ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
ἱεράρχης ἀληθὴς τοῦ Σωτῆρος, καὶ οἰκονόμος τῶν ψυχῶν θεοφόρος, καὶ πρεσβευτὴς
ὑπὲρ ἡμῶν πρὸς Κύριον, Ἅγιε Τιμόθεε, ἐκδυσώπει ἀπαύστως, πάσης βλάβης ῥύεσθαι,
καὶ παθῶν καὶ κινδύνων, καὶ νοσημάτων Πάτερ χαλεπῶν, τοὺς προσιόντας, τῇ θείᾳ
πρεσβείᾳ σου.
Δόξα.
Τοὺς
καταφεύγοντας τῇ θείᾳ σου κάρᾳ, καὶ τὴν θερμήν σου ἀρωγὴν ἐκζητοῦντας,
θαυυματουργὲ Τιμόθεε Πατὴρ ἡμῶν, σκέπε καὶ διάσωζε, ἀπὸ πάσης ἀνάγκης, λύσιν
τῶν ἐν βίῳ δέ, συμφορῶν πᾶσι δίδου, καὶ εἰρηναίαν Ἅγιε ζωήν, τῇ σῇ δεήσει,
παμμάκαρ πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Τῇ μητρικῇ Σου κεχρημένη
πρεσβείᾳ, ὑπὲρ ἡμῶν Γλυκοφιλοῦσα Παρθένε, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα ὑπὲρ
ἔννοιαν, τοῦτον καθικέτευε, ἐκτενῶς Θεοτόκε, δοῦναι ἡμῖν ἄφεσιν, τῶν ἐν βίῳ
πταισμάτων, καὶ τῆς μελλούσης δόξης καὶ χαρᾶς, καταξιῶσαι, τοὺς Σὲ
μεγαλύνοντας.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Σὲ ἀρωγὸν κεκτήμεθα Πάτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Συνεχομένους πειρασμοῖς καὶ
θλίψεσι, μὴ ὑπερίδῃς ἡμᾶς, τοὺς τῇ σῇ πρεσβείᾳ, Πάτερ καταφεύγοντας, Τιμόθεε
μακάριε, ἀλλὰ τούτων τὴν λύσιν, δίδου ταῖς σαῖς παρακλήσεσι, τοῖς εἰλικρινῶς σὲ
γεραίρουσι.
Ἐν τοῖς κινδύνοις βοηθόν σε
ἕτοιμον, καὶ ῥύστην ἐν πειρασμοῖς, καὶ ἐν ἀσθενείαις, ἰατρὸν ἔχοντες, Τιμόθεε
μακάριε, τῇ θερμῇ σου πρεσβείᾳ, διὰ παντὸς καταφεύγομεν, καὶ πάσης λυτρούμεθα
θλίψεως.
Ἀγγελικαῖς συναγελάζων
τάξεσι, Πάτερ Τιμόθεε, σὺν αὐταῖς δυσώπει, τὸν τῶν ὅλων Κύριον, πταισμάτων
δοῦναι ἄφεσιν, καὶ παθῶν θεραπείαν, τοῖς μετὰ πίστεως σπεύδουσι, τῇ ἁγίᾳ κάρᾳ
σου Ὅσιε.
Θεοτοκίον.
Ῥῶσιν παράσχου καὶ ὑγείαν
ἄχραντε, ψυχῆς καὶ σώματος, καὶ τῶν ἐν τῷ βίῳ, δυσχερῶν τὴν λύτρωσιν, τοῖς πόθῳ
καταφεύγουσι, τῇ Σῇ σκέπῃ Παρθένε, Γλυκοφιλοῦσα πανύμνητε, καὶ Σὲ Θεοτόκον
δοξάζουσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡς
καλόν σε ποιμένα καὶ ὁδηγὸν ἔχουσα, αὕτη σου ἡ Μάνδρα θεόφρον, πιστῶς
προστρέχει σοι, καὶ ἐκβοᾷ σοι θερμῶς· ἐπὶ τὰς τρίβους Κυρίου, ἀσφαλῶς ὁδήγει
με, Πάτερ Τιμόθεε.
Γνώμην
ἔμφρονα δίδου καὶ λογισμὸν σώφρονα, καὶ προσεκτικὸν νοῦν ἐν πᾶσιν, ἡμῖν τοῖς
τέκνοις σου, τοῖς προσανέχουσιν, ὅλῃ ψυχῇ καὶ καρδίᾳ, τῇ ἐπιστασίᾳ σου, Πάτερ
Τιμόθεε.
Ὀδυνῶν
πολυτρόπων καὶ συμφορῶν λύτρωσαι, καὶ ἀλλεπαλλήλων κινδύνων, καὶ περιστάσεων,
Πάτερ Τιμόθεε, τοὺς τῇ ἁγίᾳ σου κάρᾳ, εὐλαβῶς προστρέχοντας, καὶ σὲ
γεραίροντας.
Θεοτοκίον.
Νόμων
δίχα τεκοῦσα τῶν φυσικῶν ἄχραντε, τὸν Θεὸν τῶν ὅλων καὶ Κτίστην, παρθένος
ἔμεινας, μετὰ τὴν κύησιν· ὅθεν, κἀμὲ Θεοτόκε, νόμων τῶν τοῦ χείρονος, ῥῦσαι καὶ
σῶσόν με.
Διάσωσον,
τῇ δεδομένῃ σοι χάριτι Ἱεράρχα, πάσης βλάβης καὶ πειρασμῶν καὶ κακώσεων, τοὺς
προσιόντας Τιμόθεε τῇ σῇ σκέπῃ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ θεῖον
ἀντιλήπτορα, καὶ σκέπην στεῤῥάν, καὶ πρέσβυν πρὸς τὸν Κύριον, πλουτοῦσά σε ἡ
Μάνδρα σου, ἐκ βαθέων βοᾷ σοι Τιμόθεε· μὴ διαλίπῃς πρεσβεύειν Θεῷ, ἐκ πάσης
λυτροῦσθαί με στενώσεως.
ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.
Καταφυγήν, καὶ ἀσφαλείας
προπύργιον, Ἱεράρχα, Ὅσιε Τιμόθεε, τὴν ἀρωγήν σου τὴν θαυμαστήν, ἔχοντες ἐν
πᾶσι, πᾶσαν δαιμόνων ἐπίθεσιν, καὶ ἔφοδον καὶ βλάβην, ἐκκρουόμεθα Πάτερ, καὶ
πολλῆς εὐφροσύνης πληρούμεθα.
Ἔχει ἡ σή, Μονή σε Πάτερ
Τιμόθεε, ποιμενάρχην, ὡς θεῖον δομήτορα, καὶ παιδευτὴν πάσης ἀρετῆς· ὅθεν
ταύτην ῥύου, τῶν ἐν τῷ βίῳ συμπτώσεων, καὶ πάσης δυσχερείας, καὶ τῆς σῆς
εὐλογίας, δαψιλῶς ταύτῃ δίδου τὰς χάριτας.
Κάραν τὴν σήν, τὴν
δοξασθεῖσαν τῇ χάριτι, τοῦ Ἁγίου, θεοφόρε Πνεύματος, περικυκλοῦντες πανευλαβῶς,
ἐξ αὐτῆς ἰάσεις, παντοδαπὰς κομιζόμεθα, εἰς νόσων θεραπείαν, καὶ ψυχῶν
σωτηρίαν, ἀνυμνοῦντές σε Πάτερ Τιμόθεε.
Θεοτοκίον.
Τὴν τῶν ψυχῶν, ἐκ Σοῦ
ὑγείαν λαμβάνοντες, καὶ σωμάτων, ἅμα τὴν ἀνάῤῥωσιν, Γλυκοφιλοῦσα Κόρη ἁγνή, τὰς
εὐεργεσίας, τὰς πολλαπλᾶς σου κηρύττομεν, δι’ ὧν ἡμᾶς διέπεις, καὶ ἐκτρέφεις
καὶ σώζεις, οἷα μήτηρ φιλόστοργος Δέσποινα.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ἡ θερμή σου πρεσβεία, τοὺς
πιστῶς καλοῦντάς σε Πάτερ προφθάνουσα, σώζει ἐκ κινδύνων, καὶ λοιμὸν ἀφανίζει
πανώλεθρον· ὅθεν τοὺς ἐν πόνοις, καὶ ἐν στενώσεσι τοῦ βίου, θλιβομένους
προφθάσας διάσωσον.
Μέγας ὤφθης προστάτης, Ἅγιε
Τιμόθεε τῶν προσιόντων σοι· ὅθεν σοι προστρέχει, ἐν καιρῷ συμφορῶν τε καὶ
θλίψεων, Ἀθηνῶν ἡ πόλις, καὶ Ἀττικὴ σύμπασα Πάτερ, καὶ τῆς σῆς ἀπολαύουσι
χάριτος.
Εὐπραγίαν ἐν πᾶσι, καὶ
εἰρηνικὴν ζωὴν δίδου Ἅγιε, καὶ πταισμάτων λύσιν, καὶ χαρὰν τὴν κατ’ ἄμφω
Τιμόθεε, τῇ σῇ ἀντιλήψει, καὶ πατρικῇ σου συμπαθείᾳ, τοῖς προστρέχουσι πόθῳ τῇ
σκέπῃ σου.
Θεοτοκίον.
Θαυμαστῶς ὡραιώθη, ὦ
Γλυκοφιλοῦσα Μορφή Σου ἡ ἄχραντος, καὶ ὑπὲρ ἡλίου, τὰς αὐγὰς ἀπαστράπτει τὴν
χάριν Σου, καὶ διασκεδάζει, παθῶν ὁμίχλην ὀλεθρίων, καὶ εὐφραίνει τοὺς Σὲ
μεγαλύνοντας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀκοίμητος, βοηθὸς ἴσθι
Πάτερ, τῆς ἁγίας σου Μονῆς ἱεράρχα, τῆς προσκειμένης τῇ σῇ προστασίᾳ, καὶ
καυχωμένης τοῖς θείοις σου θαύμασι, Τιμόθεε θαυματουργέ, κατευθύνων αὐτὴν πρὸς
τὰ κρείττονα.
Παντοίων, πειρατηρίων καὶ
πόνων, καὶ δεινῶν ἀσθενειῶν καὶ κινδύνων, καὶ πάσης ἄλλης ἀνάγκης τοῦ βίου, καὶ
ἐπηρεία ἐχθροῦ τοῦ ἀλάστορος, φύλαττε Πάτερ ἀσινεῖς, τοὺς πιστῶς σε τιμῶντας
Τιμόθεε.
Ἀστράπτει, τῶν ἰαμάτων τὴν
αἴγλην, ὡς φωτὸς κατοικητήριον Πάτερ, ἡ παναγία σου κάρα τῷ κόσμῳ, καὶ τῶν
παθῶν διαλύει τὴν ζόφωσιν· ᾗ προσιόντες εὐλαβῶς, εὐφροσύνης ἐνθέου πληρούμεθα.
Θεοτοκίον.
Τὴν Μάνδραν, ἣν πλείστοις
ἵδρυσε πόνοις, καὶ ἀνέθετο τῇ Σῇ προστασίᾳ, ὁ θεοφόρος Τιμόθεος Κόρη, ἐκ πάσης
σκέπε κακίας τοῦ χείρονος, Γλυκοφιλοῦσα Μαριάμ, τὴν εἰρήνην Σου ταύτῃ
παρέχουσα.
Διάσωσον,
τῇ δεδομένῃ σοι χάριτι Ἱεράρχα, πάσης βλάβης καὶ πειρασμῶν καὶ κακώσεων, τοὺς
προσιόντας Τιμόθεε τῇ σῇ σκέπῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ τῇ σῇ
καταφεύγουσα, ἡ τῆς Πεντέλης Μονὴ Πάτερ Ὅσιε, λυτροῦται δεινῶν περιστάσεων, καὶ
τῆς εὐνοίας σου δρέπει τὰς χάριτας· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.
Προκείμενον: Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Αἴγλῃ θείου Πνεύματος,
καταυγασθεὶς τὴν καρδίαν, Ἱεράρχης Ὅσιος, ἀληθῶς Τιμόθεε ἐχρημάτισας, καὶ φωτὶ
Ἅγιε, τῶν ἐν σοὶ χαρίτων, καὶ θαυμάτων ταῖς λαμπρότησι, πυρσεύεις ἅπασαν, Πάτερ
Ἀττικὴν τὴν τιμῶσάν σε, καὶ Κάλαμον καὶ Εὔβοιαν, Αἴγιναν καὶ Κέαν ἑκάστοτε·
ὅθεν σου τῇ κάρᾳ, προστρέχοντες ἐν πίστει ἀληθῆ, ἁγιασμόν τε καὶ ἔλεος, ἐξ
αὐτῆς λαμβάνομεν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἔργοις τοῦ σκότους
ἐδουλώθην, καὶ ἐτάζομαι παθήμασι καὶ νόσοις· ἀλλὰ Πάτερ τῇ σῇ, προστρέχω
ἀντιλήψει, ἵνα ῥυσθῶ Τιμόθεε, τῆς εὑρούσης με ὀδύνης.
Ῥεῖθρον ἰάσεων βλυστάνει,
Πάτερ Ὅσιε ἡ θεία κεφαλή σου, καὶ λοιμὸν χαλεπόν, εἰς τέλος κατακλύζει, καὶ
ῥῶσιν νέμει ἅπασι, καὶ χαρὰν καὶ εὐφροσύνην.
Γῆ ἡ πατρώα σου καυχᾶται,
τοὶς σπαργάνοις σου Τιμόθεε παμμάκαρ· ἀλλ’ ἡ χάρις ἡ σή, τοῖς ἅπασιν ἐκλάμπει,
καὶ διαλύει Ὅσιε, τῶν παθῶν νύκτα βαθεῖαν.
Θεοτοκίον.
Ἔλλαμψιν δίδου σωτηρίας, τῇ
καρδίᾳ μου ἁγνὴ Γλυκοφιλοῦσα, καὶ πρὸς φῶς νοητόν, τῶν θείων προσταγμάτων,
ὁδήγει με πανάμωμε, μητρικῇ Σου συμπαθείᾳ.
ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ῥῦσαι πάσης ἀνάγκης καὶ
μανίας, καὶ βουλῆς πονηρᾶς, ἐχθροῦ τοῦ βροτοκτόνου, τοὺς ἐπιγραφομένους σε
Τιμόθεε, ῥύστην καὶ προστάτην, καὶ πρὸς τὴν σὴν σκέπην, ἀπαύστως ἀφορῶντας.
Ἀττική σου τὰ θαύματα
κηρύττει· Ἀθηναίων γὰρ τὴν πόλιν ἐλυτρώσω, βροτολοιγοῦ λοιμοῦ Πάτερ Τιμόθεε·
ὅθεν καὶ μελλόντων, ἡμᾶς λοιμῶν καὶ πόνων, ἀπάλλαξον ταχέως.
Σωτηρίαν ἡ Αἴγινα ἐφεῦρεν,
ἐπισκέψει σοφέ, τῆς θαυμαστῆς σου κάρας, ἐξ ἀσθενείας ὀλεθρίου Ὅσιε· ἀλλὰ καὶ
παντοίας, βλάβης καὶ ἀῤῥωστίας, ἀτρώτους ἡμᾶς σῶζε.
Θεοτοκίον.
Ἰσχυράν Σε παράκλησιν ἐν
πόνοις, καὶ χαρὰν ἀληθῆ, ἐν θλιβεροῖς τοῦ βίου, πεπλουτηκὼς δι’ ἄκραν
ἀγαθότητα, ὦ Γλυκοφιλοῦσα, κηρύττω Σου τὴν χάριν, τὴν πρὸς ἐμὲ πλουσίαν.
ᾨδὴ θ΄. Ἐξέστῃ ἐπὶ τούτῳ.
Μεγίστων χαρισμάτων
ἀξιωθείς, Ἱεράρχα Τιμόθεε Ὅσιε, ὡς τὸν Θεόν, βίῳ μεγαλύνας θεοειδεῖ, μεγάλων
πόνων πάντοτε, καὶ πειρατηρίων ὀδυνηρῶν, καὶ νόσων καὶ κινδύνων, λύτρωσαι τοὺς
ἐν πίστει, εἰλικρινεῖ σε μακαρίζοντας.
Οἱ νόσοις συνεχόμενοι
χαλεποῖς, τῇ Μονῇ τῆς Πεντέλης προσέλθετε, καὶ τῇ σεπτῇ, κάρᾳ Τιμοθέου τοῦ
ἱεροῦ, προσπέσατε ἐκ πίστες, ἵνα θεραπείαν τὴν ποθητήν, κομίσησθε ταχέως·
πηγάζει γὰρ ἀπαύστως, τοῖς προσιοῦσι τὰ ἰάματα.
Ὑπάρχων Πάτερ πλήρης θείου
φωτός, ὡς φωτὸς κληρονόμος καὶ μέτοχος, σκότος παθῶν, τῶν περικυκλούντων με
χαλεπῶς, διάλυσον Τιμόθεε, καὶ φωτί με γνώσεως ἀληθοῦς, καταύγασον θεόφρον, ὡς
ἂν φωτὸς τὰ ἔργα, καὶ ἐργασθῶ καὶ πράξω Ὅσιε.
Θεοτοκίον.
Ὑπέρλαμπρε λυχνία
χρυσοφαής, Θεοτόκε Παρθένε πανύμνητε, Μῆτερ Θεοῦ, λάμπρυνον ψυχήν μου τὴν
ζοφεράν, καὶ τὴν ἐν ἐμοὶ νέκρωσον, Κόρη ἁμαρτίαν τὴν χαλεπήν, καὶ πάσης
συνηθείας, ῥῦσαί με ὀλεθρία,ς καὶ μετὰ τέλος ἁγνὴ σῶσόν με.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Κάλαμος σε ἤνεγκεν ἀληθῶς,
ὡς εὔκαρπον δένδρον, εὐκαρπίας πνευματικῆς· ὅθεν τῶν καρπῶν σου, Χριστοῦ ἡ
Ἐκκλησία, Τιμόθεε τρυφῶσα, ὕμνοις γεραίρει σε.
Βίον ἐκ νεότητος ἱερόν,
βιώσας Ὁσίων, Ἱεράρχης θεοειδής, ἐν ὑστέροις χρόνοις, Τιμόθεε ἐδείχθης, καὶ τῶν
Ἁγίων πάντων, Πάτερ ἰσότιμος.
Χαίροις ὁ Πεντέλης θεῖος
πυρσός, Εὐρίπου τὸ κλέος, καὶ Εὐβοίας πάσης φωστήρ, Καλάμου ἡ δόξα, καὶ τῶν
πιστῶν προστάτης, Τιμόθεε παμμάκαρ, Μονῆς σου ἔφορε.
Κάραν σου τὴν θείαν καὶ
θαυμαστήν, ἔχει ἡ Μονή σου, ὡς θησαύρισμα νοητόν· ὅθεν ταύτῃ πᾶσα, ἡ Ἀτιικὴ
προστρέχει, καὶ ἐξ αὐτῆς λαμβάνει, χάριν σωτήριον.
Ὡς ἐῤῥύσω πάλαι δεινοῦ
λοιμοῦ, Ἀθηνῶν τὴν πόλιν, καὶ τὴν Αἴγιναν θαυμαστῶς, οὕτως ἡμᾶς ῥύου, Τιμόθεε
τρισμάκαρ, πάσης ἐπερχομένης, ὀργῆς καὶ θλίψεως.
Φύλαττε καὶ σκέπε τὴν σὴν
Μονήν, Τιμόθεε Πάτερ, τὴν τιμῶσαν πανευλαβῶς, τὴν σεπτήν σου κάραν, καὶ τὴν
λαμπράν σου μνήμην, λαμπροφανῶς τελοῦσα, καὶ σὲ γεραίρουσαν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας
πιστῶς, τῇ σῇ ἀρωγῇ καὶ πρεσβείᾳ, Πάτερ Τιμόθεε, πάσης περιστάσεως καὶ
νοσημάτων δεινῶν, καὶ κινδύνων ἑκάστοτε, ἐπισυμβαινόντων, λύτρωσαι δεόμεθα, καὶ
πάσης ἄλλης πληγῆς· σοῦ γὰρ τὴν μυρίπνοον κάραν, ὥσπερ θησαυρὸν κεκτημένοι, τὴν
σὴν χάριν πάντοτε καρπούμεθα.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
πηγή: voutsinasilias.blogspot.gr
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου