Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 25 Μαρτίου 2016

ΜΑΡΤΙΟΣ 25. ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΘΕΟΤΟΚΟΥ ΚΑΝΟΝΕΣ ΔΥΟ

ΜΑΡΤΙΟΣ 25.


ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

ΚΑΝΟΝΕΣ ΔΥΟ

(π. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr)

 

ΚΑΝΟΝΑΣ

Οὗ ἡ ἀκροστιχίς, κατ’ ἀλφάβητον.
 
 http://www.pigizois.net/sinaxaristis/03/25d.jpg

 

ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

ρχων τῶν ἄνω Ταγμάτων φωτοειδής, πρὸς Παρθένος σήμερον, ἀπεστάλη Γαβριήλ, χαῖρε νύμφη ἄμωμε βοῶν, μετρίς σου ὁ πλαστουργός, καὶ πάντων Κύριος.

Βούλομαι γνῶναι τὸν ξένον σου ἀσπασμόν, ἡ Παρθένος ἔφησεν, ἀνθρωπίνης γὰρ ἐστίν, ἀσυνήθης λέξεως χαράν, ποίαν ἔφησας εἰπὲ τρανῶς διδάσκομαι.

Γνωριμωτέρως σοι λέξω πανευλαβῶς, παρεστὼς πανάχραντε, σὺ δὲ κλῖνόν μοι τὸ οὖς, τοῦ Ὑψίστου δύναμις ἐν σοί, ἀπελεύσει παντουργοῦ, σκηνώσει Πνεύματος.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν ἅγιος.

Δολίως φθέγγεσθαί σε νῦν, Ἄγγελε ὑποπτεύω, ὑλικῆ γὰρ οὐσία καὶ φθαρτὴ καὶ γεηρά, τὸν ἄϋλον πῶς χωρεῖ ἀφθαρσίας, φῶς ἀναβαλλόμενον.

μφρόνως ἐλεξας σεμνή, ἀλλ’ εὐδόκησεν οὕτως καὶ πεισάτων σε βάτος, φλογισθεῖσα μηδαμῶς, σπαργανουμένη πυρὶ καὶ τυποῦσα τόκον σου τὸν ἄφραστον.

Ζωῆς μοι ῥήματα βοᾷς, ἀλλὰ πείθει με ὄρος καπνιζόμενον πάλαι, δεδειγμένον τὸν Θεόν, μὴ δύνασθαι ὑλική, φύσιν ὅλως, ἄϋλον εἰσδέξασθαι.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

λίου ὄχημα, ἡ σὴ γεγένηται, παναγία κοιλία καὶ τοῖς βροτοῖς, τεξη φῶς ἀνέσπερον, ὁ Γαβριὴλ περιχαρῶς τῇ   Παρθένῳ ἀπεφθέγγετο.

Θυρῶν μοι ἅπιθι, μὴ λέγε ῥήματα, ὧν τὴν ἔκβασιν ὅλως ἀδυνατεῖς, δεῖξε Ἀρχιστράτηγε, τί μου τὸν νοῦν καὶ τὴν ψυχήν, συνταράσσεις ταῦτα λέγων μοι.

δέσθαι πόῤῥωθεν, κατηξιώθησαν, μυστηρίου τὸ βάθος προφητικαί, σάλπιγγες πανάμωμε, οὗπερ διάκονος εἰμί, πρὸ θυρῶν σου παριστάμενος.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου ἀγαθέ.

Καταστραπτόμενόν σε ὁρῶ, ταῖς ἀγγελικαῖς μαρμαρυγαῖς, ἡ ὑπεράμωμος ἔφησεν ὅμως εὐλαβοῦμαι τάχιον πείθεσθαι, μὴ πρότερον μαθοῦσα, πᾶσαν ἀσφάλειαν.

Λυμαινομένην ὁ πλαστουργός, φύσιν τῶν ἀνθρώπων καθορῶν, ἐν σοὶ οἰκῆσαι εὐδόκησεν, ἀπκεκρυμένον ἀπὸ αἰώνων ἁγνή, φρικτῶς ἀνακαλύπτων ἄρτι μυστήριον.

Μεμνηστευμένη τῷ Ἰωσήφ, πέφυκα ἐγὼ μέχρι τοῦ νῦν, οὐ συνημμένη Ἀρχάγγελε πεῖραν οὖν μὴ γνοῦσα πῶς τέξομαι, φύσεως ἐναντία, λέγεις μοι ῥήματα.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

Νόμοις Κόρη φύσεως, οὐ δουλεύει Ἰησοῦς, ὁ πλαστουργὸς τῆς φύσεως καὶ σὲ πεισάτω ῥάβδος τοῦ Ἀαρών, ἀνίμως βλαστήσασα, σὲ τεκεῖν ἀπειράνδρως εἰκονίζου.

Ξενίζομαι ταῦτά σου, τὰ φρικώδη καὶ σεπτά, κατανοοῦσα ῥήματα, καὶ πιστωθῆναι θέλουσα ἐννοῶ, τοῦ ὕψους τὸ μέγεθος καὶ συστέλλομαι ὅλη Ἀρχιστράτηγε.

Οὐ πείθει τοῖς λόγοις μου, σὲ προεῖδε Δανιήλ, ὄρος ἐξ οὗ τμηθήσεται ἄνευ χειρὸς ἀνθρώπου λίθος ἁγνή, ναοὺς καὶ τὰ ξόανα, τῶν εἰδώλων λεπτύνων κραταιότατα.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.

Παραδόξως ὅτι ἥξει μετὰ σώματις, ἐν κόσμῳ ὁ ἀσώματος, διεσάφησας, Γαβριὴλ εἰπὲ δὲ τηλαυγῶς, πῶς τοῦτον χωρήσει μοι γαστήρ, ὄντα μεγέθη οὐρανῶν, χωρεῖν οὐ δύνανται.

ητορεύω σοι καὶ σύνους ἀειπάρθενε, πῶς ἡ σκηνὴ ποτὲ Ἀβραάμ, ὑποδέξατο καὶ Θεὸν ἐχώρησεν ἁγνή, διὸ μὴ ἀμφίβαλλε νυνί, ἀλλ’ εὐμενῶς τὸν ἀσπασμόν, δέχου βροτῶν ἡ χαρά.

Συνταράσσει με τοῦ πράγματος τὸ μέγεθος, ἀλλ’ οὖν οἶπερ εὐδόκησεν, ὁ πανάγαθος ἐν ἐμοί, οἰκῆσαι ὑπὲρ νοῦν, ἰδοὺ καὶ τῇ ψυχῇ καὶ τῇ σαρκί, ναὸς ὑπάρχω καθαρός, τετηρημένοι αὐτῷ.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Τῇ φωνῇ τοῦ Ἀγγέλου τὸ φῶς συνέλαβε, διὰ τοῦτό σοι χαῖρε πάντες κραυγάζομεν, πύλη τοῦ φωτός, δυσθεώρητον ὅραμα, θρόνε τοῦ Ὑψίστου Παρθένε Θεοτόκε.

ψηλοῦ μυστηρίου χαῖρε περαίωσις, ἀποῤῥήτων πραγμάτων χαῖρε φανέρωσις, χαῖρε πρὸς Θεὸν τῶν ἀνθρώπων οἰκείωσις, χαῖρε τῶν πεσόντων, ἀνάκλησις Παρθένε.

Φωτοδότου Δεσπότου χαῖρε λοχεύτρια, ὁ λιμὴν τῶν ἐν ζάλῃ, χαῖρε πανάμωμε, ἡ ἀληθινὴ καὶ κατάκαρπος ἄμπελος, χαῖρε γεωργοῦσα, ἀθανασίας βότρυν.

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις ἰδεῖν.

Χαρᾶς αἰτία ἡ παντευλόγητος, χαῖρε σεμνὴ καλλίκαρπος καὶ εὔφορος ἄρουρα τὸν τροφέα τοῦ παντὸς βαστάζουσα, χαῖρε πηγὴ τοῦ ζῶντος ὕδατος ἄχραντε, στάμνε καὶ παράδεισε Θεοῦ, χαῖρε πανάμωμε.

Ψυχῶν σωμάτων τε καθαρτήριον, χαῖρε δι’ ἧς πηγάζει τοῖς ἀνθρώποις τὰ κρείττονα, ἡ αἰτία τῆς πάντων θεώσεως, χαῖρε νεφέλη κούφη, ἥλιον φέρουσα, κόσμου φεγγοβόλοις ἀστραπαῖς καταφαιδρύνοντα.

δὴν βοῶμέν σοι χαριστήριον, χαῖρε σεμνὴ Μαρτύρων Ἀποστόλων τὸ καύχημα, Προφητῶν τὸ περίδοξον λάλημα, Ἱεραρχῶν Ὁσίων χαῖρε καλλώπισμα, δι’ ἧς τὰ οὐράνια τῇ γῇ συνεπαγάλλονται.


 

ΚΑΝΩΝ ΙΑΜΒΙΚΟΣ

(Ἐκ τοῦ κώδικος Ε΄ 35, τῆς Μεγίστης Λαύρας)

 

ᾨδὴ α΄. Ἔσωσε λαόν.

Ἔστησ’ ἐρυθρόν, πανσθενὴς ῥόον πάλαι,

λαὸν λυτρῶσαι, ζυγὸν ἐξ Αἰγυπτίων·

ἑκὼν δὲ σκηνῶν, ἐν σπλάγχνοις Κόρης·

Θεὸς νέων δίδωσι, λιμέν’ ἀσφαλῆ,

βίῳ ἣν γῆν ἀνορθοῖ, κράτος ἄπλετον κλέος.

 

Δός μοι ἀρωγὴν τῷ ταπεινῷ ὦ Κόρη,

λυγρῶς περῶντι, τοὺς δὲ τοῦ βίου κύκλους,

γραφῇ παρασχεῖν, τοὺς ἀσωμάτους λόγους·

χεῖρα γλῶττάν τε, καρδίαν ἅτερ πόνου·

Χαῖρε προσφωνεῖν, ἀσθενῶν ἃ ἔστοτε.

 

Δράκοντος βουλαῖς, μήτηρ ἀπατημένη·

βροτείου φύλου, πληροῖ δάκρυσι βίον,

χαρὰν δὲ τὰ νῦν, ἀγγέλων μύστης Θεοῦ,

ψῆφον σώζουσαν, κόσμον μηνύει Κόρη,

δι’ ἧς πεπτωκός, ἀνεγείρεται γένος.

 

ᾨδὴ γ΄. Νεῦσον πρὸς ὕμνον.

Σκίρτα καὶ χαῖρε, γηγενῶν ἀρχηγέτα,

οὐ γὰρ τ’ ἀμοιρεῖς, τῆς τοῦ χωρίου τρυφῆς,

βίου τε τοῦ καλλίστου καὶ ἐνηδόνου,

δόξῃ καὶ λαμπρότητι, εὐκοσμημένου,

χάριν Μαριάμ, εὑρούσης τὴν κρείττονα.

 

Ῥίζης βλαστήσας, ἁπαλὸς Δαβὶδ κλάδος,

βλαστάνει ζωήν, ἔνθεον γαίῃ τρυφὴν

ἀφ’ ἧς ἀποστάζουσι, γλυκείᾳ δρόσῳ,

φύλα πρὶν λιμώττοντα, νῦν κορεσθέντα

μέλπειν τ’ ἀνυμνεῖ, Παρθένον πανόλβιον.

 

Ἥλιον θεῖον, λαβὸν ἐν κόλποις φέρεις

λεπτὸν φαεινόν, καὶ σελασφόρον νέφος

ὄμματα καταυγάζει, καὶ θέλγει νόον

βλέφαρα δ’ ἀκμήν, ἀΰλων καταστράπει

φρίττει γὰρ βουλὴν Δεσπότου τὴν ἄφαντον.
 

ᾨδὴ δ΄. Γένους βροτείου.

Τρέφει πῦρ θεῖον, τὴν πλατύσκιον βάτον

σβέννυσιν ἄρδην, φλεγμονὴν ὀμβροπόκος

Ἰεσσαὶ ῥάβδος, πνεύματος δρόσῳ θάλλει

ἀῤῥήτους τεθμούς, μὴ νοοῦσα τριάδος.

 

Ὄρπη καὶ ἐλαίας, κυματούμενοι φέρει

πελειὰς πάλαι, μηνύουσα γαλήνην

ῥόδον κομίζει, Γαβριὴλ ἁγνὴ Κόρη

θείου Πνεύματος, λειτουργῶν πνοαῖς λάτρης

στέφει κεφαλήν, ἀκηράτου Παρθένου.

 

Χαῖρε προφῆτα, τῇ προῤῥήσει τῇ ξένῃ

πέρας λαβούσῃ, ὦ Δαβὶδ θυγατέρα

ἰδεῖν καὶ κλῖναι, πρὸς ῥήσεις προτεπούσῃ

κόρην ῥῦάς τε, λάτρεως τοῦ Δερσπότου

τέξει γὰρ αὐτή, τὸν σωτῆρα τοῦ κόσμου.

 

Φύσιν ἀνθρώπων, ἐν δεσμοῖς στρεβλουμένην,

ποτνίᾳ χαῖρε, φρίζων ἄγγελος λύει·

πλὰξ δ’ ἀκηράτως, τὴν φωνὴν δεδεγμένη,

κόσμῳ δείκνυσιν, ἐνθεόυ νόμου λύχνον

τὸ πρὶν ἐν νυκτι, φεῦ οἰκτρῶς πλανωμένῳ.

 

ᾨδὴ ε΄. Ἐκ νυκτὸς ἔργων.

Ἐν γαστρὶ ἕξει, πρὶν κηρυχθὲν Παρθένος

προφητῶν ἠνί, ῥητῶς εὐκλεεστάτῳ

νῦν ἐκπληροῦται, Ἡσαΐᾳ τῷ πάνυ·

σκίρτα ἡ γαῖα, οὐρανός τε συλλήβδην

αὐτὴν ἑορτάζοντες, στέψωμεν ὕμνοις.

 

Μυστικὴ θεῖον, λαβὶς ἄνθρακα φέρει

πυρσὸν τηλαυγῆ, ἐμπιμπρῶν τ’ ἀμπλακίας

ἄρδην σκιδνῶντα, φωτὶ τὸ πάλαι γνόφον

γλῶσσα σαλπίζει, μυστικῶς κινουμένη

ἡδὺ μέλος τε, ἔνθεον μήτιν λέγει.

 

Ἐμπλησθεὶς ἦτορ, μυστικῆς ἐπιπνοίας

ἔῤῥηκε φωνήν, κηρύττων Ἡσαΐας·

κόρην ἐν μήτρᾳ, συλλαβοῦσαν ἀσπόρως

Ἐμμανουήλ τε, τοῖς βροτοῖς δωρούμενην

παχεῖαν ἀχλὺν ἐκδιώκει τοῦ βίου.

 

Δέμας φοροῦντα, ἐν τῇ γαστρὶ Μαρίας

βουλήσει Πατρός, Πνεύματος συνεργείᾳ

ἔκθαμβος εἶδε, τὸν Θεὸν φύσις λόγον,

τάρβει δονεῖται, πέμπει φωνὴν ἐκ βάθους

μέλπω τ’ εὐαγῶς, τρισσολαμπῆ Τριάδα.

 

 

ᾨδὴ στ΄. Ναίων Ἰωνᾶς.

Λόγον πιστευθείς, Γαβριὴλ μυστηρίου

σπουδῇ ἐπέστη, ἐν πόλει τῆς Παρθένου

καιροῦ ἑστῶτος, αὐτὸν ἐκκαλυφθῆναι,

Ἀδὰμ σιδηρᾶς, ἐκ σειρᾶς ἁμαρτίας,

δεινῆς λυθῆναι, καὶ ἐχθρὸν δεσμευθῆναι.

 

Ὤφθης Ἰακώβ, μυστικὴ κλίμαξ πάλαι,

δι’ ἧς ὁ κτίστης καταβὰς βροτοὺς ῥύει

λυγρῶς δὲ πρόσθεν, κατὰ γῆς ἐῤῥιμένην

πτεροῖς ἀνορθοῖ, ζωηροῖς θνητῶν φύσιν

μολπαῖς ἀλήκτοις συγκροτοῦμεν ἀγγέλοις.

 

Κόλπων πατρικῶν, καταβὰς θεῖος λόγος,

ὄρει προσβάλλει, ἀρεταῖς κατασκίῳ,

ἁψίδ’ ὀλύμπου, μυστικὸς θίγει πάγος,

ὁρῶντα τάρβει, θείων ὄμματα νόων,

ψῆφόν τε θείαν, ἐξυμνοῦσι Δεσπότου.

 

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Παλάτιον σεπτόν, τοῦ παντάνακτος χαῖρε· καὶ τράπεζα χρυσῆ, πορφυρόστρωτε κλίνη· λυχνία χαῖρε πάμφωτε, χαῖρε θρόνε πυρίμορφε, βάτε ἄφλεκτε, καὶ θεοβάδιστον ὄρος. Χαῖρε Δέσποινα, Θεογεννῆτορ Μαρία, παγκόσμιον καύχημα.

 

ᾨδὴ ζ΄. Τῷ παντάνακτος.

Τὸν θρασύτατον, μὴ φυλάξαντες νόμον,

τύραννον ἐξέκαυσαν, εὐλογημένοι νέοι·

καμίνου μὴ φοβούμενοι φλόγα,

οἳ χείλεσ’ ἁγνοῖς, ἔψαλλον τῷ Κυρίῳ,

ἄναρχε εἰς αἰῶνας εὐλογητὸς εἶ.

 

Δός μοι ἀρωγήν, τῷ ταπεινῷ ὦ Κόρη,

λυγρῶς περῶντι, τοὺς δὲ τοῦ βίου κύκλους·

γραφῇ παρασχεῖν, τοὺς ἀσωμάτους λόγου,

χεῖρα γλῶττάν τε, καρδίαν ἅτερ πόνου,

χαῖρε προσφωνεῖν, ἀσθενῶν ἀκέστορε.

 

Γέφυραν στεῤῥάν, μυστικῶς ἱδρυμένην,

ἔχει νῦν ἀπάγουσαν, Ἀδὰμ εἰς πόλον,

 στένει δὲ δράκων, κάραν ἣν πατουμένην,

δεσμούμενος γάρ, σήμερον πίπτει κάτω·

ψάλλωμεν ἄρα, πάντες χαίροις Παρθένε.


 

ᾨδὴ η΄. Μήτραν ἀφλέκτως.

Κεύθουσα μήτηρ, τοῦ Θεανθρώπου Λόγου,

ἐρυθροειδές, ἐν τοῖς ἐγκάτοις ῥόδον,

τὸ ὀζηρὸν μώλωψιν ἐῤῥυπωμένον,

ὄσφρησον κῆρ μοι, πλημμελημάτων γέμον,

ὀδμῆς πλησθῆναι, ἐν τῇ σῇ πανηγύρει.

 

Φέρουσα μάννα, τὸ γλυκύτατον στάμνος,

πεινώσας ψυχάς, μυστικῇ βρώσει τρέφει·

ὑπερπληροῖ δ’ ἅπασαν, γλυκασμῷ κτίσιν,

νοὸς καλλύνει μυσταγωγίᾳ ξένῃ·

ἀμφιέννυσα, τῆς ζωῆς τὴν χλαμύδα.

 

Νέα λυχνία, φρυκτωτεῖ θεῖον σέλας,

λαμπὰς φαεινή, καταυγάζει τὴν κτίσιν,

πολυτελῆ στάζουσα, ὄμβρον χαρίτων,

αἴγλης πληροῦται, ἅπαν ἀνθρώπων, γένος·

ᾠδαῖς ἀλήκτοις, ἐξυμνοῦν τὸν Δεσπότην.

 

Νόσῳ τακέντες, ἐν βροτοκτόνου δόμοις,

δύστηνοι πληγαῖς, κακουχούμενοι πάλαι·

ὑπερφυὲς φάρμακον, δακρύων ῥύσει,

ἄνωθεν πάντες, ἀνεζητοῦμεν νόῳ·

ἁγνῆς νηδὺς νῦν, καινουργοῦσα παρέχει.

 

ᾨδὴ θ΄. Στέργει μὲν ἡμᾶς.

Στήριξον σεπτή, τοὺς δεινῶς κλονουμένους,

ῥῦσαι κραταιά, οἰκτρῶς κακουχουμένους·

πόῤῥω ῥιπτοῦσα, πᾶν βέλος βροτοκτόνου,

ἡμεῖς δὲ ψυχῇ καὶ στόμασι σὰ κλέη,

νίκας τ’ ἄνασσα, ἐξυμνοῦμέν σοι λάτραι.

 

Ὄρεξον ἁγνή, χεῖρα κυματουμένοις,

σθένει κραταιά, πρυτάνευσον εἰρήνην,

ἄθραυστος πύργος, ἀπροσμάχητος πέτρα,

κρηπὶς ἀῤῥαγής, τῶν σοὶ θαῤῥούντων ἔσο,

σκέπουσα καὶ θάλπουσα, πανσθενὴς Κόρη.

 

Ἄχραντος ἀμνάς, νυμφεύει θεῖον γόνον,

αἵμασιν ἁγνοῖς, ἐξύφανε πορφύραν,

ἀναντικόσμου, νηδὺς ἐσφραγισμένη,

παστὰς φαεινή, ταπεινουμένῳ λόγῳ,

ᾧ σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι ὕμνοις.

 

Ὕμνους οὖν ἡμῖν, ἐργωδέστατον πέλει,

κόρης Μαριάμ, σωθῆναι κατ’ ἀξίαν,

πῶς γὰρ ὑμνῆσαι, ἐμμέτροις ποιημάτων,

ἀμέτρως τὸ σχών, αὐτῇ τῇ ὑπερθέσει,

ὅθεν τὰ μέτρα, δῶκαν ὕμνων τὸ τέλος.


                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου