ΟΙ ΟΙΚΟΙ
.jpg)
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν
σῶν αἱμάτων ἐν τοῖς ῥείθροις κατεφοίνιξας, Ὁσιομάρτυς τὴν στολήν σου
τὴν ὑπέρτιμον, καὶ προσήχθης τῷ Κυρίῳ δεδοξασμένος. Ἀλλ᾿ ὡς ἔχων
παῤῥησίαν καθικέτευε, Γεδεὼν πάσης λυτροῦσθαι περιστάσεως, τοὺς βοῶντάς
σοι· Χαίροις Μάρτυς ἀήττητε.
Ἄθλησιν τὴν ἁγίαν, ἤνυσας στεῤῥοψύχως, κλεινὲ Γεδεὼν Οσιομάρτυς· (έκ γ᾿ ) καὶ εὐκληρίας ἀθλητικῶς, παρὰ Κυρίου λαμπρῶς κατηξίωσαι· διὸ σε μακαρίζοντές σοι τοιαῦτα·
Χαῖρε, δι᾿ οὗ ἡ πλάνη ἐτρώθη·
χαῖρε δι᾿ οὗ ἡ πίστις ὑψώθη.
Χαῖρε τῶν Ὁσίων Πατέρων ὁμότροπος·
χαῖρε τῶν Ἁγίων Μαρτύρων ἰσότιμος.
Χαῖρε ὕψος καρτερότητος καταράσσον τὸν ἐχθρόν·
χαῖρε βάθος ταπεινώσεως, μεγαλύνον τὸν Χριστόν.
Χαῖρε ὅτι ἀσκῄσει ἐνδιέπρεψας θείᾳ·
χαῖρε ὅτι ἀθλήσει διαλάμπεις ἁγίᾳ.
Χαῖρε ἀστὴρ ὁ νέος τῆς πίστεως·
χαῖρε πρηστὴρ ἀπάτης τοῦ χείρονος.
Χαῖρε δι᾿ οὗ εὐσεβοῦντες σκιρτῶσι·
χαῖρε δι᾿ οὗ δυσσεβοῦντες σιγῶσι
Χαίροις Μάρτυς ἀήττητε.
Βλέμματι
κατιδών σε, ὁ ἀλάστωρ βασκάνῳ, ὠθεῖ σε εἰς βυθὸν ἀπωλείας, ἀλλ᾿
ἀνανήψας γνώμῃ στεῤῥᾷ, τὴν τοῦ Πέτρου μετάνοιαν ἐζήλωσας, καὶ ἐν θερμοῖς
τοῖς δάκρυσι, Γεδεὼν ἐβόας Κυρίῳ·
Ἀλληλούϊα.
Γνώμῃ
τελειοτάτῃ ἐκφυγὼν τὴν ἀπάτην, ἐδέξω μετανοίας τὴν χάριν· καὶ ἐν Κρήτῃ,
χαίρων προσελθών, ᾠκειώθης τῷ Χριστῷ θείαις πράξεσι, δι᾿ ὧν φαιδρύνεις
ἅπαντας, τοὺς ἐκβοῶντάς σοι τοιαῦτα·
Χαῖρε Χριστὸν θερμῶς ἀγαπήσας·
χαῖρε δεσμὰ τῆς πλάνης συντρίψας.
Χαῖρε μετανοίας τὸ Θεῖον γεώργιον·
χᾶιρε ἀληθείας εὐῶδες ὀσφράδιον.
Χᾶιρε σκεῦος πολυτίμητον ἐπιπνοίας θεϊκῆς·
χαῖρε ἄνθος εὐθαλέστατον εὐσθενείας ψυχικῆς.
Χαῖρε ὅτι ἐκτήσω ἣν ἀπώλεσας χάριν·
χαῖρε ὅτι ἠρνήσω τὴν καχέσπερον πλάνην.
Χαῖρε Χριστοῦ τὸ φῶς εἰσδεξάμενος·
χαῖρε ἐχθροῦ τὸν ζόφον τρεψάμενος.
Χαῖρε ἀμέμπτως ἐν Κρήτῃ, βιώσας·
χαῖρε ψυχῇς τὰς δυνάμεις νευρώσας.
Χαίροις Μάρτυς ἀήττητε.
Δύναμιν
οὐρανίαν, ἐν τῃ Κρήτῃ ἐδέξω, Χριστῷ ἐν ἀληθείᾳ λατρεύσας, καὶ μετανοίας
ἔργοις καλοῖς, ἀνακαλων τὴν ἧτταν διετέλεσας· ἐν προσευχαῖς γὰρ Ἅγιε,
σχολάζων Κυρίῳ ἐβόας·
Ἀλληλούϊα.
Ἔδραμες
ἐν τῷ Ἄθῳ, φλεγομένῃ καρδίᾳ, Ὁσίων ἀνιχνεύων τὸν βίον, καὶ τῃ τοῦ
Καρακάλλου Μονῇ, περιεβάλου τὸ ἅγιον ἔνδυμα· διὸ τὴν πολιτείαν σου,
γεραίροντες σοὶ ἐκβοῶμεν·
Χαῖρε ὁ πλήρης θείας ἀγάπης·
χαῖρε τὸ βέλος κατὰ τῆς πλάνης.
Χαῖρε ζωηφόρου πυρὸς εὐναστήριον·
χαῖρε ἱερῶν ἐννοιῶν οἰκητήριον.
Χαῖρε ἄνθραξ ὁ πρηστήριος ἐνεργείας θεϊκῆς·
χαῖρε θείας ἀγαθότητος μύστης ὁ θεοειδής.
Χαῖρε ὅτι προσῆλθες ἐν τῳ Ἄθῳ προθύμως·
χαῖρε ὅτι τοῦ κόσμου ἀπεῤῥάγης τελείως.
Χαῖρε Χριστοῦ τὸν ζυγὸν ἀράμενος·
χαῖρε χαρὰν τὴν θείαν εὑράμενος.
Χαῖρε παθῶν τὰς ὁρμὰς θανατώσας·
χαῖρε ψυχῆς τὰς δυνάμεις ζωώσας.
χ ίρΦις Μάρτυς ἀήττητε-
Ζήλου
θείου ἐπλήσθης, καὶ θερμῶς ἀπεδύσω, πρὸς πόνους της ἀσκήσεως Πάτερ, δι᾿
ὧν τὴν καρδίαν λαμπρυνθείς, τύπος ἐναρέτου ζωῆς γέγονας, τῃ ἱερᾷ
Ἀδελφότητι, μεθ᾿ ἧς Γεδεῶν ἀνεβόας·
Ἀλληλούϊα.
Ἤκουσας
παραδόξως, ἐν ναῷ τῷ ἁγίῳ, φωνῆς τοῦ Παντοκράτορος Λόγου, καὶ
ἀναπτερωθεὶς τὴν ψυχήν, πρὸς μαρτυρίου τὰ σκάμματα ἔδραμες· διὸ τὴν σὴν
λαμπρότητα, θαυμάζοντες ἀναβοῶμεν·
Χαῖρε Χριστοῦ φωνῆς ἐπακούσας·
χαῖρε ψυχὴν καὶ νοῦν ἐκλαμπρύνας.
Χαίρε πρὸς Μαρτύρων δραμὼν τὰ παλαίσματα·
χαῖρε ὁ πατήσας ἐχθροῦ τὰ βουλεύματα.
Χαῖρε φοίνιξ ὁ γλυκύκαρπος ἀρετῶν ἀσκητικῶν·
χαῖρε τύπος θεοτύπωτος πόνων τῶν μαρτυρικῶν.
Χαῖρε ὅτι τὸν λόγον ἐκπληροῖς τοῦ Κυρίου·
χαῖρε ὅτι τὸ θράσος καθαιρεῖς τοῦ δολίου.
Χαῖρε Χριστοῦ ποθήσας τὴν νέκρωσιν·
χαῖρε ἐχθροῦ αἰσχύνας τὴν ἔντασιν.
Χαῖρε Χριστὸν ἐκ ψυχῆς ἀγαπήσας·
χαῖρε ἐχθροῦ τὴν ἰσχὺν καταλύσας.
Χαίροις Μάρτυς ἀήττητε.
Θεοδρόμον
πορείαν, διανύων προθύμως, κηρύττεις την χριστώνυμον κλῆσιν, καὶ
εὐτόλμως τῶν δυσσεβῶν, διελέγχεις Γεδεὼν τὴν παράνοιαν· Χριστῷ γὰρ
ἀναγόμενος, ἀνεβόας ἐν εὐφροσύνῃ·
Ἀλληλούϊα.
Ἴθυνας
τὴν πορείαν, Γεδεὼν τῆς καρδίας, πρὸς πόθον ὁλικῶς τοῦ Σωτῆρος, καὶ
τούτου τὸ ὄνομα λαμπρῶς, ἐν Ζαγορᾷ τοις ἀπίστοις ἐκήρυξας· διὸ πιστοί σε
ἅπαντες, γεραίροντες ἀναβοῶμεν·
Χαῖρε Χριστὸν λαμπρῶς ὁ κηρύξας·
χαῖρε ἐχθροῦ τὴν ὀφρὺν αἰσχύνας.
Χαῖρε των Μαρτύρων τὸν ζῆλον μιμούμενος·
χαῖρε τῶν ἀπίστων ἰσχὺν μὴ πτοούμενος.
Χαῖρε κήρυξ μεγαλόφωνος της θεότητος Χριστοῦ·
χαῖρε ξῖφος τὸ ἀμφίστομον κατὰ πλάνης τοῦ ἐχθροῦ.
Χαῖρε ὅτι ἐδέξω δύναμιν οὐρανίαν·
χαῖρε ὅτι συντρίβεις δυσσεβων τὴν μανίαν.
Χαῖρε στεῤῥὸν της πίστεως ἔρεισμα·
χᾶιρε πιστῶν ἀσάλευτον στήριγμα.
Χαῖρε ζηλωτὰ τῶν πάλαι Μαρτύρων·
χαῖρε μιμητὰ κλεινὲ τῶν Ὁσίων.
Χαίροις Μάρτυς ἀήττητε.
Κόσμου
ξένος ὑπάρχων, ἐραστὴς ὢν τῶν ἄνω, ξενίζεις τῇ στεῤῥᾳ σου ἀθλήσει,
μάκαρ Γεδεὼν τοὺς εὐσεβεῖς, θεωροῦντάς σου τὸν ἔνθεον ἔρωτα· καὶ ἐν
Βελεστίνῳ ἐλθών, ἀθλῶν ἐβόας τῷ Σωτῆρι·
Ἀλληλούϊα.
Λάμπων
τῇ πολιτείᾳ ἀληθῶς τῇ ὁσίᾳ ἀθλητικῇ θείᾳ εὐκληρίᾳ ἐλαμπρύνθης πλεῖον
Γεδεών, καὶ ἐν ἀμφοτέροις Χριστὸν ἐδόξασας· ᾡ πρέσβευε δεόμεθα, ὑπὲρ των
πίστει σου βοώντων·
Χαῖρε ὁ ἔνθεος ἐν ἀσκήσει·
χαῖρε ὁ ὅσιος ἐν ἀθλήσει.
Χαῖρε τῶν Ὁσίων Πατέρων ἰσότιμος·
χαῖρε των Ἁγίων Μαρτύρων ὁμόστεφος.
Χαῖρε ἀρετῶν τὴν ἄσκησιν διανύσας νουνεχῶς·
χαῖρε Ἀθλητῶν τὴν ἄθλησιν ὑπελθὼν καρτερικῶς.
Χαῖρε ὅτι ἐν Ἄθῳ διαλάμπεις ὡς ἄστρον·
χαῖρε ὅτι κηρύττεις εὐσεβείας τὸν λόγον.
Χαῖρε στεῤῥὸν ἀνδρείας ἐκτύπωμα·
χαῖρε καινὸν Μαρτύρων ὁμοίωμα.
Χαῖρε πιστῶν ἑδραιότατον ἕρκος,
χαῖρε ἡμιῶν οὐρανόσδοτον εὖχος
Χαίροις Μάρτυς ἀήττητε.
Μοναστὴς
θεοφόρος ἐν τῶ Ἄθῳ ἐδείχθης ἀγῶσι πρακτικῆς πολιτείας· ἐν γὰρ τῇ
Καρακάλλου Μονῇ ἐναρέτου ζωῆς ὤφθης ὑπόδειγμα, Γεδεὼν παμμακάριστε, καὶ
ἔνθους Χριστῷ ἀνεβόας·
Ἀλληλούϊα.
Νέος
Μάρτυς ἐδείχθης, ἐν ὑστέροις τοῖς χρόνοις, ἀθλήσας Γεδεὼν ὑπὲρ φύσιν·
τῶν γὰρ χειρῶν σου καὶ τῶν ποδῶν, τὴν ἐκκοπὴν θαυμαστῶς ἐκαρτέρησας, διὸ
τὴν καρτερίαν σου, θαυμάζοντες ἀναβοῶμεν·
Χαῖρε ὁ Μάρτυς τῆς ἀληθείας·
χαῖρε ἡ πτῶσις τῆς ἀνομίας.
Χαῖρε τῆς ἀνδρείας στεῤῥότατον ἴνδαλμα·
χαῖρε τῆς μανίας τοῦ ὄφεως σύντριμμα.
Χαῖρε λίθος ἀδαμάντινος θαυμαστῆς ὑπομονῆς·
χαῖορε ἄκμων ἀδιάσειστος καρτερίας ψυχικῆς.
Χαῖρε ὅτι ὑπέστης τὴν τομὴν τῶν μελῶν σου·
χαῖρε ὅτι ἐκπλήττεις τὴν πληθὺν τῶν ἐχθρῶν σου.
Χαῖρε τεμὼν τῆς πλάνης τὸν σύνδεσμον·
χαῖρε λαβὼν τὸν ἄφθαρτον στέφανον.
Χαῖρε δι᾿ οὗ εὐσεβεῖς κραταιοῦνται·
χαῖρε δι᾿ οὗ ἀσεβεῖς ἐκθαμβοῦνται.
Χαίροις Μάρτυς ἀήττητε.
Ξένον
θέαμα ὤφθης, τοὺς πιστοὺς καταπλῆττον, τῇ ἀνδρειοτάτῃ ἀθλήσει· ὡς γὰρ
ἄλλου πάσχοντος στεῤῥῶς, τὴν τῶν χειρῶν καὶ ποδῶν ἀφαίρεσιν, ὑπέμεινας
μακάριε, ψάλλων τῷ σὲ δυναμοῦντι·
Ἀλληλούϊα.
Ὅμβροις
τῶν σῶν αἱμάτων, τὸν χειμάῤῥουν τῆς πλάνης, κατέκλυσας στεῤῥὲ
Ὁσιομάρτυς· ὦ τῆς πολλῆς σου ὑπομονῆς! πῶς ἤνεγκας μελῶν σου τὴν
ἐκτομήν; ἡμεῖς δὲ ἐκπληττόμενοι, βοῶμέν σοι ἐν κατᾳνύξει·
Χαῖρε ὁ μέγας ἐν καρτερίᾳ·
χαῖρε ὁ ἄκμων ἐν τῇ ἀνδρείᾳ.
Χαῖρε ὁ ἐκπλήξας πιστῶν τὴν διάνοιαν·
χαῖρε ὁ αἰσχύνας ἐχθρῶν τὴν παράνοιαν.
Χαῖρε ὅτι στεῤῥῶς ἤνεγκας τῶν χειρῶν τὴν ἐκτομήν·
χαῖρε ὅτι χαίρων ἔφερες τῶν ποδῶν τὴν ἐκκοπήν.
Χαῖρε εἰκὼν ἔμπνους Ἰακώβου τοῦ Πέρσου·
χαῖρε καίριον βέλος κατ᾿ ἐχθροῦ τοῦ ἐχθίστου.
Χαῖρε πηγὴ πολλῆς κατανύξεως·
χαῖρε βαλβὶς ἐκθάμβου ἐκπλήξεως.
Χαῖρε ἐχθρῶν κατατμήσας τὸ κράτος·
χαῖρε πιστῶν θεοδώρητον αὖχος.
Χαίροις Μάρτυς ἀήττητε.
Πόνους
τοὺς δριμυτάτους, καρτερῶς ὑπομείνας, μετέστης πρὸς τὴν ἄπονον ληξιν,
τὸ δὲ σῶμά σου τὸ ἱερόν, οἱ εὐσεβεις εὐσχημόνως ἐκήδευσαν, ὑμνοῦντες
τοὺς ἀγῶνάς σου, Γεδεὼν καὶ Χριστῷ βοωντες·
Ἀλληλούϊα.
Ῥώμῃ
τῃ οὐρανίῳ, Γεδεὼν ἀριστεύσας, ἐδείχθης λαμπρὸς Ὁσιομάρτυς· διὸ ἡ
Ἐκκλησία Χριστοῦ, ἐγκαυχᾶται τῃ ἁγίᾳ ἀθλήσει σου, ἡ Καρακάλλου Μάνδρα
δέ, ἐν εὐφροσύνῃ σοὶ κραυγάζει·
Χαῖρε ὁ Μάρτυς ἐν τοις Ὁσίοις·
χαῖρε ὁ Ὅσιος ἐν Ἁγίοις.
Χαῖρε τῶν Μαρτύρων πλουτήσας τὴν εὔκλειαν·
χαῖρε μοναζόντων ῥυθμίζων τὴν ἔννοιαν.
Χαῖρε Μάρτυς ἀκαθαίρετος του Σωτῆρος τῶν παθῶν·
χαῖρε στήριγμα ἀκλόνητον τῶν ἐν Ἄθῳ μοναστῶν.
Χαῖρε ὅτι τὴν κάραν τοῦ δολίου συντρίβεις·
χαῖρε ὅτι πρὸς δόξαν τὴν ἀγήρω ἐπήρθης.
Χαῖρε Χριστοῦ ὁρῶν τὴν λαμπρότητα·
χαῖρε ἐχθροῦ ἑλὼν τὴν κακότητα.
Χαῖρε Μονῆς Καρακάλλου τὸ κλέος·
χαῖρε σεπτὸν Ὄρους Ἄθωνος εὖχος.
Χαίροις Μάρτυς ἀήττητε.
Σῶμα
τὸ ἱερόν σου, ἐκκομίσαντες μάκαρ, μετὰ χρονίαν κατάθεσιν ἐν τάφῳ χάριν
καὶ ἁγιασμόν, ἐξ αὐτοῦ οἱ εὐσεβεῖς ἐκαρπώσαντο, Ὁσιομάρτυς ἔνδοξε,
ἀναβοῶντες τῇ, Τριάδι·
Ἀλληλούϊα.
Τῶν
σεπτῶν σου λειψάνων, ἡ Μονὴ Καρακάλλου, πλουτήσασα πανάγιον τμῆμα,
χαίρει πνευματικῶς καὶ σκιρτᾷ χάριν ἐξ αὐτῶν τρυγῶσα καὶ ἔλεος, καὶ
μέλπουσα τοὺς ἄθλους σου, Γεδεὼν πόθῳ σοι κράζει·
Χαῖρε Μονῆς σου τὸ θεῖον γέρας·
χαῖρε ἐχθρῶν συντρίβων τὸ κέρας.
Χαῖρε Θετταλίας τὸ ἅγιον βλάστημα·
χαῖρε Καρακάλλου τὸ θεῖον ἀγλάϊσμα.
Χαῖρε Γεδεὼν μακάριε, Θετταλῶν ἡ καλλονή·
χαῖρε μοναζόντων στήριγμα καὶ πιστῶν ἡ χαρμονή.
Χαῖρε ὅτι παρέχεις τοῖς πιστοῖς τὰς αἰτήσεις·
χαῖρε ὅτι ἐκτρέπεις τοῦ ἐχθροῦ τὰς ὁρμήσεις.
Χαῖρε διπλῶν τιμῶν ἀξιούμενος·
χαῖρε ἡμῖν τὰ κρείττω δωρούμενος.
Χαῖρε Χριστοῦ ἱερὸς παραστάτης·
χαῖρε ἡμῶν θεοφόρος προστάτης.
Χαίροις Μάρτυς ἀήττητε.
Ὕμνοις
σου την αγιαν ἑορτάζοντες μνήμην, πληρούμεθα πολλῆς εὐφροσύνης· σὺ γὰρ
ἀοράτως ἡμῖν, ἐφιστάμενος χορηγεῖς χάριν ἄφθονον, Ὁσιομάρτυς Ἅγιε τοῖς
εὐλαβῶς Χριστῷ βοῶσιν·
Ἀλληλούϊα.
νῶς
τριάδος τῆς θείας καθο ῶν ἐν ὑψίστοι καὶ θέσει θεουμενος ἁγίᾳ λῦσον
παθημάτων σκοτασμόν, Γεδεὼν Ὁσιοιμιάρτυς μακάριε, καὶ δίδου ἡμῖν
πάντοτε, τὴν ἀρωγήν σου τοῖς βοῶσι·
Χαῖρε Ἀγγέλων ὁ συμπολίτης·
χαῖρε ὁ ἅγιος στεφανίτης.
Χαῖρε θεατὴς τῆς ἀῤῥήτου ἐλλάμψεως·
χαῖρε χορηγὸς σωτηρίου καθάρσεως.
Χαῖρε μέτοχος καὶ σύμμορφος ἀμοιβῶν ἀθλητικῶν·
χαῖρε πρόμαχος καὶ ἔφορος εὐσεβῶν Χριστιανῶν.
Χαῖρε ὅτι βραβεύεις τῇ, πατρίδι σου χάριν·
χαῖρε ὅτι ξηραίνεις παθημιάτων τὴν ζάλην.
Χαῖρε πιστοῖς παρέχων ἰάματα·
χαῖρε ἡμῖν βραβεύων τὰ ἄριστα.
Χαῖρε ψυχων ἐκκαθαίρων τὸν ῥύπον·
χαῖρε πιστῶν κατευφραίνων τὸν δῆμον.
Χαίροις Μάρτυς ἀήττητε.
Χάριν
ἡμιν ἐξαίτει, καὶ βοήθειαν θείΘιν, τοῖς ἐν τῇ, ονῇ σου ἀσκουμένοις σὲ
γὰρ προστάτην καὶ πρεσβευτήν, πρὸς τὸν Δεσπότην Γεδεὼν κεκτήμεθα, καὶ
σοὶ πίστει προστρέχομεν, καὶ ἐκβοῶμεν τῷ Κυρίῳ·
Ἀλληλούϊα.
Ψάλλοντές
σου τοὺς ὕμνους Γεδεὼν μετὰ πόθου, ὑμνοῦμέν σου τοὺς θείους ἀγῶνας·
ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν Χριστῳ, μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν δεόμενος, ὡς ἂν τῆς
θείας τύχωμεν, κληρονομίας ἐκβοῶντες·
Χαῖρε τῶν ἄνω ὁ κληρονόμος·
χαῖρε ὁ μάρτυς ὁ θεοφόρος.
Χαῖρε τῶν ἀΰλων Ἀγγέλων συνόμιλος·
χαῖρε τῶν Ἁγίων ἁπάντων ὁμόσκηνος.
Χαῖρε τεῖχος καὶ ὀχύρωμα τῆς Μονῆς σου τῆς σεπτῆς·
χαῖρε μέγας πρὸς τὸν Κύριον μοναζόντων πρεσβευτής.
Χαῖρε δι᾿ οὗ παθῶν ἰαθήσομαι·
χαῖρε δι᾿ οὗ φωτὸς πληρωθήσομαι.
Χαῖρε χαρὰ τῆς Μονῆς σου καὶ εὖχος·
χαῖρε κἀμοῦ τοῦ ὑμνοῦντός σε σθένος.
Χαίροις Μάρτυς ἀήττητε.
Χριστοῦ στρατιῶτα, Γεδεὼν θεοφόρε, Ὁσίων καὶ Μαρτύρων φαιδρότης (έκ γ᾿ ), δεδεγμένος τοὺς ὕμνους ἡμῶν, ἀντιδίδου ἡμῖν τὴν σὴν ἀντίληψιν, ὡς ἂν ἐν ὁμοφροσύνῃ τῇ Τριάδι ἀεὶ βοῶμεν·
Ἀλληλούϊα.
Δίστιχον:
Χαῖρε Γεδεὼν Χριστοῦ Ὁσιομάρτυς,
Γεράσιμος πόθῳ σοι ἀνακραυγάζει.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου