Ευλογημένη πνευματική περιήγηση

Δευτέρα 7 Μαρτίου 2016

ΜΑΡΤΙΟΣ 7!! ΠΑΥΛΟΣ ΟΣΙΟΣ ΑΠΛΟΥΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ

 http://www.saint.gr/photos/standard/0307/OsiosPaulosAplosMegasAntonios01.jpg

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς ἁπλότητος ὑπέρτιμον σκεῦος, καὶ τοῦ Σωτῆρος θεοφόρος θεράπων, ὑπὲρ ἡμῶν ἀπαύστως καθικέτευε, Παῦλε παμμακάριστε, ὅπως πάσης ἀνάγκης, καὶ παντοίων θλίψεων, καὶ κινδύνων ῥυσθῶμεν, οἱ σὲ τιμῶντες Πάτερ εὐλαβῶς, καὶ τὴν θερμήν σου, αἰτοῦντες ἀντίληψιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἴτει μοι λύσιν παθῶν, ὦ Παῦλε. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγγέλων χορείαις ἐν οὐρανοῖς, Παῦλε συγχορεύων, καθικέτευε ἐκτενῶς, πταισμάτων διδόναι ἡμῖν λύσιν, καὶ πειρασμῶν πολυτρόπων συγχώρησιν.
Ἰλύος με κάθαρον τῶν παθῶν, Παῦλε θεοφόρε, ἱκεσίαις σου πρὸς Χριστόν, καὶ πάσης μανίας τοῦ βελίαρ, ῥῦσαί με Πάτερ θερμῇ προστασίᾳ σου.
Τὸν πάντων Δεσπότην καὶ Ποιητήν, δυσώπει λυτροῦσθαι, πονηρίας με χαλεπῆς, ὦ Παῦλε ἁπλότητος ἡ στήλη, καὶ φωτισθῆναι φωτὶ μετανοίας με.
Θεοτοκίον.
Ἐκ Σοῦ ἀνατέταλκεν ἐν σαρκί, ὁ πάντων Δεσπότης, ὥσπερ Ἥλιος τῆς ζωῆς, οὗ λάμπρυνον Κόρη ταῖς ἀκτῖσι, τὴν σκοτισθείσαν ψυχήν μου τοῖς πάθεσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱλασμὸν καὶ εἰρήνην καὶ φωτισμὸν αἴτησαι, παρὰ τοῦ Σωτῆρος τῶν ὅλων, Παῦλε μακάριε, καὶ παθῶν λύτρωσιν, τοῖς προσιοῦσιν ἐν πίστει, τῇ θερμῇ πρεσβείᾳ σου, καὶ σὲ γεραίρουσι.
Μοναστὴς θεοφόρος καὶ ἀσκητὴς Ὅσιος, Παῦλε θεοφόρε ἐδείχθης, τῇ συντονίᾳ σου· ὅθεν ἀνάδειξον, κἀμὲ θερμὸν κατὰ πάντα, εἰς ὃ σχῆμα ἔλαβον, βίου λαμπρότητι.
Ὁλικῶς καθυπείκων τοῖς ἱεροῖς ῥήμασι, Παῦλε Ἀντωνίου τοῦ πάνυ, ἐπλήσθης χάριτος· ὅθεν ὑπήκοον, κἀμὲ ἀπέργασαι Πάτερ, ἐν τοῖς δικαιώμασι, τοῦ Παντοκράτορος.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ τοῦ παντὸς Κύριον, τέτοκας ἐν ὕλῃ βροτείᾳ, ἄνευ συγχύσεως, Κόρη ᾯ πρέσβευε, ἁμαρτιῶν καὶ κινδύνων, ῥύεσθαι τοὺς μέλποντας, τὰ μεγαλεῖά Σου.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις ἐκ πάσης ἡμᾶς ἀνάγκης, Πάτερ Παῦλε τὸ τῆς ἁπλότητος σκήνωμα, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστὸν τὸν Θεόν, ἱκέτευε δεόμεθα, ἐκ πάσης ἡμᾶς, στενώσεως καὶ θλίψεως, λυτροῦσθαι Παῦλε Ὅσιε, καὶ ἐν φόβῳ τῶ θείῳ πορεύεσθαι, ἐν ταῖς τρίβοις τῶν θείων ἐντολῶν, ὡς ἂν τῆς ἀλήκτου ζωῆς τύχωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Λυμεῶνα τὸν κάκιστον, τὸν τὴν ἁμαρτίαν κόσμῳ εἰσάξαντα, καθ’ ἡμῶν ἐπιτιθέμενον, Πάτερ Παῦλε σύντριψον πρεσβείαις σου.
Ὕδωρ βλῦσόν μοι ἄνωθεν, Παῦλε θεοφόρε θείας χρηστότητος, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τῶν παθῶν σβεννῦόν μου τοὺς ἄνθρακας.
Συμπαθῶς ἐπικλώμενος, ταῖς φωναῖς τῶν πίστει παρακαλούντων σε, Πάτερ Παῦλε δίδου ἅπασι, τὴν χαρὰν τὴν θείαν καὶ οὐράνιον
Θεοτοκίον.
Ἴασαι μου τοὺς μώλωπας, τῆς ψυχῆς Παρθένε καὶ τοὺς τοῦ σώματος, ἡ τεκοῦσα τὸν ῥυσάμενον, τὸν Ἀδὰμ τῆς πάλαι κατακρίσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νόμῳ τοῦ Θεοῦ, πολιτεύεσθαι ἐνίσχυσον, ἐν ἁπλότητι καὶ βίῳ καθαρῷ, θεοφόρε Πάτερ Παῦλε τοὺς ὑμνοῦντάς σε.
Πάθη τὰ δεινά, τὰ ὁσῶραι τυραννοῦντά με, ἀπομάρανον καὶ νέκρωσον σοφέ, τῇ θερμῇ σου ἱκεσίᾳ πρὸς τὸν Κύριον.
Ἄμεμπτον ζωήν, διανύσας Παῦλε Ὅσιε, ἐν ἀμέμπτῳ πολιτείᾳ καὶ σεμνῇ, βιοτεύειν με ἐνίσχυσον μακάριε.
Θεοτοκίον.
Θρόνος τοῦ Θεοῦ, καθωράθης ὑψηλότατος, ἐν ἀγκάλαις Σου βαστάζουσα ἁγνή, τὸν τὰ σύμπαντα κρατοῦντα καὶ βαστάζοντα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς πλήρης, θείας ἁπλότητος Παῦλε, ἐπληρώθης θεϊκῶν χαρισμάτων, καὶ τῇ ἐντεύξει τῇ σῇ τὰς δυνάμεις, τοῦ πονηροῦ κοσμοκράτορος ἤλασας, οὗ τῆς κακίας καὶ ἡμᾶς, ἀσινεῖς διαφύλαττε Ἅγιε.
Νεκρώσας, τὸν πολυμήχανον ὄφιν, τῇ ἁπλότητι τῇ σῇ θεοφόρε, τὴν καθ’ ἡμῶν τούτου νέκρωσον ῥύμην, καὶ ἀσφαλῶς τὴν ζωὴν ἡμῶν ἴθυνον, ἐπὶ λιμένα τῶν σεπτῶν, τοῦ Θεοῦ προσταγμάτων δεόμεθα.
Ὡράθης, πλήρης δυνάμεως θείας, ἰσαγγέλῳ πολιτείᾳ σου Πάτερ· ὅθεν ἐχθροῦ, τὰς δυνάμεις καθεῖλες, καὶ ἀσθενοῦντας ἰάσω ἐντεύξει σου· ὅθεν θεράπευσον κἀμέ, ἀσθενοῦντα ψυχῇ τε καὶ σώματι,
Θεοτοκίον.
Ποικίλαις, περιπεσὼν ἁμαρτίαις, ἐμακρύνθην τοῦ Θεοῦ Θεοτόκε· ἀλλὰ τῇ Σῇ, προστασίᾳ προστρέχω, καὶ ἐκβοῶ ἐκ μυχίων καρδίας μου· ἀπάλλαξόν με τοῦ ἐχθροῦ, τῆς πικρᾶς δυναστείας καὶ σῶσόν με.
Διάσωσον, ταῖς σαῖς πρεσβείαις ἐκ πάσης ἡμᾶς ἀνάγκης, Πάτερ Παῦλε τὸ τῆς ἁπλότητος σκήνωμα, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ θερμοτάτῃ πρεσβείᾳ σου Ὅσιε, τῆς τοῦ ἐχθροῦ πονηρίας με λύτρωσαι, καὶ δίδου μοι δύναμιν δέομαι, ὡς ἂν ἐν φόβῳ Θεοῦ καὶ ἁπλότητι, διέλθω ζωὴν τὴν ἐπίγειον.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Βίου καθαρότητι, καὶ ἐν ἁπλότητι πάσῃ, Θεῷ εὐηρέστησας, Παῦλε παμμακάριστε, δι’ ἀσκήσεως καὶ πολλῆς μέτοχος, χάριτος ἐγένου· διὰ τοῦτό σου δεόμεθα· ἡμᾶς ἀπάλλαξον, πάσης τοῦ ἐχθροῦ ἐπιθέσεως, καὶ πειρασμῶν καὶ θλίψεων, καὶ πολυειδῶν περιστάσεων, καὶ πταισμάτων αἴτει, συγχώρησιν ἡμῖν παρὰ Χριστοῦ, ὡς ἂν ἀμέμπτως βιώσαντες, δόξης θείας τύχωμεν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀκαθάρτων πνευμάτων ὡς καθεῖλες τὴν ῥύμην Παῦλε μακάριε, οὕτω παθῶν τῆς λύμης, ἐκκάθαρον λιταῖς σου, τοὺς βοῶντας ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑπὲρ πάντων δυσώπει τὸν Σωτῆρα τῶν ὅλων Παῦλε μακάριε, ῥυσθῆναι πάσης βλάβης, καὶ πάσης δυσχερείας, τοὺς πιστῶς ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνόμενος φέγγει τῆς ἁπλότητος Πάτερ καὶ τῆς ἀσκήσεως, λαμπρύνεις τὰς καρδίας, τῶν ἀρετῶν ἀκτῖσι, τῶν βοώντων ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐξ ἁγνῶν Σου αἱμάτων ἐσαρκώθη ὁ Λόγος ὁ ὑπερούσιος, καὶ πάσης ἀλογίας, ἐῤῥύσατο Παρθένε, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γνώμῃ εὐθείᾳ, εὐραστήσας Κυρίῳ, Παῦλε Ὅσιε Αὐτῷ εὐαρεστεῖν με, δύναμιν παράσχου, ἵνα σε μακαρίζω.
Ἐκ πολυπλόκων, ἐπηρειῶν τοῦ βελίαρ, Παῦλε Ὅσιε ἀτρώτους διατήρει, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ῥῦσαί με Πάτερ, ἐκ λογισμῶν ἀκαθάρτων, καὶ παράσχου μοι μετάνοιαν γνησίαν, ταῖς πρὸς τὸν Δεσπότην, θερμαῖς σου ἱκεσίαις.
Θεοτοκίον.
Ἀδιαφθόρως, φθορᾶς τὸν λύτην τεκοῦσα, ἀειπάρθενε Χριστὸν τὸν Ζωοδότην, ἐκ φθοροποιῶν με, λύτρωσαι νοσημάτων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνὼν Ἀγγέλων δήμοις, Παῦλε θεοφόρε, μὴ διαλίπῃς πρεσβεύων δεόμεθα, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει μακαριζόντων σε.
Ἰσχὺν ἡμῖν ἐξαίτει, κατὰ πάσης βλάβης, τοῦ βροτοκτόνου ἐχθροῦ Παῦλε Ὅσιε, παρὰ Χριστοῦ τοῦ ἀξίως σὲ θαυμαστώσαντος.
Μεγίστης εὐκληρίας, κατηξιωμένος, μεγάλων πόνων καὶ θλίψεων λύτρωσαι, τοὺς σὲ γεραίροντας Παῦλε ἀξιοθαύμαστε.
Ὁδὸν ἡμᾶς βαδίζειν, τὴν πρὸς σωτηρίαν, δίδου ἰσχὺν ταῖς πρεσβείαις σου Ἅγιε, οἷα μεσίτης καὶ πρέσβυς ἡμῶν πρὸς Κύριον,
Θεοτοκίον.
Ὑψίστου ὤφθης Μήτηρ, τοῦτον ἐκ γαστρός Σου, ἀπειρογάμως κυήσασα πάναγνε· διὸ ἁγνείας ἀκτῖσι τὸν νοῦν μου λάμπρυνον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Βίον διανύσας ἀγγελικόν, ἐν ἐρήμῳ Πάτερ, ἐπληρώθης θείου φωτός, καὶ τὴν τῶν δαιμόνων, ἐπάτησας μανίαν, οἷα Χριστοῦ θεράπων, Παῦλε μακάριε.
Πίστει Ἀντωνίῳ τῷ θαυμαστῷ, προσελθὼν ἐδείχθης, ἐκμαγεῖον τῶν ἀρετῶν, αὐτοῦ Πάτερ Παῦλε, ἁπλότητι ἐμπρέπων, καὶ ταπεινοφροσύνῃ τε καὶ πραότητι.
Σκεῦος ἀνεδείχθης τῶν ἀρετῶν, Παῦλε θεοφόρε, διὰ βίου ἀσκητικοῦ, ὡς συνωνυμήσας, τῆς ἐκλογῆς τῷ σκεύει, καὶ ἐναρέτου βίου, θεῖον ὑπόδειγμα.
Φρίττει τῶν δαιμόνων ἡ πονηρά, φάλαγξ θεοφόρε, ἥν σοι δέδωκεν ὁ Σωτήρ, θείαν ἐξουσίαν, ἀμέμπτῳ πολιτείᾳ· διὸ ἡμᾶς τῆς τούτων, βλάβης ἀπάλλατε.
Χαίροις Ἀντωνίου ὁ φοιτητής, Παῦλε θεοφόρε, καὶ ὁμόζηλος ἐν παντί· χαίροις μυροθήκη, ἁπλότητος ἁγίας, καὶ ἰσαγγέλου βίου, λύχνος πολύφωτος.
Δήμοις τῶν Ἁγίων ἐν οὐρανοῖς, καὶ χοροῖς Ἀγγέλων, συγχορεύων Παῦλε σοφέ, πρέσβευε ἀπαύστως, ἡμῖν πταισμάτων λύσιν, διδόναι τοῖς ἐν πίστει, σὲ μακαρίζουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Παῦλε, τῆς ἁπλότητος εἰκών, ταπεινοφροσύνης δοχεῖον, ἀξιοθαύμαστον, πάσης ἡμᾶς λύτρωσαι, φθορᾶς καὶ θλίψεως, τῇ θερμῇ προστασίᾳ σου, καὶ τῆς πονηρίας, καὶ τῆς δολιότητος, τοῦ παλαμναίου ἐχθροῦ, ἔχων, πρὸς Χριστὸν παῤῥησίαν, Ὃν ἀεὶ δυσώπει διδόναι, θεῖον φωτισμὸν ἡμῖν καὶ ἔλεος.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.


                                 πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου