Ευλογημένη πνευματική περιήγηση

Δευτέρα 7 Μαρτίου 2016

ΚΑΝΟΝΑΡΙΟΝ ΕΙΣ ΚΕΚΟΙΜΗΜΕΝΟΥΣ. ΜΕΡΟΣ 2ο. ΚΑΝΟΝΕΣ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΜΟΝΑΧΟΥΣ & ΜΟΝΑΖΟΥΣΑΣ

ι. Κανόνες εἰς κοιμηθέντας μοναχοὺς καὶ μοναζούσας


1. ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΜΟΝΑΧΟΥΣ

(Crypt. gr. Γ. β. V- Γ. α. XXV ἔτ. 1019, φφ. Ιδ΄ β-ιζ΄ β ἤ 1β, Vat. gr. 1836 XI- XII αἰ., φφ. 133α-139α., Messin. Bibl. Univ. S. Salvat. gr. 153 XL αἰ.)


http://www.plus4u.gr/images/108/108067580.jpg?t=1449178238

ἦχος β´. ᾨδὴ α´. Δεῦτε λαοί.

Οἱ ἐν σαρκὶ σύσκηνοι καὶ συμπολῖταί σου * ἐπιταφίοις ἄσμασιν τὸν προσλαβόμενον * ἀδελφὲ τὴν ψυχήν σου * Σωτῆρα δυσωποῦμεν * τοῦ ἀναπαῦσαί σε.

Τῆς ἀπειλῆς * λύτρωσαι τοῦ αἰωνίου πυρὸς * τὸν μεταστάντα δοῦλόν σου * καὶ καταξίωσον * τῆς ἀῤῥήτου σου δόξης * γενέσθαι κληρονόμον * εὔσπλαγχνε Κύριε.

Σύ τῳ Χριστῷ * πίστεως κόπους προσήγαγες * ἀσκητικοῖς παλαίσμασιν * ἀγωνισάμενος * κατὰ τοῦ ἀντιπάλου * ὁ δοῦλός σου διό σου, τύχοι τῆς δόξης σου.

Θεοτοκίον.

Ζῶσα πηγὴ * πέφυκας, Παρθενομῆτορ ἁγνὴ * τὸν ἀρχηγὸν γεννήσασα πάσης τῆς κτίσεως * τὴν ζωὴν τῶν ἁπάντων, δροσίζουσα τοὺς πίστει θεολογοῦντάς σε.


ᾨδὴ γ´. Ὁ στερεώσας.

Ἠγάπησε θερμῶς καὶ ἠρετήσατο * ἀσκήσει * μακρόθυμε σοὶ δουλεῦσαι * διὰ τοῦτο δυσωποῦμέν σε * ὡς οἰκτίρμων ἀνάπαυσον τὸν δοῦλόν σου.

Χορῷ τῶν ἀσκητῶν * συγκαταρίθμησον * καὶ δόξης ἀνάδειξαν κληρονόμον * τῆς ἀλήκτου σου Σωτὴρ ἡμῶν * ὃν μετέστησας δοῦλόν σου ἀνάπαυσον.

Γινώσκεις τὸ ἡμῶν * Σωτὴρ εὐόλισθον * οὐδεὶς γὰρ * ἀνέγκλητος ἐν ἀνθρώποις * ἀλλ᾿ ὡς φύσει ἀναμάρτητος * εἰ καὶ ἥμαρτε φεῖσαι τοῦ ἱκέτου σου.

Θεοτοκίον.

Σὺ γλῶσσα γηγενῶν * οὐ νοῦς ἀσώματος * ἰσχύσει * τὸν τόκον σου Θεὸν μὴ νεῦσαι * ὑπὲρ φύσιν γὰρ καὶ ἔννοιαν * Θεοτόκε τὸν Κτίστην ἀπεκύησας.


ᾨδὴ δ´. Εἰσακήκοα Κύριε * τὴν ἀκοήν.

Ἀναπαύσεως δώρησαι * τόπον Χριστὲ * τῷ πόθῳ τε καὶ πίστει * εὐσεβῶς δουλεύσαντα συναυλίζεσθαι.

Συναυλίζεσθαι Κύριε * τοῖς δεξιοῖς * ἀξίωσον προβάτοις * τὸν πιστόν ἱκέτην σου ὡς φιλάνθρωπος.

Νυμφευθέντα σοι πνεύματι * καὶ τῇ σαρκὶ Χριστὲ λαμπαδηφόρον * ἀδελφὸν εὐδόκησον ὡς φιλάνθρωπος.

Θεοτοκίον.

Ἀπροσμάχητον τεῖχος καὶ κραταιὰν ἐλπίδα, Θεοτόκε οἱ πιστοῖς σὲ κεκτήμεθα * ἐν κινδύνοις ἀεί.


ᾨδὴ ε´. Ὁ τοῦ φωτὸς χορηγὸς * καὶ τῶν αἰώνων.

Πόθῳ ψυχῆς καθαρᾶς ἀναλαβών σου τὸν σταυρὸν Κύριε * ὁ μεταστάς * ἀσκήσεως πόνοις * ἐδούλευσε πιστῶς * τῷ θείῳ σου κράτει * διὸ εὗροι ἄνεσιν.

Ὑπὲρ χρυσίον πολύ * καὶ ὑπὲρ μέλι καὶ κηρὸν Δέσποτα * ταῖς ἐντολαῖς * ταῖς σαῖς ἐνετρύφα * ἐν πίστει ἀκλινῇ * ὁ δοῦλός σου ἔνθεν * τῆς δόξης σου ἔτυχεν.

Ἅπαντες Σῶτερ βροτοί * ὅταν παρίστανται γυμνοὶ τρέμουσιν * τῷ φοβερῷ Χριστὲ κριτηρίῳ τῆς δόξης σου τότε * δεόμεθα φεῖσαι * οἰκτίρμον τοῦ δούλου σου.

Θεοτοκίον.

Σεσαρκωμένον ἐκ σοῦ * Θεογεννῆτορ * οἱ πιστοὶ ἔγνωμεν * ἄνευ σπορᾶς * Υἱόν γεννηθέντα * Θεὸν ἀληθινόν * καὶ ἄνθρωπον φύσει * διὸ σὲ δοξάζομεν.


ᾨδὴ στ´. Ἐν ἀβύσσῳ πταισμάτων.

Νεκρωθεὶς μὲν τῷ σώματι Δέσποτα * ζώσῃ δὲ ψυχῇ δυσωπεῖ σε Χριστὲ ὁ Θεὸς * ὁ μεταστὰς ἱκέτης σου * ἵνα τύχη τῆς ἄνω σου κλήσεως.

Ὁ παλάμῃ συνέχων τὰ σύμπαντα * ὁ καὶ τῶν βροτῶν τὰ κρυπτὰ ἐπιστάμενος * φιλανθρωπίας ὄμματι * ἐπιδὼν τὸν σὸν δοῦλόν ἀναπαῦσον.

Ὅν μετέστησας εὔσπλαγχνε Κύριε * ὅταν μετὰ δόξης καὶ πλήθους δυνάμεων * ἐν τῇ δικαίᾳ κρίσει σου * ἔλθῃς δώρησαι τόπον ἀνέσεως.

Θεοτοκίον.

Ἀνωτέρα τῶν ἄνω δυνάμεων * καὶ ἁγιωτέρα ὑπάρχεις πανάχραντε * ὑπερφυῶς χωρήσασα * τὸν ἀχώρητον Λόγον ἐν μήτρα σου.


ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς ἐν πεδίῳ.

Νεότητός μου * καὶ ἀγνοίας μὴ μνησθῇς * Χριστὲ ἐγκλήματα * ἐν τάφῳ κείμενος * ἀνακράζει σοι * ὁ μεταστὰς ἐν τῷ πνεύματι * Δέσποτα Σωτήρ σοὶ γὰρ μόνῳ * τῷ Θεῷ μοῦ πεπίστευκα * καὶ τὴν ἐλπίδα τῆς ζωῆς * προσανεθέμην ἀεί.

Ἠρπάγην φρικτῶς * ἐξ ὑμῶν ὦ ἀδελφοί * καὶ τοῖς νεκροῖς συνοικῶ * ἀλλ᾿ ἐν λήθη μή μου γίνεσθε τῆς ἐν τῷ βίῳ συζεύξεως τῆς ἀνυποκρίτου ἀγάπης * καὶ πρεσβείαν ποιήσατε * ὑπὲρ ἐμοῦ πρός τὸν Θεόν * ὁ μεταστὰς ἐκβοᾷ.

Ἰδοὺ ἀδελφοὶ πάντα κόνις καὶ σκιὰ τὰ ἐν τῷ βίῳ τερπνά * ὥσπερ γὰρ ὄναρ * εὐληθάργητον * οὕτως ἐστὶν ἡ ζωὴ ἡμῶν * δάκρυσιν οὖν τῆς συμπαθείας * τὸν Θεὸν ἱκετεύσατε * ἡμῖν βοᾷ ὁ μεταστὰς τοῦ ἀναπαῦσαί με.

Θεοτοκίον.

Λιμὴν ἀσφαλὴς προστασία φοβερά * καὶ τεῖχος ἄῤῥηκτον τοῖς ἐν ἀνάγκαις κινδυνεύουσιν * χειμαζομένοις ἐν θλίψεσιν * ταῖς πρός τὸν Υἱόν σου πρεσβείαις * Θεοτόκε ὑπάρχουσα * ἐκ πολυτρόπων πειρασμῶν * σῶζε τὴν ποίμνην σου.


ᾨδὴ η´. Τὸν ἐν καμίνῳ τοῦ πυρὸς τῶν Ἑβραίων.

Ὅταν καθίσῃς ὁ Θεὸς * ἐπὶ θρόνου φοβεροῦ δικαιοκρίτα * ἀποδοῦναι ἑκάστῳ * καὶ τὰ ἔργα αὐτοῦ * συγγνώμην * παράσχου ἄφεσιν * τῶν πλημμελημάτων * Χριστὲ τῷ μεταστάντι.

Μετὰ δικαίων ὡς Θεὸς τὴν ψυχὴν τοῦ μεταστάντος ἐκ τοῦ βίου * κατατάξας παράσχου ἀγαλλόμενος δι’ ἀγγέλοις ἀεὶ συγχορεύειν σοι * αἶνον προσφέρειν εἰς πάντας τοὺς αἰῶνας.

Νεκρῶν καὶ ζώντων ὁ Θεὸς * ὁ δεσπόζων πᾶσαν πνοὴν * καὶ σώζει τῶν βασάνων οὓς θέλει * καὶ μάλιστα τοὺς πόθῳ * τὴν αὐτοῦ προσκυνοῦντας * μόρφωσιν ἐν τύποις * μεθ᾿ οὓς ἀνυμνοῦμεν.


ᾨδὴ θ´. Μὴ ἐποδύρου μου Μήτηρ * καθορῶσα.

Μὴ ἐποδύρεσθαι πάντες * οἱ ἐν πίστει θανόντες * ὁ γὰρ Χριστὸς ὑπὲρ ἡμῶν σωματικῶς ἔπαθεν σταυρόν * καὶ θανατώσας ᾅδην * ἀθανασίας υἱούς * ἀπειργάσατο πάντας * βοῶντας πρός αὐτὀν * μὴ εἰσέλθῃς εἰς κρίσιν * μετὰ τῶν δούλων σου.

Ἐν τῇ ἀγήρῳ σου δόξῃ καὶ τρυφῇ παραδείσου * τὸν ἐξ ἡμῶν προμεταστάντα τάξον ἀγαθὲ * τὸν ὀρθοδοξίᾳ καὶ μετανοίᾳ σοι * προσδραμόντα ἐνταῦθα * καὶ ποίησον αὐτόν * ἐκλεκτὸν παραστάτην * τῆς βασιλείας σου.

Τριαδικόν.

Ἄναρχε ἀκτιστε Τριάς * ἡ ἀκήρατος φύσις * ἡ ἐν Πᾳτρί τε καὶ Υἱῷ καὶ Πνεύματι ὁμοῦ * προσκυνουμένη σεπτῶς * καὶ αἰνουμένη πιστῶς * τὸν ἐν πίστει σωτήριον οἶκον * δομήσαντα ἐν γῆ οὐρανίοις σκηναῖς σου * τοῦτον ἀναπαῦσον.

Θεοτοκίον.

Χαῖρε ἁγία ἁγίων * χαῖρε ἄνασσα αὔθις * χαῖρε πασῶν τιμιωτέρα τῶν δυνάμεων ἁγνή * χαῖρε τῶν δογμάτων * ὄντως κεφάλαιον * δι’ ἧς ἔγνωμεν πάντες * φανέντα ὑμνεῖν * ἐν τρισὶν τοῖς προσώποις μίαν θεότητα.



2. ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΤΕΛΕΥΤΗΣΑΝΤΑ ΤΟΥ ΒΙΟΥ ΛΑΒΟΝΤΟΣ ΤΟ ΣΧΗΜΑ

(Crypt. gr. Γ. β. V- Γ. α. XXV ἔτ. 1019, φφ. 6β-9β)


ἦχος πλ. δ´. ᾨδὴ α´. Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν.

Τὸν πίστει μονάσαντα ὁ Θεὸς * καὶ βίον λιπόντα * συναφείας τῆς κοσμικῆς * τὸν πόθῳ σου Λόγε μεταστάντα * τῆς βασιλείας σου τούτου ἀξίωσον.

Σὺ χρόνοις παρέχεις σὺ τὸν μισθόν * ἀλλὰ προαιρέσει * πιστότατῃ Λόγε Θεοῦ * διὸ προσελθόντα τῇ ἀσκήσει * ἐσχάτῃ ὥρᾳ τὸν δοῦλόν σου πρόσδεξαι.

Τοῦ κόσμου τὴν ἄρνησιν ὁ Θεός * θυσίαν ἐν πίστει * σοὶ προσήνεγκεν ὁ Θεός * ὁ δοῦλός σου Λόγε ὃν καὶ σῶσον * καὶ εἵ τι ἥμαρτε οὗτος συγχώρησον.

Θεοτοκίον.

Καὶ τίκτεις Παρθένε ὑπερφυῶς * καὶ μένεις παρθένος * ὡς πρὸ τόκου θεοπρεπῶς * ζωὴν γὰρ ἐγέννησας τὴν πάντων * νεκρῶν καὶ ζώντων ἀεὶ κυριεύουσαν.


ᾨδὴ β´. Πρόσεχε οὐρανέ.

Προέφθασεν ἐν ἐξομολογήσει * τὸ πρόσωπόν σου Χριστὲ * διὸ μὴ ἔλθῃς εἰς κρίσιν * ἐν κρίσει μετὰ τοῦ δούλου σου.

Ἔθυσεν * ὡς θυσίαν ἁγίαν * σοι τῷ Θεῷ καὶ Πατρί * τοὺς καρποὺς τῆς ὀσφῦος * ὁ δοῦλός σου ὃν ἀνάπαυσον.

Κύριε * ἐν χορῷ τῶν ἁγίων * καὶ μοναστῶν ἱερῶν * τὸν ἱκέτην σου δεῖξον * μονάσαντα ἐν τῷ τέλει πιστῶς.

Θεοτοκίον.

Λέλυται * ἡ ἀρὰ τῶν θηλείων * τῇ σῇ κυήσει Ἁγνή * ἐκ σοῦ γὰρ ἐσαρκώθη * ὁ πάντων ἐξουσιάρχης Θεός.


ᾨδὴ γ´. Σὺ εἰ τὸ στερέωμα τῶν προστρεχόντων.

Πάντα σοι προσήνεγκεν * τὰ ἐπὶ γῆς πιστῶς Κύριε * σοι προσελθών * ὁ πιστός σου δοῦλός * ὃν θανόντα ἀναπαῦσον.

Δέξαι ὀρφανίας νῦν * τὰς προσευχὰς Σωτὴρ εὔσπλαγχνε * ὑπὲρ ψυχῆς * σὲ ἱκετευούσης * πατρικῆς νῦν ἀναπαῦσον.

Ἄνοιξον τῷ δούλῳ σου * τὴν τοῦ ἐλέους σου εὔσπλαγχνε * πύλην Χριστὲ * καὶ τῆς βασιλείας * κληρονόμον ἀνάδειξον.

Θεοτοκίον.

Ἥν οὐδεὶς διέφθειρεν * ὑπερφυῶς Χριστὸν τίκτουσαν * ταύτην σαφῶς οὐδὲ τοῦ θανάτου * ἡ φθορὰ νῦν ἐκράτησεν.




ᾨδὴ δ´. Εἰσακήκοα Κύριε τῆς οἰκονομίας σου.

Ἁμαρτίας ἀναίρεσιν * τοῖς βροτοῖς τὸν θάνατον παρεχώρησας * ὅθεν Λόγε μεταστάντα πρός σέ * τὸν πιστόν ἱκέτην σου ἀνάπαυσον.

Ἐν σκηνώμασιν δόξης σου * Λόγε τὸν ἱκέτην σου * σὺ ἀναπαῦσον * παρθενίας εἰς σκηνὴν ἐπὶ γῆς * εὐσεβῶς δυνάμενος * τὴν οἰκίαν Χριστέ.

Τὴν ἐγκόσμιον βίωσιν * ὡς ἀπαρνησάμενος τὸν ἱκέτην σου * καταξίωσον ὡς εὔσπλαγχνος * τῆς ὑπερκοσμίου * ἀφθαρσίας σου.

Θεοτοκίον.

Μαρτυρεῖ σου ἡ γέννησις * ἄχραντε Μαρία * τὴν θείαν κύησιν * καὶ τεκοῦσα γὰρ παρθένος ὡς πρίν * καὶ θανοῦσα ὤφθης * πάλιν ζῶσα ἁγνή.


ᾨδὴ ε´. Ὀρθρίζοντες βοῶμεν σοι Κύριε.

Λῃστὴν ὁ δικαιώσας αὐθημερόν * ὡς οἰκτίρμων * δέξαι καὶ τοῦ δούλου σου * τὴν τελευταίαν προσέλευσιν.

Ἀγρύπνους ἱκεσίας δεήσεις τε * τῆς καρδίας * πρόσδεξαι τοῦ δούλου σου * μνησθεὶς αὐτοῦ τῆς προθέσεως.

Δακρύων τελευταίων ἐπάκουσον * ἐλεήμων * καὶ πταισμάτων ἄφεσιν * τῷ μεταστάντι κατάπεμψον.

Θεοτοκίον.

Ἐδείχθης ἐν τῷ τόκῳ Παρθένος ὡς πρὸ τοῦ τόκου * καὶ ἐν τῇ κοιμήσει σου * πάλιν ζωοῦσα Θεόνυμφε.


ᾨδὴ στ´. Χιτῶνα μοι παράσχου φωτεινόν.

Αἰτούμενος πταισμάτων ἱλασμόν * ὁ δοῦλός σου ἔδραμεν * ὀπίσω σου * Κύριε * ὃν ἡ χεὶρ ἡ δεξιά σου ἀντιλάβοιτο.

Ἐν οἴκῳ τῆς Μητρός σου εὐσεβῶς * μονάσαντα Κύριε * τὸν δοῦλόν σου πρόσδεξαι * μεταστάντα ἐν αὐτῇ ὡς φιλάνθρωπος.

Προσῆλθεν σοι ἐκ πόθου ὁλικῶς * ὁ δοῦλός σου Κύριε * πάντα προθύσας σοι * ὡς θυσίαν λογικήν * ἥν * καὶ πρόσδεξαι.

Θεοτοκίον.

Νεκρωμένη καθωράθης σαρκικῶς * τριήμερος Πάναγνε * νυνὶ δὲ ἀείζωος * διαμένεις ὡς παρθένος μετὰ γέννησιν.


ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ὁ ζητῶν πρός τὸ σῶσαι ἀφορμὴν εὐσεβείας * Σῶτερ τὸν ἄνθρωπον * εὐδόκησον τοῦ σῶσαι * τὸν σὸν ἱκέτην Λόγε * καὶ τῆς κρίσεως λύτρωσαι * ἐν πίστει ψάλλοντα ὁ Θεὸς εὐλογητὸς εἶ.

Ὡς φυγόντα τοῦ κόσμου * ματαιότητος πᾶσαν * τὸν σὸν ἱκέτην Σωτήρ * καὶ βίον ἁγνοσύνης * ἀράμενον παράσχου τοῦ φυγεῖν ἐκ τῆς κρίσεως * καὶ μεταστάντα αὐτόν * Χριστὲ ἐλέησον.

Τῇ ῥοπῇ τοῦ ἐλέους * τῆς σῆς φιλανθρωπίας Δέσποτα Κύριε * τὸ πῦρ τὸ τῆς γεέννης * κατάσβεσον καὶ σῶσον * τὸν ἱκέτην σου Λόγε Θεοῦ * μνησθεὶς ἐλέους αὐτοῦ * τῆς μεταδόσεως.

Θεοτοκίον. *

Τὴν ἀφθόρως τεκούσαν * ἀειπάρθενον Κόρην * καὶ μὴ θανοῦσαν ἀεὶ * θανοῦσαν ὡς κατ᾿ ἄμφω * δειχθεῖσαν ὑπὲρ φύσιν * ἀνυμνήσωμεν λέγοντες * ῥῦσαι Παρθένε ἁγνὴ τὸν δοῦλόν σου γεέννης.


ᾨδὴ η´. Τὸν ἐν ὅρει.

Σοῦ τῷ πόθῳ * Χριστὲ ὡς τετρωμένος * ἐμερίσθη * τῆς κάτω συναφείας * καὶ σὺν αὐτοῖς αὐτόν σοι ἀφιέρωσεν * ὁ πιστός σου δοῦλός * ὅν * ἐν ἀφθαρσίας ἀναπαῦσον νυμφῶνι.

Ἐκολλήθην * ὀπίσω σου οἰκτίρμων * ὁ πιστός σου * ἱκέτης τῇ ἀσκήσει * καὶ παριδὼν τὴν κάτω πᾶσαν ὕπαρξιν * ἔδραμεν ἐν δίψει ὃν * καὶ ἀναπαῦσαι * εὐδόκησον οἰκτίρμων.

Δεδοικότες * τὴν ὥραν τοῦ θανάτου * καὶ τὴν κρίσιν * τὴν ἄστεκτον ἐκείνην * τῷ κοιμηθέντι πίστει ἐξαιτήσωμεν * ἱλασμὸν πταισμάτων * καὶ τῆς βασιλείας * τυχεῖν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὁ καρπός σου * ζωὴ ἐδείχθη πᾶσιν * καὶ θανάτῳ * εἰκότως σου χειροῦσαι * διὸ παρθένος ἔμεινας γεννήσασα * καὶ θανοῦσα πάλιν * ζῶσα διαμένεις * ἁγνὴ Θεοκυῆτορ.


ᾨδὴ θ´. Σὲ τὴν ἀπειρόγαμον.

Νῦν τούς σου θεράποντας * προστάτας εὗρεν τελευταῖον Δέσποτα Σωτὴρ φιλάνθρωπε * οὓς * προσάγων σοι ἔτυχεν * νῦν δὲ ὁ σὸς δοῦλός εὐμενοῦς παρακλήσεως * τοὺς ὁσίους * καὶ Θεοτόκου ταῖς ἐντεύξεσιν.

Ἵλεως τῷ δούλῳ σου * γενοῦ φιλάνθρωπε οἰκτίρμων * ἐν φωνῇ πιστῶς αἰνέσεως * δυσωποῦμέν σε Κύριε * καὶ τῆς τῶν δικαίων * παραστάσεως μέτοχον δεῖξον τοῦτον * καὶ ἐν χορείαις μοναζόντων Σωτήρ.

Λύτρωσαι φιλάνθρωπε * τοῦ χωρισμοῦ τοῦ τελευταίου * καὶ τῆς ἀποφάσεως * τῆς πικρᾶς τὸν ἱκέτην σου * ὡς κεχωρισμένον * πρὸ τοῦ τέλους τῆς χύσεως * καὶ ἐν δόξῃ Χριστέ.

Θεοτοκίον.

Σὺ καὶ μετὰ γέννησιν * παρθένος ὤφθης ὡς πρὸ τόκου * καὶ θανοῦσα πέφυκας * ἐν ζωῇ ἀθανάτῳ ἁγνή * εἰς τὸν σὸν ἱκέτην καταξίωσον Δέσποινα Θεοτόκε * τὴν ἱκεσίαν ἐκπληρῶσαι ἡμῶν.









3. ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑΣ ΜΟΝΑΧΟΥΣ

(Sinait. gr. 963 XII αἱ.)


ἦχος πλ. β´. ᾨδὴ α´. Κύματι θαλάσσης.

Σοι τῷ ἀθανάτῳ * Θεῷ καὶ δεσπότῃ * πάντες προσπίπτομεν * ἐν κατανύξει θερμῇ * τὸν ἐπιτάφιον ὕμνον * ἐν κλαυθμῷ ἀναβοῶντες Χριστῷ * τὸν πιστόν ἱκέτην σου * ἀναπαῦσον φιλάνθρωπε.

Ἀβίαστος ὑπάρχων ἐλέους * οἰκτίρμων * καὶ ἀγαθότητος τὸν μεταστάντα πρός σὲ * ἐν εὐσεβεῖ πολιτείᾳ * δι᾿ ὁ ἀναπαῦσον Χριστὲ ὁ Θεὸς * παρορῶν ὡς εὔσπλαγχνος αὐτοῦ τὰ πλημμελήματα.

Βίου τὴν ἀπάτην φυγὼν ὁ πιστός σου ἱκέτης Δέσποτα * σοι ἠκολούθησεν * ἀναλαβὼν ἐπ᾿ ὤμων * τὸν Σταυρὸν αὐτοῦ ὡς ἔφησας * τοῦτον οὖν ὡς εὔσπλαγχνος * δικαίοις συναρίθμησον.

Ποῦ ἡ ματαιότης * τοῦ κόσμου καὶ πᾶσα ἡ περιφάνεια * τῶν γηγενῶν ἀδελφοὶ * οὐκ ἰδοὺ πάντα τὰ τῄδε * διαδέχεται ὁ θάνατος * ματαιότης πάντα γὰρ * ματαιοτήτων ὄντως * ἐστίν.

Θεοτοκίον.

Ἐν τῇ Παναχράντῳ * κυήσει σου κόρῃ * Παρθένε ἄχραντε * οἱ τῶν ἀγγέλων χοροί * καὶ τῶν ἀνθρώπων τὰ πλήθη * ἀγαλλόμενα ἐχόρευον * δόξαν ἀναπέμποντες * τῷ τόκῳ σου πανύμνητε.


ᾨδὴ γ´. Σὲ τῶν ἐπὶ ὑδάτων.

Ὅνπερ ἐκ τῶν προσκαίρων * ἐχώρισας πιστόν σου δοῦλόν Σῶτερ * ἐν χώρᾳ τῶν Δικαίων * συναριθμήσας κατάταξον * εἰς τὸ ὑμνεῖν τὴν δόξαν σου * οὐκ ἐστὶν Ἅγιος πλήν σου Κύριε κραυγάζοντα.

Ἐν τόπῳ τῷ τῆς χλόης * κατάταξον * τὸ πνεῦμα τοῦ σοῦ δούλου * ἐν ᾧ περιπολοῦσι ψυχαὶ Δικαίων φιλάνθρωπε * ἀκαταπαύστως ᾄδουσαι * οὐκ ἐστὶν Ἅγιος * πλήν σου Κύριε καὶ δίκαιος.

Τοῦ τὸν Σταυρὸν ἐπ᾿ ὤμων * ἀράμενος * ὁ σὸς πιστὸς θεράπων * ἐν μετανοίᾳ Σῶτερ * τὸν αὐτοῦ δρόμον τετέλεκεν * ὃν σὺν χοροῖς ἀξίωσον * τοῖς τῶν ἀγγέλων σου * μόνε Κύριε δοξάζειν σε.

Ἐγκυψον ἐν τοῖς τάφοις * ὦ ἄνθρωπε * καὶ γνῶθι τί ὑπάρχεις * διάκρινον εἰ δύνῃ * τίς ὁ πτωχὸς καὶ ὁ πλούσιος * τίς ὁ σοφός * καὶ ἄσοφος * θρηνῶν δὲ βόησον * σῶσον Κύριε τὸ πλάσμα σου.

Θεοτοκίον.

Ὑπερευλογημένη Θεόνυμφος * σὺ μόνη ἀπεφάνθης * ὅτι τὸν θεῖον Λόγον * τὸν τοῦ Πατρὸς ἀπεκύησας * ἀνερμηνεύτως ἄχραντε * ἐκ θείου Πνεύματος * ὃν δυσώπησον σωθῆναι ἡμᾶς.


ᾨδὴ δ´. Τὴν ἐν Σταυρῷ σου θείαν,

Ὁ ἐν τῷ Σταυρῷ σου θεία κένωσις * τοὺς βροτοὺς ἐκ φθορᾶς * ἐῤῥύσατο ἀθανάτου * διὸ Χριστὲ τὸν δοῦλόν σου * ὅνπερ ἐξ ἡμῶν προσελάβου οἰκτίρμων * τάξον ἐν βίβλῳ ζωῆς.

Ἅπερ ἐν βίῳ ἐπλημμέλησεν * ἑκουσίως ὁ σὸς * καὶ ἀκουσίως Λόγε * ἱκέτης εὐσπλαγχνίας σου * σύγγνωθι αὐτῷ * προσφυγόντι σοῖς σπλάγχνοις * ἐν μετανοίᾳ θερμῇ.

Ὅτι ἡ κρίσις ἀνυπόστατος * τῆς φρικτῆς ἀπειλῆς ὑπάρχει σοὶ οἰκτίρμων * διὸ δὴ τὸν ἱκέτην σου * δεῖξον ἀγαθὲ * δεξιὸν παραστάτην τῆς βασιλείας σου.

Θεοτοκίον.

Θαῦμα φρικτὸν ὅτι γεγέννηκας * τὸν τῶν ὅλων Θεὸν * ἁγνὴ * καὶ βασιλέα * ὅθεν μακαριοῦμέν σε * πᾶσαι γενεαί * καὶ πιστῶς προσκυνοῦμεν τὸν θεῖον τόκον σου.


ᾨδή ε'. Θεοφάνειας σου Χριστέ.

Ὁ πᾶσι βρύων τὴν ζωὴν * Λόγε Θεοῦ * τοῦ Πατρὸς ἀπαύγασμα * τὸν τοῦ βίου δρόμον διανύσαντα * καὶ πρός σὲ χωρήσαντα Δέσποτα * δι᾿ ὅ ἀναπαῦσον ὡς Θεὸς * καὶ δεῖξον μέτοχον τῆς σῆς βασιλείας * ἐν χώρα τῶν ἐκλεκτῶν * συναριθμῶν αὐτόν.

Ὁ μόνος φύσει ἀγαθὸς * καὶ συμπαθὴς ἐλεῆμον Κύριε * τὸν ἐν πίστει καὶ ἐλπίδι ζήσαντα * καὶ πρός σὲ θερμῶς ἐκδημήσαντα * μετανοίᾳ ἐν ἀληθεῖ * καὶ ὑπακούσαντα προσταγῆς σου θείας * εἰσάγαγε εἰς χαρὰν τὴν τοῦ νυμφῶνός σου.

Ἀποῤῥαγεὶς τῆς κοσμικῆς * ὁ σὸς πιστὸς δοῦλός εὐσυμπάθητε * προσπαθείας καὶ ἰλύος ἔδραμεν * σου ὀπίσω φέρων φιλάνθρωπε * ἐπ᾿ ὠμῶν τὸν ἑαυτοῦ * Σταυρὸν ὡς ἔφησας * διὰ μετανοίας * διὸ τοῦτον ἐν σκηναῖς * Ὁσίων σύνταξον.

Οἱ καὶ ὡς ἄνθρωπος τρεπτός * ὁ σὸς Χριστὲ δοῦλός ἀναμάρτητε * ἑκουσίως ἐν τῷ βίῳ ἥμαρτεν * μὴ μνησθῇς αὐτοῦ παραπτώματα * τῆς νεότητος ἀγαθὲ * ὅτι οὐκ ἐστὶν τίς πλήν σου ἔξω ῥύπου * συνεύφρανον δὲ αὐτὸν τῶν σῳζομένων χοροῖς.

Θεοτοκίον.

Ὥσπερ τῆς ποίμνης σου ἁγνὴ * τὸν σὸν Υἱὸν ἱκετεύειν πάντοτε * μὴ ἐλλείπῃς ἐκ φθορᾶς λυτρώσασθαι * τοῦ θανάτου μόνη Θεόνυμφε * σὺ γὰρ εἶ τῶν πιστῶν ἐλπὶς καὶ στήριγμα * καὶ βεβαία σκέπη * καὶ τεῖχος καὶ ἱλασμὸς * τῶν προσφευγόντων σοι.


ᾨδὴ στ´. Συνεσχέθη ἀλλ᾿ οὐ κατεσχέθη.

Ζωηφόρον * νέκρωσιν ὑπέστης * Λόγε τοῦ Θεοῦ δι’ ἡμᾶς * τοὺς ὑπαχθέντας πρῴην * τῇ τοῦ δράκοντος κακοβουλία * τοῦ βροτοκτόνου * Ἰησοῦ φιλάνθρωπε * διὸ δὴ τὸν σὸν πιστόν ἱκέτην * ὡς ὑπεράγαθος * σκήνωσον ἐν χοροῖς * τῶν σῶν ἐκλεκτῶν ὃν νῦν μετέστησας.

Ὅταν μέλλῃς πάντων ἐξετάζειν * μόνε βασιλεῦ τοῦ παντός * τὰ κεκρυμμένα ἔργα * τὰ ἐν γνώσει τε καὶ ἐν ἀγνοίᾳ * τοῦ σου ἱκέτου * πάριδε τὰ πταίσματα * ἀξιῶν αὐτὸν τῆς τῶν δικαίων σου παραστάσεως * δόξης τε καὶ χαρᾶς * καὶ θείου φωτὸς ὡς παντοδύναμος.

Ἐπακούσας * ὁ πιστός σου δοῦλός * θείας ἐντολῆς σου θερμῶς * ἐπὶ τῶν ὤμων ᾖρεν * τὸν Σταυρὸν αὐτοῦ ἐν μετανοίᾳ * καταφρονήσας βίου τὴν εὐπάθειαν * τοῦτον σὸν ἀνάδειξον Σωτήρ μου * τῆς βασιλείας σου * μέτοχον καὶ Υἱὸν * πάντα συγχωρῶν αὐτοῦ τὰ πταίσματα.

Ἀναπλᾶσαι * σου τὸ κατ’ εἰκόνα * Λόγε τοῦ Θεοῦ βουληθείς * δι᾿ ἄκραν εὐσπλαγχνίαν * σαρκοφόρος ὤφθης ἐκ Παρθένου * ἁγνῆς καὶ διὰ ἐγέρσεως τοὺς βροτοὺς ἐξ ᾍδου κατωτάτου * ὅθεν τὸν δοῦλόν σου * σύνταξον ἐν σκηναῖς * ζώντων ὡς Θεὸς * ὃν νῦν μετέστησας.

Θεοτοκίον.

Μακαρία * σὺ εἶ Θεομήτωρ * μόνη Παρθένε Μαριάμ * ὅτι τὸν θεῖον Λόγον * τοῦ Πατρὸς συνείληφας ἀσπόρως * ἐπισκιάσει τοῦ ἁγίου Πνεύματος * καὶ γεγέννηκας ἀνερμηνεύτως * διπλοῦν ταῖς φύσεσι * τέλειον τὸν αὐτὸν * Θεὸν καὶ βροτὸν ὄντα πανάμωμε.


ᾨδὴ ζ´. Ἄφραστον θαῦμα * ὁ ἐν καμίνῳ.

Ἐν Παραδείσῳ * τῷ τῆς τρυφῆς ἐναυλίζεσθαι σὸν δοῦλόν τάξον ἀγαθὲ διαπαντὸς ἐντρυφᾶν τῆς ἀῤῥήκτου δόξης σου * εἰς τὸ ὑμνεῖν σὲ τὸν Κύριον τῆς δόξης * λυτρωτὰ ὁ Θεὸς εὐλογητὸς εἶ.

Σύνταξον Λόγε * τὸν μεταστάντα ἱκέτην σου * ταῖς χορείαις * τῶν σῶν ἐκλεκτῶν * ἐφ᾿ ὕδωρ τὸ ζῶν * ἔνθα ἦχος ἐνεστὶν ἐορταζόντων * ἔνθα τὸ φῶς σου λάμπει * τοῦ προσώπου Χριστὲ ὡς ἐλεήμων.

Τὸν ἐκ τοῦ βίου * διαπεράσαντα δοῦλόν σου * μετάνοια καὶ ὑπακοὴ * μετάγαγε πρός ζωὴν * Σῶτερ τὴν αἰώνιον καὶ εὐφροσύνην ὡς οἰκτίρμων * ἵνα ψάλλη εὐλογητὸς εἶ.

Βρυγμοῦ ὀδόντος * καὶ τῆς φρικτῆς ἀποφάσεως * τὸν σὸν δοῦλόν ῥῦσαι ὡς Θεὸς * καὶ πάσης ἄλλης ὀργῆς δικαίας σου Κύριε ὡς εὐεργέτης * καὶ μόνος ἐλεήμων * ἵνα κράζη ὁ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἵνα τὸν κόσμον * τῆς καταδίκης λυτρώσηται * τοῦ θανάτου πάναγνε σεμνὴ * Ὁσία Παρθένε Υἱός * ἐξ ἁγνῶν αἱμάτων σου δι᾿ εὐσπλαγχνίαν * προῆλθε σαρκοφόρος * Ὃν δυσώπει ἀεὶ ὑπὲρ τῶν δούλων σου.


ᾨδὴ η´. Ἐκστῆθι φρίττων οὐρανέ.

Εὔφρανον Δέσποτα Χριστὲ * ὅνπερ μετέστησας * σοῦ ἱκέτην ἐν χοροῖς * ἁγίων * ἔνθα καταλάμπει σου * φῶς τὸ ἀπρόσιτον * ἐν ἤχῳ τερπνῷ ἑορταζόντων * ἐν τόπῳ τῷ τῆς χλόης * ἐν τρυφῇ παραδείσου * ὅπως ἀνυμνεῖ σε εἰς πάντας τοὺς αἰῶνας.

Δόξης ἧς ἔτυχον Χριστὲ * οἱ σὲ ποθήσαντες * ἀπολαύσεται Σωτὴρ * ὁ δοῦλός * ὁ πιστός σου Κύριέ * σοι γὰρ προσέδραμεν * τοῦ βίου τὴν ἀπάτην μισήσας * ἐν θερμῇ μετανοίᾳ * καὶ συντόνῳ δεήσει * ἵνα σὲ δοξάζει εἰς πάντας τοὺς αἰῶνας.


Ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ * Σωτὴρ ἐλεύσει σου * ὅταν ἔλθῃς ἐπὶ γῆς τοῦ κρῖναι ὁ Θεὸς τὰ σύμπαντα * δικαίς σου τότε Χριστὲ * προβάτοις συναρίθμησον δεῖξον * τοῖς δεξιοῖς σου Λόγε * καὶ τῆς σῆς βασιλείας μέτοχον γενέσθαι * ἀξίων τὸν σὸν δοῦλόν.

Θεοτοκίον.

Ὄρος κατάσκιον ἁγνὴ * καὶ πύλη ἔμψυχος * καὶ νεφέλη φωτεινή * καὶ κλῖμαξ ἀπὸ γῆς ἀνάγουσα * πρός οὐρανὸν τοὺς βροτούς * σὺ μόνη ἐξ αἰῶνος ἐφάνης * καὶ βάτος τε καὶ στάμνος * καὶ παστὰς καὶ λυχνία * καὶ ναὸς καὶ θρόνος * καὶ ῥάβδος καὶ πυρίον.


ᾨδὴ θ´. Μὴ ἐποδύρου μου Μήτηρ καθορῶσα.

Ἂν ἀναπαύσεως τόποις * ἐν τρυφὴ παραδείσου * ὃν ἐξ ἡμῶν ὡς ἀγαθὸς μετέστησας Χριστὲ * ἔνθα ἦχος τερπνὸς ἑορταζόντων ἐστίν * καὶ ἀΐδιος δόξα καὶ θεία καλλονὴ τοῦ νυμφῶνός σου Λόγε * νῦν κατασκήνωσον.

Ἔνθα ἀνέκφραστος αἴγλη * καὶ τρυφῆς ὁ χειμάῤῥους * ἔνθα πηγὴ ἀένναος καὶ δῆμος ἐκλεκτῶν * ἔνθα ὕδωρ ἐστὶν τὸ τῆς ἀφέσεως * ὅπου τάξεις ἀγγέλων * δικαίων ἐν σκηναῖς * κατασκήνωσον Λόγε * νῦν τὸν ἱκέτην σου.

Ὁ πάντας θέλων σωθῆναι * τοὺς ἀνθρώπους οἰκτίρμων * καὶ ἀναμένων διόρθωσιν ἑκάστου ὡς Θεὸς * εὐδόκησας νῦν * ἐκ τῶν προσκαίρων Χριστὲ καταξίωσον Σῶτερ τῆς σῆς χαρμονῆς καὶ τρυφῆς ἀειζώου, πιστόν ὁ Θεός.

Θεοτοκίον.

Ὑψηλότερα ὑπάρχεις τῶν ἁγίων ἀγγέλων * καὶ ὑπέρτερα τῶν ἐνδόξων Κόρη Σεραφεὶμ * τὸν γὰρ θεῖον Λόγον * ἐκυοφόρησας * ἐξ ἁγίου Παρθένε * Πνεύματος Μαριάμ * ὃν δυσώπει ἀπαύστως * σωθῆναι τὰς ψυχὰς ἡμῶν.
















4. ΚΑΝΩΝ ΕΙΣ ΚΟΙΜΗΘΕΝΤΑ ΗΣΥΧΑΣΤΗΝ

ἔχων ἀκροστιχίδα τήνδε * Τῷ κοιμηθέντι προσλαλῶν ἡσυχαστήν.

(Crypt. gr. Γ. β. ΧΧΠΙ, XI αἱ.)


ἦχος α´. ᾨδὴ α´. Σοῦ ἡ τροπαιοῦχος.

Τῆς ἄνω λαμπρότητος Χριστὲ * τῆς τῶν ἁγίων χαρᾶς καταξίωσον * ὡς καὶ πρὸ θανάτου σοι * ἀσκητικῶς καὶ ἡσύχως δουλεύσαντα * μέτοχον γενέσθαι * ὃν ἐκ τοῦ βίου μετέστησας.

Ὡς μόνος ὑπάρχων συμπαθής * ὡς συγχωρεῖν ἁμαρτίας δυνάμενος * Κύριε καμπτόμενος ὑπὸ τῆς σῆς συνήθους ἀγαθότητος * τὸν ἀσκητικῶς σοί * δουλεύσαντα κατοικτείρησον.

Θεοτοκίον.

Κυρίως γεννήσασα Θεὸν * ἐν γενεαῖς γενεῶν Θεονύμφευτε * μόνη κεχαρίτωσαι * τὸν τὰς ἡμῶν * ἁμαρτίας ἀράμενον * καὶ διὰ θανάτου * νενικηκότα τὸν θάνατον.


ᾨδὴ β´. Πρόσεχε * οὐρανέ.

Οἴκτειρον * ὁ Θεὸς ὁ οἰκτίρμων * δι᾿ ἀγαθότητα πολλὴν * ὁ πᾶσι δωρούμενος * τὸν ἱλασμὸν τῶν ἁμαρτιῶν * τὸν δοῦλόν σου Δέσποτα * ὃν ἐξ ἡμῶν προσελάβου * ὡς φιλάνθρωπος.

Ἴχνεσι * τὸν σταυρόν σου ἐπ’ ὤμων * ἀναλαβόμενος τοῖς σοῖς * θερμῶς ἠκολούθησεν * ὁ μεταστὰς δοῦλός σου Χριστὲ * τὸ θεῖόν σου θέλημα * ἐπιπόθων ἐκτελέσαι * δι᾿ ἀσκήσεως.

Θεοτοκίον.

Ἄμβλυνεν * τοῦ θανάτου τὸ κέντρον * ὁ ἐκ Παρθένου σαρκωθείς * καὶ πᾶσι παρέσχετο * παντουργικῷ νεύματι Χριστὸς * ζωὴν τὴν ἀνώλεθρον * τοῖς ἐπ᾿ αὐτῷ πεποιθόσιν ὡς φιλάνθρωπος.


ᾨδὴ γ´. Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν.

Θελήματι μόνῳ σου Χριστὲ * ὁ πᾶσιν τὴν ἀνώλεθρον * ἀθανασίαν καὶ ἀγαλλίασιν * ἀεὶ παρέχων τοῖς εὐγνωμόνως σοι * ἐπὶ γῆς δουλεύουσιν * αὐτὸς καὶ τὸν δοῦλόν σου * ἐν τρυφῇ παραδείσου κατάταξον.

Ἐν σοὶ τὰς ἐλπίδας ἀποδούς * ἠσύχως ὁ ἱκέτης σου * τὸ τῶν ἀγώνων ἥνυσεν στάδιον * μονήρη βίον ἀμφιασάμενος * πρὸ τῆς ἐκδημήσεως τῆς πρός σὲ φιλάνθρωπε * διὰ τοῦτο αὐτὸν κατοικτείρισον.

Θεοτοκίον.

Νεκρῶν καὶ τῶν ζώντων ὡς Θεὸς * ἀσπόρως ἐκ λαγόνων σου * ὁ προελθὼν Παρθένε Θεόνυμφε * ὡς κυριεύων διὰ σταυρώσεως * τοῖς νεκροῖς αἰώνιον * ζωὴν δωρησάμενος * τὸ τοῦ ᾍδου καθεῖλε βασίλειον.




ᾨδὴ δ´. Ὄρος σε τῇ χάριτι.

Ὢ τὸ κάλλος * τὸ σὸν ἐπιπόθων κατοπτρίζεσθαι * τὴν ταραχὴν τῶν σφαλερῶν * ῥᾷον διέφυγεν Χριστὲ * μεριμνῶν ὁ δοῦλός σου * σοὶ τῷ Θεῷ ἐν ἡσυχίᾳ κολλώμενος * ὃν καὶ πιστῶς μεταστάντα ἀναπαῦσον.

Ἰσχύει τῆς σῆς ἀκαταλήπτου θεότητος * ὁ τοῦ θανάτου τὴν ἰσχὺν * καὶ τῷ σταυρῷ σου καθελὼν * αὐτὸς καὶ τὸν δοῦλόν σου * τῆς παρὰ σοῦ κατηξίωσας λαμπρότητος * τὸν ἐξ ἡμῶν μεταστάντα ἀναπαῦσον.

Θεοτοκίον.

Προσλήψει * σαρκὸς τὸ τοῦ θανάτου ποτήριον * ὃν ἐσωμάτωσας ἁγνὴ * ἀνερμηνεύτως Πλαστουργόν * γευσάμενος ἅπασιν * τῆς ἐν αὐτῷ * ἀθανασίας μετέδωκε * τοῖς ἐπ᾿ αὐτῷ πεποιθόσι τὴν ἄβυσσον.


ᾨδὴ ε´. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Ῥῦσαι πάσης * ἀπειλῆς καὶ κολάσεως Κύριε * τῆς μελλούσης * ἐπιπέμπεσθαι τοῖς μὴ ἰδῶσί με * τὸν πιστόν ἱκέτην σου * ὃν ἐξελέξω ἐκ τοῦ βίου * ὁ κρῖναι πάντας ἐρχόμενος.

Ὁλοτρόπως * ἐπὶ σοὶ τὰς ἐλπίδας προθέμενος * ἐν ἀσκήσει * καὶ στεῤῥᾷ ἡσυχίᾳ φιλάνθρωπε * καὶ ἐν ἐγκρατείᾳ σοι * δεδουλευκὼς ἐπιτεύξαιτο * τῶν ἀγαθῶν σου ὁ δοῦλός σου.

Θεοτοκίον.

Συλλαβοῦσα * ἀπειράνδρως Θεὸν ἀπεκύησας * μὴ τραπέντα * τῆς οἰκείας Παρθένε θεότητος * τοῦτον ἀδιάφθορος * καὶ μετὰ τόκον φυλαχθεῖσα * ὃν νῦν τῷ κόσμῳ κατάλλαξον.


ᾨδὴ στ´. Ἐκύκλωσεν ἡμᾶς.

Λιμένι προσδραμὼν τὸ τῆς ἀσκήσεως * ὁ δοῦλός σου διέφυγε * τοὺς θορύβους Σῶτερ τοὺς βιαστικοὺς * καὶ ἐν ἡσυχίᾳ σοὶ ἐδούλευσεν * καὶ προσευχῇ * ὃν μεταστάντα ἐν σοὶ ἀνάπαυσον.

Ἁπάσης τῶν τερπνῶν τοῦ βίου Κύριε * νυκτὶ καὶ ἐν ἡμέρᾳ σοι * προσκολλώμενος ῥεούσης ἡδονῆς * ἀπεδοκιμάσθη ὁ ἱκέτης σου * ἀλλ᾿ οὖν τῆς σῆς * ἐπιτεύξοιτο * νῦν παρακλήσεως.

Θεοτοκίον.

Λυτρούμενος ἡμᾶς τῆς πρωτογόνου ἀρᾶς * ἐκ μήτρας σου ὁ Κύριος * προσελήλυθεν Παρθένον σὲ ἁγνὴν * καὶ μετὰ τὸν τόκον συντηρήσας διὸ * σὲ ἀληθῶς ὡς Θεοτόκον * μακαριοῦμεν ἁγνή.


ᾨδὴ ζ´. Σὲ νοητήν, Θεοτόκε κάμινον.

Ὡς ἀγαθὸς * ὡς ἐλέους ἄβυσσος * ὑπάρχων καὶ τῶν οἰκτίρμων * τῶν ἐν βίῳ ἀσκητικῷ * καὶ ἐν ἡσυχίᾳ σοί * Κύριε δουλεύσαντα * ἀφηρπακὼς τῇ βουλήσει σου * νῦν ἐξ ἡμῶν * ἐν ἁγίων σκηναῖς αὐτὸν κατάταξον.



Ἡ ἐν Ἐδέμ* στρεφομένη Κύριε* ῥομφαία πύρινος ἐν γῇ* τῷ δουλεύσαντί σοι πιστῶς* διὰ τῆς ἀσκήσεως* καὶ τῆς ταπεινώσεως* ὑποχωρείτω τὴν εἴσοδον* τὰ χερουβείμ* ἐπανοίξει αὐτῷ ζωῆς τὸ θεῖον φυτόν.

Θεοτοκίον.

Ἡ τὸν Θεὸν* ἐξ ἁγνῶν αἱμάτων σου* σάρκα δανείσασα ἁγνὴ* τὸ τῆς Εὔας χρεωστικῶς* ὄφλημα ἀπῄτησας* μόνη ἐξ αἰῶνος γάρ* εἰς κατοικίαν τοῦ κτίστου σου* καὶ πλαστουργοῦ* ἐξελέχθης διό σε μακαρίζομεν.


ᾨδὴ η´. Ἐν καμίνῳ Παῖδες Ἰσραήλ.

Ὑπακοῦσαι * θείας σου φωνῆς * ἀξίωσον οἰκτίρμον * δικαίοις προσβαλουμένης * ὅταν ἔλθῃς φοβερός * τοῦ κρῖναι τὰ σύμπαντα * τὸν ἐν πίστει * καὶ τῇ ἐλπίδι * τῇ σῇ προμεταστάντα * νῦν ἐκ τῶν προσκαίρων πρός σὲ πιστόν σου δοῦλόν.

Χαρισμάτων τῶν πνευματικῶν* τὸ τάλαντόν σου Λόγε* πληθύναι ἐκ τῶν σκανδάλων * προαιρούμενος σπουδῇ* τοῦ βίου ὁ δοῦλός σου* καὶ πρὸ τέλους * ἀσκητικῶς σοί* δουλεύσας μετετέθη * ὅθεν βασιλείας τῆς σῆς ἀξιωθήτω.

Θεοτοκίον.

Ἀπὸ πάσης* ῥῦσαι ἀπειλῆς * Παρθένε Θεοτόκε * εἰκότως ἐπερχομένης * τοῦ Υἱοῦ σου ἐφ᾿ ἡμῖν * τοῖς δούλοις σου Δέσποινα * ἵνα πίστει * σὲ τὴν φανεῖσαν * μητέρα καὶ παρθένον * ἀνυμνολογοῦμεν πιστῶς καὶ προσκυνοῦμεν.


ᾨδὴ θ´. Τύπον τῆς ἁγνῆς.

Σῶσον ὁ Θεὸς τὸν δοῦλόν σου* ὃν προσελάβου ἐξ ἡμῶν τῇ προστάξει σου* τῆς εἰλικρινοῦς αὐτοῦ πρός σὲ διαθέσεως* μεμνημένος ἐν σοὶ γὰρ ἐφήλπισε* τῷ σῴζειν δυναμένῳ* καὶ ἐν ἀσκήσει σοι ἐδούλευσεν.

Τύπον τῶν παθῶν σου Κύριε* ὁ ἐκλεκτός σου δοῦλός καὶ τοῦ θανάτου σου* δι’ ἀσκήσεως καὶ ἐγκρατείας ἐσταύρωται * τῇ σᾳρκὶ καὶ τῷ κόσμῳ ἡσύχως ζητῶν* ποιεῖν τὸ θέλημά σου* ὃν καταξίωσον ἀμείνονος ζωῆς.

Θεοτοκίον.

Ἥνπερ Ἡσαΐας κέκραγεν * ἰδοὺ συλλήψει ἡ Παρθένος καὶ τέξεται * τὸν Ἐμμανουὴλ ἄνευ σπορᾶς σὺ εἶ Δέσποινα * μεθ᾿ ἡμῶν ὁ Θεὸς ᾧ κραυγάζομεν * αὐτὸν ὑπὲρ λαοῦ σου * ἀδιαλείπτως καθικέτευε.






5. ΚΑΝΩΝ ΕΙΣ ΜΟΝΑΖΟΥΣΑΝ, ΚΛΗΜΕΝΤΟΣ

(Crypt. gr. Γ. β. XXIII, XI αἱ.)


ἦχος πλ. α´. ᾨδὴ α´. Ἵππον καὶ ἀναβάτην.

Δέσποτα πανοικτίρμον * τὴν σὴν ἱκέτιδα * ὡς μονάσασαν πίστει * καὶ τὸν σταυρόν σου ἄρασαν * ἐκ βρέφους τῷ πόθῳ σου μεταστᾶσαν * δεῖξον σὺν ταῖς παρθένοις * εὐφραινομένην ἐν σοί.

Ἵλεως ἔσω Λόγε τῇ σῇ ἱκέτιδι* καὶ πταισμάτων παράσχου* τὴν ἄφεσιν αὐτῇ ὡς Θεὸς* καὶ δόξης ἀξίωσον βασιλείας* σὲ γὰρ ὁμολογοῦσα ἐν σοὶ κεκοίμηται.

Πάντα τὰ ἐν ἁγνοίᾳ καὶ τὰ ἑκούσια* ὅσα ἥμαρτε Λόγε* ἡ σὴ πιστὴ θεράπαινα* συγχώρησον Δέσποτα οἰκτίρμον* σὺ γὰρ ἀπεκληρώθη πιστῶς μονάσασα.

Θεοτοκίον.

Κλῖμαξ ἀφικνουμένη * πρός οὐρανὸν ἀπὸ γῆς * Θεοτόκε ἐδείχθης * δι᾿ ἧς κατέβη Κύριος * ἀφράστως σαρκούμενος καὶ παρέχων * πᾶσι τοῖς ἐπ᾿ ἐλπίδι θανοῦσι θείαν ζωήν.


ᾨδὴ β´. Ἴδετε, ἴδετε, ὅτι ἐγὼ εἰμὶ Θεὸς ὁ σάρκα.

Δέησιν πρόσδεξαι * νῦν ἐπιτάφιον Σωτήρ * καὶ ῥῦσαι τῆς κολάσεως Σωτήρ μου τῆς φρικτῆς σου * τὴν ἱκέτην σου Χριστὲ * παρορῶν ἁμαρτίας * καὶ τῶν πταισμάτων παρέχων ἄφεσιν.

Κόσμον μισήσασαν * καὶ σὲ ποθήσασαν Χριστὲ * σπουδαίως * καὶ μονάσασα ἐν πίστει σοι προσῆλθεν * ἡ ἱκέτης σου θερμῶς* ἥν καὶ πρὸ μεταστᾶσαν * τῆς σῆς παστάδος * νύμφην ἀνάδειξον.

Πίστιν ὀρθόδοξον * βίον ἀσκήσεως Χριστὲ * ὡς δῶρα * πενιχρὰ τὴν σὴν ἱκέτην κεκτημένην * προσδεξάμενος Σωτήρ * τῶν πταισμάτων παράσχου * ἐλευθερίαν * ὡς μόνος εὔσπλαγχνος.

Σοὶ ὡς δουλεύσασαν * Λόγε ἀγρύπνῳ προσευχῇ * ἐν ὕμνοις * καὶ ψαλμοῖς τὴν σὴν ἱκέτην ἐν τῷ βίῳ * καταξίωσον Χριστὲ * σὺν χοροῖς νεανίδων * μετ᾿ ἤχου θείου ἑορταζόντων φαιδρῶς.

Θεοτοκίον.

Λέλυται πέπαυται * πᾶσα ἡ λύπη διὰ σοῦ * Παρθένε * τὴν χαρὰν γὰρ ἀπεκύησας τῷ κόσμῳ * τὸν Θεὸν τοῦ Ἰσραὴλ * τὴν ζωὴν ἀφθαρσίας * νεκροῖς καὶ ζῶσιν πᾶσι διδόντα πιστοῖς.


ᾨδὴ γ´. Ὁ πηγὰς ἐπ᾿ οὐδενός.

Χορείαις * μοναζουσῶν παρθένων ἁγίων Σωτήρ * τὴν πιστήν σου δούλην Χριστὲ συμμέτοχον * δεῖξον ὡς μονάζουσαν πιστῶς * τοῦ βίου τὰς εὐθύνας * φιλανθρωπίᾳ παρορῶν αὐτῆς * μόνε ἀναμάρτητε Κύριε.



Ὁ τάξεις* ἐπὶ τῆς γῆς προνοίᾳ τῇ σῇ ἀγαθὲ* εἰς χορὸν ψαλλόντων ἡμέρας τε καὶ νυκτός* Σῶτερ τὴν ἱκέτην σου πιστῶς* ταύτην καὶ μεταστᾶσαν* ἐν οὐρανῶν χοροῖς ἀρίθμησον* τῶν δοξολογούντων σε Κύριε.

Ἐν ἔργοις* διανοίας καὶ λόγοις σφαλεῖσαν πολλοῖς* ἐν τῷ βίῳ τούτῳ * τὴν σὴν ἱκέτην Χριστὲ * δώρησαι τὴν ἄφεσιν αὐτὸς * τῶν ἐγκλημάτων πάντων * ὁ τῶν ἀνθρώπων ἐπιστάμενος * τὸ πολυαμάρτητον Κύριε.

Θεοτοκίον.

Ἡ μόνη * ἁμαρτωλῶν προστάτις ὑπάρχουσα * καὶ τῶν ἐκπιπτόντων θεία ἀνόρθωσις * καὶ τῶν τεθνεώτων πρεσβευτής * Παρθένε σωτηρίας * διὸ πιστῶς σὲ ἱκετεύομεν * ὑπὲρ τῆς θανούσης πρεσβεύειν Θεῷ,


ᾨδὴ δ´. Πρὸς θείαν ἔννοιαν.

Στενὴν καὶ τεθλιμμένην ὁδὸν ἐπὶ γῆς* ἡ σὴ ἱκέτης ἀγαθὲ* διῆλθεν πίστει ἀσκήσασα* ἀλλ᾿ εἶ τι ἥμαρτε Λόγε* ὡς ἄνθρωπος ἐν βίῳ συγχώρησον.

Κριτήριον πικρὸν καὶ ἀδέκαστον* πᾶσιν ἐκδέχεται ἡμῖν* ἐν ᾧ Σωτὴρ ὑπεραγαθε* τῆς μεταστάσης τὰς πράξεις* ἀφάτῳ εὐσπλαγχνίᾳ συγχώρησον.

Τῇ πίστει ἠκολούθει ὀπίσω σου * ἡ σῇ ἱκέτις ἀγαθὲ * ὡς ἑλομένη τὴν ἄσκησιν * ἀλλὰ ὡς ἄνθρωπον ταύτην * σφαλεῖσαν ἐν τῷ βίῳ ἐλέησον.

Θεοτοκίον.

Μεμύηται Παρθένε ὁ τόκος σου* τὸν γὰρ ἀόρατον Θεὸν* βροτὸν ἐκύησας ἄχραντε* ἐν ὀρατῇ ὑποστάσει* δι’ ἧς περιγραπτῶς ἐγνωρίσθη ἡμῖν.


ᾨδὴ ε´. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Λόγων τε καὶ πράξεων καὶ ἐνθυμήσεων * τῆς ἁμαρτίας Χριστὲ οἰκτίρμον * ὁ Θεὸς συγχώρησον * τῆς προμεταστάσης * ὡς πίστει δουλευσάσης σοι.

Τὸ ἀπροσωπόληπτον* τοῦ Κριτοῦ πρόσωπον* τίς οὐ τρομάσσει* καὶ τίς οὐ φρίττει* διὸ φεῖσαι Κύριε* πυρὸς αἰωνίου* τὴν μεταστᾶσαν δούλην σου.

Τῆς ἀγαλλιάσεως* τῶν σῳζομένων Χριστὲ* τὴν σὴν ἱκέτην* ὡς ἐλεήμων* μετὰ τῶν ὑμνούντων σε* ἀξίωσον ᾄδειν* ὡς ψάλλουσαν ἐν βίῳ σοι.

Θεοτοκίον.

Ἔχουσα τὸ καύχημα τῆς παρθενίας φαιδρόν * ὡς μήτηρ αὔθις* Θεοῦ γεραίρειν* ὑπερτέρως ἄχραντε* διό σοι τὸ χαῖρε* τοῦ Γαβριὴλ φθεγγόμεθα.




Ὠδὴ στ'. Μαινομένην κλύδωνι.

Ἐπὶ γῆς φορέσασαν * μετανοίας ἔνδυμα Σωτὴρ * τὴν πιστὴν ἱκέτην σου * ἀξίωσον ἀφθαρσίας * στολὴν αὐτόθι ἐνδύσασθαι.

Ἥν πιστῶς ἐκάλεσας * εἰς δουλείαν Δέσποτα Χριστὲ * τοῦ αἰνεῖν καὶ ψάλλειν σου τὸ ὄνομα μεταστᾶσαν * χοροῖς αἰνούντων σὲ σύναψον.

Φοβερὸν τὸ βῆμά σου * καὶ ἡ κρίσις ὄντως χαλεπῆ * διὸ φεῖσαι Κύριε τῆς δούλης σου ἐν τῇ ὥρᾳ * τῆς ἀδεκάστου στάσεως.

Θεοτοκίον.

Νέον σοὶ ἐγκώμιον* καὶ ἀρχαῖον ἄδομεν ἁγνὴ* οὐ γὰρ κρεῖττον ἔχομεν πρός ἔπαινον πλὴν τὸ χαῖρε* τοῦ Γαβριήλ σοι προσφθέγξασθαι.


ᾨδὴ ζ´. Ὁ ὑπερυψούμενος.

Ἥν τῇ μετὰ δόξῃ σου * παρουσίᾳ Κύριε * ἀξίωσον Δέσποτα * φαιδρῶς ὑπαντῆσαί σοι * κατέχουσα λαμπάδα * ὁ Θεὸς τὴν σὴν ἱκέτην.

Σοι πιστῶς κεκλήρωτο * ἐπὶ γῆς ἡ δούλη σου * διὰ τῆς ἀσκήσεως * Σῶτερ ὑπεράγαθε * τῆς σῆς καὶ μεταστᾶσα * ἀπολαύσει κληρουχίας.

Οἷα ἡ ζωὴ ἡμῶν καὶ ἡ δόξα ἅπασα * ἀτμίδος σαθρότερα * σκιᾶς ἀδρανεστέρα * μάτην ἐν τῷ βίῳ * φρυαττόμεθα ἀφρόνως.

Θεοτοκίον.

Τίμιον τὸ κάλλος σου * καὶ Θεῷ ἐράσμιον * τοῦτο γὰρ θελγόμενος Υἱός σου ἐγένετο παρθένον σὲ φυλάξας * ὡς πρὸ τόκου μετὰ τόκον.


ᾨδὴ η´. Σοὶ τῷ παντουργῷ ἐν τῇ καμίνῳ.

Δέσποτα Χριστὲ* τὴν μεταστᾶσαν πίστει* χοροῖς καταξίωσον παρθένων ψάλλειν σοι * πάντα τὰ ἔργα τὸν Κύριον ὑμνοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Σοῦ ὡς τὸν σταυρὸν ἀναλαβοῦσαν ὤμοις * καὶ πίστει μονάσασαν τὴν σὴν ἱκέτην Χριστὲ * δέξαι εἰς κλῆρον τῶν σὲ δοξολογούντων * ἵνα σοι τὸν ὕμνον * σὺν τούτοις ἀναμέλπει.

Πίστει ἀκλινεῖ * ἡ σὴ ἱκέτις Λόγε * ὀπίσω σου ἔδραμε * διὰ τοῦ σχήματος * ἥπερ παράσχου συγχώρησιν πταισμάτων * καὶ σὺν τοῖς ὁσίοις ἀξίωσον ὑμνεῖν σε.

Θεοτοκίον.

Ὅλη καθαρά * καὶ πλήρης θείας δόξης * ἁγνὴ ἡ πλησίον μου * φησὶ τὸ πνεῦμα Θεοῦ * σὲ προαγγέλλων τοῖς ἀσμασιν ἐβόα * σὺ γὰρ πρέπει χαῖρε * Θεὸν βροτοῖς τεκοῦσα.


ᾨδὴ θ´. Ἡσαΐα χόρευε.

Ἐκ πιστῆς προθέσεως * βιοτικὴς μέριμναν ζωῆς * φοροῦσα ἐπὶ τῆς γῆς Δέσποτα Χριστὲ * ἡ δούλη σου ἤρατο ἀσκητικὸν βίον καὶ σεμνόν * ἥνπερ ἀναπαῦσον * μεταστᾶσαν ὡς φιλάνθρωπος.

Τὸ πολυαμάρτητον * τῶν ἀνθρώπων οἶδας ἀγαθὲ * ὡς πλάστης τε καὶ Θεὸς * καὶ δημιουργός * διὸ τὴν ἱκέτην σου μοναχικῶς * ζήσασαν ἐν γῇ * πᾶν εἵ τι ἥμαρτεν * ἐλεήμων * ἄνες ἄφες αὐτῆ.

Ὡς τὸ ζῆσαι πνεύματι * ἐρασθεῖσα Δέσποτα Χριστὲ * ἐμόνασεν ἡ σὴ δούλη ἐπὶ γῆς * ἀλλ᾿ εἴτε καὶ ἥμαρτεν ἐν τῇ σαρκὶ * δώρησαι αὐτῇ * σὺ τὴν συγχώρησιν * ὡς ἐν πίστει * σοι δουλεύσασαν.

Θεοτοκίον.

Στόμα τὸ δοξάζον σε * Παναγία Μήτηρ τοῦ Θεοῦ * σοφίας θεϊκῆς * πλήρωσον αὐτὸ * ἐν πίστει πρεσβεύω σοι * ἵνα πλουτῶν * χαίρω καὶ ὑμνῶ * τὰ μεγαλεῖά σου * καὶ μελῳδῶν * τὴν ᾠδὴν ἐκπληρῶ.


































ΕΤΕΡΟΣ ΚΑΝΩΝ ΑΝΑΠΑΥΣΙΜΟΣ ΕΙΣ ΜΟΝΑΖΟΥΣΑΣ,

φέρων ἀκροστοιχίδα * Ἄνεσιν παράσχου Χριστὲ τῇ μεταστάσει, Ἰωσήφ.

(Crypt. gr. Γ. β. V Γ. α. XXV ἐτ. 1019, φφ. 13β1όβ)


ἦχος πλ. α´. ᾨδὴ α´. Ἵππον καὶ ἀναβάτην.

Ἅγιε ἐν ἁγίοις * ἀναπαυόμενος * ὁ δι᾿ οἶκτον ἐκ Κόρης * ἀποτεχθεὶς θεόπαιδος * τὴν δούλην σου Δέσποτα μεταστᾶσαν * σκήνωσον ἐν ἁγίοις * ὡς ὑπεράγαθος.

Νέκρωσιν ζωηφόρον * ἐπιποθήσασα * ἐσταυρώθη τῷ κόσμῳ * ἡ δούλη σου φιλάνθρωπε * ζωῆς ἀϊδίου νῦν * ταύτην δεῖξον * μέτοχον τοῦ ὑμνεῖν σου τὴν ἀγαθότητα.

Ἔστησας τοῦ θανάτου τὴν ῥύμην Κύριε * τῷ θανάτῳ σου Λόγε * ζωὴν δὲ πάλιν ἔβλυσας * διό σου δεόμεθα * τὴν σὴν δούλην * τάξον σὺν ταῖς φρονίμοις * Χριστὲ παρθένοις.

Θεοτοκίον.

Σὲ Κεχαριτωμένη * Θεοχαρίτωτε * ἡ πιστῶς μεταστᾶσα * γνησίως ἐπεπόθησεν * Χριστὸν οὖν δυσώπησον * οὐρανίου * μέτοχον ταύτην δείξαι δόξης δεόμεθα.


ᾨδὴ γ´. Ὁ πήξας ἐπ᾿ οὐδενός.

Παρθένου ἀποτεχθέντα Κόρης σε Δέσποτα * ἡ σεμνὴ παρθένος * ἐπιγινώσκουσα * σῶμα δὲ ἐτήρησεν ἁγνὸν * μισήσασα τὰ πάθη * ἥν * ταῖς φρονίμοις συναρίθμησον * νῦν κεκοιμημένην παρθένον σου.

Ἀκοῦσαί σου τῆς φωνῆς ἐκείνης ἀξίωσον * τὴν πιστήν σου δούλην * Δέσποτα Κύριε * τὴν πρός τὸν νυμφῶνα τῆς ζωῆς * καὶ δόξαν τὴν ἀγήρω * προσκαλουμένης τοῦτο θέλημα * σου ἐπὶ τῆς γῆς ἐκπληρώσαντες.

Ῥεόντων * λογισαμένη ὄντως τὸ ἄστατον * ἑαυτὴν ὁσίαν * κόσμου διέζευξας * καὶ καθυπετάγης τῷ Θεῷ * ὑπερκοσμίους τε * μέτοχον δεικνύει ὡς εὔσπλαγχνος.

Θεοτοκίον.

Ἁγία * ἡ συλλαβοῦσα Λόγον πανάγιον * καὶ σαρκὶ τεκοῦσα * δι᾿ ἀγαθότητα * τοῦτον ἐκδυσώπει ἐκτενῶς * λαμπρότησιν ἁγίων διαναπαῦσαι ἥν * μετέστησας * δούλην σου πιστῶς δυσωπούμενος.


ᾨδὴ δ´. Τὴν θείαν ἐννοήσας σου κένωσιν.

Σαρκὸς τὰς ἡδονὰς θανατώσασα * ἀθανασίαν γὰρ ζωῆς * Χριστὲ οἰκτίρμον ἀξίωσον * τὴν πιστοτάτην σου δούλην * ἐκ γῆς μετατεθεῖσαν προστάξει σου.

Χαρᾶς διαμενούσης ἀνάδειξον * μόνε οἰκτίρμον κοινωνεῖν * πενθούντων τὸ σχῆμα φορέσασαν * ἐπὶ τῆς γῆς τὴν σὴν δούλην * ἡ πάντων εὐφροσύνη καὶ λύτρωσις.

Ὁ μόνος τὴν ἡμῶν ἐπιστάμενος Λόγε ἀσθένειαν Πατρὸς * πλημμελημάτων συγχώρησιν * καὶ οὐρανίων θαλάμων * οἰκείωσιν τῇ δούλη σου δώρησαι.

Ὑπάρχων εὐσπλαγχνίας ἡ ἄβυσσος * καὶ ἀγαθότητος πηγὴ * ἐφ᾿ ὕδωρ Σῶτερ δεόμεθα * τῆς ἀναπαύσεως τάξον * τὴν δούλην σου δοξάζειν τὸ κράτος σου.

Θεοτοκίον.

Χειρὶ τῶν ἀπὸ γῆς διαπλάσαντα πάλαι τὸν ἄνθρωπον ἁγνὴ * χερσὶ πανάγνοις ἐβάστασας * αὐτὸν δυσώπει Παρθένε * ὁσίοις ἀριθμήσαι τὴν δούλην σου.


ᾨδὴ ε´. Ὁ ἀναβαλλόμενος.

Ῥῦσαι ὑπεράγαθε διαιωνίζοντος * πυρὸς ἐν ὥρᾳ τῆς καταδίκης * ἥν * πιστῶς μετέστησας * ἀπὸ τῶν προσκαίρων * ὁσίαν σου θεράπαιναν.

Ἵνα σου τὸ ἄφραστον * κάλλος θεάσει τε * σαρκὸς τὰ κάλλη * δι᾿ ἐγκρατείας * Λόγε κατεμάρανεν * ἡ πιστή σου δούλη * διὸ αὐτὴν ἀναπαῦσον.

Σὲ τὸν μόνον ἄφθαρτον * νυμφίον Δέσποτα * ἐπιποθοῦσα * ἡ μεταστᾶσα * παρθενίαν ἄσκησιν * εἰς τοῦ σου νυμφῶνος * τὰς πύλας ἀναπέτασον.

Θεοτοκίον.

Τὸν ἀπερινόητον * ἀσπόρως ἔτεκες * βροτὸν δι᾿ οἶκτον * γεγενημένον * τοῦτον οὖν ἱκέτευε * τοῦ δι᾿ αἰῶνος ἀναπαῦσαι * τὴν δούλην σου πανάμωμε.


ᾨδὴ στ´. Μαινομένην κλύδωνι.

Ἐπὶ σὲ τὸν εὔσπλαγχνον * τὰς ἐλπίδας * ἐθετο πιστῶς * ἡ πιστὴ ἱκέτις σου * βιώσασα πανευσεβῶς * ἥν ὡς οἰκτίρμων ἀναπαῦσον.

Τῆς φλογὸς τὸ ἔμμονον * ἐννοοῦσα Λόγε τὸ ἐκεῖ * τὰς καμίνους ἔσβεσε τοῦ σώματος * ἡ ὁσία * τὴν μεταστᾶσαν ἀναπαῦσον.

Ἡ θανοῦσα Κύριε * δι᾿ ἡμῶν σοι πάντοτε βοᾶ * μὴ μνησθῇς φιλάνθρωπε ὧν ἥμαρτεν * ἐν τῷ βίῳ * ἀλλ᾿ ὡς Θεὸς ταύτην οἴκτειρον.

Θεοτοκίον.

Μόνην προστασίαν σε * κεκτημένη Δέσποινα ἁγνὴ * ἡ θανοῦσα δούλη σου κατέλιπε * τὰ ἐν βίῳ * ἧς * τὴν ἀνάπαυσιν αἴτησαι.


ᾨδὴ ζ΄. Οὗ κρύψον μου.

Ἔλιπες τὰ πρόσκαιρα * καὶ πρός τὰ αἰώνια * μετέβης σκηνώματα * ὁσία κραυγάζουσα * τὸν πάντων εὐεργέτην * ὁ Θεὸς εὐλογητὸς εἶ.

Τέλος βίου ἔλαβεν * ἡ δούλη σου Κύριε * τὴν πρός ἀτελεύτητον * ζωὴν ἥν κατάταξον * βοᾶν σοι ἀνενδότως ὁ Θεὸς εὐλογητὸς εἶ.

Ἄνες ὡς φιλάνθρωπος ἅπερ ἐπλημμέλησεν * ὡς ἄνθρωπος Κύριε * ἡ δούλη σου εὔσπλαγχνε * καὶ ταύτην οὐρανίων * ἀγαθῶν μέτοχον δεῖξον.

Θεοτοκίον.

Σε τὴν ἀειπάρθενον * καὶ ἀειμακάριστον * ἡ δούλη σου Δέσποινα * καλοῦσα εἰς βοήθειαν * τοῦ σκότους τὸν προστάτην * ἐτροπώσατο ἐμφρόνως.


ᾨδὴ η´. Σὺ ὡς Θεὸς Κύριε ποιμὴν καὶ πλάστης.

Τοῦτον τὸν φθαρτόν * καταλιποῦσα βίον * ἡ δούλη σου ἄφθαρτον * τὸ σῶμα φέρουσα * Σῶτερ μετέβη * πρός αἰώνιον λῆξιν * ἥν * φωτὸς ἀΰλου * ποίησον κληρονόμον.

Ξύλον ζωὴν * ἐπιποθοῦσα πόνοις * τὴν σάρκα ἐμάρανας * Θεομακάριστε * ὅθεν τῶν πάντων * ἐκδυσωποῦσα Κτίστην * ἄπονον πρός λῆξιν σεμνή σε κατατάξας.

Σὺ ταῖς καλλοναῖς * ἐνηδομένη Λόγε * τοῦ βίου τὸν τάραχον * ὄναρ λελόγισται * αὕτη ἡ πιστή * τῶν ὧδε μεταστᾶσα * ἥν * ταῖς τῶν ὁσίων * κατάταξον ἀγέλαις.

Θεοτοκίον.

Ὁ τῶν οὐρανῶν * ψηλότερα κόρη * τῇ δούλη σου βράβευσον * θείαν ἀνάπαυσιν * σὲ γὰρ ποθούσα ἁγνῶς ἐπολιτεύθη * πάσῃ ἐγκρατείᾳ * προθύμως ἀσκουμένῃ.


ᾨδὴ θ´. Ἡσαΐα χόρευε.

Ἵνα σου θεάσηται * ἐν ἡμέρᾳ * κρίσεως Χριστὲ * τὸ πρόσωπον εὐμενὲς κρίνοντι τὴν γῆν * πενθεῖν ἠρετήσατο * ἀσκητικῷ * μόνῳ ἡ σεμνὴ * δούλη σου Κύριε * ἥν θανοῦσαν * διανάπαυσον.

Ὤφθης σωματούμενος * ἐκ Παρθένου * εὔσπλαγχνε Σωτὴρ * ἀφθόρως τε τοὺς χοροὺς * τοὺς παρθενικούς * Χριστὲ μνηστευόμενος * ὅθεν ἡ σὴ δούλη εὐσεβῶς * σὲ ἐνυμφεύσατο τῇ ἀσκήσει διαλάμπουσα.

Σὲ τὸν ἀγαθότητι * παρορῶντα πταίσματα βροτῶν * αἰτούμεθα βασιλεῦ * εἴτι ἐπὶ γῆς * ἡ δούλη σου ἥμαρτεν * ὡς συμπαθὴς πάριδε Χριστὲ * καὶ οὐρανίου σου * κληρονόμον δόξης ποίησον.

Ἡ τοῦ Κτίστου ἔλευσις ἐπὶ θύραις * πρόσεχε ψυχὴ * ἐτοίμασον ἑαυτὴν * πρός τὸν φοβερόν * Κριτὴν ὧνπερ ἥμαρτες * ἀποδώσεις * λόγον ἐτασμόν * πάντας ἐτάζοντι τοὺς κακία ὑποκύψαντας.

Θεοτοκίον.

Φωτοφόρε Δέσποινα * τῷ φωτί σου * τῷ ἀληθινῷ * καταύγασον τὴν πιστῶς * καὶ εἰλικρινῶς * ἁγνή σε ποθήσασαν * καὶ τοῦ φωτὸς δεῖξον κοινωνόν * καὶ τῆς λαμπρότητος * τῶν ἁγίων * δυσωποῦμεν.






7. ΚΑΝΩΝ ΕΠΙΤΑΦΙΟΣ ΨΑΑΛΟΜΕΝΟΣ ΤΗ ΕΠΑΥΡΙΟΝ, ΗΝΙΚΑ ΤΕΛΕΥΤΗΣΗ ΜΟΝΑΧΟΣ

ἔχων ἀκροστιχίδα * Θρῆνος ἐπιτάφιος εἰς μονάζοντα * ὃν Χριστὲ κατάταξον ἐν χώρα ζώντων

(Crypt. gr. Γ. β. ΧΧΙV, XI αἱ., Messin. Bibl. Univ. S. Salv. gr. 172 ἐτ. 1179.)


ἦχος πλ. β´. ᾨδὴ α´. Βοηθὸς καὶ σκεπαστής.

Θρηνῳδίας καιρὸς * πρός γῆν ἐν ὅπερ διὰ θανάτου * στρέφεις γῆ τῶν βροτῶν ἀδελφοὶ * καὶ μόνα τὰ ἔργα * τῇ ψυχὴ μετὰ φρικτῆς ἀκολουθεῖ τῆς κρίσεως.

Ῥαψωδίας μυθικῆς * ἀποσφαλέντες τῇ ὤρᾳ ταύτῃ * κλαύσωμεν λοιπὸν καὶ βοήσωμεν * ἐκ βάθους καρδίας * ἄνες ἄφες Θεὸς * ὃν προσελάβου δοῦλόν σου.

Ἵνα τι με ἀδελφοὶ * ἐπιταφίους κενοῦτε θρήνους * μᾶλλον προχθῇ * ἐκβοήσατε * ἐκ βάθους καρδίας * ἄνες ἄφες Θεὸς * ὃν προσελάβου δοῦλόν σου.

Νῦν ἐπέστη μοι καιρός * ἀποτισθῆναι τὸ κατὰ φύσιν χρέος * ἀδελφοὶ * μὴ θρηνεῖτε λοιπόν * ἀλλ᾿ αὔθις βοάτε * ἄνες ἄφες Θεὸς * ὃν προσελάβου δοῦλόν σου.

τοῦ κόσμου τὰ τερπνά * ἀναλαβόμενος τὸν σταυρόν σου * ἐν ἀσκητικοῖς θανῶν ἐκβοᾶ * προσήλθαν σοι τρόποις * διὸ σὺ με Θεὸς * ἐν ταῖς αὐλαῖς σου σύνταξον.

Τριαδικόν.

Συναΐδιε Τριὰς * κατὰ φύσιν ἐνιζομένη * καὶ διαιρουμένη προσώποις τὰ σά * ἐλέη παράσχου * τῷ ἱκέτῃ σου πιστῶς * πρός σὲ μεταχωρήσαντι.

Θεοτοκίον.

Ἐν ἡμέρᾳ φοβερᾶ * τῆς διαγνώσεως τοῦ σοῦ δούλου * Δέσποινα ἁγνὴ * συμπαροῦσα ταῖς σαῖς * λιταῖς τῷ Υἱῷ σου * καταλλάξασα αὐτῷ * παράσχου τὰ ἐλέη σου.


ᾨδὴ β´. Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι * Θεός, μάννα.

Τότε ὀφθήσετε * ἥξω βοᾶ μεταστάς * τῷ θείῳ σου προσώπῳ * ἀνέγκλητος οἰκτίρμον * ἰδοὺ γὰρ πάσης προσδοκίας ἀπεσφάλην * πλὴν κράζω ἐν κλαυθμῷ * ἐλέησον με Θεός.

Ἴδε τὰ σπάργανα * ἐνειληχθέντα τῇ φθορᾷ * σκωλήκων ἐν τυμβίων * δοχεῖά μοι ὁρῶνται * ἀλλὰ τῷ πνεύματι βοῶ σοι ἀλαλήτως * ἐλέησον Χριστὲ * τῇ ταλαιπώρῳ μου ψυχή.

Τάφος ἐμφέρεια * τῆς ἀποφάσεως τῆς σῆς ὁρᾶται μοι προδήλως * Χριστὲ δικαιοκρίτα * οὑ διαφεύξεται πᾶς τις τὴν ὀργήν σου * ἐν ὥρᾳ φοβερᾷ * ἐξ ἧς με ῥῦσαι Θεός.

ᾌδης ἀπώλεια * παρὰ Θεῷ σοι φανερά * καὶ ὑετοῦ σταγόνες ἐν σοὶ ἠριθμημέναι * καὶ πῶς ἐγὼ σοι διαλάθω ἐν τῷ κράζειν * βοᾶ μεταστὰς * ἐλέησόν με Θεός.

Φόβῳ τοῦ κράτους σου * καὶ τοῦ θανάτου ἀπειλῇ * ἀσκητικῶς ἐν βίῳ * βοᾶ ἐπολιτεύθην * τῶν αἰωνίων ἀγαθῶν σου ἐπ᾿ ἐλπίδι * πίστει μεταστάς * διὸ με οἴκτειρον Χριστέ.

Τριαδικόν.

Ἱεροπρεπέσιν * ἀκολουθοῦντες εὐσεβῶς * Τριάδα ἐν μονάδι * οὐσίας προσκυνοῦμεν * Πατέρα ἀνάρχον * καὶ σύνθρονον Υἱόν τε καὶ Πνεῦμα τὸ εὐθὲς * καὶ ἀνυμνοῦμεν οἱ πιστοί.

Θεοτοκίον.

Ὅτι ἐπέβλεψε * Θεογεννῆτορ ἐπὶ σὲ * εἰς ἀκηράτου * Τριάδος ἀσυγχύτως * καὶ γενεαὶ τῶν γενεῶν σε * ὡς μητέρα * τοῦ πάντων Πλαστουργοῦ μακαριοῦμεν εὐσεβῶς.


ᾨδὴ γ´. Στερέωσον Κύριε * ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου.

Συνέστησας Κύριε * κλεῖθρα καὶ πύλας ποτὲ τοῦ ᾍδου * καὶ νεκροῖς ζωὴν ἐκήρυξας * ἀπολύσας * τούτους τῶν δεσμῶν τῷ θανάτῳ σου.

Ἐπισφαλῶς ἄνθρωποι * μὴ ἀθυμοῦμεν τοὺς ἐπ᾿ ἐλπίδι * τεθνεῶτας τῆς ἐγέρσεως * καὶ γὰρ πάντων * Κύριος προέγνω τὸ εὔφορον.

Ἰδοὺ χθὲς συμβίος * ἡμῖν ἐν τάφῳ συγκεκλεισμένος * ἐν τῷ Πνεύματι βοᾷ * ἡμῖν ἀλαλήτως * μέμνησθέ μου πάντες πρός Κύριον.

Συνέλθωμεν ἴδωμεν * ποῦ συμψάλλων * ἡμῖν προδήλως * σιωπᾶ καταδεσμούμενος * ἐν τῷ τάφῳ * μέγα καὶ φρικτὸν τὸ μυστήριον.

Τριαδικόν.

Μονάδα μὲν φύσεως * ὁμολογοῦμεν * ἀλλὰ Τριάδα προσκυνοῦμεν ὑποστάσεων * τῆς ἀκτίστου * καὶ ὑπερουσίου θεότητος.

Θεοτοκίον.

Ὃν ἔτεκες Δέσποινα * ὑπὲρ λαοῦ σου μὴ διαλείπῃς * Θεὸν Λόγον ἱκετεύουσα * λυτρωθῆναι πάσης προσβολῆς τοῦ ἀλάστορος.


ᾨδὴ δ´. Ἀκήκοεν ὁ προφήτης.

Νεότητα μὲν καὶ γῆρας * πενίαν καὶ δυναστείαν ἐπιδημήσας * ἀδελφοὶ οὑ φείδεται ὁ θάνατος * ἴδωμεν προδήλους τὸ μυστήριον * τὸν χθὲς ἡμῖν συμπεριόντα * ἠγαπημένον ἐν τάφῳ συγκλειόμενον.

Ἀκούσωμεν ἀλαλήτως * βοῶντος ἐκ τῶν ἐγκάτων τῶν τοῦ θανάτου * νῦν τοῦ τεθνεῶτος ἀδελφοῦ ἡμῶν * ὦ ἠγαπημένοι ἀδελφοί μου πιστοὶ * ἀνεπιλήπτως μετὰ δακρύων * μνείαν μου πάντες * ποιεῖτε πρός τὸν Κύριον.

Ζοφώδης μὲν μοι ὁ τάφος * ἀλλὰ φωτὸς ἐπ᾿ ἐλπίδι τοῦ αἰωνίου * τὰ τερπνὰ τοῦ βίου παρωσάμενος * ἐν ἀσκήσει σοι ὁ μεταστὰς ἐκβοᾷ * ἐδούλευσεν * ἀνεπιστρόφως * διὸ θανέντα * οἰκτείρησόν με Κύριε.

Ὁ τάφος μου εἰς μνημεῖον* τῆς μεθ᾿ ὑμῶν συναφείας * ὦ συνεσχέθην * ἔστω ἀδελφοὶ παρακαλῶ ὑμᾶς * ἐκ τῶν κενεώνων τοῦ θανάτου ἐν ᾧ ἑκάστοτε * συνειλεγμένοι ἐξιλεοῦσθαι ὑπὲρ ἐμοῦ τὸν Κύριον.

Τριαδικόν.

Νοεῖσθε πεπαιδευμένοι * ἐν ὀροῖς τῶν θεοφόρων ἡμῶν πατέρων * ἀκαταληψία τὸ μυστήριον * τῆς ὑπερουσίου κυριότητος δοξάζομεν * Τριάδα θείαν προσκυνουμένην * ἐν μία τῇ θεότητι.

Θεοτοκίον.

Τὸ θαῦμα σου τῆς λοχείας * ἐκπλήττει πᾶσαν ἔννοιαν Θεογεννῆτορ * ὅτι ἐκ λαγόνων σου προήγαγε * τὸν σοῦ ᾍδου λύσαντα τὴν δύναμιν * ἀνερμηνεύτως Θεὸν Παρθένε * μεθ᾿ ὧν σε πάντες * ἀξίως μακαρίζομεν.


ᾨδὴ ε´. Ἐκ νυκτὸς ὀρθρίζοντα, φιλάνθρωπε.

Ἀπὸ τοῦ αἰῶνος τὰ ἐλέη σου * Κύριε Κύριε * ἐπὶ πάντας τοὺς βροτούς * ὑπάρχουσιν δι᾿ ὅπερ * ἀναπαῦσον ὁ Θεὸς * καὶ τὸν πιστόν σου δοῦλόν.

Ὅτι ὡσεὶ χόρτος λογιούμεθα * ἄνθος εὐμάραντον * τῶν ἀνθρώπων ἡ ζωὴ ὑπάρχει διὸ πάντες * αἰτήσωμεν ἐν κλαυθμῷ * ἱλασμὸν τῷ θανέντι.

Νόμῳ συναφείας ἐφελκόμενοι* δεῦτε συνδράμωμεν ἐν τῷ τάφῳ πρός βραχύ* τοῦ μεθ᾿ ἡμῶν βιοῦντος* καταλλαγῆναι αὐτῷ αἰτούμενοι τὸ θεῖον.

Χωρισμὸς ἡμῶν μὴ ἐγκαυχήσητε * πάντοτε πάντες δὲ * τῷ θανέντι ἀδελφῷ * τῇ ψυχὴ συνημμένοι συνεκβοῶμεν αὐτῷ * πρός Θεὸν ἰκεσίως.

Τριαδικόν.

Ῥῦσαι ἀπὸ πάσης περιστάσεως Πάτερ ἀγέννητε * Υἱὲ μονογενές * καὶ τὸ Ἅγιον Πνεῦμα * τὸν εὐσεβῶς σε λαόν * ὡς Θεὸν προσκυνοῦντα.

Θεοτοκίον.

Ἱλασμὸν ἀνθρώποις ἀπεκύησας * ᾌδης γὰρ Δέσποινα * τῷ Υἱῷ σου προσλαλῶν * κατεπόθη εἰς νῖκος * διὸ σὲ πάντες Θεοῦ * ὡς μητέρα ὕμνουμεν.

ᾨδὴ στ´. Ἐβόησα ἐν ὅλῃ καρδίᾳ.

Σοφίᾳ σου * καὶ συνέσει Κύριε * ὁ διαπλάσας με χειρὶ * μὴ με παραδώός εἰς κρίσιν αἰωνίαν * ἀλλὰ σῶσον με ὁ θανὼν Χριστὲ βοᾶ σοι.

Τῷ πόθῳ σου * τηρωμένος Κύριε * καὶ πρὸ θανάτου σοι πιστῶς * ἐν μονήρει βίῳ * ἐδούλευσα δι᾿ ὅπερ * μὴ παρίδῃς ὁ θανὼν Χριστὲ βοᾶ σοι.

Ἐξέλιπον * ἐκ τῆς συγγενείας μου * καὶ προσηνέχθην σοι πιστῶς * μὴ μὲν κατ᾿ ἀξίαν * τῶν πράξεών μου κρίνεις * ἀλλὰ σῶσόν με ὁ θανὼν Χριστὲ βοᾶ σοι.

Ἀκούσομαι * τῆς δικαίας Κύριε * συγκαλουμένης σου φωνῆς * ὅταν ἔλθῃς κρῖναι τὸν κόσμον μετ᾿ ἀγγέλων * ἐν τῇ δόξῃ σου * ὁ θανὼν Χριστὲ βοᾶ σοι.



Τριαδικόν.

Ἀμέριστε* τῇ οὐσίᾳ δόξα σοι* Τριὰς ἁγία καὶ μονάς* ἡ ὑπὸ ἀγγέλων * οἷα ἀπαύστως ὑμνουμένη * καὶ τὰ σύμπαντα ὡς Θεὸς περιστοιχοῦσα.

Θεοτοκίον.

Τὸν τόκον σου * Θεοτόκε Δέσποινα * καθυπαντήσας ἐν νεκροῖς * λογισθέντα ᾌδης * εἰς νῖκος κατεπόθη * καὶ ἀγάλλονται ἐν αὐτῷ ψυχαὶ δικαίων.


ᾨδὴ ζ´. Ἡμάρτομεν * ἠνομήσαμεν.

Ἄρα ἡμῶν * ἐπιλέλησται * ὁ ποτὲ ἡμῖν συνειλεγμένος * ἄρα * που πορεύεται * ἡ πῶς δὲ * ἀναπαύεται * ἡ μέμνηται πάντων ἡμῶν * τῶν βοώντων νυκτὸς καὶ ἡμέρας * ὑπὲρ αὐτοῦ τῷ Θεῷ.

Τῆς μὲν φθορᾶς * καὶ τοῦ σώματος ἀποσχόμενος διὰ θανάτου * πάντα τὰ ἀκόλουθα σὺν τούτοις ἐπιλέλησται * οἰκείων καὶ φίλων αὐτοῦ * ἀλλ᾿ ἡμεῖς ἀδελφοὶ αἰτησώμεθα * ὑπὲρ αὐτοῦ τῷ Θεῷ.

Ἄρα καὶ πῶς * εἰ μὴ μέμνηται * τῶν ἐν βίῳ ὁ λυθεὶς τοῦ βίου * πάντων τῆς δεήσεως αἰτεῖται τῆς πρός Κύριον * καὶ πᾶσιν προΐσταται, τῶν ἐνταῦθα αὐτῷ μεμνημένων * καταλλαγεὶς τῷ Θεῷ.

Ὢ ξένον πιστοὶ * τὸ μυστήριον τοῖς ἀπείροις τοῦ θανάτου ἐστὶν * ὅμως μὴ σπουδάσωμεν * μικρὸν γὰρ καὶ γνωσώμεθα αὐτοῦ τὴν κατήφειαν * ὅτι ξύλου οἱ πάντες τῇ γεύσει * νῦν χρεωστοῦμεν θανεῖν.

Τριαδικόν.

Ὁμότιμε * ὁμοούσιε ἀδιαίρετε Τριὰς ἅγια * Πατὴρ ὁ ἀγέννητος * Υἱὸς ὁ συναΐδιος καὶ Πνεῦμα τὸ Ἅγιον * τὰ ἐλέη σου πᾶσιν παράσχου * τοῖς πεποιθόσιν εἰς σέ.

Θεοτοκίον.

Νοεῖταί σου * τὸ μυστήριον * Θεοτόκε * ἀκαταληψία * τίκτεις ἀπειράνδρως γὰρ * ἀγνεύεις δὲ λοχεύουσα * καὶ γάλακτι τρέφεις Θεὸν * τὸν διδόντα τροφὴν πάσῃ τῇ κτίσει * ὡς Ποιητῇ τοῦ παντός.


ᾨδὴ η´. Ὃν στρατιαὶ οὐρανῶν.

Οἷς ἑαυτοὺς * γεγονότες λάβωμεν συναίσθησιν ἀδελφοὶ * καὶ τὰ ἑαυτῶν νῦν ἐπὶ τῷ πλησίον * γνωσόμεθα βοῶντες * σὲ ὑπερυψοῦμεν.

Νόμῳ φησίν * εἰ γὰρ καὶ τῆς φύσεως * πεπέδημαι τῆς φωνῆς κράζει ὁ θανῶν * ἅπασιν ἀλαλήτως εἰ βούλεσθε διδάξω * ἅπερ ἐμνήσθην * πρὸ ἁρπαγεὶς ὑμῶν τοῦ βίου.

Χάσμα ἰδοὺ * διακρίνων πρόκειται θανάτου καὶ τῆς ζωῆς * μέγα ἀδελφοὶ * τοῦτο οἱ διαβάντες οὐκ ἔτι τῶν ἐν βίῳ πρόνοιαν ποιοῦνται * ληψόμενοό καρπῶν τῶν ἔργων.

Τριαδικόν.

Ῥῦσαι πυρὸς * αἰωνίου * δοῦλόν σου γῆς * σὲ γὰρ ἀδιαιρέτως * Τριάδα ἐν μονάδι * φύσεως λατρεύων * ἐκήρυξεν εἰς τοὺς αἰῶνας.


Θεοτοκίον.

Ἀναλαβὼν * τὴν ἡμῶν ἀσθένειαν * ἀθανασίαν ἡμῖν * ἔδωκεν ἐκ σοῦ Δέσποινα Θεοτόκε ὁ Κύριος τῆς δόξης * ὃν ὑπερυψοῦμεν.


ᾨδὴ θ´. Ἀσπόρου συλλήψεως.

Ζητοῦντες ὡς θῆρές με* δεινῶς περιεκύκλωσαν* συναπολέσαι* ἐν ταῖς ἀνομίαις μου* τοῦ σκότους οἱ ἄρχοντες* οἱ λῃσταὶ τοῦ ἀέρος* ἐξ ὧν ῥυσθῆναι με ἀδελφοὶ ἱκετεύσατε Κυρίῳ * ἐκτενῶς * ὁ μεταστὰς ἐκβοᾶ.

Ὢ ποῖον ποτήριον * τὸ πᾶσιν ἀπαραίτητον * ὦ ποῖος θρῆνος ὁ πᾶσιν ἀλάθητος * ὦ ποία κατήφεια ἡ λαμβάνουσα πάντας τοὺς ἀμερίμνους τὴν ἑαυτῶν νῦν ζωὴν διερχομένους * ἀλλὰ φεῖσαι ἡμῶν Κύριε.

Νεκρὸν ἀνενέργητον* τῷ τάφῳ συγχωννύμενον* κατανοοῦντες τὸν χθὲς ἡμῖν γνώριμον* φρικτὸν τὸ μυστήριον* πῶς οὐ μετανοοῦμεν* πῶς δυνησώμεθα τῷ Θεῷ* κἂν βραδὺ συνδιαλλαγῆναι* ἀλλὰ φεῖσαι ἡμῶν Κύριε.

Τῆς σῆς ἀγαθότητος * μνησθεὶς καὶ τοῦ ἐλέους σου * Θεὲ τῶν ὅλων * ἐπάκουσον Κύριε * φωνῆς τῶν βοώντων σοι * ἐν κλαυθμῷ καὶ παράσχου * τοὺς οἰκτειρμούς σου τῷ ἐξ ἡμῶν μεταστάντι ὡς πρὸ τέλους * ἐν ἀσκήσει σοι δουλεύσαντι.

Τριαδικόν.

Ὡς φύσει ἀμέριστον * καὶ ἐν ταῖς ὑποστάσεσι διαιρουμένην * Τριὰς ὁμοούσιε * πιστῶς σοι λατρεύσαντι * ἐν γῇ τὸν σὸν ἱκέτην * Ὃν προσελάβου νῦν ἐξ ἡμῶν * μετ᾿ ἀγγέλων ἀνυμνεῖν σε * εἰς αἰῶνας κατασκήνωσον.

Θεοτοκίον.

Νῦν ἔφθασε Δέσποινα* ἡμέρα ἀπαραίτητος* τῆς βοηθείας* τῆς πρὸ σοῦ τῷ πίστει σοι* ἐν βίῳ δουλεύσαντι* ὡς Μητρὶ τοῦ Ὑψίστου* ὃν μεταστάντα τῷ σῷ Υἱῷ* καταλλάξασα ἀξίου* εἰς αἰῶνας μεγαλύνειν σε.



                                πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου