Κατηγορίες αναρτήσεων

Τρίτη 16 Αυγούστου 2016

ΑΥΓΟΥΣΤΟΣ 16!! ΑΓΙΟΣ ΑΚΑΚΙΟΣ ΕΠΙΣΚΟΠΟΣ ΛΗΤΗΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
https://4.bp.blogspot.com/-2QmZsun3T_o/V6L0qBpjV0I/AAAAAAAAfYE/Uz80pfrEa0AmLcFjr6Ol6ReoY-UE9bYwACLcB/s320/26.%2B%25CE%2591%25CE%259A%25CE%2591%25CE%259A%25CE%2599%25CE%259F%25CE%25A3%2B%2526%2B%25CE%2594%25CE%2591%25CE%259C%25CE%2599%25CE%2591%25CE%259D%25CE%259F%25CE%25A3%2B%25CE%259B%25CE%2597%25CE%25A4%25CE%2597%25CE%25A3%2B%25281%2529.jpg
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Ἀκακίου τοῦ σοφοῦ ἱεράρχου, πανευλαβῶς τῶν φιλεόρτων χορεῖαι, Χριστιανῶν τιμήσωμεν τὴν μνήμην πιστῶς, βίον τούτου ἐκμιμούμενοι, ἀρετὰς τὰς θεοειδεῖς, ἆθλα τὰ ἀσκητικά, πολιτείαν ἀρίστην, ὡς θεῖον πρέσβυν ἔχοντες Χριστῷ, ὅπως πρεσβεύει, ἡμῖν δοῦναι ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Σοφοῦ Ἱεράρχου ἡδὺ μελώδημα. Γεωργίου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Σαρκὸς ἀλγηδόνας ὀδυνηράς, νοὸς ἐκτροπάς μου, σὺν τοῖς πάθεσι τῆς ψυχῆς, μετάβαλε Πάτερ σαῖς πρεσβείαις, πρὸς τὸν Σωτῆρα καὶ δὸς τούτων ἄφεσιν.
Ὀσμὴν εὐωδίας πνευματικήν, Ἀκάκιε μάκαρ, δὸς ὑμνῆσαι σὴν βιοτήν, καὶ κάθαρον σῶμα νοῦν ψυχήν μου, πνευματοφόρε Ὁσίων ἀγλάϊσμα.
Φιλάνθρωπον Πλάστην καὶ Λυτρωτήν, διδόναι πταισμάτων, ἀπολύτρωσιν καὶ παθῶν, δυσώπει τῶν θλίψεων ῥυσθῆναι, τοὺς σὲ ὑμνοῦντας Ἀκάκιε Ὅσιε.
Θεοτοκίον.
Ὀδύνην ψυχῇ μου τῇ ῥυπαρᾷ, προὐξένησε Μῆτερ, διανοίας ἡ πρὸς ῥοπήν, κινοῦσα τὴν φύσιν ἁμαρτία, ἀλλ’ εἰς χαρὰν τὴν πικρίαν μετάτρεψον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑψηλόφρονος γνώμης παρ’ ὃ δεῖ ἀπάλλαξον, καὶ δὸς ἄνω Πάτερ φρονεῖν μοι, ἀεὶ τὰ κρείττονα, ὥσπερ ἐβίωσας, σὺ ἀμετεώριστος πέλων, ἵνα δόξης μέτοχον, Κύριος δείξῃ με.
Ἰταμὰς τοῦ βελίαρ σὺ στρατιὰς ἥλασας, ἔχθραν τοῖς ἀνθρώποις οὐδόλως, μὴ ἐνδεικνύμενος, ταῖς προσευχαῖς καρτερῶν, καὶ τὸν Χριστὸν ἱκετεύων, Ὃν ἡμᾶς λυτρώσασθαι, σοφὲ δυσώπησον.
Ἐχθρῶν ῥῦσαί με Πάτερ καὶ ψαλμικῶς ὄνομα, μέγιστον ᾀδόντων Δεσπότου, τήρει ἀπήμονας, σὲ δὲ τιμώντων ᾠδαῖς, ὡς ταπεινὸς ἦσθα δοῦλος, μνήσθητι δεόμεθα, ἐν ὥρᾳ κρίσεως.
Θεοτοκίον.
Ῥυσαμένη τὸ γένος ὡς συμπαθὴς Δέσποινα, τῶν βροτῶν ἐλαύνεις τὰς νόσους, βαλσάμῳ χάριτος, Σαῖς μητρικαῖς πρὸς Υἱόν, εὐμενεστάταις πρεσβείαις, ταχὺ θεραπεύουσα, ψυχὰς καὶ σώματα.
Διάσωσον, ὦ θεοφόρε Ἀκάκιε ἐκ κινδύνων, τὴν Λαγκαδᾶ ἐπαρχίαν πίστει καταφεύγουσα, σῇ ἀρωγῇ μνήμην σου νῦν τελοῦσαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν καὶ πρέσβυν πρὸς φιλάνθρωπον, πτωχὸν ἀρωγὸν πασχόντων ἀντιλήπτορα, ὁδηγὸν κεκτήμεθα, σὲ Πάτερ τῶν πιστῶν πληθὺς κράζοντες, σπεῦσον ταχέως ῥῦσαι συμφορῶν, ὀργῆς ἀνάγκης κινδύνων καὶ θλίψεων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀλγηδόνων ἐκλύτρωσαι, εἰδωλολατρείας τρισμάκαρ ἅπαντας, τοὺς ζητούντας σὴν ἀντίληψιν, καὶ παράσχου βίον ἀνεπίληπτον.
Ῥαθυμίαν ἐκδίωξον, καὶ ἀπόθου λύπην πᾶσαν Ἀκάκιε, κἀμῶν δὲ τῶν ἀνυμνούντων σε, ἴασαι ταχὺ ψυχῆς νοσήματα.
Χαρὰν δίδου Ἀκάκιε, ὡς χαρᾶς δοχεῖον ὢν ἐκ τῶν θλίψεων, τῶν ἡμᾶς λυπούντων Ἅγιε, πάντων δυσχερῶν φωτὶ σῆς χάριτος.
Θεοτοκίον.
Ὅπως ἵλεως γένηται, ἡμῖν ὁ Υἱός Σου ὁ πολυεύσπλαγχνος, δυσωποῦμέν Σε πανύμνητε, πάντας ἐκλυτρώσασθαι κολάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον Θεῷ, ὦ Ἀκάκιε τὰς χεῖράς σου, καὶ παθῶν κόπασον τὴν ζάλην λιταῖς, σαῖς πρὸς Σωτῆρα, γαλήνην θείαν δωρούμενος.
Ἦρας τὸν Σταυρόν, τοῦ Χριστοῦ ἐπ’ ὤμων Ὅσιε, οὗ τῇ δυνάμει περιχαράκωσον, ἵνα δαιμόνων, κἀμεῖς τροπούμεθα φάλαγγας.
Δεῦτε τῆς Λητῆς, καὶ Ῥεντίνης τὸν Ἐπίσκοπον, πόθῳ τιμήσωμεν πιστοὶ ψαλμικῶς, καὶ ταῖς πρεσβείαις αὐτοῦ Χριστῷ αἰτησώμεθα.
Θεοτοκίον.
Ὕμνοις λιγυροῖς, μεγαλύνομέν Σε ἄχραντε, τὸν ἀχώρητον χωρήσασα γαστρί, Ὃν ἐκδυσώπει ἡμᾶς, τρυφῆς ἀξιώσασθαι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Μετάνοιαν, πρὸς καλήν με ἴθυνον, καὶ πρὸς τρίβους τοῦ Χριστοῦ σωτηρίους, θεοπρεπῶς, ἱερώτατε Πάτερ, τῶν μοναστῶν καὶ πιστῶν ἐγκαλλώπισμα, τὸν μέλποντα περιχαρῶς, ἀρετάς σου καὶ θεῖα παλαίσματα.
Ἐπίχρμα, ἐγενόμην δαίμοσιν, ἡδοναῖς τῆς ἁμαρτίας δουλεύσας, ὅτι παθῶν, ἡ ψυχὴ ἐμολύνθη, καὶ ὡς ἰχθὺν ὁ σατᾶν με ἐζώγρησεν, ἀλλὰ πρὸ τέλους ἐκβοῶ· Ἀκακίου λιταῖς Σῶτερ σῶσόν με.
Λευκόχροον, τὴν ψυχὴν ἀνάδειξον, ἀποκάθαρον παθῶν προσευχαῖς σου, νόσων δεινῶν, πειρασμῶν με ὀδύνης, ὦ Πάτερ ῥῦσαι κινδύνων καὶ θλίψεων, καρδίαν νοῦν σῶμα ψυχήν, ἐξ ἐχθρῶν ἀοράτων λυτρούμενος.
Θεοτοκίον.
Ὦ Δέσποινα, ἐκ παθῶν με νήστευσον, καὶ δυνάμει Σου ἐνίσχυσον θείᾳ, ὅ,τι τροφός, γλυκασμὸς καὶ ἀγάπη, ἡμῶν ὑπάρχεις ἐλπὶς καὶ μεσίτρια· ἀεὶ ὑμνοῦμέν Σε πιστῶς, προσκυνοῦντες τὸν ἄφραστον Τόκον Σου.
Διάσωσον, ὦ θεοφόρε Ἀκάκιε ἐκ κινδύνων, τὴν Λαγκαδᾶ ἐπαρχίαν πίστει καταφεύγουσα, σῇ ἀρωγῇ μνήμην σου νῦν τελοῦσαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀντιλήπτωρ τῶν Χριστιανῶν πέλεις Ἅγιε, καὶ μεσίτης πάντων τῶν πιστῶν πρὸς τὸν Κύριον· σὺ λαοῦ σου Λητῆς Ῥεντίνης ὤφθης ὁδηγός· διὸ πρόφθασον θεῖε ποιμήν, εἰς τὴν βοήθειαν ταχύ, τῶν πιστῶς προσκαλούντων σε· ἴασαι τοὺς νοσοῦντας, ἐκλύτρωσαι δαιμονῶντας, ἡμᾶς ἐκ βλάβης ἐξελοῦ, καὶ ἀνάγκης ὦ Ἀκάκιε.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Ἱεραρχικόν.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ἱεράρχα Ἅγιε, σαρκὸς τὸν μεμολυσμένον, καὶ ψυχῆς τὸν ἄσωτον, σὲ νῦν καταφεύγοντα μὴ ἐάσῃς με· δέομαι σῶσόν με, λιταῖς πρὸς Κύριον, σαῖς Ἀκάκιε πανθαύμαστε, ἴασιν δώρησαι ἄμφω καὶ κινδύνων ἐκλύτρωσαι, θλίψεων ἐξαιρούμενον, καὶ τῶν χαλεπῶν συμφορῶν τοῦ βίου· ὅπως ἀνυμνῶ σου, πληθὺν τῶν θαυμασίων ἀληθῶς, καὶ μεγαλύνω τοῖς ᾄσμασιν, ἄθλους καὶ καμάτους σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δαιμόνων καθαιρέτα τῶν αἱρέσεων θράση καὶ τῶν βαρβάρων ὀφρύν, Ἀκάκιε παμμάκαρ, κατάβαλε ἐν τάχει, ἵνα χαίροντες μέλπωμεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡμᾶς εὐσεβοφρόνως, ἀνυμνοῦντά σε κλέος, τῶν Ὀρθοδόξων λαῶν, σαῖς πρὸς Θεὸν πρεσβείαις, ἐκλύτρωσαι κινδύνων, καὶ εὐκλείας ἀξίωσον, τῆς Βασιλείας Θεοῦ, Ἀκάκιε θεόφρον.
Μετὰ τῶν Ἀσωμάτων, αὐλιζόμενος Πάτερ καὶ τῶν Ἁγίων Χριστόν, ἱλέωσαι λιταῖς σου, κολάσεως ῥυσθῆναι, θεοφόρε τοὺς κράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἁγνὴ νῦν καθορῶμεν, ἀπειρόγαμον Νύμφην, Σὲ ὡς κατεῖδε Μωσῆς, ἐν τῷ Σιναίῳ Βᾶτον, φλογὶ παραδοθεῖσαν, ἀλλ’ δ’ ἄφλεκτον μείνασαν· διὸ τὴν φλόγαν παθῶν, ἡμῶν σβέσον Παρθένε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀνῆλθες, πρὸς τὴν Σιὼν θεῖε Πάτερ, τοῦ ποθεῖν ὁρᾶν Χριστὸν Νυμφίον· ὅθεν προσευχαῖς σου, σὸν πόθον ἡμῖν δίδου.
Ἐλέους θείου, καὶ δωρεῶν πλῆσον μάκαρ, καὶ λαὸν τοῦ Λαγκαδᾶ τιμῶντα, σὲ τὸν εὐεργέτην, ἐν χρόνοις τοῖς δουλείας.
Ὦ πανοικτῖρμον, σῶσον λιταῖς Ἀκακίου, τοὺς πιστῶς ἀπαύστως Σὲ ὑμνοῦντας, καὶ δοξολογοῦντας, Σὸν κράτος εἰς αἰῶνας.
Θεοτοκίον.
Ῥῦσαι γεέννης, τῶν οὐρανῶν πλατυτέρα, καὶ Ἁγίων ἡ ἁγιωτέρα, Μῆτερ Σὲ ὑμνοῦντας, καὶ σκέπε πάσης βλάβης.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Γαλήνιον δὸς βίον, φύλαττε μοι Σῶτερ, τοῦ Ἀκακίου λιταῖς τὸν προσφέροντα, τόνδε τὸν ὕμνον καὶ πάντας διάσωσον.
Ἱκέτευε Σωτῆρα, ὅπως ψυχοφθόρων, ἁμαρτιῶν ἀπαλλάξῃ ἡμᾶς ὦ σοφέ, τοὺς σὴν πανένδοξον μνήμην πανηγυρίζοντας.
Ὀρδὰς τῶν ἀλλοπίστων, τρέψον πόῤῥῳ Πάτερ, ἡμᾶς τοὺς ἐπαπειλοῦντας, δουλῶσθαι οἰκτρῶς καὶ ὑπέρμάχει Ἑλλήνων ἀεὶ τιμώντων σε.
Θεοτοκίον.
Ὑψίστου ἡ καθέδρα, ὑπάρχεις Παρθένε· διὸ δυσώπει Υἱόν Σου σωθῆναι ἡμᾶς, τοὺς ἀληθῶς Θεοτόκον ὁμολογοῦντάς Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Μακεδόνων ὁδηγητής, Λαγκαδὰ ἡ δόξα, Ἐκκλησίας λαμπρὸς ἀστήρ, ὁ διδασκαλίαις, Χριστιανοὺς στηρίξας, τῇ πίστει ἐν δουλείας, χαλεποῖς ἔτεσιν.
Ὦ κατορθωμάτων ἀσκητικῶν, ἱδρώτων καμάτων, δακρυῤῥόων τε προσευχῶν, ὦ σῆς ἐγκρατείας, καὶ αὐστηρᾶς νηστείας· δι’ ὧν σὸν βίον Πάτερ, ὄντως ἐκόσμησας.
Ῥῦσαι τῶν παγίδων τοῦ πονηροῦ, τοὺς σοὺς ἐξυμνοῦντας, θείους ἄθλους Πάτερ σοφέ, ἐνάρετον βίον, καὶ πλῆθος θαυμασίων, ἃ ἔτι ζῶν ἐτέλεις, ἐν γῇ πανθαύμαστε.
Ἱκεσίαις δέξαι πάντων ἡμῶν, τῶν πιστῶς τιμώντων, σὴν πανένδοξον ἑορτήν, διδάσκαλε θεῖε, Ἀκάκιε θεόφρον, καὶ Λαγκαδὰ τὴν πόλιν, τήρει ἀσάλευτον.
Ὕψωσον τὰς χεῖράς σου πρὸς Θεόν, σὲ παρακαλοῦμεν, ὑπὲρ δούλων ἁμαρτωλῶν, Ἀκάκιε μάκαρ, τῶν σοῦ ὑμνολογούντων, τὴν φωτοφόρον μνήμην, ὡς πρέσβυς ἔνθερμος.
Χαίρει ἡ περίχωρος Λαγκαδά, ἐν σοὶ θεῖε Πάτερ, μετ’ Ἀσσήρου καὶ Λαγυνῶν, Λητῆς καὶ Ῥεντίνης, Σοχοῦ καὶ Ὄσσης γαίης, τιμῶσά σε ἐν ὕμνοις, σοφὲ Ἀκάκιε.
Σὺν Στουδίτῃ θείῳ Δαμασκηνῷ, Κυράννα Ἀκυλίνα, Νεομάρτυρας τοῦ Χριστοῦ, ἐπαρχίας ταύτης, παντάπασιν τ’ Ἁγίοις, Ἀκάκιε δυσώπει, Θεὸν φιλάγαθον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πέλεις, Λαγκαδὰ λαοῦ φρουρός, τῶν Χριστιανῶν ἀντιλήπτωρ, Ἀκάκιε ἱερέ, εὐσεβῶν διδάσκαλος, καὶ στηριγμὸς τῶν πιστῶν, καταπλήττων τοῖς θαύμασι, τοὺς πόθῳ δραμόντας, καὶ ἐπιστασίαν σου, ἐπιζητούντων θερμῶς· ὅθεν, δίδου πᾶσι τὰ κρείττω, σώζων ἐν φθορᾶς νοσημάτων, τοὺς σὴν μνήμην ὕμνοις μεγαλύνοντας.
Χαῖρε, Θεοτόκε ἐν Ἀσκῷ, Πηγὴ Ζωοδόχε Κριθέας, Χρυσοκεφάλου Καζάν, Περπατούσης καύχημα, τοῦ Ἡρακλείου λαμπρόν, Βηματάρισσα στήριγμα, τυφλῶν βακτηρία, καὶ σὺ Παμμακάριστε, Χριστιανῶν ἡ ἐλπίς, σὺν τοῖς περιπτύστοις Εἰκόσι, Παρασκευῆς καὶ Γεωργίου, τῶν Χριστοῦ Μαρτύρων ἡμᾶς σκέπετε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.


                                      πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου