ΧΑΙΡΕΤΙΣΜΟΙ
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν
Μηλεσίου ἀσκητὴν ἐγκωμιάσωμεν, βλαστὸν Εὐβοίας Ἄθωνος τὸ ἐγκαλλώπισμα, οἱ
φιλέορτοι τοῖς μέλεσιν εὐγνωμόνως· ἐν παλαίσμασι καὶ ἄθλοις ὄφιν ᾔσχυνε, καὶ
Χριστὸν τὸν Βασιλέα ἐμεγάλυνε, τούτῳ λέγοντες· χαίροις Πάτερ Πορφύριε.
Ἄνωθεν αἱ χορεῖαι, τῶν
Ἁγίων σκιρτῶσι, καὶ γῆθεν Ἀθωνῖται Πατέρες (γ΄)· ἀεὶ γὰρ τόποις, τοῖς ἐημικοῖς κατοικήσας,
ὑμνῶν ἆθλά σου Πορφύριε, ἐξίσταμαι καὶ ἵσταμαι, θαμβούμενος βοῶν σοι ταῦτα·
Χαῖρε,
δι’ οὗ ἡ χαρὰ ἐκλάμπει·
χαῖρε,
δι’ οὗ τοὺς πιστοὺς αὐγάζει.
Χαῖρε,
πεπτωκότων ἀνθρώπων ἀνόρθωσις·
χαῖρε,
ἀθυμούντων ψυχῶν ἡ παράκλησις.
Χαῖρε,
οἶκος ἁγιότητος, βλύζων χάριν μυστικήν·
χαῖρε,
σκεῦος Πνευματέμφορον, θαυμαστὸν καὶ ἐν ζωῇ.
Χαῖρε,
ὅτι αὐλίζει μετ’ Ἀγγέλων ἐν πόλῳ·
χαῖρε,
ὅτι πρεσβεύεις τῇ Τριάδι ἀπαύστως.
Χαῖρε,
ἀστὴρ λαβὼν φῶς τρισήλιον·
χαῖρε,
φωστὴρ λαμπρύνων τὰ πέρατα.
Χαῖρε,
δι’ οὗ κατηυφράνθη ἡ κτίσις·
χαῖρε,
δι’ οὗ ἐδοξάσθη ὁ Κτίστης.
Χαίροις,
Πάτερ Πορφύριε.
Βλέπουσα Ὀρθοδόξων, ἡ
πληθὺς σὴν εἰκόνα, καὶ γνοῦσα τὰς ἀρετὰς ἐκβοᾶ σοι· τὰ παράδοξά σου θαυμαστά,
ἐμφανέστατα νῦν ἀληθῶς δείκνυνται· διὸ τῷ γόνυ κλίνασα, ἀσπαζομένῃ μάκαρ
κράζει·
Ἀλληλούϊα.
Γνῶσιν βίου σου σχῶμεν, ἐκ
θαυμάτων σου Πάτερ, ἃ τόπῳ Μηλεσίου εἰργάσω· ὅθεν γένος λιπών, τρυφὴν πλοῦτον
καὶ ἡδέα τῆς ζωῆς ἔφυγες, γῆν Εὐβοϊκήν, καὶ ἦλθες μονᾶσαι· διό σοι κραυγάζω·
Χαῖρε,
Θεοῦ τῶν ἀῤῥήτων μύστης·
χαῖρε,
προσευχῆς ἔνθερμος πίστις.
Χαῖρε,
τῶν θαυμάτων Χριστοῦ ῥοὺς ἀείζωος·
χαῖρε,
τῶν χαρίτων κρουνὸς ὁ ἀείῤῥοος.
Χαῖρε,
κλίμαξ ἄνω φέρουσα, τοὺς πιστοὺς πρὸς οὐρανόν·
χαῖρε,
πρέσβυς εὐμενέστατος, αἰτημάτων πρὸς Χριστόν.
Χαῖρε,
ὁ Ἀσωμάτοις ὁμιλῶν θείοις νόοις·
χαῖρε,
ὁ τοῖς Ὁσίοις ὢν ὁμόσκηνος πόλῳ.
Χαῖρε,
λαμπρὸν τοῦ Ἄθωνος σέμνωμα·
χαῖρε,
καλὸν Ποιμένος ὑπόδειγμα.
Χαῖρε,
σοφὲ μοναστῶν ποδηγέτα·
χαῖρε,
πιστὲ τοῦ Κυρίου ἐργάτα.
Χαίροις,
Πάτερ Πορφύριε.
Δύναμιν οὐρανόθεν,
ἐξαπέστειλε θείαν, πρὸς σὸν φωτισμὸν ὁ Παντεπόπτης, καὶ νοῦν εὔγνωστον εὗρε
σοφέ, εἰς ὃν Θεὸς ᾤκησε· διὸ ἔδραμες ἀσκήσασθαι, ἐν τόποις ἡσυχίας, Αὐτῷ μόνῳ
ᾄδειν·
Ἀλληλούϊα.
Ἔφυγες τοὺς θορύβους, καὶ
φροντίδας τοῦ βίου, ἑλόμενος Θεῷ εὐαρεστῆσαι· καὶ ἀγῶνας ὦ Πάτερ εὐθὺς
ἀσκητικούς, ἐπηύξησας ῥοὰς δακρύων, νηστείαν καὶ ἐγκράτειαν, πόνους οὓς τιμῶμέν
σοι βοῶντες·
Χαῖρε,
βλαστοῦ ἀμαράντου ῥίζα·
χαῖρε,
πιστῶν ἀγλαόκαρπον δένδρον.
Χαῖρε,
ἀρετῶν μυροθήκη τοῦ Πνεύματος·
χαῖρε,
εὐσεβῶν ἐνθεότατος ἔπαινος.
Χαῖρε,
οἴκημα ἀλλότριον κατοικίας πειρασμῶν·
χαῖρε,
δαίμοσιν ὀλέθριος, πονηρῶν ἐπηρειῶν.
Χαῖρε,
ὅτι προχέεις ἰαμάτων τὰ ῥεῖθρα·
χαῖρε,
ὅτι βαστάζεις τοῦ κελλίου σου κλεῖθρα.
Χαῖρε,
δεκτὸν πρεσβείας θυμίαμα·
χαῖρε,
σατᾶν τοῦ πλάνου φυγάδευμα.
Χαῖρε,
Θεοῦ πρὸς ἡμᾶς σωτηρία·
χαῖρε,
ἡμῶν πρὸς Χριστὸν ἱκεσία.
Χαίροις,
Πάτερ Πορφύριε.
Ζάλης τάραχον, σκότος
λογισμῶν ψυχοκτόνων, ἐδίωξας καθάρας τὸν νοῦν σου· καὶ ποιμὴν Πατέρων Ἄθωνος
γέγονας, ἐκδιδάσκων θεωρίαις καὶ ἔργοις, ἀρετῶν σοφὲ ἀπόκτησιν, Θεῷ δοξολογῶν
καὶ ψάλλων·
Ἀλλήλουϊα.
Ἤκουσε βροτῶν πλῆθος τὴν
σὴν φήμην, καὶ ἦλθε ταχύ, Γεωργίου τῷ Κελλίῳ, θέλον Πάτερ ἰδεῖν σου ὄψιν· διὸ
ἐκ χειλέων λόγοις ὁμίλησας, προγνοὺς τὰ ἐσόμενα, θαῦμα μέγα, πιστῶς σοι κἀγὼ
οὖν, ἀναμέλπω·
Χαῖρε,
Εὐβοίας πατρίδος γόνος·
χαῖρε,
Καυσοκαλυβίων κλέος.
Χαῖρε,
ἀλλοτρίων ἐχθρῶν ἀμυντήριον·
χαῖρε,
τῆς ἐρήμου σεμνὸν οἰκητήριον.
Χαῖρε,
ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ·
χαῖρε,
ὅτι καὶ περίγεια τὰ σὰ ἆθλα ἐξυμνεῖ.
Χαῖρε,
τῶν διδασκάλων θεοκίνητον στόμα·
χαῖρε,
τῶν μοναζόντων ἀκατάβλητον θάῤῥος.
Χαῖρε,
στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
χαῖρε,
λαμπρὸν ἀγάπης παράδειγμα.
Χαῖρε,
δι’ οὗ κατησχύνθη ὁ ᾅδης·
χαῖρε,
δι’ οὗ ἐτροπώθη βελίαρ.
Χαίροις,
Πάτερ Πορφύριε.
Θαυματόβρυτος ὤφθης,
πανσεβάσμιε Πάτερ, καὶ πίστει ὦ Πορφύριε στῦλος· διὸ θαύμασι πλείστοις λαός,
παρὰ σοῦ ἰάθη ἀληθῶς ζῶντός σου, ἀλλὰ καὶ μετὰ πότμον σου, ὠφέλησας πιστοὺς
βοῶντας·
Ἀλληλούϊα.
Ἴσα πᾶσι δικαίως, ἀποδίδως
θεόφρον, ἐμπράκτως κηρύττων δικαιοσύνην· ὡς φιλάδελφον ὁρῶντα ἢ ἀκούοντά σε,
ἔσπευδε λαός, ἐλεημοσύνην ἵνα λάβῃ, παρὰ σοῦ Πατρὸς φιλοστόργου, πόθῳ λέγων·
Χαῖρε,
λαμπρὸν τῆς ἐρήμου θρέμμα·
χαῖρε,
λαοῦ εὐσεβοῦντος κέρας.
Χαῖρε,
ψευδωνύμων δαιμόνων ὁ ἔλεγχος·
χαῖρε,
τῆς Τριάδος ψαλμὸς ὁ ἀσίγητος.
Χαῖρε,
ὄφιν τὸν ἰόρευστον θανατώσας σαῖς χερσί·
χαῖρε,
νέκρωσιν τῆς ψυχῆς σὺ παύσας κλήσει θεϊκῇ.
Χαῖρε,
πλῆθος ἀκρίδων ἀποτρέψας ἐκ Σκήτης·
χαῖρε,
πλάνου παγίδας διαβὰς ἀκωλύτως.
Χαῖρε,
ἀπίστων ἔνθεον κήρυγμα·
χαῖρε,
πιστῶν πραότητος γνώρισμα.
Χαῖρε,
κανὼν ἀρετῆς σωφροσύνης·
χαῖρε,
βροτῶν ζυγὸς δικαιοσύνης.
Χαίροις,
Πάτερ Πορφύριε.
Κήρυκες θαυμασίων παραδόξως
ὑπῆρξαν, ἀπανταχοῦ τοῦ ὄρους Πατέρες· καὶ ἱερουργοῦντα ἐν ναῷ, τῷ ἁπλέτῳ
ἔβλεπον φωτὶ κυκλοῦν σε, εὐχόμενον ἀπαύστως, ὦ παμμάκαρ, καὶ μέλποντα Θεῷ
οὕτως·
Ἀλληλούϊα.
Λάμψας ἐν Μηλεσίῳ, ὡς ἀστὴρ
ἐπανῆγες, Πορφύριε ἐν Ἄθωνι ὄρει· κἀκεῖ ἔθρεψας πίστει λαοῖς, ἐν φθόγγοις καὶ
ἔργοις ἀγαθοῖς Ὅσιε, σημείων δὲ πλησθέντες ἅπαντες, ἐβόων σοι ἀσμένως ταῦτα·
Χαῖρε,
ἀνύψωσις εὐσεβούντων·
χαῖρε,
ἡ ἴασις ἀσθενούντων.
Χαῖρε,
Ἐκκλησίας ἀστὴρ τηλαυγέστατος·
χαῖρε,
θείας Σκήτης φωστὴρ ἀξιάγαστος.
Χαῖρε,
θάλασσα βυθίζουσα πειρασμοὺς τοὺς πονηρούς·
χαῖρε,
κρήνη μῦρα βλύζουσα καὶ ἀρδεύουσα πιστούς.
Χαῖρε,
πύρινε στῦλε προσευχῶν ἐν Κελλίῳ·
χαῖρε,
φύλαξ πατέρων, κοινωνὲ τῶν Ὁσίων.
Χαῖρε,
τροφὴ πεινώντων ἀκένωτος·
χαῖρε,
ποιμὴν ποιμένων ὁ πάντιμος.
Χαῖρε,
πιστῶν ὁδηγὲ ἀληθείας·
χαῖρε,
ἐξ οὗ ῥεῖθρα χέονται θεῖα.
Χαίροις,
Πάτερ Πορφύριε.
Μέλλοντος εἰσιέναι, ἐν
σπηλαίῳ προσεύχει, παράδοξα σημεῖα ἐτέλεις, θαυμασίων οὖν πληρῶν πολλούς, οὐχ’
ἐπαίνων θέλων εὐθὺς Πάτερ ἔφευγες, πάντας δεῖ, εὐχαριστίαν δοῦναι ἔλεγες τῷ
Πλάστῃ ᾄδων·
Ἀλληλούϊα.
Νίκας τοῖς βασιλεῦσι, σαῖς
εὐχαῖς μάκαρ ἔπεμψας, τῷ γένει τῶν Ἑλλήνων προστατεύων, ἐκ πολέμων βαρβάρων
λαῶν, καὶ κινδύνων τῶν αἱρετικῶν, ἵνα μὴ τῇ πίστει βλάπτητε, θἀῤῥους σοῖς
ῥήμασι πληρῶν, τοὺς βοῶντας·
Χαῖρε,
ὁ τῦπος τῆς ἐγκρατείας·
χαῖρε,
σκληρᾶς ὁ στῦλος νηστείας.
Χαῖρε,
ἀντιλήπτωρ ἁπάντων ὁ εὔπορος·
χαῖρε,
πεζοπόρων βοήθεια εὔοδος.
Χαῖρε,
αὔρα θείου Πνεύματος, ἡ δροσίζουσα πιστούς·
χαῖρε,
σκήτη ἁγιότητος, ἡ φωτίζουσα βροτούς.
Χαῖρε,
γένους Ἑλλήνων, πρὸς Θεὸν παραστάτης·
χαῖρε,
τῶν μοναζόντων, ὁδηγὸς καὶ προστάτης.
Χαῖρε,
Κριτοῦ δικαίου δυσώπησις·
χαῖρε,
μετανοούντων συγχώρησις.
Χαῖρε,
στολὴ ἀρετῶν ἡ ἁγία·
χαῖρε,
τρυφὴ ποθητοῦ Παραδείσου.
Χαίροις,
Πάτερ Πορφύριε.
Ξένα ὄντως ὁρῶμεν, ὦ
Πορφύριε Πάτερ, τὰ τελούμενα φρικώδη θεόθεν, βιώσας ἐπὶ πλείστοις ἔτεσιν ἐν γῇ,
καύσωνα καὶ ψῦχος, καρτερῶς ὑπήνεγκας, νηστεύων καὶ ἐλαύνων τῶν δαιμόνων τὴν
πληθύν, καὶ φάσκων·
Ἀλληλούϊα.
Ὅλος φῶς ἐξαστράπτων,
προσευχῇ θεαρέστῳ, δοχεῖον τοῦ Πνεύματος ἐγένου, κατεσκήνωσε γὰρ ἀληθῶς, ἅπαν
τὸ πλήρωμα ἐν σοὶ τῆς Θεότητος, ἡμεῖς δὲ τὰ σὰ γνῶντες σοφὲ ἆθλα, τοῖς ᾄσμασι
πιστῶς βοῶμεν·
Χαῖρε,
Θεοῦ μυστηρίων πύλη·
χαῖρε,
σεμνὴ σωφροσύνης στήλη.
Χαῖρε,
κακοδόξων δριμύτατος ἔλεγχος·
χαῖρε,
Ὀρθοδόξων ἐξαίρετος ἔπαινος.
Χαῖρε,
Φῶς τὸ ἐκλαμπρότατον, ὁδηγοῦν σε πρὸς Σιών·
χαῖρε,
κάτοπτρον τοῦ Πνεύματος, καὶ οἰκήτωρ οὐρανῶν.
Χαῖρε,
ὁ πενομένους ἀδελφοὺς διαθρέψας·
χαῖρε,
ὁ πλανωμένους ἀσφαλῶς ὁδηγήσας.
Χαῖρε,
δι’ οὗ ἀλλόδοξοι φεύγουσι·
χαῖρε,
δι’ οὗ πολέμιοι ἥττηνται.
Χαῖρε,
σοφὲ ἀσκητῶν ποδηγέρα·
χαῖρε,
στεῤῥὲ τοῦ σατᾶν καθαιρέτα.
Χαίροις,
Πάτερ Πορφύριε.
Πᾶσα φύσις Ἀγγέλων,
κατεπλάγη ὁρῶσα, σὸν ἔνσαρκον ἰσάγγελον βίον, ὁ ἀπρόσιτος γάρ σε Θεός,
χαριτώσας ζῶντα θαυμαστὸν Πάτερ, καὶ μετὰ θάνατον ἔδειξε, θαυματουργοῦντα
πιστοῖς, τοῖς κράζειν οὕτως·
Ἀλληλούϊα.
Ῥήτορας ἀπιστίας, ἐτροπώσω
γενναίως, σοφῇ σου ὀρθῇ διδασκαλίᾳ, κακοδόξους γὰρ πλάνους, δεισιδαιμονοῦντας
μάκαρ, πρὸς φῶς ἴθυνας, κηρύττων ὀρθοδόξως, ἀνοθεύτως τε Χριστόν· διό σοι λέγω·
Χαῖρε,
Σοφίας Θεοῦ δοχεῖον·
χαῖρε,
χαρίτων Αὐτοῦ ταμεῖον.
Χαῖρε,
ἀθεΐας ἀμφίστομον μάχαιρα·
χαῖρε,
καοτρόπων ὀξύτατον φάσγανον.
Χαῖρε,
ὅτι κατησχύνθησαν οἱ δεινοὶ αἱρετικοί·
χαῖρε,
ὅτι κατηυφράνθη σοι, πᾶσα γῆ ἑλληνική.
Χαῖρε,
καθηγουμένων ἐγκαλλώπισμα θεῖον·
χαῖρε,
τῶν μοναζόντων τὸ ἐντρύφημα πάντων.
Χαῖρε,
φωτὸς ἡλίου ἀπαύγασμα·
χαῖρε,
πιστῶν ἀνθρώπων διάσωσμα.
Χαῖρε,
ὁ γνοὺς τῶν δαιμόνων παγίδας·
χαῖρε,
ὁ δοὺς αὐτοῖς κτύπημα μέγα.
Χαίροις, Πάτερ Πορφύριε.
Σῶσον σαῖς ἰκεσίαις,
πανσεβάσμιε Πάτερ, Κυρίῳ δυσωπῶν ἡμᾶς πάντας, ἐν χαρᾷ εἰκόνα νῦν πιστῶς σὴν
ἀσπαζόμεθα, καὶ τιμὴν δίδομεν, ἀντῖδος οὖν τὰ κρείττονα, τοῖς μέλπουσί σοι ἆσμα
θεῖον·
Ἀλλήλούϊα.
Τάξεις τῶν Ἀσωμάτων,
ἐκμετρήσαντος βίον, ἐδέξαντο τὸ σὸν Πάτερ πνεῦμα, ὁ γὰρ Δημιουργὸς παναληθῶς,
καθηγίασέ σε θαυμαστῶς ἔνδοξε, Ὃν εὐηρέστησας ἄθλοις, διδάξας οὕτω τοῖς
πιστοῖς, φωνεῖν σοι·
Χαῖρε,
ὁ λύχνος τῆς παρθενίας·
χαῖρε,
ὁ φάρος τῆς εὐσπλαγχνίας.
Χαῖρε,
ὁδηγὲ μοναστῶν καὶ διδάσκαλε·
χαῖρε,
φωτιστὰ λαοῦ ἔνσαρκε ἄγγελε.
Χαῖρε,
σὺ γὰρ ἐπανόρθωσας τῇ μετανοίᾳ μαθητήν·
χαῖρε,
σὺ ὅτι ἐλύτρωσας ἐκ πολεμίων σὴν Μονήν.
Χαῖρε,
τοῦ Μηλεσίου φωτεινὸς ὁδοδείκτης·
χαῖρε,
τῆς Ἐκκλησίας θεοδίδακτος μύστης.
Χαῖρε,
κλεινὸν τοῦ ὄρους ἀγλάϊσμα·
χαῖρε,
πιστῶν Πατέρων ἀνάστημα.
Χαῖρε,
ταχὺς ἀντιλήπτωρ καὶ ῥύστης·
χαῖρε,
θερμὸς πρὸς Δεσπότην μεσίτης.
Χαίροις,
Πάτερ Πορφύριε.
Ὕμνους θείους προσδέχου, ὦ
Πορφύριε μάκαρ, οὓς πέμπομεν πιστῶς ἐκζητοῦντες, ἵνα ῥύσῃς νοσημάτων ἡμᾶς
πειρασμῶν ποικίλλων συμφορῶν θλίψεων, παθῶν πυρὸς κολάσεως, πρὸς Κύριον λιταῖς
σαῖς τοὺς βοῶντας·
Ἀλληλούϊα.
Φωτοδότην Δεσπότην,
ἐξευμένισας Πάτερ, πολιτευσάμενος Αὐτῷ ὁσίως, ἐν σοὶ γὰρ ἄϋλον ᾤκησε Φῶς,
ὁδηγοῦν πρὸς γνῶσιν τοῦ Θεοῦ ἄριστον· διὸ κἀμεῖς κηρύττοντες Χριστοῦ τὰ
μεγαλεῖα, ᾄδομέν σοι·
Χαῖρε,
Πατέρων τῆς Σκήτης πῦργος·
χαῖρε,
ἡμῶν ῥωμαλέον σφρῖγος.
Χαῖρε,
εὐλαβῶν τὰς ψυχὰς ἅπτων Πνεύματι·
χαῖρε,
Καυσοκαλυβίων καύχημα Ἅγιε.
Χαῖρε,
ὅτι τὰ νοσήματα θεραπεύεις ἀληθῶς·
χαῖρε,
ὅτι ψυχοτραύματα ἐπουλώνεις θαυμαστῶς.
Χαῖρε,
προσευχομένων βοηθὸς καὶ προστάτης·
χαῖρε,
τῶν ἀθυμούντων χαρωπὸς παραστάτης.
Χαῖρε,
λαμπτὴρ φωτίζων τὰ πέρατα·
χαῖρε,
πολλῶν εὐφραίνων νοήματα.
Χαῖρε,
φωτὸς τοῦ Χριστοῦ θεῖος φάρος·
χαῖρε,
πιστῶν ἀνυπέρβλητον θάῤῥος.
Χαίροις,
Πάτερ Πορφύριε.
Χάριν δίδου τοῖς πίστει, ὦ
Πορφύριε θεῖε, ἐν ὕμνοις σὴν εἰκόνα τιμῶσι, πόθον δώρησαι ἅγιον, καρποὺς
πνευματικούς, ζῆλον ἀρετῶν ἔνθεον, προθύμους ἡμᾶς πρὸς μετάνοιαν, καλὴν
ἀπολογίαν Θεῷ ψάλλειν·
Ἀλληλούϊα.
Ψάλλοντες θεῖα μέλη,
εὐφημοῦμέν σε Πάτερ, φιλέορτοι πιστοὶ τῆς Ἑλλάδος· διὸ τὴν σὴν τιμῶμεν μνήμην,
ἐν καιρῷ νηστείας, νήφοντες εὐχόμενοι αἰτήματα προσφέροντες, ἃ πρόσδεξαι καὶ
δὸς τὰ κρείττω, τοῖς σοὶ μέλπειν·
Χαῖρε,
στολὴ εὐπρεπείας θεῖα·
χαῖρε,
ἁπάντων Ἁγίων φίλος.
Χαῖρε,
κιβωτὲ καὶ ναὲ ἁγιάσματος·
χαῖρε,
θησαυρὲ καὶ κρουνὲ θείας χάριτος.
Χαῖρε,
ἄρχουσι κραταίωμα, σωτηρία εὐσεβῶν·
χαῖρε,
καύχημα σεβάσμιον, ἱερέων εὐλαβῶν.
Χαῖρε,
τῆς Ἐκκλησίας τὸ ἀσύλητον γέρας·
χαῖρε,
τῶν Ὀρθοδόξων τὸ παμπόθητον κέρας.
Χαῖρε,
δι’ οὗ ηὐγάσθη ἡ σύμπασα·
χαῖρε,
δι’ οὗ ἀγάλλεται Εὔβοια.
Χαῖρε,
πιστῶν ταπεινῶς ζώντων φύλαξ·
χαῖρε,
ψυχῶν σωτηρίας ὁ πρέσβυς.
Χαίροις,
Πάτερ Πορφύριε.
Ὦ σεβάσμιε Πάτερ, Μηλεσίου
ἡ δόξα, Ἁγίων ἐπουράνιε μῦστα (γ΄)· τοῖς μέλπουσι τόνδε τὸν ὕμνον, ἀνταπόδος
σωτηρίαν ψυχῆς, Ἀθωνῖτάς τε κἀμᾶς δὲ ῥῦσαι κολάσεως, τοὺς συμβοῶντας·
Ἀλληλούϊα.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν
Μηλεσίου ἀσκητὴν ἐγκωμιάσωμεν, βλαστὸν Εὐβοίας Ἄθωνος τὸ ἐγκαλλώπισμα, οἱ
φιλέορτοι τοῖς μέλεσιν εὐγνωμόνως· ἐν παλαίσμασι καὶ ἄθλοις ὄφιν ᾔσχυνε, καὶ
Χριστὸν τὸν Βασιλέα ἐμεγάλυνε, τούτῳ λέγοντες· χαίροις Πάτερ Πορφύριε.
πηγή: voutsinasilias.blogspot.gr
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου