκιον.
Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Γεωργὸν
ἀκάματον τοῦ ἀμπελῶνος, ὃν Χριστοῦ ἐφύτευσεν, ἡ ζωηφόρος δεξιά, πάντες
τιμήσωμεν λέγοντες· Χαίροις τῆς Τύρου ἡ δόξα Δωρόθεε.
Ἕτερον.
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῆς
Ἐκκλησίας τὸν ποιμένα καὶ διδάσκαλον, τοῦ Παρακλήτου τὸν ὀξὺν καὶ μέγαν
κάλαμον, τὸν ἐν πόνοις πολυτρόποις τοῦ Μαρτυρίου· τὴν πρὸς Κύριον ἀγάπην
ὑπογράψαντα, καὶ σφραγίσαντα τὴν πίστιν ἐπαινέσωμεν Χαίροις λέγοντες· Τύρου
δόξα Δωρόθεε.
Ὁ
Οἶκος.
Αἴγλῃ
Ἱεραρχίας καὶ τιμῇ Μαρτυρίου καὶ δόξῃ συγγραμάτων σου πλείστων κεκόσμησαι Δωρόθεε μάκαρ· τοῦ οὐρανοῦ καταφαιδρύνων τὸ
στερέωμα καὶ γῆς ἁπάσης ἐπευφραίνων τὰ πληρώματα, τῆς Ἐκκλησίας δὲ τὸ πρόσωπον
ὡραΐζων. Διὸ καὶ παρ᾿ ἡμῶν τῶν θαυμαζόντων τὰς τοσαύτας ἀριστείας σου, ἀκούεις
ἐν φωνῇ αἰνέσεως καὶ εἰς βεβαίωσιν τιμῆς τοιαῦτα·
Χαίροις
ὁ κάλαμος τῆς σοφίας·
χαίροις
διδάσκαλε ἀληθείας.
Χαίροις
τῶν Ἀρχιερέων θεοβράβευτος ἀκρότης·
χαίροις
τῶν Χριστοῦ Μαρτύρων ἡ τιμία ὡραιότης.
Χαίροις
Φωτουργοῦ Τριάδος λύχνος φῶς γλυκὺ ἐκφαίνων·
χαίροις
Παρακλήτου οἶκος χάριτος ἀρίστης γέμων.
Χαίροις
τρόπους τῶν Ἀγγέλων ἐν σαρκί σου ὁ ζηλώσας·
χαίροις
Ἄγγελε τῆς Τύρου ἄθλους θείους κατορθώσας.
Χαίροις
βίβλων θεοπνεύστων ἡ γραφὶς ἡ ὀξυτάτη·
χαίροις
θείων δωρημάτων κρήνη ἡ διαυγέστατη.
Χαίροις
θεῖον ἀμπελῶνα τὸν ἐν Τύρῳ γεωργήσας·
χαίροις
φωτεινὸν νυμφῶνα τῆς Ἐδὲμ ὁ κατοικήσας.
Χαίροις
τῆς Τύρου ἡ δόξα Δωρόθεε.
Συναξάριον.
Τῇ
Ε´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Δωροθέου, Ἐπισκόπου Τύρου.
Θεοῦ δωρεαῖς
Δωρόθεος πλουτήσας,
ὅλον ἑαυτὸν
ὡς δῶρον Τούτῳ ἧξεν.
Πέμπτῃ
Δωροθέοιο δέμας πληγῆσι δαμάσθη.
Οὗτος
ὁ μέγας καὶ θεόφρων πατὴρ ἡμῶν Δωρόθεος, ὁ τῶν τοῦ Θεοῦ δωρεῶν καὶ χαρίτων
πλήρης, ὁ τῇ σοφίᾳ καὶ τῇ συνέσει κεκοσμημένος, τῇ δὲ δυνάμει τοῦ Πνεύματος ἐπὶ
τὰ ἄνω ὅλως ἐν ἀληθείᾳ προσηλωμένος, ἔνθα καὶ τὸ πολίτευμα αὐτοῦ καὶ τὴν
καρδίαν ἔσχεν, ἔζησε καὶ ἤκμασεν τὸν τέταρτον (4ον) μετὰ Χριστὸν αἰῶνα, τῇ τοῦ
νοὸς ὀξύτητι τὰ μάλα πεπροικισμένος καὶ τῇ τοῦ λόγου ἀφθόνῳ παροχῇ τὰ μέγιστα
διακεκριμένος, μέτοχος ἐγένετο τίμιας διακονίας ἐν τῇ Ἁγιωτάτῃ τοῦ Χριστοῦ
Ἐκκλησίας. Ἤτοι Ἐπίσκοπος κατεστάθη τῆς ἱερᾶς καὶ θεοβαδίστου πόλεως Τύρου, ἣν
ὁ Κύριος κατὰ τὴν ἐπὶ γῆς Αὐτοῦ παρουσίαν ἐπεσκέψατο, ἰώμενος πολλοὺς ἐν
ἀσθενείᾳ ὄντας καὶ διδάσκων τὰ πλήθη τῆς ἀληθείας τὸν σωτήριον Αὐτοῦ λόγον. Ποιμὴν
οὖν καθιστάμενος τῶν λογικῶν αὐτῆς προβάτων, τύπον ἑαυτὸν παρέσχετο τοῖς πᾶσιν,
ἐν ἀρεταῖς παντοίαις προκόπτων, ἐν τῇ μελέτῃ τῶν θείων ἀδολεσχῶν, ἐν τῇ
προσευχῇ καὶ τῇ ἀγρυπνίᾳ σχολάζων, ἐν τῇ ἐγκρατείᾳ ἐντρυφών, ἐν δὲ τῇ σπουδῇ
τῶν ἱερῶν λογίων ἀξίως διαπρέπων. Θεόθεν λαβὼν τὸ τάλαντον τῆς εὐφυΐας καὶ
φιλομαθείας, ἐν κόποις περισσοτέρως καὶ ἐν θυσίαις ἱκαναῖς ὑπερβαλλόντως ἑαυτὸν
ὑποβάλλων, εἰς ἑκατὸν τοῦτο ἐπλεόνασεν, ὡς δοῦλος ἀγαθὸς καὶ οἰκονόμος
πιστότατος, τῇ τοῦ Δεσπότου Χριστοῦ καθυπακούων προσταγῇ καὶ ἐπιτάξει. Ἐν τῇ
συγγραφῇ οὖν βίβλων ἱερῶν ἐπιδέδοται, ἱστορήσας τοὺς τρόπους τῶν Ἁγίων καὶ
ἐνδόξων Ἀποστόλων, τὴν πολιτείαν τῶν Ὁσίων, τοὺς ἄθλους καὶ τὰ τρόπαια τῶν
Μαρτύρων, τοὺς λόγους τῶν Προφητῶν, τὰ κατορθώματα πλείστων Ἁγίων, δι᾿ ὧν σεμνυνομένη
καυχᾶται ἡ τοῦ Χριστοῦ Ἁγία Ἐκκλησία. Κατέχων δὲ καλῶς ὡς ἀγχίνους καὶ
πολυμαθέστατος ἅπαντα τὰ τῆς Παλαιᾶς καὶ τῆς Καινῆς Διαθήκης κεφάλαια,
συνέγραψε πλεῖστα ὅσα ἔργα ψυχωφελῆ καὶ πάντερπνα, τόσον εἰς τὴν Ἑλληνικὴν ὅσον
καὶ εἰς τὴν Λατινικὴν γλῶσσαν, καταλιπὼν ταῦτα ὡς διαθήκην ἱερὰν καὶ πλοῦτον
πολυτίμητον εἰς τὰς ἐπερχομένας γενεὰς τῶν πιστῶν, πρὸς οἰκοδομὴν καὶ γνῶσιν
τῶν καλῶν. Τῆς ἐν Τύρῳ λογικῆς ποίμνης τοῦ Χριστοῦ προέστη, τῇ τοῦ Θεοῦ βουλῇ
καὶ ψήφῳ, ἐν ἔτει τριακοσιοστῷ τρίτῳ (303 μ.Χ.), βασιλεύοντος τοῦ ἀσεβεστάτου
Μαξιμιανοῦ, τοῦ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ μισοῦντος καὶ διώκοντος καὶ ἐν ἔχθρᾳ
πολλῇ πρὸς τοὺς πιστοὺς Χριστιανοὺς διακειμένου. Διωγμοῦ οὖν ἐγερθέντος κατὰ
τοὺς χρόνους Διοκλητιανοῦ καὶ Λικινίου τῶν μισοχρίστων, ὁ θεῖος οὗτος ἀνὴρ
Δωρόθεος, τὴν Τύρον καταλιπὼν εἰς Δυσσόπολιν τῆς Θράκης ἔφθασεν, ἔνθα καὶ ἐν
συγγραφαῖς ἀρίσταις ἐνδιέπρεψεν ὁ ἀοίδιμος. Ὕστερον δὲ τοῦ διωγμοῦ καταπαύσαντος, εἰς τὴν
Τύρον ἐπανῆλθε, τὴν Ἐπισκοπικὴν αὐτοῦ ἕδραν καὶ πάλιν λαβών, ἧς καὶ προέστη
ἄχρι τῶν χρόνων Ἰουλιανοῦ τοῦ Παραβάτου, ὅστις διωγμὸν κρυφίως τὸ πρῶτον κατὰ
τῶν χριστιανῶν ἐκίνησεν, ἐν ἔτει τριακοσιοστῷ ἑξακοσιοστῷ πρώτῳ (361 μ.Χ.). Τότε
καὶ πάλιν ὁ ἱερὸς οὗτος Δωρόθεος τὴν Τύρον ἀφεὶς εἰς τὴν Δυσσόπολιν ἦλθεν, ὅπως
τοῦ φοβεροῦ τούτου κινδύνου διαφύγει τὰ ἔνεδρα, τῇ ἡλικίᾳ προβεβηκὼς καὶ τῇ
συνέσει πολιὸς ὑπάρχων. Θεοῦ δὲ τῇ ἀγάπη ἐν ὅλῳ αὐτοῦ τῷ βίῳ ἐπιδιδόμενος καὶ
τὰς ἐντολὰς Αὐτοῦ ἐπιμελῶς φυλάττων, τὸ θέλημα Αὐτοῦ ἐν πᾶσιν ἔπραττε καὶ τῷ
προστάγματι Αὐτοῦ ὑπήκουεν ἐν εὐπειθείᾳ. Ὅθεν καὶ τὰς ὀδύνας ἐν πολλῇ καρτερίᾳ
ὑπέμεινεν, ὅτε ὑπὸ τῶν δυσσεβῶν ἀρχόντων συνελήφθη, εἰς τὴν Δυσσόπολιν τῆς
Θρᾴκης εὑρισκόμενος καὶ τὸ ἑκατοστὸν ἕβδομον ἔτος τῆς ἡλικίας αὐτοῦ διάγων.
Καὶ
τὴν μὲν γηράσκουσαν αὐτοῦ σάρκα πολλαῖς βασάνοις καὶ τιμωρίαις πικροτάταις
παρέδωκαν οἱ τοῦ δυσσεβοῦς τυράννου ὑπηρέται, θηρίοις τῇ ὠμότητι τῶν τρόπων
ὁμοιάσαντες καὶ τῷ ἀρχεκάκῳ διαβόλῳ τῇ γνώμῃ τούτων δουλωθέντες. Ἀλλὰ ψυχὴν
αὐτοῦ, τὴν τοῦ ἀδάμαντος δυνατωτέραν οὖσαν, ἐπικάμψαι ὅλως οὐκ ἐπέτυχον, οὐδὲ
λυγίσαι ἠδυνήθησαν ποσῶς οἱ ἄσπλαγχνοι τυραννοῦντες. Χρυσίου δὲ μάλιστα
λαμπροτέραν ἔδειξαν ἐν τῇ καμίνῳ ὑποβάλαντες τῶν βασάνων, καὶ παντὸς πλούτου
ὁρωμένου τιμιωτέραν, χιόνος δὲ πλέον λευκὴν καὶ καθαρὰν ἐν ταῖς πικρίαις τῶν
ὀδύνων πεποιημένην. Καὶ οὕτως ὁ μακάριος καὶ γενναιόφρων οὗτος Ἱεράρχης τοῦ
Χριστοῦ Δωρόθεος, ἐν Μαρτυρίῳ τῷ τιμίῳ ἐσφραγίσατο τὴν καλὴν καὶ ἄμεμπτον τῆς
πίστεως ὁμολογίαν. Τὸ δὲ πρὸς τὸν μεγάλον Ἀρχιερέα καὶ Βασιλέα τοῦ παντὸς
Χριστὸν τὸν Κύριον φίλτρον αὐτοῦ, ἀνόθευτον διετήρησεν ἄχρι τέλους. Καὶ ὡς τὴν
ἐκλογάδα Τύρου, ἣν παρ᾿ Αὐτοῦ ἐνεχειρίσατο, ἐπὶ πηγὰς ὡδήγησε ζωηῤῥύτους, σοφῇ
καὶ ἀγαθῇ τῇ γνώμῃ αὐτοὺς ποιμάνας, οὕτω καὶ τὴν ψυχὴν αὐτοῦ τὴν λογικὴν καὶ
θεοποίητον, τὴν τῇ πραότητι πλέον προβάτων βεβαιωθεῖσαν, Θεοῦ τοῦ ζῶντος ταῖς
χερσὶ παρέθετο, τοῦ φιλευσπλάγχνου Ἀρχιποίμενος. Ἡ γῆ μὲν ἐδέξατο τὸ ἐν
βασάνοις ἑξαγνισθὲν αὐτοῦ τίμιον σῶμα, τὸ ἐξ αὐτῆς χειρὶ Θεοῦ πλασθὲν τὸ
πρότερον, βουλῇ δὲ τούτου ὕστερον εἰς ἔργα ἀγαθὰ ἐπιδοθὲν καὶ εἰς διακονίαν τῆς
ἀμώμου ἱερατείας εὔχρηστον γενόμενον καὶ ἐπιτήδειον ἐν πολιτείᾳ χρηστότητος καὶ
δικαιοσύνης. Τὸ δὲ πνεῦμα αὐτοῦ τὸ ἱερώτατον, τὸ τοῖς ἐπουρανίοις ὁμοιωθὲν
Ἀγγέλοις, εἰς οὐρανοὺς ἀνῆλθε μετὰ δόξης κρείττονος καὶ τιμῆς πρεπούσης. Θεοῦ
τοῦ τρισηλίου τῷ φωτὶ ἀπαύστως κοινωνῶν τῷ ἀνεσπέρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς μετά φιλανθρωπίας ἐπενεχθείσης
φοβερᾶς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπ᾿
αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ
φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ᾿ ἐλπίδα πᾶσαν ἐλυτρώσατο
ἡμᾶς.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Δέκα Μαρτύρων τῶν ἐν
Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου,
Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος.
Πεινῶσι καὶ
διψῶσιν Ἀθληταῖς δέκα,
Τροφὰς Θεὸς
δίδωσι μὴ πληρουμένας.
Οὗτοι
διὰ Χριστὸν καὶ τὴν εἰς αὐτὸν πίστιν, ὑπὸ τοῦ ἐν Αἰγύπτῳ ἄρχοντος, λιμῷ καὶ
δίψει καὶ κρύει ταλαιπωρηθέντες, τὸν ἀγῶνα τοῦ μαρτυρίου ἐτέλεσαν.
Ὁ
Ἅγιος Μάρτυς Χριστοφόρος, ὁ ἀπὸ Ῥώμης, ξίφει
τελειοῦται.
Μὴ δωρεάν σοι
τέμνομαι Χριστοφόρος;
Δώσεις ὁ
Χριστὸς οἶδα πολλά μοι στέφη.
Ὁ
Ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθείς,
τελειοῦται.
Εἰσδὺς Κόνων
θάλασσαν, εὗρε λιμένα,
ἄριστα χερσὶν
οἰακισθεὶς Κυρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πλουτάρχου, ἐπισκόπου
Κύπρου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νόννου, οὗ ἡ σύναξις
τελεῖται εἰς τὸν ναὸν τοῦ ὄρους τῶν Ἐλαιῶν.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μάρκου, τοῦ
ἐκ Σμύρνης καταγομένου καὶ ἐν Χίῳ ἀθλήσαντος ἐν ἔτει 1801.
Μᾶρκον ἔχεις
καύχημα Χίος μέγα, ἠδέ τε σεπτόν·
Λαμπρὰν
τεύξαντα, αἵματι Μαρτυρίου,
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοδώρου τοῦ
Γιαροσλαβίδης τοῦ Δουκός, τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Βονιφασίου τοῦ ἐν
Γερμανίᾳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου
ἐπισκόπου Τύρου.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Ὁ παῖδας ἐκ καμίνου.
Ἀγγέλων οὐρανίων τὰ
τάγματα, ὁρῶντα ἐξέστησαν, τρόπαια τὰ σά, ἃ ἐπετεύξω ἐν σαρκί, τῇ πηλίνῃ
θεόφρον Δωρόθεε· οἷς ἅμα ἐπευλογεῖς ἐν
αἰνέσει, Θεὸν τὸν ὑπερένδοξον.
Λειμῶνος νοητοῦ ὡς
πολύτιμον, ὑπάρχων Δωρόθεε, ἄνθος μυστικῶς,
ὑπερκοσμίων δωρεῶν, εὐωδίαν προχέεις τὴν ἄῤῥητον, καὶ πάντας εἰς τὸ δοξάζειν
προτρέπεις, Θεὸν καλῶν τὸν αἴτιον.
Λεπτύνας τῆς σαρκός σου τὸ
φρόνημα, ἀσκήσεως σκάμμασιν, ὅλη σοῦ ψυχή, ὡς ἱερεῖον λογικόν, τῷ Κυρίῳ
προσήχθης Δωρόθεε, σφραγίσας ἐν ἀγαθαῖς
ἀριστείαις, τὴν κλῆσιν τὴν δωρώνυμον.
Θεοτοκίον.
Οἱκτίρας ὁ φιλάνθρωπος
Κύριος, ὃν ἔπλασεν ἄνθρωπον, ὅλον ἐν κρημνοῖς, ὑποπεσόντα τῆς φθορᾶς,
σαρκωθῆναι ἐκ σοῦ Κόρη ἔστερξεν, καὶ πάντας εἰς καλλονῆς τῆς προτέρας, τὸ ὕψος
ἀνεβίβασεν.
Ἕτερος.
Οὐκ ἐλάτρευσαν.
Ἡδυνόμενος, τῷ μέλιτι Δωρόθεε, τῆς θείας γνώσεως εἰς ἀρετῆς τὸ τερπνόν,
καὶ εὔοσμον ἔδραμες, ἄνθος ὡς μέλισσα· καὶ μετέδωκας, ἐν ἀφθονίᾳ βίβλων σου,
οὐρανῶν τὸ θεῖον μάννα.
Νέμεις ἄφθονον, τὴν χάριν
τὴν πολύδωρον, τοῖς μεγαλύνουσιν ἐν εὐλαβείᾳ πολλῇ, ἀγῶνας πανσέπτους σοῦ,
μάκαρ Δωρόθεε· καὶ τὴν ἄθλησιν, ἣν ἐν βαθεῖ
σου γήρατι, σθένει ἤνυσας ἀκμαίῳ.
Ἀμετάθετον, καρδίας σου
τὴν ἔφεσιν, ἔσχες πρὸς Κύριον· ὅς ἐν Σταυρῷ δι᾿ ἡμᾶς, θελήσει ὑπέμεινε, Πάθη τὰ
Ἄχραντα· διὸ ἤνεγκας, περιχαρῶς Δωρόθεε, τὴν
πικρίαν τῶν βασάνων.
Θεοτοκίον.
Διανάστησον, ἡμᾶς τοὺς εἰς
τὰ βάραθρα, τῶν παραπτώσεων καταπεσόντας δεινῶς, Παρθένε ἀμόλυντε, μόνη ὡς
τέξασα· τὸν θεάνθρωπον, ὃς ἀναστὰς τοῦ μνήματος, τὴν ζωὴν ἡμῖν δωρεῖται.
ᾨδὴ
η´. Αὕτη ἡ κλητή.
Ὕδωρ εἰς τὸ ζῶν μετὰ πόθου
προσῆλθες, διψήσας ἐκ βαθέων, Τούτου πιεῖν τοὺς χειμάῤῥους καὶ Χριστὸν ἐγνωκώς,
τὴν πηγὴν τῶν ἀγαθῶν τὴν ἀκένωτον, Αὐτῷ ἐκολλήθης, Δωρόθεε
ἐμφρόνως.
Ἴδετε λαοὶ πόλις Τύρου
κραυγάζει, τὸν θρόνον μου λαμπρύνει, ἐν θαυμαστοῖς μεγαλείοις, Ἱεράρχης
κλεινός, ὁ Δωρόθεος Θεοῦ δῶρον τέλειον,
πιστοῖς ἐκδιδάσκων, Αὐτοῦ τὴν Βασιλείαν.
Σέλας καθορῶν τριλαμποῦς
Θεαρχίας, Δωρόθεε παμμάκαρ, ἔργα νυκτός τε
καὶ σκότους, διελέγχεις τρανῶς, ἀναστάσεως αὐγὴν τὴν ἀνέσπερον, ἡμῖν
ὑπεμφαίνων, καὶ Φῶς Χριστοῦ τὸ μέγα.
Θεοτοκίον.
Ἵνα τοὺς βροτοὺς ἐπενδύσῃ
χιτῶνα, τιμῆς ἐπουρανίου, ὁ Βασιλεὺς τῶν αἰώνων, ἐν γαστρί σου Ἁγνή, ἐπενδύσατο
σαρκὸς τὴν εὐτέλειαν, διὸ κατὰ χρέος, ἀεί σε εὐλογοῦμεν.
Ἕτερος.
Παῖδας εὐαγεῖς.
Ὥσπερ θησαυρὸν τῇ
ἐκκλησίᾳ, τὰς βίβλους τὰς θεοπνεύστους σου κατέλιπες, πάντιμε Δωρόθεε· Τύρου θεῖε Ἄγγελε, καὶ ὡς χρυσὸν
ὑπέρτιμον, τὰ σὰ διδάγματα· ἐν λόγοις σου καὶ ἔργοις γὰρ θείοις, πᾶσιν
ἐκμανθάνεις, τὴν ἄνω πολιτείαν.
Ἴδε καθαρὰ αὐγὴ ἐφάνη, τὸ
σκότος τῆς ἀγνωσίας διακάμπτουσα, φέγγος δὲ καινίζουσα· μέγα καὶ ἀνέσπερον, ὁ
ἱερὸς Δωρόθεος, τῆς Τύρου καύχημα καὶ ἅπασαν
εὐφραίνει τὴν κτίσιν, θείαις ἀγλαΐαις, καλλίστων δωρημάτων.
Σάλπιγξ ὑψηλῆς θεολογίας,
τὸ στόμα τῆς Ἐκκλησίας τὸ καλλίφωνον, ἄῤῥητα μυστήρια τὸ ἐκδιηγούμενον, τῆς
ἀκροτάτης γνώσεως, σὺ εἶ Δωρόθεε· τὸν Κύριον
προτρέπων δοξάζειν, καὶ πιστῶς λατρεύειν, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἵνα τὴν δραχμὴν τὴν
κεχωσμένην, τῷ λάκκῳ τῆς προπατόρων παραβάσεως, εὕρῃ ὁ φιλάνθρωπος· σάρκα
ἀνελάβετο, ἐν τῇ γαστρί σου Ἄχραντε, φθορᾶς ἀνόθευτον καὶ γέγονας Παρθένε
Μαρία, Οἶκος φωτοφόρος, Θεοῦ τοῦ πρὸ αἰώνων.
ᾨδὴ
θ´. Φωτίζου, φωτίζου.
Μεγάλυνον
ψυχή μου ὕμνοις οὐρανίοις Ἄγγελον τῆς Τύρου Δωρόθεον
τὸν θεῖον.
Διδάσκαλον μέγαν, καὶ
ἱερὸν ὑφηγητὴν τῶν καινῶν μεγαλείων, τοῦ Θεοῦ σε ἔγνωμεν. Βίβλοις αὐτά,
διαγράψας πολλοῖς· ὅθεν ἀεί, χαίροις μελωδοῦμεν, οὐρανοφάντορ Δωρόθεε.
Μεγάλυνον
ψυχή μου τὸν τὴν Ἐκκλησίαν δόξῃ εὐκοσμῶντα Δωρόθεον
τὸν μέγαν.
Ὡς ὄρθρος ἡμέρας, μεγάλης
καὶ καινοπρεποῦς· ἡ πανίερος μνήμη, Δωροθέου ἔφανεν.
Τύρου λαός, εὐφροσύνῃ σκιρτᾷ· χαίρει ὁμοῦ, πᾶσα Ἐκκλησία, καὶ οὐρανοὶ
ἐπαγάλλονται.
Μεγάλυνον
ψυχή μου τὸν θεοπροβλήτως λάμψαντα ἐν Τύρῳ Δωρόθεον
τὸν πάνυ.
Ῥεόντων τὴν δόξαν, καὶ γῆς
τὰ πλούτῃ παριδὼν τῶν ματαίων δὲ πάντων, ἀποστὰς Δωρόθεε.
Ὅλῃ ψυχῇ, τὸν Χριστὸν δὲ ἐρῶν· ἦρας Σταυρόν, θέλων ἐπὶ ὤμων, Τούτου ὀπίσω
ἑπόμενος.
Μεγάλυνον
ψυχή μου τὸν τοῦ Μαρτυρίου κάλλεσι στεφθέντα Δωρόθεον
γενναῖον.
Ἀνδρείως βασάνους, τῇ
γηραλέᾳ σου σαρκί· ἐκαρτέρεις Κυρίου, τῇ στοργῇ στομούμενος. Λέγων ἐχθροῖς,
θαῤῥαλέᾳ φωνῇ· ἕνα Θεόν, σέβω ἄχρι τέλους, τὸν ἐν Τριάδι Δωρόθεε.
Θεοτοκίον.
Μεγάλυνον
ψυχή μου τὴν τιμιωτέραν καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Σκηνώσας ἐν μήτρᾳ, σοῦ τῆς
Παρθένου καὶ ἁγνῆς· ὁ Δεσπότης τῶν ὅλων, Μαριάμ σε ἔδειξεν. Δόξης ναόν, καὶ
παστάδα φωτός· ὅθεν βροτοί, ἅμα σὺν ἀγγέλοις, σὲ εὐλαβῶς μακαρίζομεν.
Ἕτερος.
Ἅπας γηγενής.
Μεγάλυνον
ψυχή μου τὸν ἐν διδασκάλοις μέγιστον φωστῆρα Δωρόθεον
ὑψίνουν.
Δίψαν τῶν ψυχῶν, ἀκόρεστον
ἔσβεσας, σοφοῖς λογίοις σου εἰς πηγὰς γὰρ ὕδατος, τοῦ ζῶντος πάντας καλῶς
ὡδήγησας, καὶ εἰς νομὴν Δωρόθεε, τὴν θεοφύτευτον,
ἔνθα ἄρτον τρώγοντες σωτήριον, ἐν αἰνέσει τὸ χαῖρέ σοι ᾄδομεν.
Μεγάλυνον
ψυχή μου τὴν τοῦ Παρακλήτου εὔσημον γραφίδα Δωρόθεον
θεόπνουν.
Ὥσπερ ἀστραπή, ὁ λόγος Δωρόθεε, ὁ σὸς διέδραμε· εἰς τῆς γῆς τὰ πέρατα,
πιστῶν εὐφραίνων τὰ αἰσθητήρια, καὶ γὰρ καιρῷ διώξεων, τὴν Τύρον ἔλιπες, καὶ
εἰς Θρᾴκης ἦλθες τὴν Δυσσόπολιν, μεγαλύνων Θεὸν θείοις ἔργοις σου.
Μεγάλυνον
ψυχή μου θεῖον σκαπανέα Τύρου ἀμπελῶνος Δωρόθεον ἀξίως.
Ῥᾶον διωκτῶν, αἰκίσεις
ὑπέμεινας, σκληρὰς Δωρόθεε· γηραλέῳ σώματι,
ψυχῆς τε τόνῳ ὅλως νεάζοντι, καὶ τοὺς χοροὺς ἐξέπληξας, Ἀγγέλων βλέποντας, τὴν
πολλήν σου μάκαρ σταθερότητα, καὶ τῆς γνώμης τῆς σῆς τὸ ἀκέραιον.
Μεγάλυνον
ψυχή μου Τύρου Ἀρχιθύτην Δωρόθεον δώροις ἁγίοις πεπλησμένον.
Ἄνερ θαυμαστέ, τὰ κάλλη
τοῦ Πνεύματος, ὁ θεασάμενος καὶ τῶν ὑπὲρ ἔννοιαν, χαρίτων πλοῦτον πολὺν
δεξάμενος, ὁ παρεστὼς Δωρόθεε, ἐν δόξῃ
κρείττονι, τῆς Τριάδος Θρόνῳ καθικέτευε, ὑπὲρ πάντων τῶν πόθῳ τιμώντων σε.
Θεοτοκίον.
Μεγάλυνον
ψυχή μου τὴν Ἁγνὴν Παρθένον τὴν σαρκὶ τεκοῦσα Θεὸν τὸν Βασιλέα.
Σύσκιον Ἁγνή, καὶ πῖον
σαφέστατα, καὶ ἀλατόμητον ὄρος σὲ ὠνόμασεν, προφήτης πάλαι θείῳ ἐν πνεύματι,
παναληθῶς κινούμενος, τῆς παρθενίας σου, τῆς ἀφθάρτου ὕψος προορώμενος, δι᾿ ἧς
Μήτηρ Θεοῦ ἐχρημάτισας.
Ἐξαποστειλάριον.
Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῶν
δωρεῶν τὴν κλῆσιν, τὴν οὐρανόδωτον λαβών, καὶ ταύτην Ἱεραρχίας, καὶ μαρτυρίου
καλλοναῖς, θεοπρεπῶς εὐκοσμήσας, Δωρόθεε Τύρου
χαῖρε.
Ἕτερον.
Ἦχος γ´. Ἐν Πνεύματι τῷ ἱερῷ.
Σοφίας
σὲ μυσταγωγόν, καὶ ὀξὺν συγγραφέα, διδάσκαλον πανάριστον, τῶν καινῶν μεγαλείων,
καὶ Τύρου Ἀρχιερέα, ὁ Θεὸς σὲ ἔθετο, Δωρόθεε προσκομίσας·
Τούτῳ δῶρον σεαυτόν, λογικὴν ὡς ἀπαρχήν, καὶ ὡς καρπὸν Μαρτυρίου.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου
θαύματος.
Χαίροις
ἱερὲ Δωρόθεε! θεογνωσίας κρατήρ, Ἐκκλησίας
διδάσκαλε, ἧς θρόνον ἐκόσμησας, ἐν τῇ Τύρῳ λαμπρότατα· τοῦ Παρακλήτου στόμα τὸ
πάνσεπτον· τῆς ἀληθείας κάλαμος εὔγραφος. Χαίροις θειότατον, ἀκριβείας δώρημα
τῷ Βασιλεῖ, καὶ Θεῷ Ὃν ἵλεων, ἡμῖν ἀπέργασαι.
Βίβλους
τὰς πολλὰς σοῦ ἔλιπες! ὡς διαθήκην ἡμῖν, ἱερὰν καὶ θεόγραφον, ἐν ᾗ ἐξιστόρησας,
τῶν Ἁγίων τὰ ἔπαθλα· αὐτῶν τοῖς τρόποις θείως ἑπόμενος· καὶ τοῖς καμάτοις ὅλως
ἑνούμενος. Ὕψος εἰς ἄῤῥητον, οὐρανοῦ Δωρόθεε!
ὡς ἀληθῶς, ἔφθασας τῷ πρύτανι, Θεῷ φθεγγόμενος.
Τύρου
ἐκλογὴν ἐποίμανας! ἐπὶ ὑδάτων πηγάς, ποταμὸν εἰς ἀκένωτον, διδοὺς πᾶσι νάματα,
ζωηφόρα Δωρόθεε· Εὐαγγελίου λόγοις
πειθόμενος· ὑπὲρ προβάτων ὧνπερ προΐστασο. Ὅλην σου ἔθυσας, τὴν ψυχὴν
γενόμενος! τύπος Χριστοῦ, δς διὰ τὸν ἄνθρωπον, Σταυρὸν ὑπέμεινεν.
Δῶρον
Ἱερὲ Δωρόθεε! τῷ Εὐεργέτῃ Θεῷ, εὐλαβῶς
προσεκόμισας, τιμίων ἱδρώτων σου, τὰ πολλὰ κατορθώματα· τὰς ἀναίμακτους ναίων
θυσίας σου· καὶ τοὺς ἀγῶνας ὅλης ἀσκήσεως πόνους δὲ σώματος, ἐκ βασάνων
ὕστερον! Μαρτυρικῶν, οἷς καὶ ἐπεσφράγισας, τὴν θείαν κλῆσιν σου.
Δόξα.
Ἦχος πλ. δ´.
Τὸν
τῆς καλλίστης παιδείας θεοδίδακτον διδάσκαλον, καὶ τῆς οὐρανίου καὶ ὑπὲρ νοῦν
σοφίας, ἱερώτατον μύστην καὶ ἐκφάντορα, Δωρόθεον ἅπαντες
πιστοί, τῶν θείων ὕμνων ταῖς δωρεαῖς, δεῦτε ἐπευφράνωμεν. Τοῦ πάντων Δεσπότου
καὶ Θεοῦ τὸ τέλειον δώρημα, καὶ τῆς πρὸς Αὐτὸν ἀγάπης τὸ ἀνταπόδομα. Τοῦ
Παρακλήτου τὸν ὀξύτατον κάλαμον, καὶ τῆς Ἐκκλησίας στόμα τὸ σεβάσμιον. Τὸν τῆς
Τύρου ἔνσαρκον Ἄγγελον, ἧς ἐπὶ τὸν θρόνον ἀνελθών, μάλα τὸν ἐπὶ θρόνου ὑψηλοῦ
καθήμενον, Θεὸν καὶ Βασιλέα τοῦ παντός, ἐν ἔργοις βασιλικοῖς εὐπρεπῶς
ἐθεράπευσεν. Ὅλην γὰρ τὴν καρδίαν αὐτοῦ, ναὸν σεπτὸν καὶ ἅγιον ἐποίησεν, ἐν ᾧ
ἑστὼς τῆς τελείας ἀγάπης, τὴν καθαρὰν λατρείαν, ἐν δόξῃ τῆς Ἀρχιερατείας
προσεκόμισεν. Τῆς πίστεως τὸν λύχνον τὸν ἀκοίμητον, τὸν ἐν ἐλαίῳ τῆς καλῆς
ἐλπίδος πεπληρωμένον, Χριστοῦ δὲ εἰς ὑπάντησιν ἡτοιμασμένον. Μεθ᾿ οὗ ὡς φίλος
ἀγαθός, καὶ δοῦλος πάνυ ἔμπιστος, εἰς τὴν Βασιλείαν Αὐτοῦ τὴν ἄνω εἰσῆλθεν ἐν
χαρᾷ. Πᾶσι δὲ γνωρίζει ἀληθῶς, τῆς καινῆς φωτοχυσίας τὴν λαμπρότητα, καὶ τῶν
ἐνθέων δωρεῶν τὸ πλήρωμα.
Καὶ
νῦν. Τῆς τυχούσης ἑορτῆς.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου ἡ γ´
καὶ ἡ στ´ ᾠδή.
Ἀπόστολος. Πρὸς Ἑβραίους (η´ 1-6).(Ζήτει τῇ Στ´ Νοεμβρίου, τοῦ Ἁγίου Παύλου ΚΠόλεως).
Ἀπόστολος. Πρὸς Ἑβραίους (η´ 1-6).(Ζήτει τῇ Στ´ Νοεμβρίου, τοῦ Ἁγίου Παύλου ΚΠόλεως).
Προκείμενον. Ἦχος βαρύς. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου
αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;
Πρὸς
Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί,
τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν
τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ
Κύριος», καὶ οὐκ ἄνθρωπος. Πᾶς γὰρ ἀρχιερεὺς εἰς τὸ προσφέρειν δῶρά τε καὶ
θυσίας καθίσταται· ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. Εἰ μὲν γὰρ
ἦν ἐπὶ γῆς, οὐδ᾿ ἂν ἦν ἱερεύς, ὄντων τῶν ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον
τὰ δῶρα, οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς
κεχρημάτισται Μωϋσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν· «Ὅρα» γάρ φησι, «ποιήσεις
πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει»· νυνὶ δὲ διαφορωτέρας
τέτευχε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ
κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται.
Ἀλληλούϊα (γ´). Ἦχος β´. Στίχ.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο
αὐτὴν εἰς κατοικίαν ἑαυτῷ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Ἰωάννην (ι´ 9-16).(Ζήτει τῇ ΙΓ´ Νοεμβρίου, εἰς τὴν Λειτουργίαν).
Εἶπεν
ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ
θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν
ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς
καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ
ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ
πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν
προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν
ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου
τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης·
κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία
ποίμνη, εἷς ποιμήν.
Μεγαλυνάρια.
Χαίροις
οὐρανίων μυσταγωγέ, χαίροις τῶν τελείων δωρημάτων ἡ ἀπαρχή, χαίροις τοῦ τῶν
πάντων Θεοῦ ἡ εὐκληρία· Δωρόθεε τῆς Τύρου
ἔξοχον ἄκουσμα.
Δεῦτε
τῆς φυτείας τοῦ Οὐρανοῦ, μέλψωμεν τὸ κλῆμα τὸ κατάμεστον ἐν καρποῖς,
Ἀρχιερωσύνης σεπτοῦ τε Μαρτυρίου· Δωρόθεον τιμίων
δώρων ἐπώνυμον.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ
Κύριε, εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς· Ἦχος δ´. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Μετὰ
σπουδῆς τὰ τοῦ Θεοῦ μελετήσας, διηνεκῶς τε ἐν αὐτοῖς ἐντρυφήσας, τὰς συγγραφάς
σου ἔλιπες, ὡς πλοῦτον ἡμῖν. Πάνσεπτε Δωρόθεε,
Ἀρχιθύτα τῆς Τύρου, κάλαμε ὀξύτατε, τῆς Χριστοῦ Ἐκκλησίας· καὶ μυστολέκτα
πίστεως ὀρθῆς, ἣν ἐν βασάνοις, καλῶς ἐβεβαίωσας.
Δόξα.
Ὅμοιον.
Τὸν
τοῦ Χριστοῦ ἀκροτελῆ Ἱεράρχην, καὶ ἐκκλησίας τὴν ἀκράδαντον πέτραν, τὸν ἱερὸν Δωρόθεον, αἰνέσωμεν νῦν. Ἄγγελον ποιμάναντα,
ἐκλογάδα τῆς Τύρου, λύχνον διαχέοντα, ἱλαρὸν φῶς ἐν κόσμῳ· καὶ εὐπρεπείᾳ ἔργων
θαυμαστῶν, πᾶσι δεικνύνται, Χριστοῦ τὴν λαμπρότητα.
Καὶ
νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν,
ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί,
ἐκ παντοίων δεινῶν.
Ὁ Ν´ Ψαλμός, καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· Χαῖρε Δωρόθεε
σοφέ, τῆς Τύρου Ἀρχιθύτα.
ᾨδὴ
α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Χειρῶν σου ἁγίων τὰς πρὸς
Θεόν, ὑψώσεις ἐν πίστει ἐκζητοῦντες ὁλοτελεῖ, Δωρόθεε
Ἄγγελε τῆς Τύρου· ἀπὸ ψυχῆς σοι ᾠδὰς ἀναμέλπομεν.
Ἀνέτειλας ἄστρον ὡσεὶ
λαμπρόν, ἐκ Τύρου οὗ πόδες ἐπεβάδισαν τοῦ Χριστοῦ, καὶ φέγγει πολλῶν
κατορθωμάτων πᾶσαν τὴν κτίσιν εὐφραίνεις Δωρόθεε.
Ἰδὼν τῆς ψυχῆς σου τὸ
εὐγενές, Χριστὸς ὁ ἐτάζων τὰς καρδίας πάντων βροτῶν, Μονὴν σὲ εἰργάσατο ἀξίαν·
τῆς παρουσίας Αὐτοῦ ὦ Δωρόθεε.
Θεοτοκίον.
Ῥημάτων ἀκούσασα εὐπειθῶς,
τοῦ θείου Ἀγγέλου ἀειπάρθενε Μαριάμ, Θεὸν ἀπεκύησας ἀφράστως· παρακοήν τε τῆς
Εὔας ἠνόρθωσας.
ᾨδὴ
γ´. Οὐρανίας ἁψῖδος.
Ἐν τῷ νόμῳ Κυρίου, τὰ τοῦ
νοὸς βήματα, ὅλη σοῦ συνέσει ῥυθμίσας, μάκαρ Δωρόθεε,
ἐν τοῖς τοῦ βίου δεινοῖς, καὶ λυπηροῖς ἀδοκήτοις, ὡσεὶ βράχος πίστεως, ἔστης
ἀσάλευτος.
Διδασκάλων ὑπάρχεις, τῶν
ἱερῶν πρώτιστος, καὶ τῶν ἱκανῶν συγγραφέων, κάλαμος εὔγραφος, Ἀρχιερέων τιμή,
Ὁσίων θεία λαμπρότης, καὶ Μαρτύρων στέφανος, Πάτερ Δωρόθεε.
Ὡς ὁ Πέτρος ὁ μέγας, τὸ
πρὸς Χριστὸν ἔνθερμον, φίλτρον ἐβεβαίου ποιμάνας, Τούτου τὰ πρόβατα, οὕτω τῆς
Τύρου καὶ σύ, τὴν ἐκλογάδα ποιμάνας, παρ᾿ Αὐτοῦ Δωρόθεε,
εὗρες τὸν ἔπαινον.
Θεοτοκίον.
Ῥητορεύσεις ἁπάντων, τῶν
προφητῶν Δέσποινα, πέρας ἐπὶ σοὶ ἀληθείας, εὑρὸν σαφέστατα, ὅτι Θεὸν τοῦ
παντός, ἄνευ ἀνδρὸς συλλαβοῦσα, σαρκοφόρον τέτοκας, μόνε Πανάχραντε.
Κατεύθυνον,
εἰς ἀληθείας τὴν τρῖβον τὴν εὐθυτάτην, τοὺς τιμῶντας σοῦ εὐλαβῶς τοῦ ἄθλους Δωρόθεε, ὡς ἴθυνας Τύρου τὴν ἐκλογάδα.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις
καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Σοφίας
Θεοῦ, τὸν μύστην τὸν ἀκρότατον, γραμμάτων ὀξύν, καὶ ἄριστον διδάσκαλον, εὐλαβῶς
Δωρόθεον τὸν τῆς Τύρου πρόεδρον μέλψωμεν,
τὸν πολιτείαν φίλων τοῦ Θεοῦ, ἐν βίβλοις ἁγίαις διηγούμενον.
ᾨδὴ
δ´. Εἰσακήκοα, Κύριε.
Οὐρανίῳ φρονήματι, ἐπὶ γῆς
Δωρόθεε πεπολίτευσαι· ὅθεν εὗρες
αἰωνίζουσαν, σὺν Ἀγγέλοις δόξαν καὶ λαμπρότητα.
Θεαρέστως Δωρόθεε, γεωργήσας Τύρου τὴν θείαν ἄμπελον· ἣν ὁ
Κύριος ἐφύτευσεν, πολλαχῶς τὰ δράγματα συνέλεξας.
Ἐκκλησίας ἑδραίωμα, καὶ
τῆς ἀληθείας ἄσειστον ἔρεισμα· ἀγαθότητος δὲ κήρυκα, ἀγαθὲ Δωρόθεε σὲ ἔχομεν.
Θεοτοκίον.
Εἰρηνόδωρε Δέσποινα, τῶν
ἀπηλπισμένων ἐλπὶς ἀναίσχυντε· τῷ Θεῷ Ὃν ἐσωμάτωσας, σαῖς εὐχαῖς εἰρήνευσόν με
δέομαι.
ᾨδή
ε´. Φώτισον ἡμᾶς.
Σκεῦος ἐκλογῆς, ὡς ὁ
Παῦλος ἀναδέδειξαι, ὦ Δωρόθεε βοήσας τῷ Θεῷ,
τῆς σῆς ἀγάπης, τῶν τῆς γῆς οὐδὲν χωρίσει με.
Ὄμμασι ψυχῆς, τῷ Κυρίῳ σοῦ
ἠτένιζες, ἐν ἀγώνων σου Δωρόθεε καιρῷ, καὶ
τῆς ἐλπίδος, τῆς καλλίστης οὐ διήμαρτες.
Φύλαξ ἐντολῶν, τῶν ἁγίων
ἐννομώτατος, καὶ τῆς Χάριτος διάκονος πιστός, ἐν γῇ ἐγνώσθης, ὦ Δωρόθεε μακάριε.
Θεοτοκίον.
Ἔστη μέχρι σοῦ, θανάτου τὸ
Βασίλειον, Μαριὰμ ὅτι ἀπέτεκες Θεόν, καὶ Βασιλέα, ἀναστάντα ἐκ τοῦ μνήματος.
ᾨδὴ
στ´. Τὴν δέησιν, ἐκχεῶ.
Τομώτερος, τῆς μαχαίρας
γέγονε, ὁ σὸς λόγος ὁ σοφὸς Ἱεράρχα· τῶν δυσσεβῶν, ἐκτεμὼν τὰς ἀκάνθας, καὶ
ζιζανίων καθαίρων τὸ ἄτοπον καὶ πλάνης τῶν μακρὰν Θεοῦ· διελέγχων τὸ φαῦλον Δωρόθεε.
Ἡδύτητος, τῆς πρόσκαιρου
πέλουσιν, ὑπερέκεινα αἱ θεῖαί σου ῥήσεις· πᾶσαν ἐχθροῦ, τὴν δυσώδη πικρίαν,
ἀποδιώκουσαι πόῤῥῳ καὶ νέμουσαι· εὐώδους χάριτος πνοὴν Παρακλήτου τῇ αὔρᾳ Δωρόθεε.
Σκαιότητος, νομικῆς
παρέδραμες, τὸ νυκτῶδες ὦ Δωρόθεε σκότος·
καὶ τὴν αὐγήν, λευκοφόρου ἡμέρας, ἐν λειτουργίᾳ αἰνέσεως ἔφερες· υἱὸς ὡς μέγας
τοῦ φωτὸς· κληρονόμος αἰῶνος τε μέλλοντος.
Θεοτοκίον.
Τηρήσασα, παρθενίαν
ἄμεμπτον, καὶ ἁγνείας καθαρὰν τὴν σφραγῖδα· μόνη ἐν σοί, Θεοτόκε Μαρία, ὁ
ποιητὴς τῶν αἰώνων ἐσκήνωσεν· ποιήσας σε Ἀγγελικῶν στρατιῶν τιμιώτερον ὄχημα
Κατεύθυνον,
εἰς ἀληθείας τὴν τρῖβον τὴν εὐθυτάτην, τοὺς τιμῶντας σου εὐλαβῶς τοὺς ἄθλους Δωρόθεε, ὡς ἴθυνας Τύρου τὴν ἐκλογάδα.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις
καὶ τὸ Κοντάκιον. Ἦχος β´. Προστασία τῶν Χριστιανῶν.
Ἀριστείας
τῶν θεοπρεπῶν διδαγμάτων σου, καὶ τοὺς πόνους τῶν διὰ Χριστὸν ἀθλημάτων σου,
ἐγκωμίων χρεωστικαῖς γεραίροντες ᾠδαῖς· πιστῶς κράζομέν σοι ἐκ ψυχῆς, χαίροις
τῆς Τύρου ἀῤῥαγής, πέτρα μάκαρ Δωρόθεε· Στήριξον
ἐν τῇ πίστει, καὶ κράτυνον ἐν ἰσχύϊ, τῆς ἀγαπήσεως Θεοῦ, τοὺς ἀεί σε
μακαρίζοντας.
Προκείμενον. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Ἰωάννην (ι´ 9-16).(Ζήτει τῇ ΙΓ´ Νοεμβρίου, εἰς τὴν Λειτουργίαν).
Εἶπεν
ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται
καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ
θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ
ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ
μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον
ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ
σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ
περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι
ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν
μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς
ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται
μία ποίμνη, εἷς ποιμήν.
Δόξα. Ταῖς τοῦ σοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν
οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Τύρου
τὴν θεόλαχον, ἀναλαβῶν ἐκκλησίαν, εἰς ζωῆς τὰ νάματα, συνετῶς Δωρόθεε καθωδήγησας· τοῖς πιστοῖς γέγονας,
ἐγκρατείας μέτρον, τῆς σοφίας τύπος ἄριστος· κανὼν πραότητος, θεοῤῥημοσύνης
διδάσκαλος· ἀγάπης τε καὶ πίστεως, καὶ ἐλπίδος πλῆρες κεφάλαιον· στῦλος
φωτοφόρος, τὸν νέον Ἰσραὴλ καθοδηγῶν, ἐν ἀναβάσεων κλίμακι, Θεοῦ εἰς σκηνώματα.
ᾨδὴ
ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπακούσας προθύμως,
ἐντολαῖς ταῖς ἁγίαις ἐν θεολήπτῳ ψυχῇ, Δωρόθεε ἠρνήσω,
σαυτὸν καὶ τὸν Σταυρόν σου, ἐπὶ ὤμων ἀράμενος· κατηκολούθεις Χριστῷ, χρισθεὶς
Αὐτοῦ τῷ μύρῳ.
Ῥαθυμίας τὸν ὕπνον,
ἀποθέμενος ὅλως ἐκ σοῦ Δωρόθεε, λαμπάδα τῆς
ψυχῆς σου, ἀκοίμητον ἐτήρεις, ἐν ἐλαίῳ χρηστότητος· διὸ εἰσῆλθες χαρᾷ, φωτὸς
εἰς τὸν νυμφῶνα.
Οὐρανόφρονι γνώμῃ,
εὐθυτάτῃ καρδίᾳ καὶ πολιτείᾳ σεμνῇ, ὡδήγησας τῆς Τύρου, Δωρόθεε τὴν μάνδραν, εἰς πηγὰς ζῶντος ὕδατος· τόπος καὶ τύπος
Χριστοῦ, γενόμενος τοῖς πᾶσιν.
Θεοτοκίον.
Ὑψηλότατος Θρόνος, τοῦ
Δεσπότου τῶν ὅλων γέγονας Κόρη Ἁγνή, βαστάσασα χερσί σου, ἁγίαις ὥσπερ βρέφος,
Ὃν δοξάζει ἡ σύμπασα· καὶ ὑπακούει πιστῶς, παρ᾿ Οὗ τὸ εἶναι ἔχει.
ᾨδὴ
η´. Τὸν Βασιλέα.
Ἀκτημοσύνη, καὶ σωφροσύνη
διάγων, ἐπὶ γῆς ἑκουσίᾳ σου γνώμῃ, εὗρες ἐν ὑψίστοις, Δωρόθεε
τὸν πλοῦτον.
Ῥεόντων πάντων, ὡς
νουνεχὴς ὑπερεῖδες, καὶ Θεοῦ τὴν ἀκήρατον δόξαν, ὅλῃ σου καρδίᾳ, Δωρόθεε ἐπόθεις.
Χαράξας νόμον, τὸν τοῦ
Θεοῦ ἐν πλαξῖ σου, τῆς καρδίας Δωρόθεε μάκαρ,
γέγονας Μωσέως, ἐφάμιλλος τῇ τάξει.
Θεοτοκίον.
Ἰσχὺς καὶ κράτος, καὶ
ἀῤῥαγὴς προστασία, τῶν πιστῶν Παναγία ὑπάρχεις, μόνη ὡς τεκοῦσα, Θεὸν τὸν ἐν
ἰσχύϊ.
ᾨδὴ
θ´. Κυρίως Θεοτόκον.
Θυσίας ἀναιμάκτους, νέμων
τῷ Κυρίῳ, ὡς προεστὼς τῆς λατρείας, ἐν οἴκῳ Θεοῦ, σαυτὸν Δωρόθεε ἧξας, θῦμα εὐπρόσδεκτον.
Ὑπήνεγκας γενναίως, πόνους
τῇ σαρκί σου, τῇ γηραλέᾳ τοῦ πόθου, ἀκμαίῳ φρενί, διὸ τρυφῆς ἀντιδόσεις, εὗρες Δωρόθεε.
Τελέσας ἀπροσκόπτως,
πίστεως τὸν δρόμον, καὶ τῆς ἀγάπης τοὺς ὅρους, τηρήσας καλῶς, τοὺς ἐν ἐλπίδι
στεφάνους, ἔσχες Δωρόθεε.
Θεοτοκίον.
Ἁγνείας
σου τὸ βάθος, καὶ τῆς παρθενίας, τῆς σῆς Μαρία τὸν πλοῦτον, γινώσκων Θεός, ἐκ
σοῦ τὴν σάρκα φορέσαι, Κόρη ηὐδόκησεν.
Ἄξιόν ἐστι... καὶ τὰ παρόντα
Μεγαλυνάρια· Ὧν ἡ ἀκροστιχίς· ᾨδὴ
Ἰσιδώρας.
Ὡς
τῶν μεγαλείων τῶν θαυμαστῶν, μύστης καὶ ἐκφάντωρ καὶ θεόπνευστος ἑρμηνεύς,
δέχου ἱκετῶν σου Δωρόθεε δεήσεις· ἡμῖν ἀντιπαρέχων
χάριν θεόσδοτον.
Δικαίων
ἐλάμπρυνας στρατιάς, Μαρτύρων χορείας καὶ τὰς τάξεις Ἱεραρχῶν, θείων διδασκάλων
ὁμήγυριν συνάμα· σοφῶν τε καὶ ὁσίων δῆμον Δωρόθεε.
Ἡλίου
τριφώτου τὴν ἀστραπήν, αὐγὴν καθαράν τε Βασιλείας τῶν Οὐρανῶν, Ἄγγελον τῆς
Τύρου ἐν ἔργοις λευκοφόρον Δωρόθεον τὸν πάνυ
πάντες αἰνέσωμεν.
Ἰδὼν
τῆς ψυχῆς σου τὸ καθαρόν, καρδίας τὸ πρᾶον καὶ ἀκέραιον ὁ Θεός, Ἀρχιερωσύνης τῷ
μύρῳ ἔχρισέ σε· ποιμάναι τὴν ἐν Τύρῳ μάνδραν Δωρόθεε.
Σοφίας
Δωρόθεε ποταμόν, συνέσεως κρήνην καὶ λυχνίαν
τῶν ἀρετῶν, πόλιν τε κειμένην ἐπ᾿ ὄρους ἔγνωμέν σε· τὸ φῶς τῆς ἀληθείας πᾶσι
πυρσεύοντα.
Ἰσχὺν
τὴν ἀήττητον τοῦ Σταυροῦ, ἐμφρόνως φορέσας διπλοΐδα ὡς ἱεράν, ἔφερες ἀνδρείως
σαρκὶ ἐν γηραιᾷ σου· ὀδύνας Μαρτυρίου θεῖε Δωρόθεε.
Δοχεῖον
πολύτιμον ἀρετῶν, καὶ εὔχρηστος οἶκος τῶν χαρίτων τῶν μυστικῶν, σκεῦος ἐκλογῆς
τε Δωρόθεε ἐγένου· καὶ στῦλος Ἐκκλησίας
μέγας καὶ ἄσειστος.
Ὡραῖον
τὸν κάλλει ὑπὲρ βροτούς, Χριστὸν ἀγαπήσας ὦ Δωρόθεε
ἐκ ψυχῆς, Τούτῳ ἠκολούθεις πιστότητι καρδίας τηρήσας ἄχρι τέλους νόμον
τὸν ἅγιον.
Ῥόδον
ὡς καλλίστης προσαγωγῆς, τῷ Θεῷ ἐδόθης ὦ Δωρόθεε ἱερέ,
πνέων οὐρανίου λειμῶνος εὐωδίαν· καὶ αὔραν Παρακλήτου τὴν ἀκατάληπτον.
Ἀνύστακτον
ἔχων τῆς σῆς ψυχῆς, τὸ ὄμμα καὶ κάλλος ἀτενίζων Δεσποτικόν, ἔφθασας Ἀγγέλων τὴν
ἄκραν πολιτείαν· νεκρώσας τῆς σαρκός σου πάθη Δωρόθεε.
Στολήν
σου Δωρόθεε ἱεράν, τῆς ἱερατείας ἣν ἐφόρεσας
ἐκ Θεοῦ, χρόαις Μαρτυρίου ἐποίκιλας τιμίου· ψυχῆς σου τε ποδήρη πάνυ ὡράϊσας.
Χαίροις
φίλε τίμιε τοῦ Χριστοῦ, χαίροις Ἐκκλησίας ὦ ἐράσμιε φοιτητά, χαίροις ὁ ἐν Τύρῳ
καὶ Θράκης Δυσσοπόλει· τὰ ἔπη τῶν Ἁγίων γράψας Δωρόθεε.
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον
καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τῆς
σοφίας σε μύστην, ἱερὸν ἐπιστάμεθα, πάντες οἱ ταῖς θείαις σου βίβλοις,
ἐντρυφῶντες Δωρόθεε· ποιμάνας ἐκλογάδα γὰρ
Χριστοῦ, τῆς Τύρου ἐν συνέσει σου πολλῇ, ἐβεβαίωσας τὸ φίλτρον σου πρὸς Αὐτόν,
ἐν πόνοις τῆς ἀθλήσεως. Χαίροις Ἀρχιερέων καλλονή, χαίροις Μαρτύρων καύχημα·
χαίροις ὁ φιλοπόνῳ σοῦ σπουδῇ, τὰ θείᾳ συγγραψάμενος.
Ἐκτενὴς
καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς· Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Τύπος
τοῦ Κυρίου γεγονώς, τοῦ ὑπὲρ ἡμῶν ἑκουσίως, ἐν τῷ τιμίῳ Σταυρῷ, πάθη
ὑπομείναντος, σεπτὰ καὶ ἄχραντα· ὑπὲρ ποίμνης Δωρόθεε,
τῆς θείας ἐν Τύρῳ, ἣν χερσὶ τιμίαις σου, Χριστὸς ἀνέθετο· ὅλην δεδωκὼς τὴν
ψυχήν σου, θῦμα λογικὸν προσηνέχθης· Τούτου ἐκτελῶν τὰ παραγγέλματα.
Ἕτερον.
Ὅμοιον.
Βίους
τῶν Ἁγίων μελετῶν, ἐν θεοπειθεῖ σου καρδίᾳ, καὶ ὀφθαλμοῖς τοῦ νοός, βλέπων τὰ
ἀπόῤῥητα, Χριστοῦ μυστήρια· ἐν γραφαῖς ἐξιστόρησας, ἁγίαις σου ταῦτα, βίβλους
ὡς θησαύρισμα, μέγα καὶ ἄσυλον· πλείστας ἐπαφήκας σοῖς τέκνοις, θεῖε Ἱεράρχα
τῆς Τύρου· ἄνερ θεοπρόβλητε Δωρόθεε.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου