Ευλογημένη πνευματική περιήγηση

Τετάρτη 2 Δεκεμβρίου 2015

ΔΕΚΕΜΒΡΙΟΣ 2!! ΠΟΡΦΥΡΙΟΣ ΚΑΥΣΟΚΑΛΥΒΙΤΗΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ πανενδόξου Πορφυρίου τὴν μνήμην, περιχαρῶς τῶν φιλεόρτων χορεῖαι, καὶ μοναστῶν τιμήσωμεν ὑμνοῦντες ψαλμοῖς, θαύματα τούτου παράδοξα, ἀρετὰς τὰς θεοειδεῖς, ἆθλα τὰ ἀσκητικά, βιοτὴν τὴν ἀρίστην, ὡς μέγα πρέσβυν ἔχοντες αὐτόν, ὅπως πρεσβεύῃ, Χριστῷ δοῦναι ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὁσίου Πορφυρίου ἔνθεος μέλος. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
δμὴν εὐωδίας πνευματικῆς, Πορφύριε δός μοι, ἀνυμνῆσαι ἆθλα τὰ σά, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, πνευματοφόρε Εὐβοίας τὸ βλάστημα.
Σαρκὸς ἀλγηδόνας καὶ ἐκτροπάς, νοός μου ὦ Πάτερ, σὺν τοῖς πάθεσι τῆς ψυχῆς, μετάβαλε τάχυ ταῖς λιταῖς σου, πρὸς τὸν Σωτῆρα καὶ δὸς τούτων ἄφεσιν
κέτευε Πλάστην καὶ Λυτρωτήν, Πορφύριε μάκαρ, Μηλεσίου θεῖε φρουρέ, κινδύνων καὶ θλίψεων ῥυσθῆναι, τοὺς σὲ ὑμνοῦντας πυρός τε κολάσεως.
Θεοτοκίον.
δύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ψηλόφρονος γνώμης παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ φρονεῖν μοι δὸς ἄνω Πάτερ, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας σύ, ἐν Σκήτῃ γῇ τῇ ἀνύδρῳ, ἵνα δόξης μέτοχον, Κύριος δείξῃ με.
Πυρετοὺς τῶν σωμάτων καὶ τῆς ψυχῆς τραύματα, ἴασαι βαλσάμῳ νῦν Πάτερ, μόνον Φιλάνθρωπον, ταῖς σαῖς λιταῖς δυσωπῶν, ὡς ἰατρὸς ἀσθενούντων, καὶ προσερχομένων σοι, ἦσθα Πορφύριε.
λαὸς ἱκετεύει τῆς λοιμικῆς λύτρωσαι, πάσης ἀσθενείας καὶ βλάβης, τοὺς ἀνυμνοῦντάς σε, καὶ πειρασμῶν ἐξελοῦ, δαιμονικῆς ἐπηρείας, πάντας Πάτερ Ὅσιε, μνήμην τιμῶντάς σου.
Θεοτοκίον.
ῶσιν δὸς τοῖς νοσοῦσιν, ἡ ἰατρὸςν τέξασα, θεία Κιβωτὲ σωτηρίας, τοῖς καταφεύγουσιν, ὑπὸ σὴν σκέπην ἁγνή, ἵνα ἡμᾶς ὁδηγήσῃς, εἰς λιμένα εὔδιον, Θεοῦ παντάνακτος.
Διάσωσον, παντὸς κινδύνου Πορφύριε τοὺς ὑμνοῦντας, πανευλαβῶς θείαν μνήμην σου Ὅσιε, καὶ λύτρωσαι νόσων ἡμᾶς καὶ γεένης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν πρὸς τὸν Κύριον, πτωχῶν βοηθόν, νοσούντων τὸν θεράποντα, ὁδηγὸν κεκτήμεθα, σὲ Πάτερ λαὸς τοῦ Θεοῦ, κράζων Σοι· σπεῦσον ταχέως ῥῦσαι ἀναγκῶν, ὦ θεοῤῥῆμον Πορφύριε ἅπαντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φωτιστὴς ἀναδέδειξαι, τῶν πεπλανημένων Πάτερ Πορφύριε· διὸ φώτισον τοὺς σπεύδοντας, ἀστραπαῖς χαρίτων θείου Πνεύματος.
πουργήσας τῷ Πλάστῃ σου, καὶ Θεῷ τῶν ὅλων μάκαρ πανεύφημε, τῆς εὐκλείας κατηξίωσαι, ἧς λιταῖς σου ποίησον οἰκήτορας.
αθυμίαν ἀπόθου νῦν, τῆς καρδίας λύπην ἡμῶν ἀφάνησον, καὶ χαρᾶς Χριστοῦ καταύγασον, τῷ φωτὶ τοὺς μέλποντάς σε Ἅγιε.
Θεοτοκίον.
κετεύομεν Δέσποινα, Σὲ τὴν ὑπερύμνητον Θεομήτορα, τοῦ ἐκδυσωπεῖν Οἰκτίρμονα, Σὸν Υἱὸν λυτρώσασθαι κολάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
σιε Θεοῦ, τοῦ Σταυροῦ περιχαράκωσον, τῇ ἀηττήτῳ ἰσχύϊ καὶ ἡμᾶς, ὅπως δαιμόνων, ἐκφύγωμεν πάντα ἔνεδρα.
ψη ἀναβάς, ὄρους Ἄθωνος Πορφύριε, ἕλκυσον ἡμᾶς, πρὸς βίον ταπεινόν, ἵνα πρὸς δόξαν, Χριστοῦ τὴν θείαν ἀνέλθωμεν.
ρχου εἰς ἡμῶν, τὴν βοήθειαν Πορφύριε, καὶ παῦσον τάραχον νοός, σαῖς λιταῖς πρὸς τὸν Σωτῆρα, γαλήνην θείαν δωρούμενος.
Θεοτοκίον.
Νέκρωσον ψυχῆς, πάθη ἄτιμα Θεόνυμφε, καὶ σαρκὸς κοίμισον αἰσχρὰς ἡδονάς, ἡ τὸν Σωτῆρα, πηγὴν γαλήνης κυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Θεράπευσον, τῆς ψυχῆς τὰ τραύματα, σῇ πρεσβείᾳ πρὸς Χριστὸν θεῖε Πάτερ, νόσων δεινῶν, τῆς ὀδύνης με ῥῦσαι, τῶν οἰδημάτων κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.
πίχαρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅ,τι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ βελίαρ ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Πορφυρίου λιταῖς Σῶτερ σῶσόν με.
δήγησον, πρὸς καλὴν μετάνοιαν, καὶ πρὸς τρίβους τοῦ Χριστοῦ σωτηρίους, Πάτερ σοφέ, ὦ Καυσοκαλυβίτα, Ἀθωνιτῶν μοναστῶν τὸ ἐντρύφημα, τοὺς μέλποντας περιχαρῶς, σὰ Πορφύριε θεῖα παλαίσματα.
Θεοτοκίον.
Νηστεύοντα, ἐκ παθῶν ἀξίωσον, καὶ δυνάμει Σου ἀξίωσον Κόρη· ὅ,τι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια, ἀεὶ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
Διάσωσον, παντὸς κινδύνου Πορφύριε τοὺς ὑμνοῦντας, πανευλαβῶς θείαν μνήμην σου Ὅσιε, καὶ λύτρωσαι νόσων ἡμᾶς καὶ γεένης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Ἀθωνιτῶν πέλεις Ὅσιε, καὶ μεσίτης τῶν Χριστιανῶν πρὸς τὸν Κύριον, σὺ τρισμάκαρ τῶν μοναστῶν ἐδείχθης ὁδηγός· διὸ πρόφθασον θεῖε ποιμήν, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι ἀσθενοῦντας, καὶ ῥῦσαι τοὺς δαιμονῶντας, καὶ Μηλεσίου τὴν Μονήν, τήρει ἄτρωτον Πορφύριε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ οὖν ἀποῤῥίψῃς με, σαρκὸς τὸν μεμολυσμένον, καὶ παθῶν τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα ὦ Πορφύριε· Ὅσιε σῶσόν με, πιστῶς προσπίπτοντα, σῇ εἰκόνι ἀσπαζόμενος, ἴασιν δώρησαι, ἄμφω τῶν κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἐξυμνῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω τοῖς ᾄσμασι, τὴν ἁγίαν μνήμην σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μετὰ τῶν Ἀσωμάτων αὐλιζόμενος Πάτερ καὶ τῶν Ἁγίων Χριστόν, ἱλέωσαι λιταῖς σου, ῥυσθῆναι τῆς γεένης, τοὺς βοῶντας Πορφύριε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
χθρῶν ἐπαναστάσεις τῶν αἱρέσεων θράση καὶ τῶν δαιμόνων ὀφρύν, σῇ μάκαρ ἀντιλήψει, κατάβαλε ἐν τάχει, ἵνα χαίροντες μέλπωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λαὸν εὐσεβοφρόνως ἀνυμνοῦντά σε κλέος τοῦ Μηλεσίου λαμπρόν, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ τρυφῆς καταξίωσον, τῆς Βασιλείας Θεοῦ, Πορφύριε θεόφρον.
Θεοτοκίον.
ρῶμεν Θεοτόκε ἀπειρόγαμε Νύμφη Σὲ ὡς κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βᾶτον, φλογὶ παραδοθείσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασα· ὅθεν τὴν φλόγαν παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σῶσον Οἰκτῖρμον, τοὺς εὐσεβεῖς Πορφυρίου, ταῖς λιταῖς ἀπαύστως Σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Γῆθεν ἀνῆλθες, δόξης Σιὼν θεῖε Πάτερ, τοῦ ποθεῖν Χριστὸν τὸν σὸν Νυμφίον· διὸ τὸν σὸν πόθον, μετάδος κἀμῖν πᾶσιν.
λέους θείου, καὶ δωρεῶν ἔμπλησόν με, ταπεινῶς φρονεῖν, ἵν’ ἀνυμνῶ σε, Καυσοκαλυβῖτα, Πορφύριε ἀσμένως.
Θεοτοκίον.
φθης Ἀγγέλων, ἐν οὐρανοῖς ἀνωτέρα, καὶ βροτῶν Ἁγνὴ ἁγιωτέρα· ὅθεν τοὺς ὑμνοῦντας, Σὲ ῥῦσαι πάσης βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
οαῖς τῶν σῶν δακρύων, χάρισόν μοι Πάτερ, σημειοφόρε Πορφύριε φίλε Χριστοῦ, ἵνα προσεύχωμαι μέλπων, τὰ σὰ παλαίσματα.
Γαλήνην μοναζούσαις,βράβευσον εὐχαῖς σου, πρὸς τὸν Θεὸν σὺν Πατρᾶσι σῆς Σκήτης σοφέ, καὶ πᾶσιν Ὀρθοδόξοις, μάκαρ Πορφύριε.
κέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ Πορφύριε νῦν, τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.
ρδὰς ἐχθρῶν ἀπίστων, καὶ εἰδωλολάτρας, ἡμᾶς ἐπαπειλοῦντας ἐκδίωξον σύ, καὶ ὑπερμάχει Ἑλλήνων ἀεὶ Πορφύριε.
Θεοτοκίον.
ψίστου ἡ καθέδρα, πέλεις ἐν τῷ πόλῳ· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ Μεγαλυνάρια τοῦ Ὁσίου, ὧν ἡ ἀκροστιχίς: Γεωργίου ὕμνος.
Γέγραπται ἐν βίβλῳ θείᾳ Δαβίδ, ὁρισμὸς ὁποῖος, τοῦ δικαίου ἀνδρὸς ἐστίν, ἐλεεῖν ἀπαύστως, κατατρυφᾶν Κυρίῳ, φῶς ἀρετῶν ἐκλάμπον, ἃ ἔσχες Ὅσιε.
λεος Σωτῆρος ἐπιζητῶν, ἐν ἀνύδφροις τόποις, ἠγωνίσω ὑπερφυῶς, καὶ πληθὺν δαιμόνων, κατήσχυνας τρισμάκαρ, Πορφύριε Πατέρων, Ἄθωνος σέμνωμα.
κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, πόμα ἐγκρατείας, καὶ αὐστηρᾶς νηστείας· δι’ ὧν σὸν βίον Πάτερ, ὄντως ἐκόσμησας.
ῦσαι τῶν παγίδων τοῦ πονηροῦ, τοὺς σοὺς ἐξυμνοῦντας, θείους ἄθλους Πάτερ σοφέ, ἐνάρετον βίον, καὶ πλῆθος θαυμασίων, ἃ ἔτι ζῶν ἐτέλεις, ἐν γῇ Πορφύριε.
Γῆθεν βίον ἔλιπες πρὸς Σιών, κελλίῳ Ἁγίου, Γεωργίου τοῦ Ἀθλητοῦ, καὶ Τροπαιοφόρου, τῆς Καυσοκαλυβίων, λαμπρᾶς Σκήτης ὦ Πάτερ, Ἄθωνος καύχημα.
κεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, σὴν πανένδοξον ἑορτήν, Καυσοκαλυβῖτα, Πορφύριε θεόφρον, καὶ δὸς πᾶσι τὰ κρείττω, καὶ χάριν ἄμετρον.
βλαστὸς Εὐβοίας ὁ εὐθαλής, τιμάσθω ἐν ὕμνοις, Μηλεσίου τῷ ἱερῷ, Ἡ συχαστηρίῳ, πρὸς ὃν πόθῳ δραμόντες, βοήσωμεν τὸ χαίροις, μάκαρ Πορφύριε.
λην οὐκ ἀπέκτησας τὴν φθαρτήν, πλὴν τῶν ἀναγκαίων, τοῦ βιῶσαι θεοπρεπῶς, τῆς ἀκτημοσύνης, τηρήσας τὸν κανόνα, ἀεὶ φρονῶν τὰ ἄνω, Πάτερ καὶ ἄφθαρτα.
βριν ἀποδίωξον μισητήν, πάθη ψυχοφθόρα, δυσπιστίαν καταλιλάν, τὴν φιλαργυρίαν, σὺν τῇ φιληδονίᾳ, καὶ ἀρετῶν ἀντίδος, καρπὸν Πορφύριε.
Μή μοι δὸς Θεῷ τὸ καταφρονεῖν, τῶν παραγγελμάτων, καὶ θελήματοςε ἀγνοεῖν, ἀλλὰ διδαχαῖς σου, καὶ προσευχαῖς παράσχου, τὸν φωτισμὸν καὶ γνῶσιν, Πάτερ τὴν ἔνθεον.
Νόσων ἐλευθέρωσον καὶ δεινῶν, τοὺς σὲ εὐφημοῦντας, ὦ Πορφύριε ἱερῶς, βλάστημα Εὐβοίας, τῶν μοναστῶν ἀκρότης, τοῖς χαίροις σοι βοῶσι, Πάτερ μακάριε.
λην τὴν καρδίαν πρὸς τὸν Θεόν, ἐν τῇ προσευχῇ μου, καθ’ ἑκάστην ἀναπνοήν, δὸς ἔχειν ὦ Πάτερ, ὥσπερ λαμπάδος φλόγα, καὶ νοῦν ἀμετεώριστον καὶ φιλόπονον.
Σῶσον ταῖς πρεσβείαις σου πρὸς Χριστόν, ψυχὰς τῶν ὑμνούντων, σὲ ἀσμένως ψαλμοῖς σοφέ, χάριν σὴν παράσχου, ῥῶσιν δαψιλεστάτην, ἁμαρτημάτων λύσιν, ἄμφω ὑγείαν τε.  
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Ὀρθοδόξων ὁδηγός, τῶν Ἀθωνιτῶν ἀντιλήπτωρ, καὶ τῶν πτωχῶν ἀρωγός, Ὅσιε Πορφύριε, τοῦ Μηλεσίου κρουνός, καταπλήττεις δὲ θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ τὴν σὴν βοήθειαν, ἐπιζητοῦντας θερμῶς· ὅθεν, δίδου πᾶσι σὴν χάριν, σώζων ἐκ φθορᾶς νοσημάτων, τοὺς τὴν θείαν μνήμην σου γεραίροντας.
Δεῦτε ἀσπασώμεθα πιστοί, κλίσεσι γονάτων αὐχένος, μετ’ εὐλαβείας πολλῆς, πάνσεπτον ἐκτύπωμα, τῆς σεβασμίας μορφῆς, Πορφυρίου τοῦ μάκαρος, καὶ ῥάνωμεν τοῦτον, μύροις τε καὶ ἄνθεσι, καὶ δακρυῤῥόοις εὐχαῖς, πίστει, ἐκζητοῦντες τὰ κρείττω, ἅπερ δαψιλεύει πλουσίως, ὁ Χριστοῦ θεράπων ὁ μακάριος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.




                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου