Κατηγορίες αναρτήσεων

Τετάρτη 9 Μαρτίου 2016

ΜΑΡΤΙΟΣ 9. ΜΑΡΤΥΡΕΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΚΑΝΟΝΕΣ ΕΙΣ ΤΟΥΣ ΟΚΤΩ ΗΧΟΥΣ

ΜΑΡΤΙΟΣ 9.

ΜΑΡΤΥΡΕΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ

ΚΑΝΟΝΕΣ ΕΙΣ ΤΟΥΣ ΟΚΤΩ ΗΧΟΥΣ
π. Νεκτάριος Μαμαλοῦγκος, www.nektarios.gr
 
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgDyeXdYuazGIe1P1lFulnvqFpJPpOKgkjOV7JOno9AImxo13ZbTqdcn3l7umVDX1bKG06vIyPAEZzBFcgb6yrAqBH87__QwLw6du5v4ANH2-s_b_xMruCJBoGduG_2E1JJNKBLC6IKhvo/s1600/l2-78.jpg
ἮΧΟΣ Α΄.

Ποίημα Μητροφάνους ἱερομονάχου, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον, ἄνευ τῶν Θεοτοκίων.

ᾨδὴ α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.

πόρῳ γλώττῃ καὶ χείλεσιν, ἐκ πόθου εὐφημεῖν προελόμενος, τὴν θείαν ὑμῶν πανένδοξοι, μνήμην ᾠδαῖς ᾀσμάτων, χάριν αἰτῶ, Πνεύματος τοῦ θείου,
Τεσσαράκοντα διό, ταύτην βραβεύσατε.

Βροτοὶ συμφώνως ἐν ᾄσμασι, Χριστοῦ τοὺς Ἀθλοφόρους ὑμνήσωμεν, παντὸς κινδύνου λυτρούμενοι, ταῖς τούτων ἱκεσίαις, οὗτοι καὶ γάρ, πᾶσι τοῖς ἐν θλίψει, ἀντιλήπτορές εἰσί, θερμοὶ καὶ πρόμαχοι.

Γηΐνης πάσης ὑπέρτερον, ἐφέσεως τὸ φρόνημα φέροντες, δόξαν ἐπίκηρον ἔλιπον, ὅθεν τῆς ἀκηράτου ἐν οὐρανοῖς, νῦν καταξιοῦνται, Βασιλείας τοῦ Χριστοῦ οἱ Τεσσαράκοντα.

Θεοτοκίον.

Φαιδρὸν ἀγλάϊσμα Δέσποινα, καὶ δόξα τῶν Μαρτύρων ὑπάρχουσα, συνέτισόν με καὶ φώτισον, ἵνα τὸν ὕμνον τούτοις ἀποπληρῶν, πόθῳ σε γεραίρω, τὴν ἐλπίδα τῶν πιστῶν καὶ τὸ προσφύγιον.

 

ᾨδὴ γ΄. Τῷ πρὸ τῶν αἰώνων.

Δῆμοι τῶν Ἀγγέλων, τὴν ὑμῶν καρτερίαν ἐθαύμασαν, ἐν τῇ τοῦ κρύους δριμυτάτῃ, ἀλγεινῇ τε βασάνῳ, Χριστὸν τὸν Θεὸν δοξάζοντες, τὸν παρασχόντα ὑμῖν τὴν ἰσχύν, θεῖοι Τεσσαράκοντα.

χοντες ὡς ὅρμον, τὸν περίκλυτον τοῦτον ναὸν ἐπὶ γῆς, οἱ ταῖς τοῦ βίου τρικυμίαις, ποντιζόμενοι δεῦτε, θερμῶς πίστει ἀνακράξωμεν· μὴ διαλίπητε σώζει ἡμᾶς, θείοι Τεσσαράκοντα.

Ζήλῳ τῷ ἐνθέῳ, τὴν ψυχὴν στομωθέντες πανεύφημοι, τὰς πικροτάτας ἀλγηδόνας, τῶν βασάνων καὶ πόνους, σαρκὸς ῥαδίως ἠνέγκατε, ἀναβοῶντες Χριστῷ τῷ Θεῷ· Ἅγιος εἶ Κύριε.

Θεοτοκίον.

Νέμοις Θεοτόκε, σωτηρίας ἐλπίδα τοῖς δούλοις Σου, καὶ ἐν ταῖς θλίψεσι τοῦ βίου, τῇ θερμῇ Σου πρεσβείᾳ, φρουρεῖν βοηθεῖν παράστηθι, Σὲ γὰρ προστάτιν ἀεὶ πρὸς Θεόν, ἔχομεν οἱ δοῦλοί Σου.

 

ᾨδὴ δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης.

δη παριστάμενοι Θεοῦ, τῷ θρόνῳ Τεσσαράκοντα, σὺν Ἀσωμάτων τοῖς στρατεύμασι, καὶ δόξης τῆς ὑπὲρ νοῦν, τρανῶς ἐμφορούμενοι, πόθῳ τοὺς ὑμᾶς ἀνευφημοῦντας, λυτρώσασθε πειρασμῶν, καὶ τῆς τῶν δαιμόνων κακώσεως.

Θανάτου ἑλόμεθα ὁμοῦ, οἱ θεῖοι Τεσσαράκοντα, διὰ ζωὴν τὴν διαμένουσαν, ἐβόων πρὸς ἑαυτούς, ἵνα τὸν ἀμάραντον, στέφανον χειρὸς ἐκ ζωηφόρου, ληψώμεθα τοῦ Χριστοῦ, καὶ τῆς Βασιλείας τευξώμεθα.

να ἐν τοῖς κόλποις Ἀβραάμ, ὁμοῦ συναυλιζόμενοι, περιθαλφθῶμεν οἱ καλλίνικοι, ἐβόων πρὸς ἑαυτούς, μικρὸν ὑπομείνωμεν, αἴθριοι προσομιλοῦντες καὶ γυμνοί τε, τῷ κρύει καὶ παγετῷ, καὶ Χριστὸν ὑμνοῦντες ἐδόξαζον.

 

 

Θεοτοκίον.

Ψυχῆς μου τὸν τάραχον ἁγνή, καὶ σάλον τῶν δεινῶν παθῶν, ἐξ ἀμελείας ἐγειρόμενον, κατεύνασον ἀγαθή, τὴν ζωὴν ἰθύνουσα, καὶ τὸν λογισμὸν πρὸς ἀκυμάντους, λιμένας καὶ γαληνούς, θείας ἀπαθείας καὶ γνώσεως.

 

ᾨδὴ ε΄. Θεὸς ὢν εἰρήνης.

Καλῶς τὸν ἀγῶνα, ἀθλοῦντες στεῤῤῶς, διηνύσατε Μάρτυρες ἔνδοξοι, διήλθετε δι’ ὕδατος, πυρός τε καὶ κρυμοῦ, καὶ νῦν στεφανηφόροι, Χριστῷ παρεστηκότες, σὺν Ἀγγέλων τάξεσιν, ὑπὲρ ἡμῶν Αὐτῷ πρεσβεύσατε.

Λαόν Σου καὶ κλῆρον, Χριστὲ Βασιλεῦ, ὃν ἐκτήσω ἰδίῳ Σου αἵματι, οἰκτήρισον ὑμνοῦντάς Σε, καὶ δώρησαι ἡμῖν, ἐλέη Σου τὰ θεῖα, πρεσβείαις τῶν Μαρτύρων, καὶ εἰρήνην βράβευσον, ταῖς Ἐκκλησίαις Σου Φιλάνθρωπε.

Μεγίστης εὐκλείας, ἀφράστου χαρᾶς, ἀνεσπέρου φωτὸς καὶ λαμπρότητος, οἱ Μάρτυρες ἐπέτυχον, ἀθλήσαντες ἐν γῇ, καὶ πᾶσαν ὑποστάντες, βασάνων ἀλγηδόνα, καὶ κρύει καὶ καύσωνι, ἐγκαρτερήσαντες στεῤῥότατα.

Θεοτοκίον.

Σωτήριος σκέπη, καὶ πάντων χαρά, ἡ προφθάνουσα τάχος ἐν θλίψεσι, βοήθησον καὶ νῦν ὑμῖν, βοῶμέν Σοι ἁγνή, τοῖς Σὲ προσκαλουμένοις, ἀεὶ ἐν περιστάσει, προστασίαν ἡμεῖς γάρ, μετὰ Θεὸν ἄλλην οὐκ ἔχομεν.

 

ᾨδὴ στ΄. Σπλάγχνων Ἰωνᾶν.

Νέκρωσιν Χριστοῦ, μιμούμενοι πάνσοφοι, καὶ πάθος Αὐτοῦ ἀναπληρούμενοι, τῇ σαρκὶ ὑμῶν, συντριβὴν τῶν γονάτων ὑπέστητε, τὰ ὀστᾶ δὲ τῆς κακίας συνετρίψατε, ὅθεν τῶν πιστῶν κουφίζετε, τὰς ὀδύνας ψυχῆς καὶ σώματος.

Ξένοι τῶν τῆς γῆς, ἡδέων γενόμενοι, ἐφέσει ζωῆς τῆς ἄνω ἔνδοξοι, τὴν στενὴν ὁδόν, μαρτυρίου διήλθετε χαίροντες, ἧς τυχόντες, σὺν Ἀγγέλοις νῦν εὐφραίνεσθε, πίστει τοὺς ὑμᾶς ἐν ᾄσμασιν, εὐφημοῦντας λυτρώσασθε θλίψεως.

λῃ τῇ ψυχῇ, πρὸς ὅλα χωρήσαντες, τὰ εἴδη σοφοί, τὰ τῶν κολάσεων, ὅλην εὕρετε συμμαχοῦσαν ὑμῖν τὴν βοήθειαν, τοῦ δι’ ὅλου τὸ ἀνθρώπινον φορέσαντος, ὅθεν τῷ πυρὶ καὶ ψύχει τε, ὁμιλοῦντες ἀνδρείως ἠνέγκατε.

Θεοτοκίον.

Λόγον τοῦ Θεοῦ, σοφίαν καὶ δύναμιν, ἐν μήτρᾳ φρικτῶς ἁγνὴ συνέλαβες, καὶ ἐκύησας, ἀποῤῥήτως τῷ κόσμῳ τὸν πᾶσι βροτοῖς, παρεχόμενων πταισμάτων ἀπολύτρωσιν, πίστει τοῖς Αὐτὸν δοξάζουσι, καὶ τιμῶσί Σε Κόρη πανύμνητε.

 

ᾨδὴ ζ΄. Οἱ Παῖδες εὐσεβείᾳ.

Πυρὶ προσομιλοῦντες, καταφλέξατε πλάνην πολύθεον, καὶ ποταμίοις ἐν ῥοαῖς, προσριπτούμενοι ἐπνίξατε, τὸν κρυπτόμενον, ἐν τούτοις ὄφιν μέλποντες· Ὁ τῶν Πατέρων Θεός, εὐλογητὸς εἶ.

αθύμως ἐκτελέσας, τὴν ζωὴν ὁ παντλήμων κατείληφα, τὸν τῆς ἐξόδου μου καιρόν, καὶ πτοοῦμαι τὸ κριτήριον, τὸ ἀδέκαστον Χριστέ μου, ὅθεν κράζω Σοι· τῶν Σῶν Μαρτύρων πρεσβείαις, οἴκτειρόν με.

Στρατείας τῆς ἐν κόσμῳ, καὶ σωμάτων καὶ ὄλβου ἠλόγησαν, διὰ τὴν μέλλουσαν ζωήν, οἱ γενναῖοι Τεσσαράκοντα, καὶ θανόντες σὺν Χριστῷ νῦν βασιλεύουσιν, ἐν ἀπροσίτῳ φωτὶ καὶ ἀνεσπέρῳ.

Θεοτοκίον.

Ὡς πάντων ὑπερτέρα, ποιημάτων Θεοτόκε πρέσβευε, τῷ Σῷ Υἱῷ τε καὶ Θεῷ, λυτρωθῆναι τῆς κολάσεως, τοὺς τιμῶντάς Σε, καὶ πόθῳ μακαρίζοντας, ἐν τῇ σεπτῇ Σου ποίμνῃ, Παρθένε τοῦ Χειμάῤῥου.

 

ᾨδὴ η΄. Θαύματος ὑπερφυοῦς.

Τάξεσιν Ἀγγελικαῖς οἱ Ἀθλοφόροι, συνηδόμενοι τοῖς ὑψίστοις, τοῖς τοῦ βίου κύμασι ποντουμένοις διηνεκῶς, καταπέμπουσιν ἡμῖν θείαν βοήθειαν, διὸ ἀνυμνοῦντες τούτους εἴπωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

ψιστε παμβασιλεῦ μεγαλοκράτορ, τοὺς οἰκέτας Σου σῶζε Οἰκτίρμον, ταῖς πολλαῖς δεήσεσι τῶν Ἁγίων Σου Ἀθλητῶν, Τεσσαράκοντα τανῦν ἐπικαμπτόμενος, μεθ’ ὧν καὶ ἡμᾶς βοῶντας πρόσδεξαι· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

Φέροντες Σταυρὸν ἐπ’ ὦμον οἱ γενναῖοι, Τεσσαράκοντα Χριστῷ προθύμως, πίστει ἠκολούθησαν, ἐναθλοῦντες καρτερικῶς, καὶ στεφάνους παρ’ αὐτοῦ ἀναδησάμενοι, τῆς νίκης αὐτῷ συμβασιλεύουσιν· Εὐλογείτω ἡ κτίσις πᾶσα κραυγάζοντες, καὶ ὑπερυψούτω Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Σκήνωμα τῆς παντουργοῦ Τριάδος Κόρη, καθαρώτατον ὡς οὖσα μόνη, σπήλαιον ὑπάρχοντα τῶν δαιμόνων καὶ τῶν παθῶν, τῇ πρεσβείᾳ Σου καθάρισον καὶ δεῖξόν με, ναὸν ἱερὸν τῆς θείας χάριτος, ἵνα πίστει ὑμνῶ Σε πανύμνητε, καὶ ὑπερυψῶ Σε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς.

Χάριν πρὸς Χριστοῦ τὴν ἄφθονον, ὡς ἐπαξίως εἰληφότες πανένδοξοι, τοῦ ἰᾶσθαι ψυχῶν, καὶ σωμάτων τὰ τραύματα, τὰς ἡμῶν νῦν ὀδύνας κουφίσατε, ὀργῆς τε καὶ ἀνάγκης, καὶ πάσης νόσου ἐκλυτρούμενοι.

Ψύξιν τοῦ ἀέρος ἔνδοξοι, τὴν δριμυτάτην καὶ πυρὸς τὴν κατάφλεξιν, καὶ τὰς μάστιγας, τὸν λιθασμὸν καὶ τὴν κάθειρξιν, συντριβὴν τῶν σκελῶν καὶ τὸν θάνατον, καὶ πνιγμονὴν ὑδάτων, διὰ Χριστὸν καθυπεμείνατε.

ν περ ἀγαθῶν ἐτύχετε, ἐπουρανίου δόξης ἧς ἠξιώθητε, πόθῳ τοὺς ὑμᾶς, ἀνευφημοῦντας ἐν ᾄσμασιν, ἐν τῷ οἴκῳ ὑμῶν Τεσσαράκοντα, τυχεῖν ἐκδυσωπεῖτε, Μεγαλομάρτυρες ἀοίδιμοι.

Θεοτοκίον.

Πάντων ἀγαθῶν θησαύρισμα, Σὲ ἐπιγνόντες Θεοτόκε βοῶμέν Σοι, τῆς νῦν χαλεπῆς, τῶν πειρασμῶν ἀθυμίας ἡμᾶς, ἀπαλλάξασα δίδου τοῖς δούλοις Σου, χαρὰν καὶ θυμηδίαν, ὅπως ἀπαύστως Σε δοξάζομεν.


ἮΧΟΣ Β΄.

Ποίημα Ἁγίου Θεοφάνους, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Θεοτοκίων: Θεοστεφῆ φάλαγγα μέλπω Μαρτύρων.

 

ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.

Θεὸν ἡμῖν, Μάρτυρες οἱ Τεσσαράκοντα, νῦν εὐμενῆ ποιήσατε, ταῖς προσευχαῖς ὑμῶν, τῇ εἰλικρινεστάτῃ, καρδίας διαθέσει, προσκαλουμένους ὑμᾶς.

ν οὐρανοῖς, τῆς Τρισηλίου λαμπρότητος, μαρμαρυγαῖς λαμπόμενοι, οἱ Τεσσαράκοντα, τοὺς ἐν γῇ πηγνυμένους, κρυμῷ τῷ τῶν κινδύνων περισκεπάσατε.

Οἱ ἀῤῥαγεῖς, τῆς εὐσεβείας καὶ ἄσειστοι, τῆς Ἐκκλησίας πρόβολοι, οἱ Τεσσαράκοντα, τὴν χριστώνυμον κλῆσιν, δεινῶς ταραττομένην, νῦν εἰρηνεύσατε.

Θεοτοκίον.

Ὑπερφυῶς, τὸν ὑπὲρ πάντα γεγέννηκας, Δημιουργὸν καὶ Κύριον, σάρκα γενόμενον, δι’ ἡμᾶς τοὺς ἀνθρώπους, Παρθένε Θεοτόκε, Μῆτερ ἀπείρανδρε.

 

ᾨδὴ γ΄. Στερέωσον ἡμᾶς.

Στρατὸς μαρτυρικὸς καὶ παναρμόνιος, χορεία Μαρτύρων στεφανηφόρων, τῷ Δεσπότῃ παριστάμενοι, τοὺς ὑμᾶς εὐφημοῦντας περισώσατε.

Οἱ τῇ λίμνῃ τῶν παθῶν κλυδωνιζόμενοι, καὶ σάλῳ κινδύνων χαλεπωτάτων, ἐφ’ ὑμᾶς τοὺς Τεσσαράκοντα, τοῦ Χριστοῦ στρατιώτας καταφεύγομεν.

ν κόλποις Ἀβραὰμ περιθαλμπόμενοι, καὶ δόξης ἐσθῆτι κεκοσμημένοι, τοῖς κρυμοῖς τῶν περιστάσεων, δεδεμένοις λυθῆναι δυσωπήσατε.

Θεοτοκίον.

Στερέωμα γενοῦ καὶ καταφύγιον, καὶ σκέπη Παρθένε Θεοκυῆτορ, τοῖς ἐν πίστει Σοι προσφεύγουσι, καὶ Θεοῦ Σε Μητέρα καταγγέλουσιν.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Φωτισμὸς ἡμῖν Μάρτυρες, παρὰ Θεοῦ γεγόνατε, τὸ φέγγος περιβεβλημένοι, τὸ ἀκατάσκιον.

θεόκλητος πρέσβευε, συναγωγὴ Μαρτύρων στεφηφόρε, ῥυσθῆναι κινδύνων, τοὺς ἀνυμνοῦντάς σε.

Φῶς ἀπρόσιτον Ἅγιοι, τὸ τοῦ Χριστοῦ ἰδεῖν ἀξιωθέντες, τοῖς ἐν σκότει λάμπειν καταξιώσατε.

παστράπτοντες ἔνδοξοι, τῇ νοητῇ Χριστοῦ φωταγωγίᾳ, πρὸς ἀκτῖνα θείαν χειραγωγήσατε.

Θεοτοκίον.

Ὑμνολογοῦντες ἄχραντε, τὸν ἐν γαστρὶ τῇ Σῇ σωματωθέντα, Σὲ δοξολογοῦμεν ὡς Θεομήτορα.

 

ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς χορηγός.

Λύσσης αἱρέσεων, οἱ Τεσσαράκοντα καὶ νῦν ῥύσασθε, τὴν τοῦ Χριστοῦ σεπτὴν Ἐκκλησίαν, ἐν ᾗ γεννηθέντες, τοσαύτης ἀξίας καὶ δόξης ἐπέβητε.

ναφανέντες ἡμῖν, οἱ Τεσσαράκοντα Χριστοῦ Μάρτυρες, θεοφεγγεῖς, πυρσοὶ καὶ λαμπτῆρες, πυρσεύουσι πιστοῖς, τὴν τῆς εὐσεβείας, ὁδὸν τὴν σωτήριον.

Γῆθεν μετέστητε, πρὸς τὴν οὐράνιον σκηνὴν Μάρτυρες, ἔνθα Χριστόν, τὸν ἀγωνοθέτην περιεστηκότες, τῆς θείας χαρᾶς με τυχεῖν ἀξιώσατε.

Θεοτοκίον.

Ὡς ἀκατάληπτον, καὶ δυσθεώρητον παντὶ Δέσποινα, τὸ ὑπὲρ νοῦν μυστήριον Κόρη, τοῦ θείου Σου Τόκου, τὸν ὄντως γὰρ ὄντα Θεὸν ἡμῖν τέτοκας.

 

ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.

Γρηγοροῦντες καὶ νήφοντες φύλακες, γένους τῶν ἀνθρώπων πεφήνατε κράτιστοι, καὶ πρεσβευταὶ δεήσεων, συνεργοί τε φροντίδων κατέστητε.

Ἀπροσίτοις λαμπόμενοι κάλλεσιν, ἐν τῇ τοῦ Χριστοῦ Βασιλείᾳ πανεύφημοι, τῶν πειρασμῶν λυτρώσασθε, τοὺς ὑμᾶς μετὰ πόθου γεραίροντας.

Μεμηνότων τυράννων πανάριστοι, πάλαι καθαιρέται τῆς πλάνης γεγόνατε, καὶ νῦν ἡμῖν βοήθεια, ὀξυτάτη καὶ τεῖχος γεννήθητε.

Θεοτοκίον.

Ἐπὶ Σοὶ τὰς ἐλπίδας ἀνέθηκα, Μῆτερ ἀειπάρθενε τῆς σωτηρίας μου, καὶ Σὲ προστάτην τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.

 

ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.

πέστη φαιδρῶς, ἡ ἐτήσιος ὑμῶν μνήμη πανόλβιοι, λαμπρυνομένη τηλαυγέστατα, τῇ τῆς νηστείας φαιδρότητι, ταύτην ἑορτάζοντες πίστει, σὺν ὑμῖν ἀναμέλπομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Λυτῆρες παθῶν, καὶ φωστῆρες τηλαυγεῖς κόσμου καθάρσιον, πλάνης κατάλυσις, μεγαλόφωνα τῆς ἀληθείας κηρύγματα, ψεύδους στηλιτεύματα, πᾶσιν ἀνεδείχθητε ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πυρσοὶ νοητοί, καταλάμποντες ἡμῖν ὤφθητε Μάρτυρες, χειμαζομένους διασώζοντες, καὶ ὁδηγοῦντες τοὺς πλέοντας, βίου τὴν κυμαίνουσαν ζάλην, τῷ Χριστῷ ἀναμέλποντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ραία Θεῷ, καὶ Ἀγγέλοις ποθητὴ τῶν Τεσσαράκοντα, ἡ θεοσύλλεκτος καὶ θεόπνευστος, καὶ φαιδροτάτη παράταξις, θεία καὶ φρικτὴ πανοπλία, ἐκβοῶσα καὶ ψάλλουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Λύχνος φωτός, καὶ νεφέλη φωτεινὴ καὶ ἁγιάσματος, τόπος ἐδείχθης ἀπειρόγαμε, τῶν γὰρ Ἁγίων τὸν Ἅγιον, Λόγον ὑπεδέξω ἀφράστως, Ὃν ὑμνοῦντες κραυγάζομεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.

Μεταποιούμενοι ζωῆς, ἀληθοῦς τῆς ἐν Χριστῷ νῦν κρυπτομένης, πρὸς τὴν διὰ τοῦ κρύους, ὀδυνηρὰν τελευτὴν γενναῖοι, στεῤῥῶς ἐχωρήσατε, ἄφεσιν αἰτοῦντες ἡμῖν καὶ σωτηρίαν.

πὸ τῆς γῆς εἰς οὐρανούς, μεταβάντες Ἀθληταὶ στεφανηφόροι, Ἐκκλησία Μαρτύρων, τροπαιοφόρων χορός, κινδύνων παθῶν περιστάσεων, λύτρωσιν αἰτεῖσθε, ἡμῖν καὶ σωτηρίαν.

ήξας θανάτου τὰ δεσμά, ὁ Σωτὴρ τοῖς Ἀθληταῖς νίκην παρέσχε, τὴν κατὰ τοῦ θανάτου, οἱ Τεσσαράκοντα γάρ, τῷ κρύει πυρούμενοι ἔψαλλον, καὶ τὴν σωτηρίαν πιστοῖς πᾶσιν αἰτοῦνται.

Τῶν πειρασμῶν τὰς προσβολάς, τὰς ἐφόδους τῶν παθῶν τὰς τῶν δαιμόνων, ἐπηρείας ὁ θεῖος, τῶν Ἀθλοφόρων χορός, πρεσβεύων ἐλαύνει σαφέστατα, ἀπὸ τῶν ὑμνούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Νενεκρωμένους καὶ πρὸς χοῦν, τοῦ θανάτου καὶ φθορᾶς κατενεχθέντας, ἐξανέστησας μόνη, τὸν ἀρχηγὸν τῆς ζωῆς, τεκοῦσα Χριστὸν τὸν Θεὸν ἡμῶν, Δέσποινα Παρθένε, ἁγνὴ Θεοκυῆτορ.
 

ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.

περφυοῦς λαμπηδόνας, καὶ χαρᾶς ἀνεκφράστου, καὶ δόξης ἠξιώθητε τυχεῖν, νῦν δὲ τοὺς πόθῳ τιμῶντας ὑμᾶς, πειρασμῶν καὶ κινδύνων, καὶ πονηρίας ῥύσασθε ἐχθρῶν, τοῦ Χριστοῦ στρατιῶται, Μάρτυρες Τεσσαράκοντα.

ώμην πανόλβιοι θείαν, οὐρανόθεν λαβόντες, καὶ κράτος δεδεγμένοι τοῦ Χριστοῦ, πλάνης διῶκται γεγόνατε, φυγαδεύοντες πᾶσαν, τὴν τῶν εἰδώλων ἄστατον ἀχλύν, καὶ φωτίζοντες κόσμον, Μάρτυρες Τεσσαράκοντα.

ραιωθέντες τῷ κάλλει, τῆς σεπτῆς μαρτυρίας, καὶ θείας γεγονότες κοινωνοί, φύσεως ὄντως ἀγάλλεσθε, τῷ φωτὶ συγκραθέντες, τῷ λαμπροτάτῳ καὶ εἰλικρινεῖ, τοῦ Χριστοῦ στρατιῶται, Μάρτυρες Τεσσαράκοντα.

Νῦν τῷ Χριστῷ παρεστῶτες, εὐσεβεῖ παῤῥησίᾳ, καὶ ὅλως τῆς Θεότητος φωτί, καταστραπτόμενοι ἔνδοξοι, τοὺς ὑμᾶς εὐφημοῦντας, αἴγλης ἐμφορηθῆναι τριλαμποῦς, ἐκτενῶς δυσωπεῖτε, Μάρτυρες Τεσσαράκοντα.

Θεοτοκίον.

Ἐπιφανεῖσα Παρθένε, τῆς ψυχῆς μου τὸν ζόφον, φωτός Σου ταῖς ἀΰλοις ἀστραπαῖς, αὔγασον πύλη τοῦ θείου φωτός, καὶ πυρὸς αἰωνίου, ῥυσθῆναι καταξίωσον ἁγνή, τὸν ἐν πίστει καὶ πόθῳ, Σὲ ὕμνοις μεγαλύνοντα.


 

 

ἮΧΟΣ Γ΄.

Ποίημα Μητροφάνους μοναχοῦ, οὗ ἡ ἀκροστιχίς: Δυσεικαρίθμοις Μάρτυσι πλέκω μέλος.

 

ᾨδὴ α΄. Χέρσον ἀβυσσοτόκον.

Δύναμιν οὐρανόθεν, καὶ χάριν δίδου μοι, Ὑπεράρχιε Τριάς, ἀνυμνεῖν προαιρουμένῳ, τοὺς σοφοὺς Ἀθλοφόρους, καὶ λύσιν τῶν ἐγκλημάτων παράσχου τοῖς κραυγάζουσιν· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

Υἱοὶ Πατρὸς Ὑψίστου, θείῳ αἵματι, τοῦ Ἀμνοῦ καὶ Λυτρωτοῦ γεγονότες, τὸ οἰκεῖον δι’ αὐτὸν ἐκκενῶσαι, θερμῶς ᾑρετίσασθε αἷμα, γενναῖοι Τεσσαράκοντα· ᾌσωμεν ἐκβοῶντες, ἐνδόξως γὰρ δεδόξασται.

Σθένος ἐνδεδυμένοι, Θεοῦ κράτιστον, Τεσσαράκοντα σοφοί, τοὺς ὑμῖν προσπεφευγότας, δυσμενῶν ἐκ παντοίων, καλῶς ἀεὶ περιφρουρεῖτε, τοὺς ἐν αἰνέσει κράζοντας· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

Θεοτοκίον.

χοντές Σε προστάτιν, σκέπην ἄῤῥηκτον, ἀειπάρθενε σεμνή, τὰς ἐνέδρας τῶν δαιμόνων ἐκτρεπόμεθα πάσας, ἀεὶ συνεπιτιθεμένων τοῖς ἐν αἰνέσει κράζουσιν· ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

 

ᾨδὴ γ΄. Τὸ στερέωμα.

σχυρότατοι, κατὰ δαιμόνων τὸ πάλαι, ὑπάρξαντες ἔνδοξοι, νῦν κατὰ τούτων, νικητὰς ἡμᾶς γενέσθαι πρεσβεύσατε.

Κυβερνώμενοι, χειρὶ τοῦ πάντων Δεσπότου, διέμειναν ἄκλυστοι, γενναιοφρόνως, ἐν τοῖς ὕδασιν ἀθλοῦντες οἱ Μάρτυρες.

Αἶνον ᾄδοντες, ὥσπερ οἱ Παῖδες, τῷ Κτίστῃ ἐν λίμνῃ ἱστάμενοι, χάριν ἐξ ὕψους, ἐκομίσασθε σοφοὶ Τεσσαράκοντα.

Θεοτοκίον.

αθυμίας τε, δεινῆς ἁπάσης καὶ λήθης, ἀπάλλαξον Δέσποινα τὸν Σὸν οἰκέτην, καὶ διέγειρόν με πόθῳ δοξάζειν Σε.

 

ᾨδὴ δ΄. Ἔθου πρὸς ἡμᾶς.

να ἐν φωτί, ἀπροσίτῳ θάλψιν εὑράμενοι, ἐν τοῖς ὀρεκτοῖς τοῦ Ἀβραάμ, διὰ παντὸς κόλποις εὐφραινόμεθα, γενναίως ὑποίσομεν κρυώδη πῆξιν, πρὸς ἀλλήλους ἔλεγον οἱ Μάρτυρες.

Θάνατον ἐγώ, φοβερὸν ἡγοῦμαι καὶ δέδοικα, τὸ ἀποπεσεῖν τῆς τοῦ Θεοῦ, ἡ φωταυγὴς Μαρτύρων ὁμήγυρις, δόξης καὶ λαμπρότητος, κρυστάλλου δὲ πῆξιν, ὅλως οὐ πτοοῦμαι ἀνέκραξε.

Μέγιστοι φρουροί, τῶν πιστῶν ἀεὶ Τεσσαράκοντα, ἐν τοῖς πειρασμοῖς τῶν πρὸς ὑμᾶς, καταφευγόντων πίστει ὑπάρχοντες, ἐκ πάσης ἁλώσεως, ὑμῶν τὴν ποίμνην περισώζετε πάντοτε.

Θεοτοκίον.

ρος νοητόν, τοῦ Θεοῦ τῶν ὅλων ὑπάρχουσα, τοὺς ἐν τῷ τεμένει Σου ἁγνή, διὰ παντὸς καὶ Ὄρει Ἁγίῳ Σου, παντοίας κακώσεως, σκέπε καὶ φρούρει, πίστει Σε καὶ πόθῳ γεραίροντας.
 

 

ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας.

δόντες παραδόξως τὰς δωρεάς, ἐξ ὕψους κατιούσας αὐτοῖς, εὐφροσύνης ὄντως οἱ Τεσσαράκοντα, πολλῆς τε χαρᾶς τὴν ψυχὴν ἐπληρώθησαν, καὶ λήθην τῶν δεινῶν, ἐδέξαντο ἄφνω, οὓς πίστει εὐφημήσωμεν.

Συνέσεως καὶ φόβου τε καὶ βουλῆς, σοφίας καὶ ἰσχύος ὁμοῦ, εὐσεβείας χάριν καὶ θείας γνώσεως, ἄνωθεν δοθῆναι ἡμῖν, Τεσσαράκοντα αἰτήσασθε Θεόν, τοῖς ἀνευφημοῦσιν, ὑμῶν τὴν μνήμην ᾄσμασι.

Μεγάλων ἠξιώθη τῶν δωρεῶν, ἀγῶνας ὡς ἀνύσας πολλούς, τεσσαρακοντάδος στρατὸς ὁ ἔνθεος, μεγίστων κινδύνων ἡμᾶς, ἐκλυτροῦται καὶ παντοίων πειρασμῶν, καὶ πᾶσι βραβεύει, θεόθεν τὰ αἰτήματα.

 Θεοτοκίον.

νάτειλον ἀκτῖνά μοι τοῦ φωτός, τῷ σκότει ἐνυπάρχοντι τῶν παθῶν, μετανοίας Κόρη καὶ κατανύξεως, καὶ δίδου πηγάς μοι θερμῶν, νῦν δακρύων τοῦ πενθῆσαι ἐμαυτόν, δεινῶς σπιλωθέντα, ψυχὴν καὶ σῶμα Δέσποινα.

 

ᾨδὴ στ΄. Ἐβόησέ Σοι.

ωσθέντες πίστει, Θεοῦ τῶν ὅλων, οἱ Τεσσαράκοντα Μάρτυρες, τοῦ ἀέρος πῆξιν, καὶ δριμύτητα στεῤῥῶς ἐκαρτέρουν.

Τῆς ὑπερφώτου Τριάδος αἴγλην, οἱ Τεσσαράκοντα Μάρτυρες, νοητῶς ὁρῶντες, κατεφρόνουν πυρὸς τοῦ προσκαίρου.

περκοσμίου, μετόχους δόξης, ἡμᾶς γενέσθαι αἰτήσασθε, καὶ χαρᾶς ἀλήκτου, τοὺς ὑμᾶς ἔνδοξοι εὐφημοῦντας.

Θεοτοκίον.

Σκηνῶν ἀΰλων, δεῖξον μετόχους, τοὺς ἐν ἁγίῳ τεμένει Σου, σκοπιᾷ τε ταύτῃ, Μητροπάρθενε Σὲ ὑμνοῦντας.

 

ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρὶ δροσίσαντα.

να τῶν ἀφθάρτων τύχωμεν, φθαρτῶν μὴ ἀντισχώμεθα, ἱματίων ἀνεβόων οἱ καλλίνικοι, τοῦ Χριστοῦ στρατιῶται, εὐσθενῶς μελωδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Πύργοι ἑδρασμῷ τῆς πίστεως, ὑπάρχοντες ἀκλόνητοι, τῶν ἀνέμων ταῖς πνοαῖς, καὶ ταῖς προσρήξεσι, τῶν ὑδάτων οὐδόλως παρετράπητε, ὅθεν διὰ παντὸς Ἀθληταὶ ἀνευφημοῦμεν ὑμᾶς.

Λύσιν τῶν σφαλμάτων ἔνδοξοι, δοθῆναι ἱκετεύσατε, τοῖς ἐν πίστει τῷ ναῷ ὑμῶν προστρέχουσι, καὶ Χριστῷ μελωδοῦσιν, εὐσεβῶς Ἀθλοφόροι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

ρωτι τῷ θείῳ τρῶσόν μου, ψυχὴν ἁγνὴ Θεόνυμφε, δουλωθεῖσαν ταῖς τοῦ σώματος πανάμωμε, ἡδοναῖς, ἵνα πόθῳ, ἀνυμνῶ Σε κραυγάζων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

 

ᾨδὴ η΄. Τὸν ἐν φλογὶ τοῖς Παισί.

Καταβαλεῖν τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, Χριστοῦ ὁπλῖται, ἐνισχύσατε πάντας, πόθῳ τοὺς δοξάζοντας ὑμᾶς Τεσσαράκοντα, ᾄσμασιν ἐνθέοις, καὶ ὕμνοις ἐπαξίως.

Ὡς θαυμαστὴ ἡ ὑμῶν καρτερία, καὶ γὰρ τὴν πᾶσαν, ὁ πολέμιος κτίσιν, στεῤῥοὶ Τεσσαράκοντα, καθ’ ὑμῶν ἐξεγείρας, ἴσχυσεν οὐδόλως ὑμᾶς καταπαλέσαι.

Μετὰ Θεὸν ταῖς ὑμῶν προστασίαις, νῦν πεποιθότες, ἐκ παντοίων κινδύνων, σεπτοὶ Τεσσαράκοντα, ἐκλυτρούμεθα πίστει, Κύριον ὑμνοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἐπὶ τὴν Σὴν προστασίαν καὶ σκέπην, πᾶς ὁ λαός Σου, καταφεύγομεν Κόρη, λύτρωσιν αἰτούμενοι, δυσχερῶν τῶν ἐν βίῳ, καὶ τῆς ἀμετρήτου κολάσεως.

 

ᾨδὴ θ΄. Σὲ τὴν ἀκατάφλεκτον.

Λύτρωσιν αἰτοῦμεν πταισμάτων, καὶ παθῶν ὀλεθρίων, οἱ τιμῶντες ἐν ὕμνοις, τοὺς ἀγῶνας, τῆς στεῤῥᾶς ὑμῶν ἀνδρείας, ταῖς θείαις πρεσβείαις ὑμῶν Τεσσαράκοντα.

Ὅλῳ τῷ νοΐ ἐκδημήσας, ὁ χορὸς τῶν Μαρτύρων, πρὸς Θεὸν ἀνενδότως, ἐνετρύφα τῆς σαρκὸς ταῖς ἀλγηδόσι, καὶ τῷ κρύει πηγνύμενος, οὐκ ᾐσθάνετο.

Σκότους ἀφεγγοῦς καὶ πυρός τε, καὶ βρυγμοῦ τῶν ὀδόντων, ἐκλυτρώσασθε ἀεί, τοὺς εὐφημοῦντας, τοὺς ἀγῶνας ὑμῶν, στεῤῥοὶ Τεσσαράκοντα.

 Θεοτοκίον.

Σοῦ τῇ κραταιᾷ προστασίᾳ, καὶ ἀμάχῳ δυνάμει, πεποιθότες οἱ πιστοὶ Θεοκυῆτορ, τὰς ἐχθρῶν ἐπάρσεις, ἀεὶ καταβάλλομεν.

 
ἮΧΟΣ Δ΄.

Ποίημα Μητροφάνους μοναχοῦ, οὗ ἡ ἀκροστιχίς: Αἰνῶ δεκάς σε τετραπλῆ τῶν Μαρτύρων.

 

ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.

νοίξει τοῦ στόματος, δοῦναί μοι λόγον αἰτήσασθε, σοφοὶ Τεσσαράκοντα, Χριστὸν τὸν Κύριον, ὅπως ᾄσμασιν ὑμῶν ἀνευφημήσω, ἀγῶνας πανεύφημοι, καὶ τὰ παλαίσματα.

σχύν τε καὶ εὔκλειαν, περιζωσάμενοι Μάρτυρες, Χριστοῦ τοῦ παντάνακτος, τὴν τῆς προσκαίρου τιμῆς, ἀπεῤῥίψατε ζώνην καὶ πρὸς ἀγῶνας, γενναίως χωρήσαντες, λαμπρῶς ἐστέφθητε.

Νοὸς τὴν κατήφειαν, καὶ διανοίας τὴν ζόφωσιν, τῶν πίστει τιμώντων σε, δεκὰς τετράριθμε, ἀποδίωξον Μαρτύρων στεφηφόρων, καὶ θείαν κατάνυξιν, καὶ φῶς κατάπεμψον.

Θεοτοκίον.

ς θρόνον καὶ οἶκόν Σε, Θεοῦ τοῦ πάντων δεσπόζοντος, ἡμᾶς τοὺς δοξάζοντας, καὶ προσκυνοῦντας ἀεί, ἐν τῷ οἴκῳ Σου, Παρθένε Θεοτόκε, ἐκ πάσης περίσωζε, βλάβης καὶ θλίψεως.

 

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.

Διόλου τῇ πίστει καὶ ἐλπίδι, νευρούμενοι ἔχαιρον δειναῖς, προσομιλοῦντες μάστιξιν, οἱ θεῖοι Τεσσαράκοντα, καὶ λίθοις συντριβόμενοι, τὰς σιαγόνας ἠγάλλοντο.

στῶτες πολλῇ σὺν παῤῥησίᾳ, τυράννων ἐνώπιον ὁμοῦ, τὴν τούτων ἀθεότητα, σοφῶς κατεμυκτήριζον, οἱ θεῖοι Τεσσαράκοντα, οὓς ἐπαξίως τιμήσωμεν.

Καρδίας ἐφέσει τοὺς τιμῶντας, ὑμᾶς Ἀθλοφόροι μετ’ ᾠδῆς, καὶ ἐν ψαλμοῖς γεραίροντας, ὑμῶν τὴν παναοίδιμον, μνήμην ἐκ πάσης ῥύσασθε, νόσου καὶ θλίψεως ἔνδοξοι.

Θεοτοκίον.

πάντων ὑπάρχουσα Κυρία, κτισμάτων Παρθένε τὴν ἐμήν, κυριευθεῖσαν πάθεσι, σαρκικοῖς ἐλευθέρωσον, ψυχὴν καὶ πρὸς τὴν ἄνω με, ἐλευθερίαν ὁδήγησον.

 

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Σοφαῖς ἀποδείξεσιν οἱ θαυμαστοί, Κάνδιδος καὶ Δόμνος ἐνώπιον, παρανομούντων, προαιώνιον Θεόν, τὸν Χριστὸν ἀνεκήρυττον, Ἀθλητῶν χοροῦ προεξάρχοντες.

Συνέσει καὶ χάριτι παρὰ Θεοῦ, περιβεβλημένοι διήλεγξαν, παρανομούντων, τὴν ἀσύνετον βουλήν, οἱ σοφοὶ Τεσσαράκοντα, καὶ εἰς τέλος τούτους κατήσχυναν.

κ τῆς κατηφείας με τῶν γεηρῶν, πρὸς τὴν Ἀσωμάτων φαιδρότητα, τὸν ἐκ πόθου τὴν ὑμῶν, ἀνευφημοῦντα Μάρτυρες, μνήμην ἱεροῖς μελωδήμασιν.

Θεοτοκίον.

Τῆς ὑπερκοσμίου με δόξης ἁγνή, ἐραστὴν ἀεὶ χρηματίζοντα, ποίησον ταύτης, κληρονόμον ἀληθῆ, καὶ τοῖς Δικαίοις σύσκηνον, τὸν εἰλικρινῶς Σε δοξάζοντα.

 
 
 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Εἰρήνην δωρούμενος, καὶ κράτος σου τοῖς Μάρτυσιν, ἐπέστης Χριστέ, ἐγκεκλεισμένοις, ὥσπερ τὸ πάλαι τοῖς Ἀποστόλοις νυκτός, δεήσεσι πίστει τε θερμῇ, καὶ τὴν ἀπροσμάχητον, αἰτουμένοις ἀντίληψιν.

Τὴν πίστιν τηρήσαντες, τὰς ἀλγηδόνας ὑπεμείνατε, τοῖς τοῦ μαρτυρίου θαρσαλέως, στεφάνοις δόξης κατεκοσμήθητε, ἔτι ἐνδημοῦντες τῇ σαρκί, χειρὶ τοῦ παντάνακτος, Ἀθληταὶ Τεσσαράκοντα.

αθύμως ἀνύοντα, ζωὴν τὴν εὐδαπάνητον, καὶ πάσαις σπιλούμενον ἀτίμοις, πράξεσι Λόγε, διὰ τῶν Σῶν Ἀθλητῶν, οἴκτειρόν με, Δέσποτα Χριστέ, καὶ δός μοι συγχώρησιν, τῷ ἀχρείῳ οἰκέτῃ Σου.

Θεοτοκίον.

πάσης ὑπάρχουσα, πανάμωμε τῆς Κτίσεως, ὄντως ὑπερτέρα πάσης νόσου, βλάβης μαχαίρας ἁλώσεως καὶ πυρός, σεισμοῦ καὶ παντοίων πειρασμῶν, τὴν ποίμνην Σου φύλαττε, ἀβλαβῆ Θεονύμφευτε.

 

ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.

Ποθήσαντες, τὴν ἀγήρω ζωὴν καὶ ἀνώλεθρον, τῆς προσκαίρου, βιοτῆς οὐδαμῶς ἐφροντίσατε, τῶν Χριστοῦ Μαρτύρων, Τεσσαράκοντα κλέος καὶ καύχημα.

Λαμπρότητος, ἀνεσπέρου φωτὸς ὀρεγόμενοι, τὴν ζοφώδη, τῆς φρουρᾶς ἀγαλλόμενοι κάθειρξιν, ἔφερον ὑμνοῦντες, τὸν Χριστὸν οἱ καλλίνικοι Μάρτυρες.

Θεοτοκίον.

ἄχραντος, Θεοτόκος ἀεὶ καθικέτευε, σὺν δεκάδι, τετραρίθμῳ Χριστὸν τὸν Θεὸν ἡμῶν, σεπτῶν Ἀθλοφόρων, εἰρηνεῦσαι λαὸν καὶ τὴν ποίμνην Σου.

 

ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν πυρί.

Τὴν διαμένουσαν ζωήν, καὶ τοὺς ἀκηράτους στεφάνους, ἀποσκοποῦντες οἱ σοφοί, Τεσσαράκοντα γενναίως ἤθλησαν, ἀνακράζοντες Κύριε· Ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

ς ὑπερθαύμαστον ὑμῶν, ἡ πρὸς τὰ δεινὰ καρτερία, τῷ κρύει γάρ τε καὶ πυρί, ἐναθλοῦντες ἀνδρείως ἠνέγκατε, ἀνακράζοντες Κύριε· Ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Νῦν ἐποπτεύετε ἡμᾶς, τοὺς ἀνευφημοῦντας ἐκ πόθου, τὴν ἀξιέπαινον ὑμῶν, Τεσσαράκοντα μνήμην καὶ ψάλλοντας· Ὑπερύμνητε Κύριε, Ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

Θεοτοκίον.

Μακαριότητος ἁγνή, τῆς ἐν οὐρανοῖς ἀξιώσαις, τοὺς μακαρίζοντας ἀεί, Σὲ τὴν μόνην Μητέρα Χριστοῦ τοῦ Θεοῦ, κραυγάζοντας Κύριε· Ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

νύστακτον ἔχοντες τὸ ὄμμα, καρδίας ἐν ταῖς βασάνοις, ὕπνον ὄμμασιν, οὐδόλως οἱ Μάρτυρες, ἔδωκαν ἀλλ’ ἄγρυπνοι, διεκαρτέρουν ψάλλοντες οἱ Τεσσαράκοντα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

υσθῆναι παντοίας ἐπηρείας, δαιμόνων τοὺς ἐν αἰνέσει μακαρίζοντας, Μάρτυρες παγκόσμιοι, μνήμην τὴν πανίερον, ὑμῶν τῶν Τεσσαράκοντα, ἀεὶ αἰτήσασθε, Χριστὸν τὸν τοῦ παντὸς εὐεργέτη, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὴν κάμινον σβέσον τῶν παθῶν μου, καὶ πάσας τῶν ἐναντίων καταπράϋνον, πάναγνε Θεόνυμφε, προσβολὰς καὶ δώρησαι, γαλήνην ἀπαθείας μοι, καὶ πένθος ἄριστος, δι’ οὗ τὰ πονηρὰ γραμμάτια, τῶν ἁμαρτιῶν μου ἰσχύσω ἐξαλεῖψαι.

ᾨδὴ θ΄. Λόγου Θεοῦ ἄφραστον.

μᾶς ἀεισέβαστοι πᾶσα ἡ κτίσις, οὐδαμῶς δεδύνηται καταγωνίσασθαι, καὶ γὰρ πυρί, καὶ κρύει καὶ ὕδατι προσομιλοῦντες, ἀνδρείως διὰ Χριστὸν καθυπεμείνατε.

εόντων ἠλλάξασθε τὰ δι’ αἰώνων ἀγαθὰ μακάριοι, καὶ τὴν ἀκήρατον ἐν οὐρανοῖς, σοφοὶ Τεσσαράκοντα, ἀντὶ προσκαίρου, τρυφὴν χαράν τε καὶ δόξαν ἀπειλήφατε.

ς ἔχοντες Ἅγιοι νῦν παῤῥησίαν, τὸν Χριστὸν εὐΐλατον, ἡμῖν ἐργάσασθε, τοῖς ἐπὶ γῆς, ἀεὶ μακαρίζουσιν ὑμᾶς ἐκ πόθου, ἐπαίνοις καὶ ὑμνωδίαις Τεσσαράκοντα.

 Θεοτοκίον.

Ναὸς καὶ παλάτιον τῆς θείας δόξης, ὑπάρχουσα πάναγνε, ναοὺς τοῦ Πνεύματος, χωρητικούς, ναῷ ἐν ἁγίῳ Σου σεμνὴ καὶ Ὄρει, τοὺς πόθῳ δοξολογοῦντας ἀνάδειξον.


 

 

ΗΧΟΣ ΠΛ. Α΄.

Ποίημα Μητροφάνους, οὗ ἡ ἀκροστιχίς: Σέβας νέμω διπλῇ Ἀθλητῶν εἰκάδι. Ἀμήν.

 

ᾨδὴ α΄. Τῷ Σωτῆρι Θεῷ.

Σὺ ζωῆς χορηγός, καὶ τῆς σοφίας πηγή, Χριστὲ Οἰκτίρμον λόγον δίδου μοι, καὶ τὴν καρδίαν μου τῷ Σῷ φωτὶ καταύγασον, ποθοῦντος ὑμνῆσαί Σου, τοὺς θείους Μάρτυρας.

ν Χριστῷ πεποιθώς, τῶν Ἀθλητῶν ὁ χορός, πρὸς τοὺς ἀγῶνας ηὐτομόλησε, καὶ τοὺς ἐχθροὺς καταβαλών, τὸ στέφος ᾔρατο, χειρὶ τοῦ Παντάνακτος, τῶν Τεσσαράκοντα.

Βασιλείας Χριστοῦ, καὶ αἰωνίου ζωῆς, τυχεῖν ποθοῦντες οἱ καλλίνικοι, τῆς ἐπικήρου νουνεχῶς οἱ Τεσσαράκοντα, ζωῆς κατεφρόνησαν, καὶ δόξαν ἔλιπον.

Θεοτοκίον.

νεσπέρου φωτός, φαεινοτάτη λαμπάς, ὡς οὖσα Κόρη Μητροπάρθενε, τῆς ὑπὲρ νοῦν φωτοφανείας τε καὶ λαμπρότητος, μετόχους ἀνάδειξον, τοὺς Σὲ δοξάζοντας.

 

ᾨδὴ γ΄. Δυνάμει τοῦ Σταυροῦ Σου.

Στεῤῥότατον ὡς ὅπλον Σταυροῦ, οἱ Ἀθλοφόροι Τεσσαράκοντα, ἐπαγόμενοι κατέβαλον, Λικινίου τὴν παράταξιν.

Νοΐ πεφωτισμένῳ Χριστοῦ, τὸ θεῖον κάλλος ὀπτριζόμενοι, σωμάτων ὥρας ἠλόγησαν, οἱ γενναῖοι Τεσσαράκοντα.

ξ ὕψους ἐποπτεύειν ἡμᾶς, τοὺς ἐπὶ γῆς ἀνευφημοῦντάς σε, μὴ διαλίπῃς ἑκάστοτε, ἡ πληθὺς τῶν Τεσσαράκοντα.

 Θεοτοκίον.

Μαρτύρων ἐγκαλλώπισμα Σύ, ὑπάρχεις μόνη Μητροπάρθενε, διὸ σὺν τούτοις ὑμνοῦμέν Σε, καὶ γεραίρομεν τὸν Τόκον Σου.

 

ᾨδὴ δ΄. Τὰ ἔργα τῆς οἰκονομίας Σου.

ζήλου θεϊκοῦ ἀγάπης καὶ πίστεως, πανένδοξοι Ἀθλοφόροι τῆς ὑμῶν, μεθ’ ἧς κατεβάλετε στῖφος δαιμόνων, καὶ πλάνης τὸ κράτος κατεστρέψατε.

Δεκάδι τετραρίθμῳ ὕμνον ἐξάδοντες, βοήσωμεν ταῖς δεήσεσιν αὐτῶν· Οἰκτίρμον εἰρήνην παράσχου τῷ κόσμῳ, καὶ δίδου τοῖς πιστοῖς τὰ ἐλέη Σου.

δόντες οὐρανόθεν οἱ Τεσσαράκοντα, τὰς χάριτας κατιούσας πρὸς αὐτούς, ἀνύμνησον ἐν εὐφροσύνῃ καρδίας, Χριστὸν τὸν Ἀθλοθέτην ἐν ᾄσμασι.

Θεοτοκίον.

Παρθένε τῆς ψυχῆς μου λῦσον τὴν πόρωσιν, κατάνυξιν καὶ μετάνοιαν ἁγνὴ βραβεύουσα, ὡς ἀγαθή μου προστάτις, εἰς Σὲ γὰρ τὴν ἐλπίδα μου τίθημι.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Λυσίου τὴν ὀφρὺν κατεβάλετε, τοῦ δυσσεβοῦς, θεῖοι Τεσσαράκοντα, καὶ Λικινίου τὴν ἔπαρσιν.

λίου λαμπροτέραν μακάριοι, ἐξ οὐρανοῦ, δόξαν ἐκομίσασθε, καὶ νίκης ἀνεδήσασθε στέφανον.

Αἰνοῦντες ἐκβοήσωμεν ᾄσμασι, τοὺς Ἀθλητάς, ῥύσασθε κακώσεως, ὑμῶν τὴν ποίμνην ἑκάστοτε.

Θεοτοκίον.

Θεόνυμφε τὴν ποίμνην Σου φύλαττε, πάσης ὀργῆς, πάσης περιστάσεως, καὶ πάσης νόσου καὶ θλίψεως.

 

ᾨδὴ στ΄. Μαινομένην κλύδωνι.

Λιμένες πανεύδιοι, πεφηνότες Μάρτυρες πιστῶν, πειρασμῶν τὸν σάλον, κατευνάσατε, τοῖς ἐφ’ ὑμᾶς, ἐν περιστάσει προσφεύγουσιν.

ττηθεὶς ὁ δόλιος, ἀριστείαις τῶν καρτερικῶν, καὶ στεῤῥῶν Μαρτύρων Τεσσαράκοντα, καὶ προφανῶς καταθρηνῶν ὠλοφύρετο.

Τὴν ὑπεραστράπτουσαν, θεωρήσας δόξαν ὁ φρουρός, τῶν σεπτῶν καὶ θείων Τεσσαράκοντα, καὶ προσδραμών, συγκαταλέγει τοῖς Μάρτυσιν.

Θεοτοκίον.

ς ἀκαταγώνιστον, κεκτημένη Δέσποινα ἰσχύν, ἐξ ἐχθρῶν τὴν ποίμνην Σου περίσωζε, τῶν ὁρατῶν, καὶ ἀοράτων Πανάμωμε.

 

ᾨδὴ ζ΄. Ὁ ὑπερυψούμενος.

Νῦν ὡς συγχορεύοντες, ταῖς Ἀγγέλων τάξεσι, σεπτοὶ Τεσσαράκοντα, τοὺς πόθῳ γεραίροντας, ὑμῶν τὴν θείαν μνήμην, ἐπὶ γῆς περιφρουρεῖτε.

πὶ τὴν ἀκήρατον, βιοτὴν ἡ πάντιμος, τετρὰς δεκαπύρσευτος, Μαρτύρων ἠπείγετο, καὶ κρύει καὶ ἀέρι, ἔχαιρε προσομιλοῦσα.

να τὴν ἀσάλευτον, Βασιλείαν ἔνδοξοι, Χριστοῦ ἀπολάβητε, τὴν πρόσκαιρον εὔκλειαν, καὶ δόξαν τὴν ἐν βίῳ, κατεπτύσατε ἐμφρόνως.

Θεοτοκίον.

Κατακεκριμένον με, τοῖς ἀμέτροις πταίσμασιν, ἐξάρπασον δέομαι, Παρθένε κολάσεων, γεέννης καὶ πυρός τε, αἰωνίου τὸν Σὸν δοῦλον.

 

ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.

Αἶνον τῷ Χριστῷ προσάξωμεν ἐν πίστει, γεραίροντες ᾄσμασι τοὺς Τεσσαράκοντα, ἵνα ταῖς τούτων πρεσβείαις ὁ Δεσπότης, ἄφεσιν πταισμάτων, ἡμῖν ἐπιβραβεύσῃ.

Τριαδικόν.

Δῶμεν τῷ Θεῷ μεγαλωσύνην ἅμα, Πατέρα δοξάζοντες, Υἱὸν σὺν Πνεύματι, σῶσον ἱκεσίαις ἡμᾶς τῶν Ἀθλοφόρων, πίστει ἐκβοῶντες· ὦ Τριὰς Παναγία.

Θεοτοκίον.

να Σε φωναῖς ἐν εὐχαρίστοις πόθῳ, Παρθένε δοξάζομεν ἐκ πάσης θλίψεως, πάσης ἀνάγκης καὶ πάσης ἐπηρείας, ῥύου τὴν Σὴν ποίμνην, καὶ κλῆρον καὶ λαόν Σου.

 

ᾨδὴ θ΄. Σὲ τὴν ὑπὲρ νοῦν.

πασαν ἐν γῇ, γενναίως ὑπέστητε, τιμωρίαν καὶ κάκωσιν, σεπτοὶ Τεσσαράκοντα, διὰ τοῦτο ἐν οὐρανοῖς εὐφραίνεσθε.

Μάρτυρες Χριστοῦ, τοὺς πίστει τιμῶντας ὑμᾶς, κινδύνων καὶ θλίψεων, Χριστὸν ἱκετεύσατε, λυτρωθῆναι καὶ πάσης περιστάσεως.

δη τοῦ φωτός, τρανῶς ἐμφορούμενοι, τῆς Τριάδος πανένδοξοι, ἡμᾶς καταυγάσατε, Τεσσαράκοντα πόθῳ τοὺς τιμῶντας ὑμᾶς.

Θεοτοκίον.

Νέφος τῶν παθῶν, καὶ σκότος καὶ ζάλην ἁγνή, τῆς ἐμῆς ἀποδίωξον καρδίας καὶ δίδου μοι, φωτισμὸν ἀπαθείας Ἀειπάρθενε.

 


 

ΗΧΟΣ ΠΛ. Β΄.

Ποίημα Μητροφάνους, οὗ ἡ ἀκροστιχίς: Στεφηφόρους Μάρτυρας ὑμνῶ προφρόνως.

 

ᾨδὴ α΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Σὺν ταῖς Ἀγγέλων χορείαις καὶ Ἀθλητῶν, τῇ Τριάδι πάνσοφοι, παρεστῶτες ἐν φωτί, τοὺς ἐκ πόθου μέλποντας ὑμᾶς, καταυγάσατε σεπτοὶ Μεγαλομάρτυρες.

Τῆς ὑπερφώτου Τριάδος καταυγασθείς, ταῖς ἀκτῖσιν ἔλιπε, τῶν εἰδώλων τὴν ἀχλύν, ὁ χορὸς τῶν θείων Ἀθλητῶν, Τεσσαράκοντα διό, Χριστῷ προσέδραμεν.

πουρανίου στρατείας ὁ ἱερός, καὶ γενναῖος τεύξασθαι, ὀρεγόμενος χορός, τὴν ἐν γῇ κατέλιπε τιμήν, καὶ στρατείαν καὶ ζωήν, τῶν Τεσσαράκοντα.

Θεοτοκίον.

Φαεινοτάταις ἀκτῖσι τοῦ Σοῦ Υἱοῦ, Παναγία Δέσποινα, τῶν ἐν πίστει Σε ἀεί, εὐφημούντων ὕμνοις ἱεροῖς, τὴν καρδίαν καὶ τὸν νοῦν, ἁγνὴ καταύγασον.

 

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος ὡς Σύ.

νίκα πρόσταγμα κωφοῖς, δαίμοσιν ἐπηγγέλθη, ὡς θεοῖς προσανέχειν, τότε πίστει φωτισθείς, τὸν Χριστὸν ἐκήρυξε Θεόν, Τεσσαράκοντα στρατὸς ὁ τρισμακάριστος.

Φωνὴν δεξάμενος ἀήρ, ἡγιάσθη τῶν θείων, Τεσσαράκοντα ἤδη, καὶ γὰρ ἕκαστος αὐτῶν, Χριστιανὸν ἑαυτόν, ὡμολόγει, παρανόμων ἔμπροσθεν.

ρῶν ὁ ἄνομος κριτής, τὴν πολλὴν παῤῥησίαν, τῶν Χριστοῦ Ἀθλοφόρων, τοῖς λίθοις ἀνηλεῶς, τὸ θεολόγον αὐτῶν, συντριβῆναι στόμα ἀπεφήνατο.

Θεοτοκίον.

αθύμως ἅπασαν ἐμήν, τὴν ζωὴν δαπανήσας, καὶ ὁρῶν ἐπὶ θύραις, τὸν τῆς ἐξόδου καιρόν, πτοοῦμαι καὶ δειλιῶ, Θεοτόκε, Σύ μου τότε πρόστηθι.

 

ᾨδὴ δ΄. Χριστός μου δύναμις.

Οἱ λίθοι βάλλοντες, τοὺς Τεσσαράκοντα, ἑαυτοὺς μᾶλλον οὗτοι κρίσει Θεοῦ, ἔβαλλον οἱ ἄφρονες, καὶ γὰρ οἱ λίθοι κατ’ αὐτῶν, παραδόξως ὑπεστρέφοντο.

πνον τοῖς ὄμμασιν, οὐδόλως ἔδωκαν, ἀλλ’ ἐγρηγόρως εἶχον ἐν τῇ εἱρκτῇ, νύκτωρ προσευχόμενοι, καὶ εὐλογοῦντες τὸν Θεόν, οἱ γενναῖοι Τεσσαράκοντα.

Σοφίας ἔπλησας, καὶ θείας χάριτος, εὐφροσύνης καὶ θάρσους τοὺς Ἀθλητάς, ὅτε ἐπεφοίτησας, ἐγκεκλεισμένοις τῇ φρουρᾷ, δι’ ἀγάπην Σου φιλάνθρωπε.

Θεοτοκίον.

Μαρία ἄχραντε, Θεοῦ λοχεύτρια, τοὺς προστρέχοντας πίστει σκέπῃ τῇ Σῇ, πάσης περιστάσεως, καὶ τῶν παγίδων τοῦ ἐχθροῦ, ἐλευθέρωσον πανάμωμε.

 

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει Σου.

νοηταίνεις ὦ δικαστά, θύειν προσταττόμενος θεοῖς, οἱ Τεσσαράκοντα Μάρτυρες, τῷ παρανομοῦντι ἐβόων πάλαι κριτῇ· Θεὸν γὰρ ἡμεῖς ἕνα Χριστὸν γινώσκομεν.

αβδιζομένου παντοδαπαῖς, μάστιξι τοῦ σώματος ὑμῶν, ἄσαρκοι ὥσπερ διέκεισθε, φέροντες ἀνδρείως τὸ ἀλγεινὸν τῆς πληγῆς, πανένδοξοι καὶ κράτιστοι Τεσσαράκοντα.

Τῆς λίμνης ἔνδον οἱ Ἀθληταί, καταδικασθέντες συνθανεῖν, ἐν ὥρᾳ κρύους οὐκ ἔδεισαν, ἀλλὰ θαρσαλέως, καὶ τὸν χιτῶνα αὐτῶν, ἀπέβαλον καὶ μέσον εἰσῆλθον χαίροντες.

 

 

Θεοτοκίον.

πὲρ ἡμῶν τῶν ἐπὶ τῆς γῆς, Μάρτυρες Χριστοῦ διαπαντός, πόθῳ τιμώντων τὴν μνήμην ὑμῶν, δέησιν ποιεῖσθε σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, ὑμῖν γὰρ τὰς ἐλπίδας προσανατίθεμεν.

 

ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.

αδίαν ἐφεύρατο, τὴν ἀπώλειαν εὐθύς, καὶ ἀμφοτέρων ἥμαρτε, τῆς τεσσαρακοντάδος ὁ χωρισθείς, Ἰούδας ὡς πρότερον, τῶν ζωῶν ὁ παντλήμων, ὦ τοῦ πτώματος.

γρύπνως ὡς ἄριστος, τῶν Ἁγίων ὁ φρουρός, διατελὼν ὡς ἔβλεψε, τοὺς στεφάνους θεόθεν τοῖς Ἀθληταῖς, πεμφθέντας ἀνέκραξε· τὸν Χριστὸν ἐγὼ μόνον Θεὸν σέβομαι.

Σφοδρότατα πνέοντος, τοῦ βορέου ἡ ὑγρά, ὑδάτων φύσις ἵστατο, πεπηγυῖα εἰς χέρσον ὥσπερ ξηρά, ἡνίκα οἱ ἔνδοξοι, ἠγωνίζοντο θεῖοι Τεσσαράκοντα.

Θεοτοκίον.

μᾶς ἱκετεύομεν, Ἀθλοφόροι τοῦ Χριστοῦ, μετὰ τῆς Θεομήτορος, περισώζοιτε πάντας ἡμᾶς ἀεί, ἐκ πάσης κακώσεως, δυσμενῶν ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν.

 

ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.

Μεγίστους ὄντως, διηνυκότες πανένδοξοι, τοὺς ἀγῶνας Μάρτυρες ἐν γῇ, μεγίστης τανῦν δόξης ἠξιώθητε, ἐν οὐρανοῖς Τεσσαράκοντα συνόντες, τῷ Χριστῷ μετ’ Ἀγγέλων εἰς αἰῶνας.

Νῦν ἐπὶ πάντας, Χριστὲ τὸ ἔλεος δεῖξόν σου, τοὺς ὑμνοῦντας πίστει σε Θεόν, καὶ δίδου ἡμῖν πᾶσι τὴν συγχώρησιν, τῶν Τεσσαράκοντα θείαις προστασίαις, Λυτρωτὰ καὶ Φιλάνθρωπε Οἰκτίρμον.

τῆς ἀρίστης, καὶ θαυμαστῆς ὑμῶν ἔνδοξοι πραγματείας, αἵματα καὶ γὰρ ἐκδόντες, Χριστοῦ δόξαν ἀπειλήφατε, ἐν οὐρανοῖς Τεσσαράκοντα Κυρίου, ἧς τυχεῖν καὶ ἡμᾶς ἐκδυσωπεῖτε.

Θεοτοκίον.

Πάρεσο πᾶσι, τοῖς αἰτουμένοις ἐκ πόθου Σε, Παναγία Μήτηρ τοῦ Θεοῦ, καὶ δίδου ἡμῖν Κόρη τὰ αἰτήματα, εἰς σωτηρίαν τοῖς πίστει μελωδοῦσι, τῆς χαρᾶς ἡ αἰτία χαῖρε μόνη.

 

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.

ωμαλέως ἑστῶσι τοῖς Τεσσαράκοντα, ἐν τῇ λίμνῃ βραβεῖα νίκης κατέπεμπεν, ἄνωθεν αὐτοὺς στεφανῶν ὁ Ὑπέρθεος, Ὃν ὑπερυψοῦμεν σὺν τούτοις εἰς αἰῶνας.

Οἱ τοῦ σοῦ ἐκπληροῦντες πάθους ὑστέρημα, Τεσσαράκοντα σκέλη Χριστὲ ἀνέκραζον· νῦν καρτερικῶς συντριβόμεθα Δέσποτα, Σὲ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Φερομένων ἁμάξαις τῶν Τεσσαράκοντα, πρὸς τὸ πῦρ ἡ γενναία μήτηρ ἐπάρασα, τὸν ἀγαπητόν, ἐπὶ ὤμων κατέσπευδε, συγκαταριθμῆσαι τοῖς συναγωνισθεῖσι.

Θεοτοκίον.

υομένη παντοίας βλάβης τὴν ποίμνην Σου, μὴ ἐλλίπῃς Παρθένε τὴν Σὲ δοξάζουσαν, καὶ γὰρ διὰ Σοῦ συντηρεῖται ἀλώβητος, πάσης ἐπηρείας, ἐχθρῶν δυσμενεστάτων.

 

 

ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.

δὸν δραμόντες τοῦ μαρτυρίου σου, διὰ πυρὸς καὶ ὕδατος διῆλθον οἱ ἔνδοξοι, καὶ πρὸς σὲ μετέβησαν ἀῤῥήτου χαρᾶς, νῦν καταξιωθέντες, οἱ Τεσσαράκοντα, οὓς ἀνευφημοῦντες, σὲ δοξάζομεν φιλάνθρωπε.

Νυκτὸς ὑπνοῦντι Μάρτυρες ἔνδοξοι, τῷ ἱερεῖ ἐπέστητε σαφῶς προμηνύοντες, τὰ σεπτὰ καὶ τίμια, ἁπάντων ὑμῶν, ῥεύμασι ποταμίοις, ἤδη κρυπτόμενα, λείψανα ἐκλάμποντα φωτὶ καὶ θείᾳ χάριτι.

ς φῶς τὸ ἄδυτον κατοπτεύοντες, τῆς ἀρχικῆς Τριάδος, Τεσσαράκοντα Μάρτυρες, ἀθυμίας τὸ σκότος διώξατε νῦν, πᾶσι τοῖς εὐφημοῦσιν, τὴν παναοίδιμον, μνήμην ἐπὶ γῆς, ᾀσματικῶς ὑμῶν πανεύφημοι.

Θεοτοκίον.

Σωθῆναι πάντας τοὺς Σὲ τὴν ἄχραντον διαπαντός, ἡμέρας καὶ νυκτὸς ἐν τῷ θείῳ Σου, καὶ ἁγίῳ τεμένει Παρθένε ἁγνή, πίστει δοξολογοῦντας, καὶ καταγγέλλοντας, Σοῦ τὰ μεγαλεῖα, ἐν ψαλμοῖς ἀεὶ ἱκέτευε.

 
 

ΗΧΟΣ ΒΑΡΥΣ

Ποίημα Μητροφάνους, οὗ ἡ ἀκροστιχίς: Μέλπω χορείαν τὴν θεοστεφῆ πόθῳ. Ἀμήν.

 

ᾨδὴ α΄. Νεύσει Σου πρὸς γεώδη.

Μέλους ἐναρμονίου, καταπεμφθῆναί μοι λόγον, καλλίνικοι Μάρτυρες, Χριστὸν ἐκδυσωπήσατε, ὅπως ἀξίως ὑμνήσω, μνήμην τὴν φαιδρὰν τῆς ὑμῶν τελειώσεως.

χοντες τὴν ἰσχύν σου, τὰς παρατάξεις καθεῖλον, τυράννων οἱ ἔνδοξοι, καὶ θεῖοι Τεσσαράκοντα, τούτων οὖν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν τὰ ἐλέη Σου Δέσποτα.

Λάμποντες ὡς ἀστέρες, ἐν τῇ σεπτῇ Ἐκκλησίᾳ, Χριστοῦ Τεσσαράκοντα, τὸ σκότος ἀπελαύνετε, βίου τῶν πειρατηρίων, πᾶσι τοῖς ἐν πίστει, ὑμῖν καταφεύγουσι.

Θεοτοκίον.

Πῶς Σου τὰς ἀμετρήτους, εὐεργεσίας Παρθένε ὑμνεῖν ἐξισχύσωμεν, ὡς ἔδειξας τοῖς δούλοις Σου, ὅμως τὸν πόθον εἰδυῖα, δέχου παρ’ ἡμῶν, τὴν ᾠδὴν Θεονύμφευτε.

 

ᾨδὴ γ΄. Ὁ καταρχὰς τοὺς Οὐρανούς.

ς νουνεχεῖς τῶν ἐπὶ γῆς, καταφρονήσαντες πάντων, ἀγαθῶν οἱ Μάρτυρες Χριστοῦ, τῶν ἐν οὐρανοῖς τερπνῶν ἐπέτυχον, δόξαν εὑράμενοι Θεοῦ, καὶ τῆς ἐκεῖθεν πλουσίως, αἴγλης ἀνεσπέρου ἐμφορούμενοι.

Χαίροντες ὥρμησαν ὁμοῦ, πρὸς τοὺς ἀγῶνας ἀνδρείως, καὶ Χριστὸν ἐκήρυττον Θεόν, πίστει ἀκλινεῖ τυράννων ἔμπροσθεν, καὶ ὑπ’ αὐτῶν ἀνηλεῶς, οἱ Τεσσαράκοντα λίθοις, ῥάβδοις καὶ βουνεύροις κατηκίζοντο.

λην τὴν ἔφεσιν ὑμῶν, πρὸς Θεὸν μεταθέντες, ὥσπερ ἄλλου πάσχοντος σοφοί, καρτερῶς τοὺς πόνους ὑπεμείνατε, Μεγαλομάρτυρες Χριστοῦ, τῶν ἀνυποίστων βασάνων, δόξης ἀϊδίου ὀρεγόμενοι.

Θεοτοκίον.

ῦσαι πυρός τε καὶ σεισμοῦ, ἀπαγωγῆς τε βιαίας, τὴν Σὴν ποίμνην Δέσποινα ἁγνή, τὴν εἰς Σὲ καὶ μόνην ἔχουσαν, πᾶσαν ἐλπίδα τῆς ψυχῆς, Θεοχαρίτωτε Κόρη, Σὺ γὰρ τῶν πιστῶν μόνη βοήθεια.

 

ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.

Ἐν τῷ Σταυρῷ κράτος καὶ ἰσχύν, περιζωσάμενος χορὸς ὁ πάντιμος, τῶν Μαρτύρων καταβέβληκεν, ἐχθροῦ κοσμοκράτορος, τὰς δυνάμεις πάσας τε καὶ τὰ ἔνεδρα.

να ζωῆς ὄντως καὶ τρυφῆς, τῆς ἀκηράτου ἐπαξίως τύχωμεν, οἱ γενναῖοι Τεσσαράκοντα, σαρκὸς μὴ φεισώμεθα, πρὸς ἀλλήλους ἀνδρειοφρόνως ἔκραζον.

νηλεῶς στόμα τὸ σοφόν, καὶ θεολόγον Ἀθληταὶ μακάριοι, συντριβόμενοι ἐμέλπετε, ᾠδὴν χαριστήριον, Βασιλεῖ τῶν ὅλων Χριστῷ τῷ Θεῷ ἡμῶν.

Θεοτοκίον.

Νῦν Θεοῦ σκήνωμα αὐτοῦ, τοὺς ἐν σκηνώματι τῷ σῷ ὑμνοῦντάς σε οἰκητήριον τοῦ Πνεύματος, Παρθένε ἀνάδειξον, ταῖς Σαῖς προστασίαις καὶ ἀντιλήψεσιν.

 

ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.

Τάγματα τῶν Ἀγγέλων, τὴν ὑμῶν ἐθαύμασαν καρτερίαν, δαιμόνων δὲ φάλαγγας, αἰσχύνης ἐπλήσθησαν, ὁ δὲ Χριστὸς Μάρτυρες στεφάνοις, ἄνωθεν ὑμᾶς ἐστεφάνωσεν.

λγει τῶν κακοδόξων, ἡ πληθὺς ὁρῶσα τὰς ἀλγηδόνας, ἀνδρείως τοῦ σώματος, τοὺς Μάρτυρας φέροντας, ὡς γὰρ ἄλλου πάσχοντος, οὕτως ἔκειντο ἀθλοῦντες οἱ ἔνδοξοι.

Νύκτα τῆς ἁμαρτίας, ἀφ’ ἡμῶν τῶν πίστει, ἀνευφημούντων ὑμᾶς Χριστομάρτυρες, μακρὰν ἀπελάσατε, καὶ φωτὸς ἀκτῖνα τοῦ θείου, πᾶσιν ἐπιλάμψαι πρεσβεύσατε.

Θεοτοκίον.

Θήραμα γεγονότα, θηρευτῶν ἀγρίων ἐθελουσίως, Παρθένε ἐξάρπασον, ἐκ τούτων ἐν τάχει με, τοῦ ὑμνεῖν τὴν σὴν εὐσπλαγχνίαν, καὶ τὸ ὑπερβάλλον τῆς χάριτος.

 

ᾨδὴ στ΄. Ναυτιῶν τῷ σάλῳ.

κ νυκτὸς ὀρθρίσας, ὅμιλος τῶν θείων Μαρτύρων, ἐν ὕμνοις ἐδόξαζε βεβλημένος, ἐν τῇ φρουρᾷ τὸν Δεσπότην καὶ Κύριον, αὐτὸς δὲ οὐρανόθεν ἐπέστη, τούτοις παρεχόμενος χάριν καὶ δύναμιν.

λος ἠλλοιώθη, τῷ ὑπερφυεῖ θείῳ πόθῳ, χορὸς δυσεικάριθμος τῶν Μαρτύρων, ὡς ἐπιστάντα Χριστὸν ἐθεάσατο, καὶ πρὸς τοὺς ἀγῶνας μετ’ ἐλπίδος, ἀκλινοῦς ἐχώρει γενναιότατα.

Σθένος οὐρανόθεν, περιβεβλημένοι τὸ κράτος, δαιμόνων ὠλέσατε, τῆς τούτων πανεύφημοι δυναστείας, τοὺς εὐφημοῦντας ὑμᾶς Τεσσαράκοντα, πίστει ἐν ᾠδαῖς εὐχαριστίας, καὶ τῆς τυραννίδος αὐτῶν ἐκλυτρώσασθε.

Θεοτοκίον.

Τῆς δεινῆς ἐν τάχει, τῶν ἁμαρτιῶν συνηθείας, ἀπάλλαξον Δέσποινα σοὺς οἰκέτας, καὶ ῥαθυμίας τὸν ὕπνον ἐκδίωξον, ἵνα κατὰ χρέος ἐν αἰνέσει, πάντες σε δοξάζομεν ἁγνὴ πανύμνητε.

 

ᾨδὴ ζ΄. Κάμινον Παῖδες.

στητε μέσον, τυράννων ἀθέων, τὴν ἀθεΐαν ἐλέγχοντες, λόγοις σοφοῖς Ἀθληταὶ Τεσσαράκοντα, καὶ Χριστὸν κηρύττοντες, τῶν ἁπάντων Θεὸν καὶ ὑπερένδοξον.

Φῶς ἐν καρδίᾳ, τὸ θεῖον λαβόντες, τὸ χαλεπὸν διεξήλθετε, τῶν πειρασμῶν ἀπροσκόπτως πανεύφημοι σκότος, καὶ πρὸς ἔνθεον, τῆς Τριάδος αὐγὴν διεβιβάσθητε.

τταν ὑπέστη, παλαίων ὁ δράκων, τοῖς Ἀθληταῖς Τεσσαράκοντα, καὶ ἐμφανῶς τὴν ἑαυτοῦ ἐθριάμβευσε, δύναμιν ἀνίσχυρον, τοῦ Σταυροῦ τῇ δυνάμει τυραννούμενος.

 Θεοτοκίον.

Πύλας μοι δεῖξον, φωτὸς ἀπαθείας, φωτογεννῆτορ πανάμωμε, καὶ σκοτασμοῦ χαλεποῦ ἐλευθέρωσον, τὴν ἐμὴν διάνοιαν, τῶν ποικίλων παθῶν καὶ τῶν προλήψεων.

 
 

ᾨδὴ η΄. Ἄφλεκτος πυρί.

λους ἑαυτούς, τοῦ Χριστοῦ οἱ Αθλοφόροι, τοῖς τιμωρεῖν ἐθέλουσι, παραδιδόντες ἐκομίζοντο, ἰσχὺν ἀπροσμάχητον, ὅθεν τῷ ψύχει καρτερῶς ἀθλοῦντες ἔλεγον· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θάνατον διπλοῦν, ὁ τῆς τεσσαρακοντάδος, ἐκπεπτωκὼς ἐφεύρατο, ἀλλ’ ἀντεισῆλθεν ὁ φρουρὸς ὡς ἄριστος, καὶ φρόνιμος ἔμπορος, πίστει κραυγάζων ἀκλινεῖ Χριστῷ καὶ ἔλεγε· Πάντα τὰ ἔργα τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τριαδικόν.

Τριὰς σεπτή, Πάτερ Λόγε καὶ τὸ Πνεῦμα, τοὺς εὐσεβῶς ὑμνοῦντάς Σε, τῶν Ἀθλοφόρων ἱκεσίαις δούλων σῶν, φωτὸς τοῦ σοῦ καὶ χαρᾶς, καὶ Βασιλείας Οὐρανῶν τυχεῖν ἀξίωσον· Πάντα τὰ ἔργα βοῶντας, εὐλογεῖτε καὶ ὑπερυψοῦτε τὴν πάνσεπτον Τριάδα.

 

ᾨδὴ θ΄. Μὴ τῆς φθορᾶς.

ποσκοποῦντες εἰς δόξαν τὴν ἐπουράνιον, τὴν δριμυτάτην τοῦ ψύχους ἔφερον βάσανον, μέσον ἱστάμενοι τῆς λίμνης οἱ γενναῖοι, καὶ στέφει οὐρανίῳ στεφόμενοι ἀξίως, στρατιῶται Χριστοῦ καὶ Μάρτυρες.

Μέλη ποδῶν συντριβέντες οἱ Τεσσαράκοντα, τὴν πρὸς Θεὸν μακαρίως ὁδὸν ἐστείλαντο, δόξαν εὑράμενοι ζωῆς τῆς ἀκηράτου, καὶ στέφει οὐρανίῳ, στεφθέντες τῷ Δεσπότῃ, εἰς αἰῶνας συμβασιλεύουσι.

δη ζωῆς ἀκηράτου ἐπιλαβόμενοι, καὶ ἀνεκφράστου καὶ θείας μακαριότητος, Μάρτυρες ἔνδοξοι τυχόντες ἐπαξίως, τῶν πόθῳ εὐφημούντων ὑμᾶς ἐν ὑμνωδίαις, Ἀθλοφόροι μὴ ἐπιλάθησθε.

Θεοτοκίον.

Ναοὺς ἡμᾶς ἐν ψαλμοῖς ἀεί Σε δοξάζοντας, τῆς Ὑπερθέου Τριάδος ποίησον ἄχραντε, ἐν τῷ πανσέπτῳ Σου σκηνώματι Παρθένε, εἰρήνην χορηγοῦσα, καὶ χάριτος ἀκτῖνα, ταῖς καρδίαις ἡμῶν Θεόνυμφε.

 
 

ΗΧΟΣ ΠΛ. Δ΄.

Ποίημα Μητροφάνους ἱερομονάχου: Μαρτυρικὴν φάλαγγα μέλπειν μοι πόθος.

 

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

Μετάρσιον Λόγε τὸ ταπεινόν, φρόνημα ψυχῆς μου, ἀναδείξας τοὺς φωταυγεῖς, Μάρτυρας ἐν ὕμνοις ἐπαινέσαι, λόγον μοι δίδου Χριστὲ τῷ οἰκέτῃ Σου.

γάπης τῷ ἔρωτι τὴν ψυχήν, τρωθέντες οἱ θεῖοι, Τεσσαράκοντα Ἀθληταί, κόσμου παντελῶς καὶ τῶν γηΐνων, ὑπεραρθέντες Χριστῷ ἠκολούθησαν.

αδίως ἁπάσης τῶν γεηρῶν, ἤδη προσπαθείας, Τεσσαράκοντα νουνεχῶς, ἐλίπετε σχέσιν καὶ τῷ πόθῳ, μαρτυρικῶς τῷ Κυρίῳ συνήφθητε.

Θεοτοκίον.

Τὴν ποίμνην Σου Δέσποινα τὴν εἰς Σέ, τὴν πᾶσαν ἐλπίδα, κεκτημένοι πάσης ὀργῆς, λιμοῦ καὶ σεισμοῦ πυρὸς μαχαίρας, νόσους παντοίας ἀεὶ περιφύλαττε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.

περβάντες τοὺς ὅρους οἱ εὐκλεεῖς Μάρτυρες, τῆς σωματικῆς ἀσθενείας διὰ τῆς πίστεως, στεῤῥῶς ὑπέφερον, τὴν δριμυτάτην τοῦ ψύχους, ἀλγηδόνα χαίροντες οἱ Τεσσαράκοντα.

ωμαλέως τὴν κάραν τοῦ νοητοῦ δράκοντος, ἐπὶ τῶν ὑδάτων συντρίψαντες Τεσσαράκοντα, κατηδαφίσατε, καὶ νικηταὶ γεγονότες, στέφος ἐκομίσασθε Μεγαλομάρτυρες.

ερῶς τὸν ἀγῶνα τῆς εὐσεβοῦς πίστεως, καὶ τῆς μαρτυρίας τὸν δρόμον καλῶς ἀνύσαντες, ἀντεκομίσασθε, νίκης στεφάνους ἀξίως, θεῖοι Τεσσαράκοντα πανευκλεέστατοι.

 Θεοτοκίον.

Καταιγίς με ταράζει τῶν πειρασμῶν Δέσποινα, καὶ τῆς ἁμαρτίας ἡ ζάλη καταποντίζει, ἀλλὰ Σὺ πάναγνε, χεῖρά μοι δὸς βοηθείας, καὶ πρὸς ἀπαθείας με γαλήνην ἕλκυσον.

 

ᾨδὴ δ΄. Ἐκ ὄρους κατασκίου.

γῆ τῶν ἱερῶν λειψάνων καταθέσει, ἀὴρ τῇ πρὸς Θεὸν ἀνόδῳ τῶν πνευμάτων, σὺν τῷ πυρὶ καὶ ὕδατι, ἐν τῇ ἀθλήσει, τῶν Τεσσαράκοντα ἡγίασται.

Νυκτὸς τῷ παγετῷ γυμνοὶ προσομιλοῦντες, ἐθάλποντο πυρὶ τοῦ Πνεύματος τοῦ Θείου, καὶ τὸν κρυμὸν τῆς ἀπάτης οἱ Ἀθλοφόροι, ζέσει διέλυον τῆς πίστεως.

Φωτὸς τοῦ νοητοῦ ἀκτῖσι πυρσευθέντες, διῆλθον ἀβλαβῶς τὰ θήρατρα τῆς πλάνης, καὶ τῶν δαιμόνων τὸ σκότος καὶ τὰς ἐνέδρας, οἱ Ἀθλοφόροι Τεσσαράκοντα.

Θεοτοκίον.

Ἀνωτέρον ἡμῶν ἁγνὴ Θεοκυῆτορ, ἀπέργασε ἀεὶ τὸν νοῦν καὶ τὴν καρδίαν, τῶν τῆς σαρκὸς φρονημάτων καὶ παθημάτων, ὅπως ἀπαύστως Σὲ δοξάζομεν.

 

ᾨδὴ ε΄. Ὀρθρίζοντες βοῶμέν Σοι.

Λιμένες ἐν πελάγει τῶν θλίψεων, τοῖς πρὸς ὑμᾶς, πίστει καταφεύγουσι, Μεγαλομάρτυρες ὤφθητε.

γάπῃ καὶ ἐλπίδι καὶ πίστει τε, ὀχυρωθείς, ὁ χορὸς διέμεινε, τῶν Τεσσαράκοντα ἄῤῥηκτος.

Γεώδους προσπαθείας ὑπέρτερον, τὸν ἐμπαθῆ, Μάρτυρες πανένδοξοι, τὸν νοῦν ἡμῶν ἀπεργάσασθε.

Θεοτοκίον.

Κινδύνων χαλεπῶν ἐλευθέρωσον, τὴν Σὴν ἁγνή, ποίμνην καὶ κυβέρνησον, διαπαντὸς τὴν ζωὴν ἡμῶν.

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου.

θάνατον ἐκτήσασθε ζωήν, καὶ δόξαν ἀκήρατον, ἑλόμενοι θάνατον, δι’ ἀγάπην τοῦ Χριστοῦ Τεσσαράκοντα.

Μελλούσης ἐφιέμενοι ζωῆς, θεόστεπτοι Μάρτυρες, πυρί τε καὶ ὕδατι, ἐναθλοῦντες, καρτερῶς ὑπεμείνατε.

κ πάσης προσβολῆς τοῦ πονηροῦ, ἡμᾶς περισώσατο, καλλίνικοι Μάρτυρες, τοὺς ἐν πίστει πρὸς ὑμᾶς καταφεύγοντας.

Θεοτοκίον.

Λιμένα Σε καὶ τεῖχος ὀχυρόν, οἱ βίου τοῖς κύμασιν, ἀεὶ θαλαττεύοντες, προβαλλόμενοι σωζόμεθα πάναγνε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πυρπολούμενοι πόθῳ τοῦ Χριστοῦ Ἀθλοφόροι καὶ τῇ στοργῇ αὐτοῦ, θαλπόμενοι ῥαδίως, ὑπέμειναν τὴν ψύξιν, τοῦ χειμῶνος κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ν ὑψίστοις τῷ θρόνῳ τῆς ἀκτίστου Τριάδος ὡς παριστάμενοι, ἡμᾶς τοὺς ἐν τῷ βίῳ, Τεσσαράκοντα σκέπειν, μὴ ἐλλείπητε ψάλλοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

λεών μοι γενέσθαι τὸν Δεσπότην τῶν ὅλων ἐκδυσωπήσατε, πολλὰ ἡμαρτηκότι, καὶ αὐτὸν Ἀθλοφόροι, παροργίζοντι πάντοτε, ἀλλὰ βοῶντι θερμῶς· Ὁ Θεὸς ἵλαθί μοι.

Θεοτοκίον.

Νῦν ἡμᾶς ἐποπτεύεις οὐρανόθεν Παρθένε τοὺς αἰτουμένους ἀεί, τὴν σκέπην Σου ἐν πίστει, καὶ καρδίας ἐφέσει, καὶ βοῶντας ἑκάστοτε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν οὐρανῶν.

Μετὰ μυρίους, τοὺς ἐν τῇ γῇ νῦν ἱδρῶτας, Ἀθληταὶ μισθοὺς ἀπειληφότες, ἐν ἐπουρανίοις, εὐφραίνεσθε ἀπαύστως.

Οἱ ἐν κινδύνοις, καὶ πειρασμοῖς ἐμπεσόντες, ἐφ’ ὑμᾶς τοὺς Χριστοῦ στρατιώτας, νῦν προσπεφευγότες, αἰτούμεθα ῥυσθῆναι.

λεως ἔσο, τοῖς ταπεινοῖς σου οἰκέταις, Ἀγαθὲ τῆς τεσσαρακοντάδος, θείαις ἱκεσίαις, Μαρτύρων στεφηφόρων.

Θεοτοκίον.

Πόθῳ μου τρῶσον, τῷ θεϊκῷ τὴν καρδίαν, καὶ τὸν νοῦν φωταγώγησον Κόρη, ἵνα Σε δοξάζω, τὴν Κεχαριτωμένην.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Οἱ θλίψεσι παντοίαις, καὶ πειρατηρίοις, ἐμπεπτωκότες ὑμᾶς Τεσσαράκοντα, ἐπικαλούμεθα πίστει, λύσιν αἰτούμενοι.

Θεώσεως τυχόντες, ἐν ἐπουρανίοις, φωτοειδεῖς Ἀθληταὶ Τεσσαράκοντα, ἐν τοῖς χοροῖς τῶν Ἀγγέλων, ἀεὶ εὐφραίνεσθε.

φείλων οὐ κομπάζων, Ἀθληταὶ Κυρίου, προεβαλόμην τὸν ὕμνον ὁ ἄμουσος, ἀλλ’ ἀντιδοίητε χάριν, καὶ θεῖον ἔλεος.

Θεοτοκίον.

Σὺ πάντων χορηγία, τῶν καλῶν ὑπάρχεις, καὶ Σὲ ἀεὶ μακαρίζομεν ἄχραντε, τὴν τῆς ψυχῆς σωτηρίαν ἀπολαμβάνοντες.

 
π. Νεκτάριος Μαμαλοῦγκος.


                                πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου