Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 25 Μαρτίου 2016

ΜΑΡΤΙΟΣ 25. ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΚΑΝΟΝΕΣ ΕΙΣ ΤΟΥΣ ΟΧΤΩ ΗΧΟΥΣ

(π. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr )

 

ΗΧΟΣ Α΄.

Ποίημα Ἀνωνύμου, οὗ ἡ ἀκροστιχίς: Τὴν τοῦ Θεοῦ πάναγνον ὑμνῶ Μητέρα.
 
 http://www.pigizois.net/sinaxaristis/03/25.jpg

 

ᾨδὴ α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.

Τέμενος ὑπάρχουσα, Θεοῦ ἐν τῇ γαστρί Σου τὸν Λόγον ἐχώρησας, ἀῤῥήτως πανάχραντε, ἀγγελικῶς διό Σε ἀναμέλπομεν· Κεχαριτωμένη Χαῖρε, σκηνὴ Θεοκόσμητε.

νωσε Θεὸς τὰ ἐπὶ γῆς, τοῖς οὐρανίοις Παρθένε Θεόνυμφε, σαρκωθεὶς ἐν μήτρᾳ Σου, καὶ δουλικὴν φορέσας ἀνθρωπότητα, φύσει Θεὸς μένων, χαῖρε δοχεῖον τοῦ Πνεύματος.

Νῦν τοῦ Θεοπάτορος Δαβίδ, προφητικῶς ἐπληρώθη μελώδημα, διὰ Σου πανάμωμε, ὡς ὑετὸς γὰρ κατέβη ὁ Ὕψιστος, ἐν τῇ Σῇ νηδύϊ, χαῖρε Θεοῦ ἠ λοχεύτρια.

Τάξεις οὐρανίων λειτουργῶν, καὶ τῶν ἀνθρώπων τὸ γένος δοξάζουσι, τὸν ἄφθορον Τόκον Σου, δουλοπρεπῶς ἐν εὐφροσύνῃ κράζοντες· χαῖρε θρόνε τοῦ Βασιλέως Θεόνυμφε.

 

ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.

κλίνας Θεὸς τοὺς οὐρανούς, καὶ καταβὰς πανάμωμε, καὶ σεσωμάτωται βροτῶν τὴν φύσιν ἐπανορθώσασθαι, διὸ πάντες κράζομεν· χαῖρε ἡ ἀνάκλησις τῆς ἡμῶν σωτηρίας Θεόνυμφε.

πάρχουσα ῥίζης ἐκ Δαβίδ, ἐφάνης καθαρώτατον τοῦ Βασιλέως Παρθένε σκήνωμα, ἐξ οὐρανοῦ γὰρ πρός Σὲ τὴν ἄχραντον, Γαβριὴλ Ἀρχάγγελος ἀπεστάλη λέγων Σοι· χαῖρε ὅτι συνέλαβες Κύριον.

Θυμίαμα εὔοσμον ἁγνή, καὶ ῥάβδος ἡ βλαστήσασα, συμβολικῶς καὶ λυχνία φέρουσα, τὸ τῆς Θεότητος πῦρ ἐν μήτρᾳ Σου, βάτος ἀκατάφλεκτος, ὄρος ἀλατόμητον, χαῖρε θρόνε Θεοῦ Παντοκράτορος.

βάστασαι λόγον τοῦ Θεοῦ, τὸν ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων τεχθέντα πάναγνε, θυμιατήριον ὥσπερ χρύσεον, θεῖον φέρουσα ἄνθρακα, χαῖρε πλὰξ θεόγραφε, καὶ τοῦ κόσμου παντὸς ἡ ἀνάκλησις.

 

ᾨδὴ δ΄. Ὄρος Σε τῇ χάριτι τῇ θείᾳ.

ρους ὑπερέβης τοὺς τῆς φύσεως ἄχραντε, τὸν τοῦ Θεοῦ μονογενῆ, Υἱὸν καὶ Λόγον ἐν γαστρί, ἀῤῥήτως βαστάσασα, καὶ πλὴν ὠδίνων ὑπὲρ λόγον κυήσασα, ὅθεν Σοὶ χαῖρε βοῶμεν ἐν ᾄσμασι.

Υἱὸς ὁ συνάναρχος, Πατρί τε καὶ Πνεύματι, βροτείαν φύσιν ὡς Θεός, Παρθένε θέλων ἐκ φθορᾶς, θανάτου λυτρώσασθαι, ἐν τῇ ἀχράντῳ σου νηδύϊ σεσάρκωται, χαῖρε κλῖμαξ πρὸς πόλον ἀνάγουσα.

Πάλαι Σὲ προεῖδε Μωϋσῆς ἀκατάφλεκτον, Βάτον ἐν Ὄρει τῷ Σινᾷ, τῷ τῆς Θεότητος πυρί, Παρθένε ἀμόλυντε, τὸ ὑπὲρ φύσιν προτυπῶν πῦρ ἐν μήτρᾳ Σου, τοῦ Λόγου, χαῖρε παστὰς ἡ ἀμίαντος.

γγελον Θεοῦ Σε προστάτην ἡ πάναγνος, θεασαμένη Γαβριήλ, τὴν ἀνεκλάλητον χαράν, εὐαγγελιζόμενον, καὶ χαῖρε ὅτι τέξῃ λέγοντα Κύριον· κατὰ τὸ ῥῆμά Σου ἔστω μοι εἴρηκεν.

 

ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.

Νέον φέρεις ὡς παιδίον τὸν πάντων Δεσπότην ἁγνὴ καὶ θηλάζεις, ὥσπερ βρέφος τὸ μάννα ὀμβρήσαντα, δι’ Ἀγγέλου σύλληψιν, τοῦ πρωτοστάτου δεξαμένη, Χαῖρε Παρθένε Θεόνυμφε.

ναστᾶσα ἐπορεύθης εἰς πόλιν Ἰούδα σεμνή, καὶ ἠσπάσω Ἐλισάβετ τὴν κήρυκα τέξασαν, ἡ καὶ προηγόρευσε, Θεοῦ καλέσασε Μητέρα, χαῖρε λυχνία πολύφωτε.

Γλῶσσαν ξένην τοῦ Ἀγγέλου Παρθένε λαλοῦσα καινά, τοῦ ἀσπόρου τοκετοῦ παραδόξως ὡς ἤκουσας, ἐκπλαγεῖσα ἔκραζες· Παρθένος οὖσα πῶς θηλάσω; Χαῖρε λυχνία πολύφωτε.

Νύμφη χαῖρε τὸν Κτίστην Θεὸν συλλαβοῦσα σαρκί, ὑπὲρ λόγον καὶ τεκοῦσα Παρθένε ἀνύμφευτε, ἐπελεύσει πνεύματος, μετὰ τόκον δὲ Παρθένος, ὥσπερ τὸ πρὶν διαμείνασα.

 

ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.

Ἥλιος ἐκ Σοῦ Χριστὸς ἀνέτειλε, ὁ νοητὸς ἀμόλυντε, οὐρανῶν ὑψηλοτέραν σε δεικνύς, ὅθεν ὡς ὁ Ἄγγελος τὸ χαῖρέ Σοθ, ἐν ὑμνῳδίαις μελωδοῦμεν πανηγυρίζοντες.

Νεφέλην νοητήν σε ὀνομάζομεν, ἣν πάλαι προεώρακε Θεοτόκε ὁ Προφήτης Μωϋσῆς, στῦλόν τε πυρίμορφον καὶ κλίμακα τοῦ Γαβριήλ, διὸ τὸ χαῖρέ Σοι κράζομεν.

πάρχουσα βασίλειον διάδημα, καὶ σκήνωμα πανάγιον, τοῦ ὑψίστου καὶ παντάνακτος Θεοῦ, ὕμνοις γεγηθότες εὐφημοῦμέν Σε Μῆτερ Θεοῦ, χαῖρε ἡ στάμνος τὸ μάννα φέρουσα.

Μητέρα Σε κυρίως ἐπιστάμεθα, Θεοῦ σάρκα φορέσαντος, ἐξ Ἀχράντου Σου νηδύος καὶ σεπτῆς, τόμον Σε καὶ ὄρος τὸ κατάσκιον, προφητικῶς, χαρᾶς δοχεῖον χαῖρε Θεόνυμφε.

 

ᾨδὴ ζ΄. Σὲ νοητὴν Θεοτόκε κάμινον.

Νῦν διά Σου τὸ πάλαι μυστήριον, ἡ προαιώνιος βουλή, πεφανέρωται τοῖς βροτοῖς, τεκούσης τὸν Κύριον, Κόρη ἀπειρόγαμε, διὸ βοῶμεν γηθόμενοι· χαῖρε τὸ φῶς ἡ τεκοῦσα, Θεὸν τὸν ὑπερένδοξον.

φθη τοῖς πρὶν Προφήταις πανάμωμε, στῦλος πυρὸς συμβολικῶς, καὶ νεφέλη θεία σκηνή, ὄρος ἀλατόμητον, πύλη ἀδιόδευτος ἐν ᾗ διώδευσε Κύριος, χαῖρε Χριστὸν ἡ τεκοῦσα, Θεὸν τὸν ὑπερένδοξον.

Μητέρα Θεοῦ Σὲ προβλέπων ἄχραντε, ὁ Ἡσαΐας τηλαυγώς, ἀνεβόα τέξῃ υἱόν, Θεὸν παντοδύναμον, Πατρί τε συνάναρχον, βουλῆς μεγάλης τὸν Ἄγγελον, χαῖρε κατάρας ἡ λύσις, καὶ κόσμου τὸ διάσωσμα.

ρθημεν νῦν Θεομῆτορ Πάναγνε, ἐκ τοῦ θανάτου τῆς σκιᾶς, πρὸς τὸ φῶς τὸ ἀληθινόν, συλλήψει τῇ θείᾳ Σου διὸ ἀγαλλόμενοι, χαρμονικῶς ἐκβοῶμέν Σοι· χαῖρε καθέδρα καὶ θρόνε, Θεοῦ Παντοκράτορος.
 

ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.

Τὴν Μητέρα τοῦ Ἐμμανουήλ, καὶ μόνη Θεοτόκον, ἐν ᾄσμασι θεοφρόνως εὐφημήσωμεν λαμπρῶς, φωνὴν ἀναμέλποντες τοῦ Ἀγγέλου· χαῖρε ἡ πάντων τεκοῦσα Βασιλέα, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Εὔα τέρπου χόρευε Ἀδάμ, ὡς πρὶν ἐν Παραδείσῳ τοῦ ξύλου κατατρυφῶντες, τῆς ζωῆς τοῦ νοητοῦ Χριστοῦ καὶ βοήσατε τῇ πανάγνῳ· χαῖρε τῶν δακρύων ἡ λύτρωσις Παρθένε, Ἣν δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ητορεύων πάλαι Δανιήλ, ἐν χώρᾳ τῶν Χαλδαίων, ἐκάλει θεοπτικῶς Σε, ἀλατόμητον ὄρος, Παρθένε Θεόνυμφε, χαῖρε λέγων, πάντα τὰ ἔργα πάναγνε Σὲ ὑμνοῦσι, εἰς πάντας τοὺς αἰῶνας.

γιόν Σε τέμενος ἁγνή, καλοῦμεν θεοδόχον, ὡς μόνην τῆς σωτηρίας τῆς ἡμετέρας ἀπαρχήν, καὶ χαῖρε βοῶμεν σὺν τῷ Ἀγγέλῳ· Σὺ γὰρ τῶν πάντων ἔτεκε σωτηρίαν.

 

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.

Μέγα τὸ ἐν Σοὶ μυστήριον, καὶ ὑπὲρ νοῦν ἡ σύλληψίς Σου πανάμωμε, οὐδεὶς γὰρ ἑρμηνεῦσαι δυνήσεται, διὸ πίστει καὶ πόθῳ προσφέρομεν, τὸ χαῖρε τοῦ Ἀγγέλου, χαρμονικῶς πανηγυρίζοντες.

ῦσαι συμφορᾶς καὶ θλίψεως, τοὺς τὴν σεπτήν Σου σύλληψιν Παναμώμητε, ἐξ ὅλης ψυχῆς εἰλικρινῶς ἑορτάζοντας, καὶ ζωῆς τῆς μελλούσης ἀξίωσον, ὡς οὖσα ζωῆς Μήτηρ, χαῖρε κατάρας τὸ λυτήριον.

Θρόνος τοῦ Θεοῦ περίδοξος, ὤφθης Παρθένε, καὶ σκηνὴ θεοχώρητος, λυχνία φωτός, τὸ θεῖον πῦρ ἡ βαστάσασα, ὁ Θεὸς ἐν Σοὶ γὰρ κατεσκήνωσε, τοῦ Γαβριὴλ τὸ χαῖρε, διὸ ἀπαύστως ἐκβοῶμέν Σοι.

μνοις ἀσιγήτοις πάναγνε, τὴν ὑπὲρ νοῦν Σου καὶ ἀπόῤῥητον σύλληψιν, ἀρχαγγελικῶς ὐμνολογοῦντες δοξάζομεν· χαῖρε λέγοντες, Νύμφη ἀνύμφευτε, Σὺ δὲ τοὺς εὐφημοῦντας, τῆς θείας δόξης καταξίωσον.


 

ΗΧΟΣ Β΄.

Ποίημα Ἀνωνύμου, οὗ ἡ ἀκροστιχίς: Αἶνον προσάγω τῇ πανάγνῳ Παρθένῳ.

 

ᾨδὴ α΄. Ἐν βυθῷ κατέστρωσέ ποτε.

νύμφευτε Κόρης τῆς σεπτῆς, γεγηθότες σύλληψιν, πνευματικῶς ἀγαλλόμενοι, μέλψωμεν καὶ πανηγυρίσωμεν, χαῖρε λέγοντες, Θεοτόκε πανύμνητε, θεῖον τοῦ Δεσπότου τέμενος, ὡς οὖσα καθαρώτατον.

ερὸν ὑπάρχουσα Θεοῦ, πάναγνε θησαύρισμα, καὶ θεοχώρητον ἔμψυχον ὄχημα, ἐν γαστρὶ συνέλαβες, τὸν τῆς κτίσεως Ποιητὴν ὑπὲρ ἔννοιαν, ὅθεν Σοὶ τὸ χαῖρε, πάντες ἐκβοῶμεν ὡς ὁ Ἄγγελος.

Ναζαρὲτ ὁ θεῖος Γαβριήλ, οὐρανόθεν πάρεστι, τὸν ἀσπασμόν Σοι προσφέρων τὸν ἔνθεον, τῆς σεπτῆς συλλήψεως, ἀπειρόγαμε Θεοτόκε πανάμωμε, χαῖρε λέγων, ὅτι τέτοκας, τὸν πάντα συστησάμενον.

προπάτωρ πάναγνε Δαβίδ, Πνεύματι γηθόμενος, θεοπτικῶς προδηλὼν ἀνεκήρυττε, θυγατέρα λέγων Σοι, καὶ τοῦ κάλλους ὁ Βασιλεύς τε καὶ Κύριος, Σοῦ ἐπιθυμήσει, χαῖρε τοῦ Δεσπότου θεῖον σκήνωμα.

 

ᾨδὴ γ΄. Ἐξήνθησεν ἡ ἔρημος.

Νῦν εἴληφεν ἡ πρόῤῥησις, Ἡσαΐου πάναγνε, πέρας ἡ τῆς συλλήψεως, ἐν γαστρὶ γὰρ Θεὸν συνέλαβες ἀῤῥήτως, χαῖρε Νύμφη ἀπειρόγαμε.

Παρθένον ὡς πρὸ τόκου Σε, καὶ μετὰ τόκον ἔδειξεν, ὁ τῶν ἁπάντων Κύριος ἐν γαστρός Σου τεχθεὶς Πανάμωμε, διό Σοι πάντες χαῖρε πίστει μέλπομεν.

ημάτων ὡς ἀκήκοας, τοῦ Ἀγγέλου πάναγνε, εὐαγγελιζομένου Σοι, καὶ τὸ χαῖρε θεόθεν λέξαντος, κατὰ τὸ ῥῆμά Σου γενέσθω μοι ἀντέφησαι.

φύσει ἀθεώρητος, καθωράθη πάνσεμνε, Σὺ γὰρ τούτου συνέλαβες ἀπειράνδρως, καὶ ἀπεκύησας, τὸ χαῖρε διὸ πάντες προσφωνοῦμέν Σοι.

 

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.

Σεσάρκωται ὑπὲρ λόγον ὁ Λόγος πανάχραντε, ἐξ ἁγνῶν αἱμάτων Σου, ἐκ τοῦ θανάτου ῥυσάμενος, γένος τὸ ἀνθρώπινον, διό Σοι χαῖρε βοῶμεν ἀπειρόγαμε.

νήχθημεν ἀπὸ γῆς πρὸς οὐράνιον ὕψωμα τῇ θείᾳ συλλήψει Σου, Θεογεννῆτορ πανάμωμε, ὅθεν ὡς Ἄγγελος τὸ χαῖρε πίστει καὶ πόθῳ προσφωνοῦμέν Σοι.

Γηθόμενος Ἀββακούμ, θεοφρόνως προέγραψε, καλῶν Σε ὄρος δασύ, καὶ κατάσκιον, ἐμφαίνων τὴν σάρκωσιν Θεοῦ ἐκ Σοῦ γεννηθέντος χαῖρε πάνσεμνε.

ς ὤφθη Σοι Γαβριὴλ οὐρανόθεν Θεόνυμφε, εὐαγγελιζόμενος λόγον, ἐν μήτρᾳ συνέλαβες, Θεὸν τὸν ἀχώρητον, θείας σαρκώσεως, χαῖρε ἡ ἐκπλήρωσις.

 

ᾨδὴ ε΄. Μεσίτης Θεοῦ.

Τῷ ἕκτῳ μηνί, ἀπεστάλη Ἄγγελος πρὸς Σὲ τὴν ἁγνήν, χαρᾶς εὐαγγέλια, καὶ θεῖα μηνύων Σοι μυστήρια, τῆς ἡμῶν σωτηρίας, αἰτία χαῖρε Δέσποινα.

βάτος τὸ πρίν, ἣν προεῖδε πάναγνε Μωσῆς ἐν Σινᾷ, τὴν Σὴν προεικόνισεν ἀνέκφραστον Σύλληψιν, ἐμφαίνουσα θεῖον πῦρ ἐν γαστρί Σου, χαῖρε ζωῆς πρόξενος.

Παρέστη φησί, Σοὶ προπάτωρ Δέσποινα Δαβίδ, ψαλμικῶς ἐγγὺς ἡ Βασίλισσα, περιβεβλημένη τε διαχρύσῳ περί Σου προσημαίνων, χαῖρε ἁπάντων ἡ ἀνάκλησις.

δὰμ διὰ Σοῦ, καὶ ἡ Εὔα λέλυται τῆς πάλαι ἀρᾶς, ἐκ Σοῦ γὰρ ἀνέτειλεν ὁ Κύριος, ἄχραντε λυτρούμενος, τούτους πρὸς Σὲ βοῶντας· χαῖρε χαρᾶς ἡ πρόξενος.

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Νομοθέτην τεκοῦσα καὶ Κύριον, ὤφθης ἀπειρόγαμε τοῦ κόσμου Δέσποινα, καὶ θεῖον ἐγκαλλώπισμα, τῶν πιστῶν χαῖρε νύμφη ἀνύμφευτε.

ρχαγγέλου φωνήν Σοι προσάγομεν, Θεοτόκε Πάναγνε, χαῖρε τοῦ Πνεύματος Ἁγίου ἐπισκίασις, καὶ τοῦ γένους ἡμῶν τὸ κραταίωμα.

Γεγηθότες πιστοὶ ἑορτάσωμεν, θείοις μελῳδήμασι τῆς Θεομήτορος, σεπτὴν καὶ θείαν σύλληψιν, χαῖρε λέγοντες πύλη σωτήριος.

Νέον φέρεις παιδίον Θεόνυμφε, τὸν ἁπάντων Κύριον ἐν τοῖς ἀχράντοις Σου, ὠλέναις ὥσπερ ἔμψυχος, θρόνος χαῖρε Θεοῦ ἐνδιαίτημα.

 

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.

ράθης πανάμωμε Θεοῦ τοῦ ζῶντος, πανάγιον σκήνωμα, καὶ ἔμψυχον παλάτιον, Αὐτὸν γὰρ συνέλαβες δίχα σπορᾶς ἐν γαστρί, ὅθεν Σοὶ κράζομεν· χαῖρε εὐλογημένη Θεοχαρίτωτε.

Προφῆτα συγχόρευσον Δαβίδ, ἰδοὺ γὰρ ὁ Θεός Σοι δεδώρηται, καρποῦ τοῦ τῆς κοιλίας Σου, Παρθένον ἀμόλυντον, τέξασα ὑπερφυῶς, Κύριον τὸν πάντων Δεσπότην, κραυγάζων· χαῖρε τῇ Θεομήτορι.

σπόρως γεγέννηται, ὁ πρὶν ἀμήτωρ ἐκ Σοῦ παναμώμητε, Θεὸς ὢν ἀναλλοίωτος, χαράν Σοι μηνύωντος, ἐξ οὐρανοῦ Γαβριήλ, ὅθεν σὺν Αὐτῷ Σοὶ βοῶμεν· Παρθένε χαῖρε Θεογεννήτρια.

υσθέντες πανάχραντε σκιᾶς θανάτου, ἀπάτης τοῦ ὄφεως τοῦ νοητοῦ καὶ σκότους, δεινοῦ τῇ θείᾳ συλλήψει Σου, θεογνωσίας φωτὸς πάντες ἀπελαύσαμεν, χαῖρε εὐλογημένη καὶ ὑπερένδοξε.

 

ᾨδὴ η΄. Κάμινός ποτε.

Θρόνον Σε Θεοῦ, καὶ ἔμψυχον παστάδα, σκήνωμα θεῖον ἀπειργάσατο, τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ φωτὸς δοχεῖον ἄχραντε, στῦλον πυρὸς φωτίζουσα, πίστει τοὺς μελῳδοῦντας· χαῖρε Μαρία Θεόνυμφε.

χουσα τὴν Σήν, γαστέρα θεοδόχον, πρὸς τὴν τοῦ κήρυκος ἀνέδραμες, Μητέρα πανάμωμε, αὕτη δέ Σε προσεκύνησε, Θεοῦ Μητέρα λέγουσα· χαῖρε εὐλογημένη, καὶ ὁ καρπὸς τῆς κοιλίας Σου.

Νύμφη τοῦ Θεοῦ, ἀνύμφευτε ὡράθης ὡς τὸν ἀχώρητον ἐν μήτρᾳ Σου Θεὸν σωματώσασα, ὑπὲρ νοῦν τε καὶ διάνοιαν, ἀνθρώπων εἰς ἀνάπλασιν, χαῖρε διὸ βοῶμεν, τοῦ Ἀρχαγγέλου πανάμωμε.

τῆς ὑπὲρ νοῦν ἀσπόρου Σου λοχείας, Θεοκυήτορ ἀπειρόγαμε, οὐδεὶς γὰρ δεδείκνυται, τῶν ἀνθρώπων ἐξηγήσασθαι ταύτην ὡς ἀνερμήνευτον, διὸ πίστει τὸ χαῖρε, ἀγγελικῶς ἐκβοῶμέν Σοι.

 

ᾨδὴ θ΄. Ἀνάρχου γεννήτορος.

γγέλων γεγέννησαι, τιμιωτέρα πάναγνε, Χερουβὶμ ὑπερτέρα καὶ πάσης κτίσεως, τέτοκας γὰρ τὸν τοῦ παντὸς κόσμου ποιητήν, χαῖρε Θεοτόκε, ναὸς τοῦ παντάνακτος, καθαρότητος.

Μεσότειχον λέλυται, τὸ τοῦ φραγμοῦ πανάμωμε, τῇ σεπτῇ Σου συλλήψει, καὶ νῶτα δίδωσι, φλογίνῃ ῥομφαίᾳ, Σὺ γὰρ ξύλου τῆς ζωῆς ἔτεκες ἀφράστως, διὸ χαῖρε μέλπομεν οἱ πιστοί, Θεοχαρίτωτε.

λίου ὑπάρχουσα, Παρθένε θεῖον ὄχημα, νοητοῦ τοῦ τῆς δόξης τοῦτον συνέλαβες, ἐν γαστρί Σου ὑπερφυῶς, ᾧ νῦν ἐκτενῶς πρέσβευε τὴν ποίμνην τὴν Σὴν βλάβης ῥύσασθαι, χαῖρε θεῖον ἐνδιαίτημα.

Ναόν Σου τὸν ἅγιον, Παρθένε φρούρει πάντας καὶ τοὺς Σὲ εὐφημοῦντας, δόξης ἀξίωσον τοῦ Θεοῦ ὡς οὖσα ναός, ἔμψυχος ἁγνή, σὺν τῷ Ἀρχαγγέλῳ πάντας κραυγάζοντας· χαῖρε κόσμου τὸ διάσωσμα.

ΗΧΟΣ Γ΄.

Ποίημα Ἀνωνύμου, οὗ ἡ ἀκροστιχίς: Τὴν πάναγνον μέλψωμεν ᾠδαῖς ἐνθέοις.

 

ᾨδὴ α΄. Ὁ τὰ ὕδατα.

Τὴν σεπτὴν τῆς Παρθένου σύλληψιν ᾄσμα θείοις, Ἀγγελικῶς εὐφημοῦντες, καὶ φαιδρῶς μέλποντες, ὑμνολογοῦμεν πιστοί, ταύτην  ὥσπερ ἔμψυχον, ναὸν τοῦ πάντων Δεσπότου, τιμῶμεν κραυγάζοντες· χαῖρε Θεόνυμφε.

χαρὰν δι’ Ἀγγέλου ἐξ οὐρανοῦ δεξαμένη, Θεοκυῆτορ Παρθένε, Σὲ πιστῶς μέλπομεν, χαριστηρίοις ᾠδαῖς, ὕμνον Σοι προσάγομεν, σὺν Ἀρχαγγέλῳ τὸ χαῖρε, Θεοῦ λόγον σκήνωμα, καὶ θρόνε ἔμψυχε.

Νοητὴν κιβωτόν Σε, στάμνον χρυσῆν καὶ λυχνίαν, στῦλον πυρὸς καὶ νεφέλην εὐσεβῶς  ᾄδοντες πάντες καλοῦμεν πιστῶς, βάτον ἀκατάφλεκτον, τὸ θεῖον ἡ δεξαμένη ἐν γαστρὶ πανάμωμε, χαῖρε σκηνὴ τοῦ Θεοῦ.

Παραδείσου τοῦ πάλαι, δημιουργὸν συλλαβοῦσα νέος Παράδεισος ὤφθης τῆς ζωῆς ξύλον γάρ, ἐβλάστησας τὸν Χριστόν, Θεοτόκε πάναγνε, τοῦ Γαβριήλ Σοι τὸ χαῖρε, διὸ πάντες κράζομεν, θείοις ἐν ᾄσμασιν.

 

ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.

πειρογάμως ἐχώρησας ἐν γαστρί, Θεὸν τὸν ἀχώρητον, Θεοτόκε πανάχραντε, ὅθεν εὐφημοῦμέν Σε, χαῖρε τοῦ θείου φωτὸς χρυσὴ λυχνία.

Ναὸν Παρθένε χωρητικόν Σε Θεοῦ, τὸ Πνεῦμα τὸ Ἅγιον καὶ σκηνὴ ἁγιάσματος, μόνην ἀπειργάσατο, χαῖρε πηγὴ τῆς ζωῆς καὶ θεῖε θρόνε.

γγελικαί Σε Ταξιαρχίαι σεπτῶς, ἁγνὴ μεγαλύνουσι, καὶ πιστῶς τὰ συστήματα, Σὺ γὰρ Θεὸν τέτοκας, χαῖρε τῆς πάλαι σκηνῆς ἁγιωτέρα.

Γένος ἀνθρώπων λελύτρωται τῆς ἀρᾶς, τῆς πρώην Θεόνυμφε, τῇ ἀῤῥήτῳ συλλήψει Σου, τοῦ Ἀγγέλου χαῖρέ Σοι, ἐξ οὐρανοῦ Γαβριὴλ κομισάμενον.

 

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.

Νῦν τοῦ Ἰακώβ, καλλονὴν Θεός Σε ἐξελέξατο, πάναγνον ἐξ ἧς τὸ καθ’ ἡμᾶς, ὑπὲρ νοῦν προσλαβόμενος φύραμα, Αὐτῇ χαῖρε κράζομεν, τὸ τοῦ Ἀγγέλου Νύμφη ἀπειρόγαμε.

ρος Ἀββακούμ, πάλαι Σε προείδε κατάσκιον λόγον, δεξαμένην ἐν γαστρί, ἀναλλοιώτως σάρκα φορέσαντα, ἡμεῖς δὲ γηθόμενοι, χαῖρε, βοῶμέν Σοι, Θεόνυμφε Δέσποινα.

Νέα κιβωτός, ἔμψυχος ὡράθης κατέχουσα, λόγον ὁμοούσιον Πατρί, καὶ τοῦ παντὸς Δεσπότην ἀπειρόγαμε, διὸ οἱ φιλέορτοι δοξολογοῦντες· χαῖρε μελῳδοῦμέν Σοι.

Μόνην ἐπὶ γῆς Ἄχραντε, Θεός Σε ἀνέδειξεν, ἔμψυχον παστάδα καὶ σκηνήν, ἐν Σοὶ τὸ καθ’ ἡμᾶς προσλαβόμενος, βροτῶν εἰς ἀνάπλασιν, διό Σοι χαῖρε γεγηθότες ᾄδομεν.

 
 

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας

βάστασας Παρθένε ὑπερφυῶς, τὸν λόγον ἐν τῇ μήτρᾳ Σου, Πατρί τε καὶ Πνεύματι ὁμοούσιον τεχθέντα, εἰς κόσμου παντὸς σωτηρίαν, καὶ ἀκήρατον ζωήν, διό Σοι βοῶμεν· Χαῖρε Νύμφη ἀνύμφευτε.

Λαμπρῶς ἑορταζέτω καὶ θεοφρόνως, πᾶσα ἡ ὑφήλιος τῆς Παρθένου σύλληψιν θείοις ᾄσμασιν, ὑμνοῦντες φωνὴν Γαβριήλ, χαῖρε ὄχημα Δεσπότου καὶ Θεοῦ, καὶ ἔμψυχον θρόνε, καὶ παστὰς ἡ ἀμίαντος.

Ψαλμοῖς καὶ ὑμνῳδίαις οἱ γηγενεῖς, ἁγνὴ πανηγυρίζομεν, εὐσεβῶς σεπτήν Σου καὶ θείαν σύλληψιν, ὦ χαῖρε βοῶντες πιστῶς· Σὺ γὰρ ὤλεσας θανάτῳ τὸν ἐχθρόν, τεκοῦσα Δεσπότην, καὶ ζωὴν τὴν ἀθάνατον.

ς θρόνον τοῦ Δεσπότου καὶ κιβωτόν, ὡς ἔμψυχον πανάμωμε, οἱ πιστοί Σε πάντες κατονομάζομεν, Σοὶ χαῖρε βοῶντες σκηνή, ἡ τὸν λόγον δεξαμένη, καὶ Θεόν, ἐν Σοὶ ἐπελεύσει τοῦ Παναγίου Πνεύματος.

 

ᾨδὴ στ΄. Ἄβυσσος ἐσχάτη ἁμαρτιῶν.

Μόνην Σε ὁ πάντων Δημιουργός, καθαρωτέραν ἀναδείξας πανάμωμε, ἑαυτὸν ἐκένωσε, δούλου μορφὴν ἐν Σοὶ εἰληφώς, διὸ κράζομεν· χαῖρε πάντων ἡ ἀνάκλησις.

λυσας τῶν προπατόρων ἀράν, τῇ ἀποῤῥήτῳ Θεομῆτορ συλλήψει Σου, τούτους ἀξιώσασα, πάλιν κατατρυφᾶν τῆς Ἐδέμ, ὅθεν κράζουσι· Χαῖρε Νύμφη ἀνύμφευτε.

Νέμει Σοι ὁ Δεσπότης καὶ πλαστουργός, τὰ ὑπὲρ φύσιν Θεοτόκε πανάμωμε, ἄφθορος γὰρ ἔμεινας, καὶ μετὰ τόκον ὥσπερ τὸ πρίν, χαῖρε Δέσποινα, τῶν πιστῶν ἀγαλλίαμα.

λεσας τὸ θράσος τοῦ πονηροῦ, καὶ τοῦ θανάτου τυραννίδα πανάχραντε, τῇ σεπτῇ συλλήψει Σου, δωρησαμένη λύτρον ἡμῖν, χαῖρε πάνσεμνε, τῶν ὑμνούντων τὸ καύχημα.

 

ᾨδὴ ζ΄. Ὡς πάλαι τοὺς εὐσεβεῖς.

Διάδημά Σε σεπτόν, Θεοῦ τὸ βασίλειον, καὶ ἔμψυχον τέμενος ἁγνή, στάμνον τε χρυσῆν, μάννα φέρουσα Χριστόν, ῥάβδον τὴν βλαστήσασα, πάντες καλοῦμεν πιστῶς· χαῖρε πηγὴ τῆς ζωῆς.

γγέλων ἡ χαρμονή, βροτῶν ἡ ἀνάκλησις, Σὺ πάναγνε ὤφθης ἀληθῶς, ἐν Σοὶ γὰρ Θεὸς ἐχρημάτισε βροτός, σῶσαι κόσμον ἅπαντα, χαῖρε ναὲ τοῦ Θεοῦ, καὶ προστασία πιστῶν.

να Θεὸς τὸν Ἀδάμ, τῶν δεσμῶν λυτρώσηται, ὅλον ἀδὰμ ἔλαβεν ἐν Σοὶ δι’ Ἀγγέλου δέ, εὐαγγέλια χαρᾶς, οὐρανόθεν εἴληφας, Θεοκυῆτορ ἁγνή, χαῖρε σκηνὴ τοῦ Θεοῦ.

Σὲ βάτον πάλαι Μωσῆς, προεῖδε πυράφλεκτον, συμβολικῶς καὶ στῦλον  πυρός, Ἡσαΐας δέ, πυρφόρος ὤφθης λαβίς, προδηλοῦσα πάναγνε, τὸ ἐν μήτρᾳ Σου πῦρ, χαῖρε ἐλπὶς τῶν πιστῶν.


 

ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.

Εὐφράνθητι πᾶσα ἡ κτίσις, ᾄσμασιν ἐνθέοις συγκροτείτω τῇ συλλήψει τῆς Παρθένου, καὶ μελῳδείτω σὺν Ἀγγέλῳ κράζοντες· χαῖρε Νύμφη Μῆτερ τοῦ Θεοῦ ἀπειρόγαμε, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Ναμάτων πηγήν, ζωηῤῥύτων τράπεζαν καὶ στάμνον, τὴν τὸ μάννα δεξαμένην, Σὲ Παρθένε καὶ θρόνον θεῖοι, οἱ πιστοὶ κηρύττομεν ἐκβοῶντες· χαῖρε Θεοῦ Λόγου σκήνωμα, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θνητοῦ βασιλέως θυγάτηρ, ἐπιγείου οὖσα Θεομῆτορ ἀνεδείχθης, ἀθανάτου Δεσπότου Μήτηρ, ὥσπερ θρόνος φέρουσα ἐν ἀγκάλαις· χαῖρε θεῖον ἐνδιαίτημα, Ἣν δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Εὐφραίνου Ἀδάμ, σὺν τῇ Εὔᾳ, πανηγυριζέτω πᾶς ὁ κόσμος γεγηθότες, Θεοῦ λόγου συγκαταβάντος, καὶ σάρκα φορέσαντος ἐκ Παρθένου, ταύτῃ χαῖρε ἐκβοήσωμεν, τὸ τοῦ Ἀρχαγγέλου, ὡς πάντων σωτηρία.

 

ᾨδὴ θ΄. Καινὸν τὸ θαῦμα.

Οὐδεὶς ἰσχύσει πάναγνε βροτῶν ἑρμηνεῦσαι σύλληψιν τὴν θείαν καὶ σεπτήν, ὑπὲρ νοῦν ὑπάρχουσαν, διὸ μελῳδοῦντες χαρμονικῶς, ἐκβοῶμεν τοῦ Ἀγγέλου τὴν φωνήν· Παρθένε φωτὸς δοχεῖον, χαῖρε τοῦ ἀπροσίτου καὶ πλάνης, χαῖρε Νύμφη ἀνύμφευτε.

δὼν ὁ Πλάστης γένος τῶν βροτῶν, τυραννίδι πάναγνε φερόμενον τοῦ ἐχθροῦ, ἐν τῇ Σῇ ἐνώκησε γαστρί, ὑπὲρ λόγον, ἄνευ σπορᾶς, ἀτρέπτως ἐκ τῶν Σῶν σαρκωθείς, αἱμάτων Παρθένε Θεοτόκε, καὶ σώζεις κόσμον ἐκ πλάνης, χαῖρε Νύμφη ἀνύμφευτε.

Συμφώνως δεῦτε παντὲς οἱ πιστοί, θεαρέστοις ᾄσμασιν τελέσωμεν ἑορτήν, τῆς σεπτῆς συλλήψεως, πανάγνου Παρθένου, τὴν τοῦ Ἀγγέλου μέλποντες φωνὴν Γαβριήλ, παλάτιον χαῖρε Βασιλέως, ἐπουρανίου λυχνία πάντας καταφωτίζουσα.

Σοὶ θεοφρόνως ἄχραντε πιστοί, ἑορτὴν εὐφρόσυνον προσφέρομεν ἐν ᾠδαῖς, τῆς σεπτῆς συλλήψεως τῆς Σῆς Θεοτόκε, δουλοπρεπῶς διό Σε δυσωποῦμεν, τὴν Σὴν συντήρησον ποίμνην, ἀπὸ πάσης κακίστης βλάβης, χαῖρε τὸ θεῖον φῶς ἡ βαστάσασα.

 

ΗΧΟΣ ΤΕΤΑΡΤΟΣ

Ποίημα Ἀνωνύμου, οὗ ἡ ἀκροστιχίς: Μῆτερ Λόγου πάναγνε, τοὺς ὕμνους δέχου.

 

ᾨδὴ α΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.

Μαρίας τῆς Θεοτόκου σύλληψιν, πανηγυρίσωμεν, χαριστηρίοις ᾄσμασι πιστοί, τοῦ Ἀγγέλου κροτοῦντες φωνὴν χαρμονικῶς, καὶ λέγοντες· χαῖρε Θεοῦ, ἡ σαρκὶ κυήσασα.

πλάνη τοῦ πονηροῦ κατήργηται, Παρθένε ἄχραντε, καὶ κατεβλήθη τούτου ἡ ἰσχύς, σαρκωθέντος ἀτρέπτου Θεοῦ, ἐν τῇ σεπτῇ νηδύϊ Σου, τέμενος χαῖρε ἁγιώτατον.

Τριάδος ὑπερουσίου πάναγνε, τὸν ἕνα τέτοκας, ἀνερμηνεύτως λόγον καὶ Θεόν, δι’ Ἀγγέλου λαβοῦσα χαράν, τοῦ Γαβριὴλ κραυγάζοντες· χαῖρε σκηνὴ τοῦ σαρκωθέντος Θεοῦ.

δείχθης τιμιωτέρα πάνσεμνε, πάσης τῆς κτίσεως, τῶν Χερουβίμ τε καὶ τῶν Σεραφίμ, σαρκωθέντος ἐκ Σοῦ τοῦ Θεοῦ, διό Σοι χαῖρε κράζομεν, μελωδικῶς ὡς ὁ Ἀρχάγγελος.

 

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.

υσθέντες προγονικῆς, ἀρᾶς Παρθένε διὰ Σοῦ κράζομεν· χαῖρε χαρᾶς πρόξενος καὶ παντὸς τοῦ κόσμου διάσωσμα.

Λαβίδα Σὲ προειδών, ἀνθρακοφόρον Ἡσαΐας ἄχραντε, πῦρ τὸ ἐν Σοὶ ἐδήλωσε, χαῖρε Θεοῦ λόγου λοχεύτρια.

Ἄγγελος Γαβριήλ, ἐξ οὐρανοῦ Σοι τὴν χαρὰν ἤνεγκε, Σοῦ τῆς σεπτῆς συλλήψεως, χαῖρε τοῦ Θεοῦ Μῆτερ Πάναγνε.

Γαστέρα τὴν Σὴν Θεός, ἄνευ σπορᾶς σωματωθεὶς ἔδειξε, θείαν σκηνὴν πάναγνε, χαῖρε τοῦ Θεοῦ θρόνε ἔμψυχε.

 

ᾨδὴ δ΄. Ἐπαρθέντα Σε ἰδοῦσα ἡ Ἐκκλησία.

τὸν ἄνθρωπον ἰδίᾳ εἰκόνι πλάσας, δημιουργὸς τῆς κτίσεως ἐκ Σοῦ Θεοτόκε, σάρκα προσελάβετο, βροτῶν εἰς ἀνάκτησιν, χαῖρε τοῦ Θεοῦ ἐνδιαίτημα.

περτέραν Σε ἀνέδειξε τῶν κτισμάτων, ὁ Ποιητὴς καὶ Κύριος, καὶ τιμιωτέραν πάντων τῶν Ἀγγέλων ἁγνή, σκηνώσας ἐν μήτρᾳ Σου, χαῖρε τοῦ Θεοῦ θεῖον ὄχημα.

Προορῶν Σε ὁ Προφήτης Παρθενομῆτορ συμβολικῶς ὠνόμασε, πύλην κεκλεισμένην, ἐξ ἧς μόνον ὁ πάντων Θεός, ἀῤῥήτως διώδευσε, χαῖρε θεῖον ὄντως παλάτιον.

νερμήνευτον τὸ θαῦμα τῆς Σῆς Παρθένε, ὑπερφυοῦς συλλήψεως, πᾶσαν ὑπερβαῖνον, ἔννοιαν ἀνθρώπων, διὸ ὑμνοῦντες κραυγάζομεν· χαῖρε πιστῶν τὸ καύχημα.

 

ᾨδὴ ε΄. Σύ Κύριέ μου φῶς.

Νεφέλην Σε φωτός, καὶ λυχνίαν γινώσκομεν, βαστάζουσαν Θεομῆτορ, τὸ ἀπρόσιτον φέγγος, χαῖρε Νύμφη ἀνύμφευτε.

Αἰνέσωμεν πιστοί, καὶ λαμπρῶς εὐφημήσωμεν, τὴν σύλληψιν τῆς Παρθένου, καὶ Μητρὸς τοῦ Κυρίου, τὸ χαῖρε πιστῶς ᾄδοντες.

Γεννήτορες Μητρός, τοῦ Θεοῦ νῦν εὐφραίνεσθε, συλλήψει τῇ ἀνεκφράστῳ, θυγατρὸς βασιλέως, βοῶντες χαῖρε Δέσποινα.

Ναόν Σε τοῦ Θεοῦ, καὶ σκηνὴν ὀνομάζομεν, χωρήσασαν τὸν Δεσπότην, καὶ Θεὸν Θεομῆτορ, χαῖρε πιστῶν τὸ καύχημα.

 

ᾨδὴ στ΄. Θύσω Σοι.

λυσας προγονικὴν κατάραν πανάμωμε, χαροποιούσα τὴν κτίσιν, τῇ σεπτῇ συλλήψει Σου, διὸ πάντες, τοῦ Ἀγγέλου χαρμονικῶς τὸ χαῖρε κράζομεν.

Τέτρωται ὁ ἀπατήσας πάλαι πανάμωμε, Εὔας ἀρχέκακος ὄφις, τί τοῦ ξύλου βρώσει θανατηφόρῳ; Σοῦ τὸ ξύλον ζωῆς τεκούσης, χαῖρε Θεόνυμφε.

λόγος, ὁ τῷ Πατρὶ ὑπάρχων ἀχώριστος, δημιουργὸς τῶν κτισμάτων, ἐν τῇ Σῇ σαρκοῦται γαστρὶ Παρθένε, ἀναπλάσαι τὸν κόσμον θέλων, χαῖρε ἀμόλυντε.

πάρχων ὁ τοῦ Πατρὸς Υἱὸς ὁμοούσιος, πρὸ τῶν αἰώνων ἀμήτωρ, ἐκ τῆς Σῆς ἀπάτωρ γαστρὸς ἐτέχθης ἐπ’ ἐσχάτων, Παρθένε χαῖρε βροτῶν ἡ ἀνάκλησις.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Σὲ προετύπου, τὸ μὴ φλογίσαν πάλαι θείους παῖδας πῦρ, Σὺ γὰρ δεξαμένη θεῖον ἐν τῇ γαστρί, οὐκ ἐφλέχθης παναμώμητε, ὅθεν βοῶμέν Σοι· Παρθένε χαῖρε Θεοχαρίτωτε.

μνολογοῦμεν τὴν ἀκατάληπτόν Σου σύλληψιν ἁγνή, πάντες οἱ Θεοῦ Μητέρα παναληθῆ, ὀρθοδόξως Σὲ κηρύττοντες, καὶ ὡς ὁ Ἄγγελος βοῶμεν· Χαῖρε Θεογεννήτρια.

Μελῳδικῶς Σε, ὁ Θεοπάτωρ προεφώνησε Δαβίδ, λέγων, ἡ Βασίλισσά Σου ἐκ δεξιῶν προδηλῶν, παρέστη πάναγνε, ἡμεῖς δὲ κράζομεν τὸ τοῦ Ἀγγέλου· χαῖρε Θεόνυμφε.

Νόμους Παρθένε Σὺ ὑπερέβης τοῦ τῆς φύσεως, οὖσα ὡς πρὸ τόκου καὶ μετὰ τὸ τεκεῖν, εὐδοκία γὰρ γεννήτορος, υἱὸν συνέλαβες, χαῖρε θείου Πνεύματος ἐπέλευσις.

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Κτίστης τῶν ὅλων καὶ Θεός, ἐν Σοὶ σαρκούμενος Παρθένε ἄχραντε, ναόν Σε ἔδειξεν ἅγιον, καὶ θεόδεκτον παλάτιον, καὶ ἁγιάσματος σκηνή, ὅθεν κραυγάζομεν, τὸ τοῦ Ἀγγέλου· χαῖρε Μῆτερ τοῦ τῶν ὅλων δεσπόζοντος.

μνοις καὶ ᾠδαῖς πνευματικαῖς, τὴν θείαν σύλληψιν τὴν Σὴν πανάμωμε πανηγυρίζομεν ἅπαντες, οἱ Μητέρα Σὲ κηρύττοντες, τοῦ παντοκράτορος Θεοῦ, καὶ πίστει ψάλλομεν· χαῖρε κλῖμαξ γῆθεν πρὸς πόλον, πιστοὺς ἡ μετάγουσα.

Σὲ τὴν συλλαβοῦσαν ἐν γαστρί, τὸν πάντων Κύριον ἀσπόρως ἄχραντε, συμβολικῶς προεώρακεν, ὁ Προφήτης ἀκατάφλεκτον βάτον, καὶ στῦλον τοῦ πυρός, ἡμεῖς δὲ πόθῳ Σοι, τὸ τοῦ Ἀγγέλου, χαῖρε βοῶμεν, σκηνὴ ἐπουράνιε.

Δύναμις Ὑψίστου ἐπὶ Σέ, καὶ Πνεῦμα Ἅγιον, Σοὶ ἐπισκίασεν, ἐν τῇ συλλήψει Σου πάναγνε, Σὺ γὰρ Θεὸς σεσωμάτωται, τοῦ Γαβριὴλ ἐν Ναζαρέτ, χαρὰν κομίσαντος οὐρανόθεν, χαῖρε τὸν λόγον Θεόν, ἡ κυήσασα.

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

Εὔας τῆς προμήτορος Κόρη, νῦν τὸ κατάκριμα ἐλύθη, διὰ Σοῦ Παρθένε ἐν μήτρᾳ, Θεὸν φερούσης διὸ ἀγαλλομένη, τὸ χαῖρε πόθῳ κράζειν Σοι ἀγγελικῶς, σὺν τῷ προπάτορι.

Χαῖρε τοῦ Δεσπότου τῶν ὅλων ἔμψυχον τέμενος Παρθένε, χαῖρε ἡ λυχνία καὶ στάμνος, τὸ θεῖον μάννα φέρουσα ἐν γαστρί Σου πάντας, γλυκαῖνον χάριτι, χαῖρε τὸ θεῖον ἐνδιαίτημα.

ρος ἀλατόμητον πάλαι ὁ Δανιὴλ συμβολικῶς Σε, Μῆτερ τοῦ Σωτῆρος προεῖδεν, ἐκ Σοῦ γὰρ λίθος ὁ ἀκρογωνιαῖος Χριστός, ἐτμήθη Κύριος ἄνευ σπορᾶς, χαῖρε πανάμωμε.

μνοις τὴν σεπτήν, καὶ φαιδράν Σου πανηγυρίζομεν παρθένε σύλληψιν, ἐν πίστει καὶ πόθῳ, Σὺ δὲ τὴν Σὴν ποίμνην παντοίας ῥῦσαι βλάβης, καὶ τοὺς ὑμνοῦντας φύλαττε, χαῖρε Θεοῦ κατοικητήριον.

ΗΧΟΣ ΠΛ. Α΄.

Ποίημα Ἀνωνύμου, οὗ ἡ ἀκροστιχίς: Ὕμνους δέχου Πάναγνε, τοῦ Σοῦ οἰκέτου.

 

ᾨδὴ α΄. Ἵππον καὶ ἀναβάτην.

μνοις θεοτρεπέσιν αἰνοῦντες τοῦ ἀσπασμοῦ τῆς πανάγνου Παρθένου, δεῦτε πανηγυρίσωμεν τῆς θείας συλλήψεως, πιστῶς ἀναμέλποντες· χαῖρε ἀπειρόγαμε Δέσποινα.

Μόνην καθαρωτέραν ὁ πλαστουργός Σε εὑρών, ἐκ τῆς Σῆς ἐσαρκώθη νηδύος ὑπὲρ ἔννοιαν καὶ λόγον Θεόνυμφε, διὸ πάντες κράζομεν· χαῖρε ἔμψυχον θεῖον τέμενος.

Νέον τὸν πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς Μαριάμ, γεννηθέντα βαστάζεις ὡς βρέφος ἐν ἀγκάλαις Σου, ὡς θρόνος περίδοξος, καὶ ἔμψυχον ὄχημα, χαῖρε τοῦ Θεοῦ ὄρος ἅγιον.

φις ὁ ἀπατήσας τὴν Εὔαν πρὶν ἐν Ἐδέμ, διὰ Σοῦ Θεοτόκε ὡς πτῶμα καταβέβληται, Σὺ γὰρ ἐν τῇ μήτρᾳ Σου, τὸν Κτίστην ἐβάστασας, χαῖρε τῆς κατάρας λυτήριον.

 

ᾨδὴ γ΄. Ὁ πήξας ἐπ’ οὐδενός.

Υἱὸς Μονογενὴς Πατρὸς ἀπειρόγαμε, ἐν τῇ Σῇ ἀσπόρῳ γαστρὶ σεσάρκωται, δείξας Σε δοχεῖον καθαρόν, θεῖον ναὸν καὶ θρόνον σὺν Γαβριήλ, διὸ βοῶμέν Σοι· χαῖρε ἡ καθέδρα παντάνακτος.

Συνέλαβες ὑπὲρ νοῦν καὶ λόγον καὶ ἔννοιαν, τὸν χερσὶν ἰδίαις τὸν Ἀδὰμ πλάσαντα, τῆς μεγάλης Ἄγγελον βουλῆς, Λόγον Πατρὸς Παρθένε τοῦ Γαβριήλ, χαρὰν μηνύσαντος, χαῖρε Θεοτόκε ἀνύμφευτε.

Δαβὶδ ἡ προφητικὴ Παρθένε προκήρυξις, ἐπί Σε τὸ πέρας ἐμφανῶς εἴληφεν, ἐν Σοὶ γὰρ κατέβε ὁ Θεός, ὡς ὑετὸς ἐν πόκῳ, σὺν Ἀρχαγγέλῳ, διὸ κράζομεν· χαῖρε τοῦ Θεοῦ θεῖον σκήνωμα.

πέλαμψεν ἐπὶ Σὲ ἡ χάρις τοῦ Πνεύματος, καθαρὸν εὑροῦσά Σε παναμώμητε, τέμενος καὶ ἔμψυχον σκηνήν, ἅγιόν τε δοχεῖον τοῦ Βασιλέως τῶν Δυνάμεων, χαῖρε Παναγία Θεόνυμφε.

 

ᾨδὴ δ΄. Τὴν θείαν ἐννοήσας Σου κένωσιν.

Χαρμόσυνον ᾠδήν Σοι προσφέρομεν, Θεοκυῆτορ Μαριάμ, τῆς Σῆς ἀῤῥήτου συλλήψεως, ἀγγελικῶς ἐκβοῶντες· Παρθένε χαῖρε, Νύμφη ἀνύμφευτε.

ἥλιος ἐκ Σου ἀνατέταλκεν, ὁ νοητὸς Ἁγνὴ Χριστός, φωτίζων κτίσιν τὴν σύμπασαν, διὸ πιστοὶ μελῳδοῦμεν· Παρθένε χαῖρε, πάντων Βασίλισσα.

πάρχουσα δοχεῖον τοῦ Πνεύματος, τοῦ παναγίου καθαρόν, Χριστὸν ἀῤῥήτως συνέλαβες Παρθένε, ὅθεν τὸ χαῖρε πιστῶς, σὺν τῷ  Ἀγγέλῳ βοῶμέν Σοι.

Πυρφόρον Σε λαβίδα πανάμωμε, ὁ Ἡσαΐας προϊδών, τὴν ἐν γαστρί Σου ὑπέφηνε τοῦ λόγου σάρκωσιν, χαῖρε, τὸ πῦρ τῆς θείας δόξης ἡ φέρουσα.

 

ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

γκαλοφορούμενος Παρθένε πάναγνε, ἐν Σοὶ ὡράθη ὁ πάντων Κτίστης, ἐν τῇ θείᾳ μήτρᾳ Σου, σαρκωθεὶς ἀφράστως, χαῖρε Θεοῦ Λόγου λοχεύτρια.

Νόμους τοὺς τῆς φύσεως παρῆλθες ἄχραντε, Θεὸν ἀσπόρως Σὺ συλλαβοῦσα, καὶ πλὴν ὠδίνων τέξασα δι’ Ἀγγέλου, χαῖρε λαβοῦσα παναμώμητε.

Σοὶ προωκοδόμησε σοφία ἄχραντε, ἑαυτῇ οἶκον Σὺ γὰρ ἀῤῥήτως ἐν τῇ Σῇ ἐβάστασας, γαστρὶ θεῖον λόγον, χαῖρε ἔμψυχε θάλαμε.

Εὔας τῆς προμήτορος τὴν λύπην ἔπαυσας παρθενομῆτορ, τῇ Σῇ συλλήψει, Σὺ γὰρ ἡ ἀνάκλησις, τοῦ σύμπαντος κόσμου, χαῖρε Νύμφη ἀνύμφευτε.

ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.

Μακαρία πέφυκεν, ἡ κοιλία πάναγνε ἡ Σῇ, Θεὸν ἡ χωρήσασα σαρκούμενον ἀγγελικῶς, διό Σοι χαῖρε προσάγομεν.

Νέον φέρεις ἄχραντε, ὡς παιδίον τὸν Δημιουργόν, ὡς θρόνος ὑπάρχουσα περίδοξος, καὶ χρυσαγὴς λυχνία, χαῖρε πανάμωμε.

ν Σοὶ κατεσκήνωσεν ὁ Δεσπότης, σάρκα προσλαβών, ἐξ ἁγνῶν αἱμάτων Σου Θεόνυμφε ὑπερφυῶς, χαῖρε Παρθένε ἀπείρανδρε.

Ταξιάρχης πάναγνε, οὐρανόθεν ἦλθε Γαβριήλ, σύλληψιν μηνύσαι Σοι τὴν πάνσεπτον, χαῖρε βοῶν, ἐν Σοὶ γὰρ σαρκοῦται ὁ ἄσαρκος.

 

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος τῶν Πατέρων.

ἐκτείνων Δέσποινα ὡσεὶ δέῤῥιν Κύριος, τὸν πόλον σεσάρκωται, ἁγνῶν ἐξ αἱμάτων Σου, τὸ χαῖρε τοῦ Ἀγγέλου, διὸ πάντες Σοὶ βοῶμεν.

περτέρα πέφηνας, τῶν κτισμάτων πάναγνε, ἐν μήτρᾳ βαστάσασα Δεσπότη τῆς κτίσεως ἀσπόρως, ὅθεν χαῖρε, πίστει πάντες μελῳδοῦμεν.

Σὲ προεθεάσατο ὁ Προφήτης ἄχραντε, πύλην ἀδιόδευτον, ἣν μόνος διώδευσε Κύριος ὡς Δεσπότης, χαῖρε κόσμου σωτηρία.

Οὐρανῶν πανάμωμε πλατυτέραν ἔδειξε, καὶ ἔμψυχον τέμενος, Σὲ πάντων ὁ Κύριος, ἐν Σοὶ κατασκηνώσας, χαῖρε φωτεινὴ νεφέλη.

 

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.

ψιστος ἐν Σοὶ οἰκήσας Θεομῆτορ, Σὲ ἔδειξεν ἅγιον ναὸν καὶ σκήνωμα, χαῖρε τὸν θεῖον τεκοῦσα μαργαρίτην, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

φιν νοητόν, ἐνέκρωσας Παρθένε, τὸ ξύλον βλαστήσασα, ζωῆς πανάμωμε, χαῖρε τῆς Εὔας ἡ παύσασα τὸν θρῆνον, Σὲ δοξολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

να τῆς φθορᾶς ἡμᾶς ἐλευθερώσῃ, Θεὸς ὡς εὐδόκησεν ἐν Σοὶ ἐσκήνωσε, Σῶν ἐξ αἱμάτων, σάρκα λαβὼν Παρθένε, χαῖρε τῶν ἁπάντων κτισμάτων ὑπερτέρα.

Κλῖμαξ νοητὴ ὑπάρχεις Θεομῆτορ, ἐκ γῆς ἄνω φέρουσα, πιστοὺς πανάμωμε, Σὺ γὰρ τὸν Κτίστην συνέλαβες ἀφράστως, χαῖρε θρόνε θεῖε, Δεσπότου τῶν ἁπάντων.

 

ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.

πὶ τὴν ταπείνωσιν, Σοῦ Παρθένε ἔβλεψε Θεός, ἀῤῥήτως σαρκωθεὶς ἐν τῇ Σῇ γαστρί, ὡς εἶδε πανάχραντε, διὸ πᾶσαι νῦν αἱ γενεαί, Σὲ μακαρίζουσι, χαῖρε Νύμφη ἀπειρόγαμε.

Ταπεινοὺς ἀνύψωσεν, ὁ Δεσπότης πάντων καὶ Θεός, αἱμάτων ἐκ τῶν Σῶν, σάρκα προσλαβών, πεινώντας δὲ ἐνέπλησε τῶν ἀγαθῶν, ὅθεν οἱ πιστοί, πάντες κραυγάζομεν· χαῖρε θεῖον ἐνδιαίτημα.

φλημάτων ἄφεσιν, τοῖς ὑμνοῦσι σύλληψιν τὴν Σήν, παράσχου εὐμενῶς Μῆτερ τοῦ Θεοῦ, ἐκ πάσης φυλάττουσα τούτους δεινῆς βλάβης τῶν ἐχθρῶν, ἵνα κραυγάζομεν· χαῖρε Δέσποινα Θεόνυμφε.

πὲρ πάντων Δέσποινα, τῶν ὑμνούντων σύλληψιν τὴν Σήν, ἱκέτευε θερμῶς, πρὸς τὸν Σὸν Υἱόν, δοθῆναι τὴν ἄφεσιν ἁμαρτιῶν, ποίμνην δὲ τὴν Σὴν φύλαττε ἄτρωτον, χαῖρε θρόνε τοῦ Παντάνακτος.


 

ΗΧΟΣ ΠΛ. Β΄.

Ποίημα Ἀνωνύμου, οὗ ἡ ἀκροστιχίς: Μέλπων τὸ χαῖρε τῇ Πανάγνῳ προσφέρω.

 

ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Μελῳδικῶς εὐφημοῦντες τὴν ἱερὰν τῆς Παρθένου σύλληψιν, ἑορτάσωμεν πιστοί, καὶ ψυχῇ καὶ στόματι λαμπρῶς, σὺν τῷ θείῳ Γαβριήλ, τὸ χαῖρε κράζοντες.

ν τῷ ναῷ παρεστῶτες τῷ ἱερῷ, Σοῦ τῆς Θεομήτορος, εὐφημοῦμεν εὐσεβῶς τὴν σεπτήν Σου σύλληψιν ᾠδαῖς, χαῖρε λέγοντες, τερπνὸν καὶ θεῖον τέμενος.

Λελαμπρυσμένη τῇ θείᾳ καὶ φωταυγῇ αἴγλῃ τῇ τοῦ Πνεύματος, τοῦ Ἁγίου Μαριάμ, ἐν γαστρὶ συνέλαβες Θεόν, διὸ πάντες Σοι πιστῶς χαῖρε κραυγάζομεν.

Πρὸ τῶν αἰώνων ὁ πάντων Δημιουργός, μόνην ἐξελέξατο, Σὲ πασῶν ἐκ γενεῶν, σαρκωθεὶς ἐν μήτρᾳ Σου διό, Θεομῆτορ Μαριάμ, χαῖρε βοῶμέν Σοι.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.

ράθης πάναγνε τοῖς πρίν, θεηγόροις Προφήταις ἀκατάφλεκτος βάτος, καὶ νεφέλη φωτεινή, ἀνθρακοφόρος λαβίς, ὄρος θεῖον, χαῖρε ἀπειρόγαμε.

Νεκρὸς ὡράθη διὰ Σοῦ Θεομῆτορ Παρθένε, ὁ προμήτορα πάλαι ἀπατήσας δυσμενής, Θεοῦ ἀφράστως ἐκ Σοῦ σαρκωθέντος, χαῖρε θεῖον τέμενος.

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός, προαιώνων τεχθέντα, συλλαβοῦσα ἀσπόρως ἀπεκύησας ἁγνή, χαῖρε λυχνία χρυσή, καὶ δοχεῖον τοῦ Ἁγίου Πνεύματος.

θεῖος πάλαι Δανιήλ, ἀλατόμητον ὄρος, ἐξ οὗ λίθος ἐτμήθη Παρθένε ἄνευ χειρῶν, προεῖδε συμβολικῶς, Σὲ κηρύττων, χαῖρε θεία τράπεζα.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Χαρίτων ἔμπλεως Ἁγίου Πνεύματος, Σὺ φανεῖσα Παρθένε Μῆτερ Θεοῦ, ἀῤῥήτως συνέλαβες, τὸν τοῦ παντὸς Δημιουργόν, χαῖρε Νύμφη ἀπειρόγαμε.

δοῦσα πάναγνε, τὸν Ἀρχιστράτηγον, τὴν χαράν Σοι κομίζοντα Γαβριήλ, τῆς θείας σαρκώσεως, διεταράχθης ὡς φρικτὸν θαῦμα Θεονύμφευτε.

κατανόητον καὶ ἀνερμήνευτον, τὸ τῆς Σῆς Θεοτόκε θαῦμα φρικτῆς καὶ θείας συλλήψεως, Θεὸν γὰρ ἔσχες ἐν γαστρί, χαῖρε θρόνε τοῦ Παντάνακτος.

άβδος βλαστήσασα, καὶ στάμνος πέφυκας, ἡ χρυσὴ τὸ μάννα τὸ νοητόν, ἐν γαστρί Σου φέρουσα, Χριστὸν Παρθένε Μαριάμ, χαῖρε θεῖον ἐνδιαίτημα.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου ἀγαθέ.

Εὐλογημένη ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς Σῆς κοιλίας πανάμωμε, Σὺ γὰρ τὸν Σωτῆρα Θεὸν ἐν μήτρᾳ Σου ἐβάστασας ἀῤῥήτως, χαῖρε Θεόνυμφε.

Τιμιωτέρα τῶν Χερουβίμ, καὶ ἐνδοξοτέρα Σεραφίμ, πέφυκας ἄχραντε Δέσποινα, ἐν γαστρὶ τὸν πάντων Θεὸν βαστάσασα, διὸ σὺν τῷ Ἀγγέλῳ χαῖρε βοῶμέν Σοι.

θεῖα ἔλαμψεν ἐπὶ Σέ, τοῦ παναγίου ἁγνὴ χάρις, διό Σε ἀνέδειξεν, ἔμψυχον καὶ θεῖον ναόν, καὶ θρόνον σεπτόν, τοῦ Κτίστου τῶν ἁπάντων, χαῖρε ἀπείρανδρε.

Πηγὴν ζωῆς Σε παναληθῆ, καὶ τῆς σωτηρίας ἀπαρχήν, πάντες Παρθένε κηρύττομεν, διὰ Σοῦ γὰρ ἤρθημεν νῦν ἐκ σκότους δεινοῦ, πρὸς φῶς θεογνωσίας χαῖρε Πανάμωμε.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

δὰμ ἡ ἀνάκλησις, καὶ ἡ λύτρωσις ἁγνή, τῆς Εὔας Σὺ καθέστηκας, καὶ λυχνία ἡ πάμφωτος, καὶ σκηνὴ καὶ ὄρος τὸ ἅγιον, χαῖρε θρόνε Κυρίου Παντοκράτορος.

Ναόν Σε προέγραψεν ὁ προπάτωρ Σὸς Δαβίδ, καὶ κιβωτὸν καὶ σκήνωμα, τοῦ τῶν ὅλων Δεσπότου καὶ Ποιητοῦ, καὶ θείαν Βασίλισσαν, Θεοτόκε Παρθένε, χαῖρε Δέσποινα.

νήχθημεν ἅπαντες πάντες, ἀπὸ γῆς πρὸς οὐρανόν, Παρθένε ἀπειρόγαμε, τῇ ὑπὲρ νοῦν συλλήψει Σου καὶ σεπτῇ, Θεὸν γὰρ ἐβάστασας, τὸν τοῦ κόσμου Σωτῆρα, χαῖρε πάναγνε.

Γηθόμενοι μέλψωμεν εὐφημοῦντες ἐν ᾠδαῖς, τῆς Θεοτόκου σύλληψιν, τῆς τεκούσης τὸν πάντων Δημιουργόν, πιστῶς δὲ βοήσωμεν· χαῖρε Μῆτερ Κυρίου ἀπειρόγαμε.

 

ᾨδὴ ζ΄. Δροσοβόλον μὲν τὴν κάμινον.

Νεκρωθεὶς ὁ ὄφις πάναγνε ὁ δόλιος, Εὔαν ὁ ἀπατήσας τὸ πρίν, τεθανάτωται, διὰ Σοῦ καὶ πέπτωκε δεινῶς, ἐκ Σοῦ γὰρ τὸ ξύλον τῆς ζωῆς ἐβλάστησεν ὁ πλαστουργός, χαῖρε Παρθένε σεμνή.

ς ὁ Ἄγγελος βοῶμέν Σοι πανάχραντε, χαῖρε τοῦ ἀπροσίτου φωτὸς καθαρώτατος, καὶ ἁγίων ἅγιον ναός, καὶ βαστάζουσα Χριστόν, Ὃν εὐλογοῦμεν οἱ πιστοί, ὡς τῶν Πατέρων Θεόν.

Πλάκα προδιετύπωσε θεόγραφον, πάναγνε ὁ Προφήτης Μωσῆς, στάμνον τε χρυσῆν, τὴν τὸ μάννα φέρουσαν χριστόν, λυχνίαν φωτός τε καὶ σκηνήν, χαῖρε ἀμίαντε παστάς, ἔμψυχε θρόνε Θεοῦ.

άβδος πέφυκας βλαστήσασα πανάχραντε, θεῖον καὶ ζωηφόρον καρπόν, λόγον τοῦ Πατρὸς καὶ Δεσπότην πάντων καὶ Θεόν, διὸ μελῳδοῦντες εὐσεβῶς, χαῖρε βοῶμέν Σοι, πηγὴ τῆς ἀθανάτου ζωῆς.

 

ᾨδὴ η΄. Ἐκ φλογός.

χορὸς τῶν Προφητῶν Σε πάλι προήγγειλε, καὶ σεπτῶν Ἀποστόλων δῆμος ἐκήρυξεν ἄχραντε ἁγνή, Θεὸν Λόγον γεννήσασαν, χαῖρε τοῦ Δεσπότου παλάτιον καὶ θρόνε.

Σὺ τὸν αἴροντα πᾶσαν τοῦ κόσμου Δέσποινα, ἁμαρτίαν ἀφράστως ἁγνὴ συνέλαβες, τὸν ἀμνὸν Θεοῦ, διὸ χαῖρε βοῶμέν Σοι, Κεχαριτωμένη, ὑπερδεδοξασμένη.

Φωτοδόχον λαμπάδα πάντες κηρύττομεν, τοὺς ἐν σκότει Παρθένε, καταφωτίζουσαν, πάντες Σε πιστοί, χαῖρε τὸ φῶς ἡ κυήσασα, λάμψαν ἐν τῷ κόσμῳ, ὑπερευλογημένη.

Εὐαγγέλια φέρων ὁ Ἀρχιστράτηγος οὐρανόθεν, Παρθένε τῆς Σῆς συλλήψεως, ἵστατο βοῶν· χαῖρε ὅτι τὸν Κύριον, τέξεις ἀποῤῥήτως, Σὸν πάντων παροχέα.

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.

ς φῶς ἀνέσπερον ἐξανέτειλεν, ἐκ Σοῦ σεμνὴ ὁ πάντων Ποιητής τε καὶ Κύριος, οἰκουμένην ἅπασαν αὐγάζων φωτί, Σὺ γὰρ φωτὸς λυχνία καὶ θεῖος θάλαμος, ὅθεν πάντες σὺν τῷ Γαβριήλ, χαῖρε κραυγάζομεν.

υσθεὶς θανάτου φθορᾶς πανάμωμε, καὶ τῶν δεσμῶν ὁ πρῶτος ἐν βροτοῖς τῇ ἀῤῥήτῳ Σου συλλήψει, ἐκραύγαζε πιστῶς ἐκβοῶν· χαῖρε εὐλογημένη καὶ ἡ ἀνάκλησις πάντων τῶν βροτῶν, Σὺ γὰρ ἡμῖν ζωὴν ἐπήγασας.

σχὺν παντοίων ἐχθρῶν κατάβαλε, Μῆτερ Θεοῦ τῶν τοὺς πιστῶς εὐφημοῦντάς Σε, ὡς τεκοῦσα Κύριον τὸν ὄντως Θεόν, ἄτρωτον δὲ τὴν ποίμνην, τὴν Σὴν περίεπε πάσης προσβολῆς τῶν δυσμενῶν, χαῖρε πανάμωμε.

Σεπτῶς τὴν σύλληψιν ἑορτάζοντας, τὴν Σὴν ἁγνή, παντοίας ἐξελοῦ περιστάσεως, ἀνωτέρους Δέσποινα, τηρούσα κακῶν φύλαξον δὲ τὴν ποίμνην τὴν Σὴν ἀπήμαντον, πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς, χαῖρε Θεόνυμφε.

ΗΧΟΣ ΒΑΡΥΣ

Ποίημα Ἀνωνύμου, οὗ ἡ Ἀκροστιχίς: Μέλπων Σε τὴν ἄχραντον, χαῖρε προσφέρω.

 

ᾨδὴ α΄. Νεύσει Σου πρὸς γεώδη.

Μέλποντες θεοφρόνως, τὴν ἱερὰν τῆς Παρθένου καὶ πάνσεπτον σύλληψιν Σου, ἐν μήτρᾳ Σου χωρήσασα, πάντων Θεὸν καὶ Δεσπότην, χαῖρε ἡ τὸ φῶς τῆς ζωῆς ἀνατείλασα.

λυσας τὴν κατάραν τῶν προπατόρων Παρθένε, τῇ θείᾳ συλλήψει ἐν μήτρᾳ Σου, χωρήσασα πάντων Θεὸν καὶ Δεσπότην, χαῖρε ἡ φῶς τῆς ζωῆς ἀνατείλασα.

Λόγος ὁ προαιώνων, ἀρχὴν λαβὼν ἐν γαστρί Σου, ἐκ Σῶν σεσωμάτωται ἁγνῶν αἱμάτων πάναγνε, κόσμον ἐκ πλάνης λύτρωσαι σὺν τῷ Γαβριήλ Σοι, διὸ χαῖρε κράζομεν.

Πύλην Σε κεκλεισμένην πηγήν τε ἐσφραγισμένην, λαβίδα πῦρ φέρουσαν, Προφῆται προεκήρυξαν, Μῆτερ τοῦ πάντων Δεσπότου, χαῖρε Σὺ γὰρ πάντων βροτῶν ἡ ἀνάκλησις.

 

ᾨδὴ γ΄. Ὁ κατ’ ἀρχάς.

ς ὐετὸς ἐξ οὐρανοῦ, Δαβιτικῶς ἐν τῇ μήτρᾳ, Θεομῆτορ ὕψιστος τῇ Σῇ κατέβη καὶ σάρκα προσελάβετο, φύσιν βροτείαν ὡς Θεός, ἀνακαλέσασθαι θέλων, χαῖρε θρόνε θεῖε παντοκράτορος.

Νεὸν ὡς βρέφος ἐπὶ Σὲ ὁ προαιώνων ὡράθη, γεννηθεὶς ἄναρχον τοῦ Πατρός, καὶ σάρκα ἐκ Σοῦ Παρθένε εἴληφε, πάντας ἐκ σκότους καὶ φθορᾶς, θανάτου σῶσαι τοὺς πίστει.

Σὲ πλατυτέραν οὐρανῶν, ὁ τῶν ἁπάντων Δεσπότης, ἐκ τῆς Σῆς νηδύος προελθών, ὡς ἥλιος ἄχραντε ἀνέδειξε, θρόνον καὶ ἔμψυχον σκηνήν, καὶ κιβωτὸν καὶ λυχνίαν, χαῖρε Κεχαριτωμένη πάνσεμνε.

ξ οὐρανοῦ εἰς Ναζαρέτ, ὁ Γαβριὴλ Σοὶ τὸ χαῖρε, φωταυγοὺς συλλήψεως τῆς Σῆς, προσέφερε πάναγνε Θεόνυμφε, ἄῤῥητον σάρκωσιν Θεοῦ ἐν τῇ γαστρί Σου μηνύων, χαῖρε τοῦ Δεσπότου θεῖον τέμενος.

 

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.

Τὸν τοῦ Θεοῦ Λόγον, ὑπὲρ νοῦν Παρθενομῆτορ ἐν γαστρὶ συνέλαβες, καθαρώτατον ὑπάρχουσα δοχεῖον τοῦ Πνεύματος, χαῖρε ἔμψυχε παστὰς πολυτίμητε.

ἀπαρχὴ κόσμου τοῦ παντός, σωτηρίας Σὺ ὑπάρχεις παναμώμητε, τὸν Δεσπότην γὰρ συνέλαβες ἀῤῥήτως καὶ ἔτεκες, χαῖρε ἅγιον καὶ θεῖον θησαύρισμα.

Νῦν αἱ φωναὶ πάντων τῶν Προφητῶν Θεοκυῆτορ, ἐπὶ Σὲ πεπλήρωνται, Σὺ γαρ ὄρος τὸ κατάσκιον καὶ στάμνος καὶ τράπεζα, χαῖρε δόξης θεϊκῆς τὸ ἁγίασμα.

γγελικῶς πᾶσαι γενεαί, Παρθενομῆτορ νῦν πανηγυρίζουσι, τὴν ἀπόῤῥητον ἐκ Σοῦ σύλληψιν, ἀπαύστως καὶ μέλπουσιν Κεχαριτωμένη, χαῖρε ἀνύμφευτε.

 

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.

Χρύσεων οὖσα θεῖον Σὺ θυμιατήριον Θεοτόκε, λαμπὰς φωτοδόχος τε, φέρεις ἐν ἀγκάλαις Σου τὸν Θεόν, ἐκ Σοῦ σαρκωθέντα, διὸ κράζομεν· χαῖρε πανάμωμε.

άβδος ὑπάρχεις θεία, Ἀαρὼν βλαστήσασα Θεομῆτορ, λαμπὰς φωτοδόχος, ὁδηγοῦσα ἅπαντας πρὸς τὸ φῶς τῆς θεογνωσίας, χαῖρε ἔμψυχε θρόνε παντάνακτος.

χραντε Σὲ Προφήτης, ἐμφανῶς προέγραψεν Ἡσαΐας, ἐν μήτρᾳ βαστάσασαν, βουλὴς θείας Ἄγγελον, ἰσχυρὸν καὶ Δεσπότην, χαῖρε ἔμψυχε στάμνε καὶ τράπεζαν.

Νόμον τὸν παροχέα ἐν γαστρὶ συνέλαβες ἀπειράνδρως, τοὺς νόμους τῆς φύσεως ὑπερβᾶσα πάναγνε, οἱ πιστοὶ διὸ Σοὶ βοῶμεν· χαῖρε Νύμφη Παρθένε Ἀνύμφευτε.

 

ᾨδὴ στ΄. Ναυτιῶντα σάλῳ τῶν βιωτικῶν μελημάτων.

Τὸν πρὸ τῶν αἰώνων κόλπων τοῦ Πατρὸς γεννηθέντα, Υἱὸν τὸν συνάναρχον Θεομῆτορ, ἐν τοῖς ἀχράντοις Σου κόλποις ἐβάστασας, χαῖρε δι’ Ἀγγέλου δεξαμένη οὐρανόθεν, θεῖον ὄρος ἐμφανέστατον.

Οὐρανῶν ἐδείχθης Σὺ ὑψηλοτέρα Παρθένε, τὸν ἥλιον φέρουσα ἐν ἀγκάλαις τὸν νοητόν, καὶ Δεσπότην τῆς κτίσεως, πᾶσαν καταυγάζοντα τὴν κτίσιν· χαῖρε Μῆτερ τοῦ Θεοῦ, ὡς πάντων Δέσποινα.

Νεκρωθεὶς ὁ ὄφις, ὁ τὴν Εὔαν πρὶν ἀπατήσας, ὡς πτῶμα νῦν πέπτωκε Θεομῆτορ, τὴν ὑπὲρ νοῦν καὶ ἐνδόξῳ συλλήψει Σε, Λόγον γὰρ συνέλαβες ἐν μήτρᾳ ἀπειράνδρως, χαῖρε Νύμφη Μητροπάρθενε.

Χαῖρε θεία στάμνε νοητόν, ἡ φέρουσα μάννα, λυχνία καὶ τράπεζα Θεοτόκε, καὶ ἀκατάφλεκτε βάτε, καὶ ἔμψυχε θρόνε τοῦ Δεσπότου τῶν ἁπάντων, χαῖρε πάνσεπτον καὶ θεῖον ἐνδιαίτημα.

 

ᾨδὴ ζ΄. Κάμινον παῖδες.

ῤῥητον θαῦμα τῆς Σῆς πανενδόξου Θεοκυῆτορ συλλήψεως, ὅθεν πιστῶς εὐφημοῦντες κραυγάζομεν, ὡς ὁ Ἀρχιστράτηγος, χαῖρε Μῆτερ Θεοῦ Παντοκράτορος.

να τὴν κτίσιν ὁ Κτίστης φωτίσῃ φωτοχυσίαις τοῦ Πνεύματος, σάρκα ἐκ Σοῦ Θεομῆτορ προσείληφεν, ὑπὲρ νοῦν καὶ ἔννοιαν, ὅθεν χαῖρε πιστῶς ἀνευφημοῦμέν Σε.

ίζης Παρθένε σεπτῆς βασιλίδος, δαβιτικῆς ἐκβλαστήσασα, ἄνευ σπορᾶς ἐν γαστρί Σου συνέλαβες, Βασιλέα Κύριον, χαῖρε θεία σκηνή, καὶ θρόνε ἔμψυχε.

Εὐαγγελίζου Ἀδὰμ ὁ προπάτωρ, ἰδοὺ γὰρ σάρκα προσείληφεν, ὁ Πλαστουργὸς ἐκ Παρθένου Θεόπαιδος, εἰς ἡμῶν ἀνάκλησιν, χαῖρε πίστει βοῶν τῇ Θεομήτορι.

 

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.

Πάλαι Δανιὴλ προεώρακε Προφήτης, Σὲ ὄρος ἀλατόμητον, ἐξ οὗ ἐτμήθη λίθος ἄνευ χειρῶν, Θεὸς γὰρ ἄνευ σπορᾶς, σάρκα δι’ αἱμάτων ἐκ τῶν Σῶν ἁγνῶν προσείληφε, χαῖρε Δεσπότου καθέδρα, ἣν πάντες ἀνυμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ήματα καινὰ καὶ παράδοξα Παρθένε, Σοὶ εὐαγγελιζόμενος, ὁ Γαβριὴλ ἐξ οὐρανοῦ καταβάς, συλλήψεως τῆς ἐν Σοί, χαῖρε ἐβόα μετὰ Σοῦ ἁγνὴ ὁ Κύριος, Ὃν εὐλογοῦμεν ἀπαύστως καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

χημα σεπτὸν τοῦ Δεσπότου τῶν ἁπάντων, Θεογεννῆτορ πέφυκας, τοῦτον χωρήσασα ἐν μήτρᾳ τῇ Σῇ, διό Σε πάντες πιστοί, ἀγγελικῶς εὐφημοῦντες πανηγυρίζομεν, χαῖρε δοχεῖον τοῦ λόγου, καὶ Κτίστου τῶν ἁπάντων, Ὃν ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Στήριγμα πιστῶν εὐσεβείας ἀνεδείχθης Θεοκυῆτορ ἄχραντε, τὴν Θεοτόκον κηρυττόντων Σε, Θεὸν γὰρ ἄνευ σπορᾶς, ἐν τῇ γαστρί Σου συλλαβοῦσα ἀπεκύησας, ὅθεν τὸ χαῖρε βοῶμεν τοῦ Ἀρχαγγέλου πάντες, καὶ ὑπερυψοῦμεν, Ὃν ἔτεκες Δεσπότην.

 

ᾨδὴ θ΄. Μὴ τῆς φθορᾶς.

Φαεινοτάταις ἀστραπαῖς Ἁγίου Πνεύματος, κατελαμπρύνθης Μαριὰμ Θεοχαρίτωτε, θεῖον βαστάσασα ἐν μήτρᾳ μαργαρίτην, τὸν Κύρον τῆς δόξης, διὸ σὺν τῷ Ἀγγέλῳ εὐφημοῦντες, χαῖρε Σοὶ κράζομεν.

ποίησέ Σοι μεγαλεῖα παναμώμητε ὁ δυνατὸς καὶ παντοκράτωρ πάντων Κύριο, δούλου λαβὼν μορφήν, ἐκ Σοῦ ἁγνῶν αἱμάτων, ἵνα τὴν πλανηθεῖσαν βροτείαν φύσιν σώσῃ, χαῖρε Νύμφη Θεογεννήτρια.

ῦσαι τοὺς πόθῳ τὴν σεπτήν Σου ἑορτάζοντας σύλληψιν Ἄχραντε, παντοίας περιστάσεως, πάσης κακώσεως τῶν πονηρῶν πνευμάτων, καὶ τήν δε τὴν Σὴν ποίμνην, περίεπε καὶ φρούρει, χαῖρε πάντων βροτῶν ἀνάκλησις.

ς ὑπερτέρα τῶν Ἀγγέλων οὖσα πάναγνε, καὶ οὐρανῶν ὑψηλοτέρα πάσης θλίψεως, ῥῦσαι τοὺς μέλποντας καὶ πόθῳ εὐφημοῦντας, ᾄσμασι σύλληψίν Σου, τὴν Σὴν φρουροῦσα ποίμνην, χαῖρε Μῆτερ Θεοῦ πανάμωμε.

 
 
  ΗΧΟΣ ΠΛ. Δ΄.

Ποίημα Ἀνωνύμου, οὗ ἡ ἀκροστιχίς· κατ’ ἀλφάβητον. Εἰς δὲ τὰ τέλη τῶν ᾠδῶν: Θεοτόκου.

 

ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.

γαλλιάσθω θεοφρόνως σύμπασα ἡ Ἐκκλησία Χριστοῦ, καὶ τῶν πιστῶν δῆμοι, ἀνυμνοῦντες σύλληψιν, Παρθένου Θεομήτορος, καὶ βοῶντες ἐνθέως, σὺν Γαβριὴλ θείοις ᾄσμασι, χαῖρε Θεοτόκε ἀνύμφευτε.

Βασιλευόντων βασιλέως πάναγνε ἔμψυχος οὖσα ναός, ὑπερφυῶς λόγον, ἐν γαστρὶ συνέλαβες, καὶ πλὴν ὠδίνων ἔτεκες, ὅθεν πίστει Σε πάντες καὶ πόθῳ πανηγυρίζομεν, χαῖρε θεοδόχον παλάτιον.

Γεγυμνωμένοι τοῦ φωτὸς ὑπάρχοντες τοῦ θείου Μῆτερ Θεοῦ, νῦν διὰ Σοῦ δόξης, θείας ἀπηλαύσαμεν, καὶ πρὸς ζωὴν ἀνήχθημεν, ἐκ φθορᾶς τοῦ θανάτου, Θεὸν γὰρ λόγον ἐκύησας, χαῖρε ἁγιώτατον τέμενος.

Θεογνωσίας ἀπαρχὴ πανάμωμε ἐδείχθης πᾶσιν ἡμῖν, ἐν γὰρ τῇ Σῇ μήτρᾳ, ὁ Θεὸς ἐσκήνωσεν, καὶ σάρκα προσελάβετο, τοὺς ἀνθρώπους φωτίσας, ἐν σκότει πάλαι καθεύδοντας, χαῖρε κιβωτὲ ἁγιάσματος.

 

ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.

Διακηρύττων ὁ Δαβίδ, ὁ Σὸς προπάτωρ Παρθένε, περὶ Σοῦ μελωδικῶς προεφώνει λέγων · ἡ δόξα θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, Σὺ γὰρ Θεὸν Σωτῆρα ἔφερες, χαῖρε Πανάμωμε.

Εὐαγγελίζεται χαράν, ὁ Γαβριήλ Σοι Παρθένε τῆς συλλήψεως τῆς Σῆς οὐρανόθεν, χαῖρε λέγων Μαριάμ, Θεὸν γὰρ τέξῃ Κύριον τὸν τοῦ παντὸς Δεσπότην, σάρκα ἐκ Σοῦ δανεισάμενος.

Ζωῆς ὑπάρχουσα πηγή, καὶ καθαρὸν τοῦ Δεσπότου ἐνδιαίτημα, καὶ θρόνος Παρθένε, ὑπερτέρα Χερουβίμ, Ἀγγελικῶν Δυνάμεων, καὶ Σεραφὶμ ἐδείχθης, χαῖρε δοχεῖον τοῦ Πνεύματος.

Εὐσεβοφρόνως οἱ πιστοί, Θεοῦ Μητέρα Παρθένον, ἀνωτέρα τε κτισμάτων ἁπάντων, Σὲ κηρύττομεν ἁγνή, οἱ πόθῳ Σου τὴν σύλληψιν χαρμονικῶς ὑμνοῦντες· χαῖρε δοχεῖον τοῦ Πνεύματος.

 

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.

Ηὔγασε νῦν πάναγνε φῶς τὸ ἀνέσπερον, Σοῦ ἀφράστως συλλαβούσης Κύριον, Μονογενῆ Λόγον τοῦ Θεοῦ, ἐκ τοῦ σκότους πάντας τῆς ἀγνωσίας ἐξάγοντα, πρὸς φῶς θεογνωσίας, καὶ ἀΐδιον δόξαν, χαῖρε θείας βουλὴς ἡ ἐκπλήρωσις.

Θαῦμα φρικτὸν ἄχραντε καὶ ἀνερμήνευτον, Σοῦ τῆς θείας καὶ σεπτῆς συλλήψεως, ὡς γὰρ ποτὲ Βάτον ἐν Σινᾷ, μὴ φλογιζομένην, τὸ θεῖον πῦρ διετήρησεν, οὕτω καὶ Σὲ Παρθένε, ὁ ἐκ Σοῦ Θεὸς λόγος διεφύλαξε, χαῖρε ἀμίαντε.

σον Πατρὶ τέτοκας Θεοχαρίτωτε, κατ’ οὐσίαν λόγον ἐνυπόστατον ἄνευ σπορᾶς, ὅθεν οἱ πιστοί, ἀνυμνολογοῦμεν Παρθένον τε καὶ γεννήσασαν, τὴν τοῦ Θεοῦ σοφίαν, καὶ Σωτῆρα τοῦ κόσμου, χαῖρε σκήνωμα θεῖον Πανάμωμε.

ρος Θεοῦ ἅγιον, Τόμον καὶ Τράπεζαν καὶ Λυχνίαν ἄσβεστον, Λαμπάδα τε θείου φωτός, πάντες εὐσεβῶς ἐν ᾠδαῖς ὑμνοῦμεν, Σὺ γὰρ τὸ φῶς τὸ ἀνέσπερον ἐβάστασας ἐν μήτρᾳ τοῦ Πατρός, θεῖον λόγον ἀπειρόγαμε, χαῖρε Θεόνυμφε.

 

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Καλλονὴν Ἰακώβ Σε μόνην ἐξελέξατο Θεὸς πανάμωμε, Δαβὶδ ὁ προπάτωρ, μελωδῶν ἐμφανῶς προεδήλωσε, χαῖρε θεία στάμνε, καὶ νοητὴ χρυσὴ λυχνία, ἡ τὸν θεῖον ἀπαύγασμα φέρουσα.

Λαμπρυνθεῖσα τῇ αἴγλῃ τοῦ Ἁγίου Πνεύματος Παρθένε πάνσεμνε, ἐν γαστρὶ ἀῤῥήτως τὸν Σωτῆρα τοῦ Κόσμου συνέλαβες, Ἀρχαγγέλου χαῖρε τοῦ πρωτοστάτου δεξαμένη, χαῖρε πλὰξ νοητὴ ἡ θεόγραφος.

Μεγαλύνουσι πᾶσαι γενεαὶ Θεόνυμφε Σὲ καὶ δοξάζουσι, τῶν πιστῶν τὰ στίφη, τὴν σεπτήν σου καὶ ἄῤῥητον σύλληψιν, δι’ αὐτῆς γὰρ πάντες, τοῦ φωτισμοῦ τῆς θείας δόξης, ἀπελαύσαμεν χαῖρε ἀνύμφευτε.

Τετρωμένος ὡράθης, ὄφις ὁ ἀρχέκακος διὰ Σοῦ πάναγνε, τῆς ζωῆς γὰρ ξύλον, τὸν Θεὸν καὶ Σωτῆρα συνέλαβες, ὑπὲρ νοῦν καὶ λόγον τοῦτον τεκοῦσα πλὴν ᾠδίνων, χαῖρε κούφη νεφέλη θεόδεκτε.

 

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Νεφέλην Σε φωτεινήν, καὶ ῥάβδον τὴν πρὶν βλαστήσασαν Θεοκυῆτορ ἁγνή, πιστοί Σε γινώσκομεν, Σὺ γὰρ ἀνεβλάστησας, τὸν τροφέα πάντων, χαῖρε Νύμφη μητροπάρθενε.

Ξενώσας πρὶν τὸν Ἀδάμ, τοῦ Παραδείσου νενέκρωται, ἐχθρὸς ὁ ἀπατεών, τῇ θείᾳ συλλήψει Σου, Θεοτόκε Δέσποινα, ὅθεν Σοὶ τὸ χαῖρε ἐκβοῶμεν, ὡς ὁ Ἄγγελος.

Λόγος ὁ τοῦ Πατρός, μονογενὴς καὶ συνάναρχος, ἀρχὴν λαβὼν χρονικήν, ἐκ Σοῦ σεσάρκωται, ὑπὲρ νοῦν ἀπείρανδρε, ἵνα σώσῃ κόσμον, χαῖρε θεῖον ἐνδιαίτημα.

θεῖος πάλαι Μωσῆς, ἐν ὄρει βάτον Σε ἄφλεκτον προεῖδε συμβολικῶς, Παρθένε ἀμόλυντε, προδηλὼν τὴν σάρκωσιν, τὴν ἐκ Σοῦ τοῦ Λόγου, χαῖρε σκήνωμα πανάγιον.

 

ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.

Χρυσὴ λυχνία χαῖρε ἡ νοητή, ἡ τὸ φῶς τὸ ἀνέσπερον φέρουσα, τὸν τοῦ Θεοῦ Λόγον ἐν γαστρί Σου δίχα σπορᾶς, τὴν οἰκουμένην ἅπασαν, τὸν καταφωτίζοντα θεϊκῶς, χαῖρε θρόνε Κυρίου, καὶ ἔμψυχε νεφέλη, καὶ πολυτίμητον θησαύρισμα.

Ψαλμοῖς δοξολογοῦμεν χαρμονικῶς, τὴν σεπτὴν καὶ φωσφόρον Σου σύλληψιν Μῆτερ Θεοῦ, πάντες οἱ πιστοὶ σὺν τῷ Γαβριήλ, φαιδρῶς πανηγυρίζοντες, χαῖρε θεία Τράπεζα καὶ Σκηνή, διάδημα καὶ Θρόνε τοῦ πάντων Βασιλέως, χαῖρε τοῦ κόσμου τὸ διάσωσμα.

ς πάντων τετοκεῖα Δημιουργόν, καὶ πασῶν ἀνωτέρα ὑπάρχουσα, Ἀγγελικῶν πάναγνε Δυνάμεων Λειτουργῶν, περίεπε τὴν ποίμνην Σου ἄτρωτον παντοίας ἐπιβουλῆς, καὶ λύσιν ὀφλημάτων, τοῖς δούλοις Σου παράσχου, χαῖρε Παρθένε παναμώμητε.

μνοῦντάς Σου τὴν θείαν εἰλικρινῶς, Θεομῆτορ ἐν ᾄσμασι σύλληψιν, ῥῦσαι δεινῆς, πάσης ἐπηρείας τῶν δυσμενῶν, καὶ τῆς τρυφῆς ἀξίωσον, τῆς ἐν Παραδείσῳ ἐπιτυχεῖν, φυλάττουσα τὴν ποίμνην, τὴν Σὴν παντοίας βλάβης, χαῖρε Ἁγνὴ Θεογεννήτρια.



                        πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου