Ευλογημένη πνευματική περιήγηση

Τετάρτη 2 Δεκεμβρίου 2015

ΔΕΚΕΜΒΡΙΟΣ 2!! ΠΟΡΦΥΡΙΟΣ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗΣ ΕΓΚΩΜΙΑ

ΕΓΚΩΜΙΑ
 
Στάσις Α΄. Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.
Μεγαλύνομέν σε, τῶν Πατέρων χορός, ὦ Πορφύριε πιστῶς καὶ δοξάζομεν, τὸν δοξάσαντα Θεόν σε ἀληθῶς.
Μεγαλύνομέν σου, Ὀρθοδόξων πληθύς, τὸν ἰσάγγελον ἐν γῇ θεῖον βίον σου, ὦ Πορφύριε ἡ δόξα ἀσκητῶν.
Μακαρίζομέν σε, φιλεόρτων πληθύς, ὦ Πορφύριε Ὁσίων ἐντρύφημα, καὶ τὸ καύχημα Ἑλλήνων τὸ λαμπρόν.
Μακαρίζομέν σε, μοναστῶν οἱ χοροί, Μηλεσίου θείου ὄρους καὶ Σκήτης σου, ὦ Πορφύριε τὸ κλέος τῶν πιστῶν.
Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ἅγιε Πορφύριε, σῷζε πάντας.
 νυμνοῦμεν Πάτερ, τὰ ἐν σοὶ ἀληθῶς, θαυμαστά σου καὶ παράδοξα θαύματα, καὶ ὑμνοῦμέν σε ἐν ᾄσμασι πιστῶς.
Γεωργήσας πάσας, τοῦ Χριστοῦ ἐντολάς, ἀρετὴν εἰς ἀρετὴν καὶ εἰς δύναμιν, θείαν ἤνυσας Πορφύριε ὁδόν.
κετεύομέν σε, θεοφόρε σοφέ, μὴ ἐλλίπῃς δυσωπεῖν Ὃν ἐν Ἄθωνι, εὐηρέστησας ἀγῶσί σου σκληροῖς.
ξεπλάγη πᾶσα, τῶν περάτων πληθύς, ὅτε ἤκουσε Πορφύριε ἔνδοξε, ἐσομένων πῶς τὴν ἔκβασιν προγνούς.
Πάντας σκέπε Πάτερ, τοὺς προστρέχοντας νῦν, σὴν εἰκόνα ἐν Μονῇ σου ἀσπάσασθαι, Μηλεσίῳ ἣν ἀνήγειρας πιστῶς.
λαὸς Κυρίου, συνελθὼν ἐν ναῷ, σοῦ τιμᾶ τὴν θείαν μνήμην Πορφύριε, ἐξαιτούμενος χαρίτων σου κρουνοῖς.
ῦσαι πάντας Πάτερ, πειρασμῶν τοῦ σατᾶν, καὶ παθῶν τῶν ψυχοφθόρων δεήσεσι, σαῖς πρὸς Κύριον καὶ νόσων χαλεπῶν.
Φύλαξ γαίας πέλεις, Ἀττικῆς ὦ σοφέ, καὶ φρουρὸς τῶν σὲ καλούντων πανεύφημε, οὓς φυλάττεις ἐξ ἐχθρῶν τῶν δυσμενῶν.
ψωσον τὰς χεῖρας, πρὸς Χριστὸν δυσωπῶν, ὦ Πορφύριε ἀπαύστως τὸν εὔσπλαγχνον, ἡμᾶς ῥῦσαι ἐκ παθῶν φθοροποιῶν.
ῶσιν πᾶσι δίδου, καὶ ὑγείαν καλή, τοῖς αἰτοῦσί σε πιστῶς Πάτερ Ὅσιε, καὶ ὑμνοῦσί σου τὴν μνήμην ψαλμικῶς.
θυνον τὸν βίον, τῶν πιστῶν πρὸς Χριστόν, πρὸς ὁδοὺς τῆς μετανοίας Πορφύριε, ἵνα θείας ἀπολαύσωσι τρυφῆς.
ορτὴν Ἁγίου, νῦν τελεῖ ποθητῶς, Ἐκκλησία τοῦ Χριστοῦ ὦ Πορφύριε, καὶ τιμᾶ τὴν θείαν μνήμην σου πιστῶς.
Σωτηρίαν δίδου, Ὀρθοδόξοις λαοῖς, τοῖς τιμῶσί σου τὴν μνήμην Πορφύριε, ἐξαιρέτως δὲ Πατράσιν ἐν Σινᾷ.
φθης ἐν Ὁσίοις, τῆς συγγνώμης κανών, τῆς πραότητος εἰκὼν καὶ τῆς πίστεως, στῦλος ἄσειστος ὦ Πάτερ ἀληθῶς.
Ζῆλον θεῖον ἔσχες, παιδιόθεν θερμόν, καὶ ὡς ἄσαρκος ἐρήμοις ἐβίωσας, ἐγκρατείᾳ δοὺς σαυτὸν Πάτερ σκληρᾷ.
πὶ τῶν ὑδάτων, τὰς πηγὰς ὡς δορκάς, τοὺς πιστοὺς διψῶντας Πάτερ κατεύθυνον, ἀναψύχον νουθεσίαις σου ὀρθαῖς.
Παννυχὶ ἀγρύπνως, ἐν νηστείαις σκληραῖς, προσευχαῖς ἐνδιαιτώμενος Ὅσιε, ταπεινώσει Πνεῦμα εἵλκυσας Θεοῦ.
ρετῶν ταμεῖον, σὺ ἐγένου σοφέ, καὶ Ὑψίστου καθαρὸν ἐνδιαίτημα, ὧν τὸν πλοῦτον πρὸς ζωὴν ἀγήρω δὸς ἡμῖν.
Νέμεις τοῖς αἰτοῦσι, δαψιλῶς χάριν σήν, ἰατρείαν νοσημάτων ἀδάπανον, καὶ θαυμάτων σου πλουτεῖς Πάτερ πιστούς.
Τίς σου τὰ σημεῖα, παραδόξως φρικτά, διηγήσειε θαυμάσια ἔνδοξε; ὦ Πορφύριε Εὐβοίας ὁ βλαστός;
Δόξα. Τριαδικόν.
ληθῶς ἐδείχθης, ἀσκητὴς καὶ σεπτῇ, ἐξιλέωσας Τριάδι ἀγῶσί σου, ὦ Πορφύριε πιστῶς προσκυνητῇ.
Καὶ νῦν. Θεοτοκίον.
Σπεῦσον Θεοτόκε, βοηθῆσαι ἡμᾶς, καὶ κολλάσεως μελλούσης ἐκλύτρωσαι, πρὸς Υἱόν Σου παρακλήσεσι θερμαῖς.
Καὶ πάλιν τὸ πρῶτον:
Μεγαλύνομέν σε, τῶν Πατέρων χορός, ὦ Πορφύριε πιστῶς καὶ δοξάζομεν, τὸν δοξάσαντα Θεόν σε ἀληθῶς.
Στάσις β΄. Ἦχος πλ. α΄. Ἄξιον ἐστί.
Ἄξιον ἐστί, μεγαλύνειν σε ᾠδαῖς καὶ ὕμνοις, τὸν ἐν ἀρεταῖς θείοις καὶ ἐν θαύμασι, περιβόητον τοῦ ὄρους ἀσκητήν.
Ἄξιον ἐστί, μακαρίζειν Καυσοκαλυβίτην, Σκήτεως Πατέρων τοῦ ὄρους καύχημα, πανσεβάσμιον Πορφύριον ψαλμοῖς.
Ἄξιον ἐστί, ὁ χορὸς Ἀθωνιτῶν Πατέρων, μέλεσι τερπνοῖς πόθῳ μεγαλύνειν σε, ὦ Πορφύριε ἐν ὕμνοις ἱερῶς.
ᾎσμα τῷ ἡδύ, ἀναπέμψωμεν μετ’ εὐλαβείας, Καυσοκαλυβίτῃ πιστῷ θεόφρονι, Πορφυρίῳ τῷ Ὁσίῳ τοῦ Θεοῦ.
Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ὅσιε Πορφύριε, πιστοὺς σῶσον.
μματα καὶ νοῦν, πρὸς Χριστὸν ἀεὶ ἔχειν σε Πάτερ, πάσας ἀρετὰς πόνοις ἐκατόρθωσας, ἐξαιρέτως δὲ ταπείνωσιν πολλήν.
Σὲ τῶν μοναστῶν, αἱ χορεῖαι μάκαρ ἀνυμνοῦσι, καὶ πιστῶν συστήματα ὕμνοις μέλπουσιν, ὦ Πορφύριε ἡ δόξα ἀσκητῶν.
θυνον Χριστέ, εὐσεβῶν πρὸς Σὲ νοῦν καὶ καρδίας, ἵνα εὐφημήσωσιν θείοις ᾄσμασι, τὸν Πορφύριον Θεοῦ τὸν μιμητήν.
ρχου θαυμαστῶς, καὶ χαρίτωσον πιστοὺς ὦ Πάτερ, οὓς καὶ ῥῦσαι τάχυ πάσης φθοροποιοῦ, ἀλγηδόνος νοσημάτων καὶ δεινῶν.
Πᾶσαν προσφοράν, καὶ θυσίαν Πάτερ εὐωδίας, τῷ Χριστῷ καμάτων πόνων προσήγαγες, σὺν ἱδρῶσι δακρυῤῥόοις τε εὐχαῖς.
ρθρῳ νῦν πιστοί, προσπελάσωμεν Μονῆς τῇ πύλῃ, ἐν τῷ Μηλεσίῳ ἵνα τοῖς μέλεσιν, ἀνυμνήσωμεν Πορφύριον πιστῶς.
ῆμα τὸ ἐν σοί, ἀληθῶς ὁ ζῆλος τοῦ σοῦ οἴκου, ὅλον με κατέφαγε Πάτερ γέγραπται· διὸ θείου ζήλου ἔμπλησον ἡμᾶς.
Φρούρει σὴν Μονήν, καὶ Ἑλλάδα πίστει σὲ τιμῶσα, καὶ τῶν δυσμενῶν μάκαρ ἐλευθέρωσον, πρὸς Δεσπότην εὐπροσδέκτοις σου λιταῖς.
πνωσας μικρόν, ἐν Κελλίῳ Γεωργίου Σκήτης, Καυσοκαλυβίων σοφὲ Πορφύριε, εἰς ἀθάνατον ζωὴν νῦν ἀνελθών.
ήματα Θεοῦ, καθ’ ἑκάστην μελετῶν καὶ νήφων, τὸν σὸν Λυτρωτὴν πόθῳ εὐηρέστησας, ἐν παλαίσμασι Πορφύριε σκληροῖς.
να τῆς φθορᾶς, τοῦ θανάτου πάντας ἀφαρπάσῃ, πρέσβυν τοῖς πιστοῖς μέγαν ἐχαρίσατο, σὲ ἀοίδιμε Πορφύριε Θεός.
ρημος οὐδέν, ἔχουσα εἰπὲ πῶς ἔθρεψέ σε, ἐπὶ πλείστοις ἔτεσιν ὄρει Ὅσιε, οἷς διέτριψας ἐν Ἄθωνι σοφέ.
Πῦλαι οὐρανῶν, ὑπεδέξαντό σε ἠνοιγμέναι, ὅτε πρὸς Θεὸν Πάτερ ἐξεδήμησας, ἐπεὶ ἔζησας ὡς Ἄγγελος ἐν γῇ.
λαθι Χριστῷ, ὑπὲρ δούλων σου σεπτῶς τιμώντων, μνήμην σου πανίερον ὦ Πορφύριε, καρδιῶν τὸν πόθον τούτων ἐκπληρῶν.
Σκεῦος ἐκλεκτόν, μυροθήκης Πνεύματος Ἁγίου, πέλεις ὦ Πορφύριε ἱερώτατε, ἀρεταῖς κεκοσμημένος ἀληθῶς.
Τήρει ἀβλαβεῖς, τοὺς πιστοὺς ἐκ τῶν κινδύνων Πάτερ, νόσους θεραπεύων ἄλγη οἰδήματα, φυγαδεύων ψυχολέθρους πειρασμούς.
λβιος ὡς σέ, ὦ Πορφύριε ἐπικαλεῖται ἔχων, ὡς φρουρὸν θεῖον ἀξιάγαστε, ἐν τῷ βίῳ τῶν ποικίλων ἀναγκῶν.
ψει θεϊκῷ, τὴν ταπείνωσιν καλλιεργήσας, ἔφθασας καὶ δίκαιος Πάτερ γέγονας, ὑπομείνας πολλὰς θλίψεις καρτερῶς.
Στῶμεν εὐλαβῶς, μετὰ φόβου πίστεως ἀγάπης, ἐν ταῖς Ἐκκλησίαις πάντες θεόφρονες, τὸν Πορφύριον ὑμνοῦντες ἐν ᾠδαῖς.
Στῦλος ἀρετῶν, καὶ τῆς πίστεως κανὼν ἐδείχθης, ἐν ὀρθαῖς διδασκαλίαις Πορφύριε, ποδηγέτης μοναζόντων νουνεχής.
φθης μοναστῶν, ἀκροθίνιον Ἄθωνος ὄρει, καὶ λαμπρὸν Πατέρων κλέος Πορφύριε, ποδηγέτης μοναζόντων νουνεχής.
Σῶσον τοὺς πιστούς, ὦ Πορφύριε Ὁσίων δόξα, ἐκ τῶν πειρασμῶν θερμαῖς ἱκεσίαις σου, πρὸς Φιλάνθρωπον Σωτῆρα Ἰησοῦν.
Δόξα. Τριαδικόν.
πλον ἀῤῥαγές, κατ’ ἐχθρῶν Τριὰς Ἁγία πέλεις· διὸ νῦν λαοὶ πιστῶς προσκυνήσωμεν, τὸν Πατέρα καὶ Υἱὸν Πνεῦμα τὸ ζόν.
Καὶ νῦν. Θεοτοκίον.
Νίκας τοῖς πιστοῖς, ἀρχομένοις τ’ ἄρχουσι παράσχου, Μῆτερ πρὸς Θεὸν ταῖς σαῖς παρακλήσεσι, σὺν θερμαῖς τοῦ Πορφυρίου προσευχαῖς.
Καὶ πάλιν τὸ πρῶτον:
Ἄξιον ἐστί, μεγαλύνειν σε ᾠδαῖς καὶ ὕμνοις, τὸν ἐν ἀρεταῖς θείοις καὶ ἐν θαύμασι, περιβόητον τοῦ ὄρους ἀσκητήν.
Στάσις Γ΄. Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.
Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεία μέλη, πέμπουσί σε παμμάκαρ.
Αἱ γενεαὶ πίστει, ᾄδουσι τὸν ὕμνον, πανσέπτῳ Πορφυρίῳ.
Ἄθωνος τὴν δόξαν, ἀσκητῶν Πατέρων, Πορφύριον ὑμνοῦμεν.
Μοναστῶν χορεῖαι, ὕμνοις μελιῤῥύτοις, τιμὴν Ὁσίῳ δότε.
Καὶ τὰ παρόντα, ὧν ἡ ἀκροστιχίς: Ὅσιε, λιταῖς σου ῥῦσαι δεινῶν ἡμᾶς.
μβρους σῶν χαρίτων, ῥᾶνον τοῖς τιμῶσι, Πορφύριε σὴν μνήμην.
Σκεῦος παναγίου, Πνεύματος ἐγένου, Πορφύριε τρισμάκαρ.
θυνον πρὸς τρίβους, τῆς μετανοίας Πάτερ, ἡμῶν ἀεὶ τὸν βίον.
ρχου θεῖε Πάτερ, ἀντίληψις ταχεία, ἡμῶν τῶν δεομένων.
Λῦσον τὰς ἐνέδρας, Χριστὲ τοῦ βροτοκτόνου, σατᾶν καὶ σῶσον πάντας.
κέτευε τὸν Πλάστην, σωθῆναι τοὺς ὑμνοῦντας, Πορφύριε σὴν μνήμην.
Τάξεις Ὀρθοδόξων, μέλπουσί σε ὕμνοις, Πορφύριε θεόφρον.
θωνος τὸ ὄρος, σὺν τῷ Μηλεσίῳ, ἐν σοὶ καυχῶνται Πάτερ.
σοστάσιός τε, Ἁγίων σὺ Ὁσίων, νῦν πόλῳ συναυλίζει.
Σπεῦσον ἵνα ῥύσῃς, Πάτερ ἐκ κινδύνων, τοὺς σὲ ὑμνολογοῦντας.
Στήλη ἐγκρατείας, νηστείας σωφροσύνης, Πορφύριε ἐδείχθης.
πως ἀπαλλάξῃς, ἡμᾶς ἐκ νοσημάτων, παρακαλοῦμεν Πάτερ.
ποπιάσας σῶμα, ἐδούλωσας τὴν σάρκα, σκληροῖς ἀγῶσι μάκαρ.
άνατε τοῖς μύροις, τάξεις φιλεόρτων, εἰκόναν τοῦ Ὁσίου (γ΄).
βριν τῶν δαιμόνων, κόπασον ὦ Πάτερ, καὶ πάθη ψυχοφθόρα.
Συγνώμην δὸς πταισμάτων, ἡμῶν Θεῷ λυπούντων, σοφὲ παρακαλοῦμεν.
ντίδος τοῖς ὑμνοῦσι, σὴν μνήμην θεῖε Πάτερ, κατ’ ἄμφω ἰατρείαν.
σάγγελον βίον, ἐν Ἁγίῳ Ὄρει, διήνυσας παμμάκαρ.
Δεῦτε φιλεόρτων, πληθὺς καὶ μοναζόντων, τιμὴν Ὁσίῳ δῶμεν.
χωμέν σε πρέσβυν, καὶ πρὸς Χριστὸν μεσίτην, οἱ πόθῳ σε τιμῶντες.
να λυτρωθῶμεν, πυρὸς τοῦ αἰωνίου, παρακαλοῦμεν Πάτερ.
Νέμεις τοῖς αἰτοῦσι, τὴν χάριν σῶν θαυμάτων, Πορφύριε καὶ κρείττω.
βλαστὲ Εὐβοίας, ἱερέων δόξα, Πορφύριε θεόφρον.
Νίκας Ὀρθοδόξοις, κατ’ ἐχθρῶν παράσχου, εἰρήνην τ’ Ἐκκλησίαν.
λιον δυσώπει, τῆς Δικαιοσύνης, ἡμῶν φωτίσαι σκότη.
Μήποτε ἀφήσῃς, ὦ Πάτερ Σιναΐτας, ἄνευ σῆς βοηθείας.
Δόξα. Τριαδικόν.
κτιστον Τριάδα, Πατέρα Λόγον Πνεῦμα, ἐν πίστει προσκυνοῦμεν.
Καὶ νῦν. Θεοτοκίον.
Σῶσον Θεοτόκε, πρεσβείαις πρὸς Υἱόν Σου, ἡμᾶς ἀκατακρίτους.
Καὶ πάλιν τὸ πρῶτον:
Αἱ γενεαὶ πᾶσαι, ὕμνους θεία μέλη, πέμπουσί σε παμμάκαρ.




                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου