ΦΕΒΡΟΥΑΡΙΟΥ 1.
ΜΕΓΑΡΩΝ 10 ΜΑΡΤΥΡΕΣ
ΧΑΙΡΕΤΙΣΜΟΙ
(ποίημα
Ἰσιδώρας Μοναχῆς)
Ἀπολυτίκιον.
Ἦχος πλ. δ´. Τὸ προσταχθέν.
Τῶν
Μεγαρέων ἡ πληθὺς δεῦτε συμφώνως, τοὺς ἀριστέας τοῦ Χριστοῦ ᾠδαῖς ᾀσμάτων,
καταστέψωμεν λέγοντες· Μάρτυρες Κυρίου τὴν πόλιν ἡμῶν φρουροῦντες διηνεκῶς, ὡς
πύργοι τῆς εὐσεβείας οἱ ἀῤῥαγεῖς, τῷ Κυρίῳ προσάξατε, ἱκετηρίαν ἐκτενῇ, τοῦ
σῴζεσθαι τοὺς κράζοντας·
Χαίροις
τάγμα δεκάριθμον.
Ἅπαντες
προσελθόντες τῷ σεπτῷ Ὑμῶν οἴκῳ, τὴν θείαν Ὑμῶν Χάριν αἰτοῦμεν, δεκάριθμοι
Κυρίου ὁπλῖται (τρίς)
τοῦ ὑμνῆσαι τοὺς ὑπὲρ τῆς πίστεως γενναίους Ὑμῶν ἄθλους καὶ τὰ τρόπαια, δι᾿ ὧν
ἐμεγαλύνατε Χριστοῦ τὸ θεῖον Ὄνομα. Καὶ κλίναντες καρδίας γόνυ, βοῶμεν ἐκτενῶς
Ὑμῖν τοιαῦτα·
Χαίροις
ὅμιλε πανάριστε δεκαρίθμων ἀθλητῶν·
χαίροις
φάλαγξ ἀπροσμάχητε τῶν Χριστοῦ στρατιωτῶν.
Χαίροις
σύνδεσμε ἀνίκητε θείᾳ πίστει ὁπλισθείς·
χαίροις
σύλλογε ἐξαίρετε καρτερίᾳ λαμπρυνθείς.
Χαίροις
λύχνε δεκαπύρσευτε ὁ φωτίζων τηλαυγῶς·
χαίροις
κλέος τὸ δεκάσεπτον ἐξαστράπτον παμφαῶς.
Χαίροις
στέλεχος ἀήττητον δεκαρίθμων ἀθλητῶν·
χαίροις
ἄθροισμα ἐξαίρετον καλλινίκων μαχητῶν.
Χαίροις
ἅρμα θεηγόρων τροπαιούχων τε ἀνδρῶν·
χαίροις
στῦλος Ἐκκλησίαν ὡραΐζων ἀκραιφνῶς.
Χαίροις
ὄργανον δεκάχορδον τὸ εὐφραῖνον τὰς ψυχάς·
χαίροις
λύρα μελωδοῦσα Μαρτυρίου τὰς ᾠδάς.
Χαίροις
τάγμα δεκάριθμον.
Βρύει
ἄφθορον χάριν τοῖς πιστῶς προσιοῦσιν ἡ τῶν Λειψάνων Ὑμῶν πανσέβαστος θήκη,
μυρίπνοοι Χριστοῦ Ἀθλοφόροι, τὴν δυσώδη λύουσα παθῶν κάκωσιν, ὀσμὴν δὲ εὐωδίας
ἱερὰς καὶ κρείττονος παρέχει ἅπασι τοῖς μέλπουσιν ἐν εὐφροσύνη οὕτως·
Ἀλληλούϊα.
Γάνυται
Μεγαρέων ἡ περίδοξος πόλις τοὺς θείους Ὑμῶν τάφους πλουτοῦσα, ὡς ὄλβον
πανυπέρτιμον ὄντως πανεύφημοι Χριστοῦ στρατιῶται, καὶ καυχωμένη ἐν Κυρίῳ
ἄμετρα, τοῖς ῥήμασιν ὡς ἄνθεσιν κατακοσμῶσα τούτους λέγει·
Χαίροις
ἔνδοξε Δωρόθεε ὄντως τῷ Θεῷ δότε·
χαίροις
ἄριστε Βασίλειε Βασιλείας κοινωνέ.
Χαίροις
κράτιστε Γεώργιε πίστιν θείαν γεωργῶν·
χαίροις
τίμιε Πολύευκτε πλεῖστον δοὺς εὐχῆς καρπόν.
Χαίροις
Σεραφεὶμ Θεόπτα ἀσωμάτων κοινωνέ·
χαίροις
Πλάτων ὑψιπέτα πλάτος πόλου κατοικῶν.
Χαίροις
ἀθλητὰ Σαράντη κλῆσιν ἔχων ἱεράν·
χαίροις
ὅτι ἀενάως σὺν Μωϋσῆ φῶς καθορᾷς.
Χαίροις
τοῦ Χριστοῦ ὁ στάχυς ὦ Δημήτριε σεπτέ·
χαίροις
κοσμηθεὶς ἀνδρείᾳ ἄριστε Ἀδριανέ.
Χαίροις
γέρας τῶν Μαρτύρων ὦ Ἰάκωβε κλεινέ·
χαίροις
ὡς τῷ Θεαδέλφῳ τῷ Κυρίῳ ποθεινέ.
Χαίροις
τάγμα δεκάριθμον.
Δένδρα
ὡς τοῦ παραδείσου τὰ καλλίκαρπα, πάνυ ἐδείχθητε ὦ Μάρτυρες θεῖοι, καρπὸν γὰρ τῷ
Χριστῷ γλυκὺν καὶ ἄφθονον ἐδώκατε Ὑμῶν τὰ αἵματα, ἐν γῇ τῆς τῶν Μεγάρων πόλεως
χυθέντα, αὐτὴν μὲν ἁγιάσαντες, ἡμᾶς δὲ εὐλογοῦντες τοὺς ἀεὶ χαρμονικῶς βοῶντας·
Ἀλληλούϊα.
Ἐγερσιν
τοῖς ἐν τῷ σκότει τῆς ἀγνοίας πεσοῦσιν παρέχετε ἱππεῖς τροπαιοῦχοι Σταυροῦ γὰρ
τῇ δυνάμει κραταιούμενοι, ἠγείρατε λαμπρὰ τῆς νίκης τρόπαια, τὴν πίστιν τὴν
ἀμώμητον γενναία τῇ ψυχῇ ὁμολογοῦντες διόπερ καὶ ἡμῖν σθένος ἐξ ὕψους ἄμαχον
δωρήσασθε, αὐτὴν μὲν καλῶς ὁμολογεῖν ἀείποτε, ἡμῖν δὲ ἀναφωνεῖν τοιαῦτα·
Χαίρετε
στεῤῥὰ χαλκεῖα πίστεως τῆς ἀῤῥαγοῦς·
χαίρετε
σεμνὰ ταμεῖα γνώσεως ὑπερτελοῦς.
Χαίρετε
λαμπάδες θεῖαι φαίνουσαι πιστοὶ τὸ φῶς·
χαίρετε
λαμπραὶ ὁλκάδες ὁδηγούσαι γαληνώς.
Χαίρετε
κρατῆρες δόντες νάματα ζωοποιό·
χαίρετε
κρουνοὶ πλουσίως καταρδεύοντες ψυχάς.
Χαίρετε
εὐώδη σκεύη Χάριτος τῆς θεουργού·
χαίρετε
τὰ θεῖα ἄνθη καὶ μυρίπνοα Χριστοῦ.
Χαίρετε
ἡδεῖα σάλπιγξ ἡ ἐγειροῦσα πιστούς·
χαίρετε
Θεοῦ ἡ μάστιγξ ἡ τροποῦσα τοὺς ἐχθρούς.
Χαίρετε
τῶν Μεγαρέων καύχημα καὶ γλυκασμός·
χαίρετε
πιστῶν ἁπάντων στήριγμα καὶ ἱλασμός.
Χαίροις
τάγμα δεκάριθμον.
Ζύμη
τοῦ Κυρίου ὄντες, ἄρτος ὤφθητε γλυκύς, καὶ Χριστὸν Ζωῆς τὸν Ἄρτον μαρτυρεῖτε
τοῖς πιστοῖς· ἐκ τῆς ζύμης τῆς κακίας ῥύσασθε πάντας ἡμᾶς, ταῖς Ὑμῶν θείαις
πρεσβείαις ἄριστοι συναθληταί, ἵνα σκεύη γεγονότες ἀγαθότητος χρηστῆς, καθαρῶς
Αὐτῷ βοῶμεν χείλεσί τε καὶ ψυχῇ·
Ἀλληλούϊα.
Ἤρατε
βραβεῖα νίκης ἐκ ζωαρχικῆς χειρός, στεφηφόροι πανοπλῖται παρατάξεως Χριστοῦ. Ἐν
σταδίῳ γὰρ ἀθλοῦντες ἐτροπώσασθε ἐχθρούς, γέρα θεία εἰληφότες καὶ ἀφθάρτους
θησαυρούς. Δότε καὶ ἡμῖν νικῆσαι πολεμίων τὰς ὁρμάς, καὶ ἐνδόξως ἀριστεῦσαι ἐν
τῇ πάλη τῶν παθῶν, ἵνα εὐγνωμόνως πάντες προσφωνῶμεν ἐκ ψυχῆς·
Χαίρετε
οἱ τοὺς ἀγῶνας περαιώσαντες καλῶς·
χαίρετε
οἱ τοὺς στεφάνους κομισάμενοι λαμπρῶς.
Χαίρετε
οἱ ἐκτραφέντες πίστεως τῷ σιτισμῷ·
χαίρετε
οἱ δροσισθέντες Χάριτος τῷ ὑετῷ.
Χαίρετε
τοῦ παραδείσου θεοφύτευτοι βλαστοί·
χαίρετε
τῆς Ἐκκλησίας θεοβράβευτοι καρποί.
Χαίρετε
τὸν θεῖον Νόμον οἱ πληρώσαντες σαφῶς·
χαίρετε
τὸν Νομοδότην στέρξαντες παναληθῶς.
Χαίρετε
Χριστῷ τῇ πέτρα ἐρεισθέντες τῆς Ζωῆς·
χαίρετε
στεῤῥοὶ ὡς πέτραι μείναντες ἐν διωγμοῖς.
Χαίρετε
ψυχῆς χιτῶνα οἱ λευκάναντες ἁγνῶς·
χαίρετε
Μεγάρων χθόνα οἱ φοινίξαντες σεμνῶς.
Χαίροις
τάγμα δεκάριθμον.
Θέμεθλοι
στεῤῥοὶ ὡς ὄντες, Ἐκκλησίαν τοῦ Χριστοῦ, ἐστηρίξατε αἱμάτων τῶν τιμίων ταῖς
ῥοαῖς· λίθον γὰρ ὁμολογοῦντες τὸν ἀκρόγωνον Χριστόν, οὐκ ἐσάλευσεν τυράννων
διωκόντων ὁ θυμός, τῆς ψυχῆς Ὑμῶν τὸν οἶκον ἔνδοξοι συναθληταί. Ἀπτοήτους ἡμᾶς
μένειν ἐν ταῖς θλίψεσιν ἀεί, ἀξιώσατε ἀπαύστοις ἱκεσίαις πρὸς Θεόν, ἵνα τῷ
Ἀγωνοθέτῃ προσφωνῶμεν ἐκτενῶς ἐπινίκιον ᾠδήν·
Ἀλληλούϊα.
Ἴασιν
πιστοῖς δωρεῖσθε ἄμισθον καὶ ταχινήν, καὶ προφθάνει τε ἑτοίμως ἐν κινδύνοις καὶ
δεινοῖς, ὡς τῆς πόλεως Μεγάρων εὐκλεεῖς προασπισταί. Ῥῶσιν ἡμῖν πᾶσι δότε καὶ
παθῶν ἀπαλλαγήν, χάριν τὴν μὴ κενουμένην καὶ ἰσχὺν τὴν δαψιλῆ, ἵνα μέλπωμεν
ἀπαύστως, Μάρτυρες Χριστοῦ κλεινοί, τῇ Ὑμῶν ἀμάχῳ σκέπῃ λέγοντες ἀπὸ ψυχῆς·
Χαίρετε
τῶν ἀσθενούντων ἰατροὶ οἱ ταχινοί·
χαίρετε
τῶν θλιβομένῳν παρακλήτορες θερμοί.
Χαίρετε
τῶν ἐν ἀνάγκαις ἀρωγοὶ οἱ εὐμενεῖς·
χαίρετε
τῶν ἐν κινδύνοις σύμμαχοι οἱ εὐσθενεῖς.
Χαίρετε
ὁδοιπορούντων συνοδίτες ἀπλανεῖς·
χαίρετε
τῶν κοπιώντων παραστάται συμπαθεῖς.
Χαίρετε
γυμνητευόντων ἡ στολὴ ἡ παγκάλης·
χαίρετε
τῶν πτωχευόντων ἄρτος ἀλυσιτελής.
Χαίρετε
οἱ τῶν διψώντων καταρδεύοντες ψυχάς·
χαίρετε
τοῖς ἀποροῦσι χορηγοῦντες ἀγαθά.
Χαίρετε
ἀπηλπισμένων ἡ ἀνέσπερος ἐλπίς·
χαίρετε
ἁμαρτανόντων ἱλαστήριος λιμήν.
Χαίροις
τάγμα δεκάριθμον.
Κέδροι
ὡσεὶ τοῦ Λιβάνου ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἀνεδείχθητε ἀξίως Μάρτυρες Χριστοῦ σεπτοί,
πίστεως καρποφορία, ὑψωθέντες θαυμαστῶς καὶ τὴν πόλιν τῶν Μεγάρων ὠραΐσαντες
λαμπρῶς. Λαμπρυνθῆναι ἡμᾶς πάντας ἀρεταῖς ὑψοποιαῖς καὶ νικῆσαι ταπεινώσει τὸν
μεγάλαυχον ἐχθρόν, μὴ ἐλλείπητε πρεσβεύειν Λόγῳ τῷ νικοποιῷ· ἵνα σὺν χοροῖς Ἀγγέλων
μελωδῶμεν μυστικῶς·
Ἀλληλούϊα.
Λείψανα
Ὑμῶν τὰ θεῖα προσπτυσσόμενοι πιστῶς, Χάριτος ἀντλοῦμεν ῥεῖθρα τὰ ἀκένωτα ἀεί,
ὡς τοῦ Πνεύματος ταμεῖα ὄντες Μάρτυρες σεπτά. Προσδραμόντες οὖν ἐν πίστει
προσκυνοῦμεν εὐλαβῶς καὶ πνευματικῶς σκιρτῶντες τῷ τοιούτῳ θησαυρῷ, δόξαν τῷ
Θεῷ καὶ αἶνον νέμομεν παναληθῶς, τῷ ἀφάτῳ εὐσπλαγχνίᾳ ἁγιάσαντι Ὑμᾶς. Πόθῳ δὲ
Ὑμῖν ἀμέτρῳ ἐκβοῶμεν ἀληθῶς·
Χαίροις
Σεραφεὶμ ἐπόπτα μυστηρίων ἱερῶν·
χαίροις
ἀνακτόρων θείων τὰς ἐπαύλεις κατοικῶν.
Χαίροις
τὸν Θεὸν λατρεύων ὦ Δωρόθεε σεπτέ·
χαίροις
δώρων ὑπερτιμῶν καὶ ἀῤῥήτων κοινωνέ.
Χαίροις
εἴπωμεν ἐκ πόθου Ἰακώβῳ τῷ στεῤῥῶ·
χαίροις
τῆς ἀνδρείας στήλη καρτερίας ὁ κανῶν.
Χαίροις
τῶν Μαρτύρων κλέος ὦ Βασίλειε κλεινέ·
χαίροις
ἔνδυμα πλουτίσας Βασιλείας ἀγλαές.
Χαίροις
Δημητρίω πάντες προσφωνοῦμεν ἐκτενῶς·
χαίροις
τοῖς πιστοῖς ἐκλάμπων ὡς ἀστὴρ ἑωθινός.
Χαίροις
θαυμαστὲ Σαράντη ὁ ἀθλήσας ἀνδρικῶς·
χαίροις
Μάρτυρας ζηλώσας τεσσαράκοντα καλῶς.
Χαίροις
τάγμα δεκάριθμον.
Μύρου
οὐρανίου χάριν ἀναβλύετε ἀεί, καταθέλγουσαν καρδίας καὶ ἡδύνουσα ψυχάς, ἄριστοι
συστρατιῶται Οὐρανίου Στρατηγοῦ. Ἅρτι γὰρ ἀναφανέντες ἐκ τῶν τάφων θαυμαστῶς,
λύετε πικρίαν πλάνης καὶ παθῶν τὸν σκοτασμόν. Θεοσδότου εὐωδίας Χάριν δότε
δυσωπῶ, ἵνα μύρα τῶν ᾀσμάτων προσενέγκωμεν Ὑμῖν, ᾄδοντες πανευφροσύνως
χαριστήριον ᾠδήν·
Ἀλληλούϊα.
Νάματος
κρατῆρες ὄντες θείου καὶ ζωοποιοῦ, ἐνεπλήσατε ἀῤῥῆτου εὐφροσύνης τὰς ψυχάς,
πάντων τῶν Ὑμᾶς ὑμνούντων Μάρτυρες πανευκλεεῖς· ὡς Χριστὸν ἐπεγνωκότες πηγὴν
ὕδατος Ζωῆς, ταῖς καρδίαις ἡμῶν δρόσον χορηγεῖτε δαψιλῆ, παύοντες τὴν πάλαι
δίψαν τὴν ἐκ τῆς παρακοῆς· ὕδωρ τὸ ψυχὰς ἐγεῖρον ἐπομβρίσατε ἡμῖν, τοῖς
ἀπαύστως μετὰ πόθου, λέγουσιν Ὑμῖν πιστῶς·
Χαίροις
Γεώργιε Χριστοῦ τὸ καρποφόρον σπέρμα·
χαίροις
ὁ δοὺς καρπὸν τῇ γῇ τοῦ Μαρτυρίου αἷμα.
Χαίροις
Πλάτων ἀήττητε ἐχθρῶν νικήσας κράτος·
χαίροις
ἀγάπης τῆς διττῆς κτησάμενος τὸ πλάτος.
Χαίροις
Πολύευκτε πλούτων Χριστοῦ τὴν Ἐκκλησίαν·
χαίροις
κόσμων πανευπρεπῶς Μαρτυρικὴν χορείαν.
Χαίροις
ἀδάμας τῇ ψυχῇ Ἀδριανὲ στεῤῥόφρον·
χαίροις
τὸ κέρας τοῦ Σταυροῦ κατέχων μέγα ὅπλον.
Χαίροις
Χορεία εὐκλεὴς Μαρτύρων λαμπροφώτων·
χαίροις
λαμπὰς πυρσοφαὴς ἡλίου Ἀρχιφώτου.
Χαίροις
Θεοῦ τοῦ Παντουργοῦ γλυκὺς καὶ θεῖος ὕμνος·
χαίροις
Μεγάρων ἀσφαλὴς δεκάτειχός τε πύργος.
Χαίροις
τάγμα δεκάριθμον.
Ξύλου
τῆς ζωῆς γευθέντες τὴν γλυκεῖαν ἐδωδήν, ἐβδελύξασθε προθύμως πᾶσαν γήϊνον
τρυφήν, τὸν Χριστὸν ὁμολογοῦντες Θεοπόθητοι στεῤῥῶς· καὶ βασάνους ὑποστάντες
ἀκλονήτῳ λογισμῷ, εἰς γαλήνην θείου ὅρμου ἐπεφθάσατε καλῶς, ἔνθα τῷ Δεσπότῃ
πάντων σὺν χοροῖς τῶν Ἀθλητῶν, ὕμνον ᾄδετε προθύμως καὶ τὴν ἄληκτον ᾠδήν·
Ἀλληλούϊα.
Ὅπλον
φέροντες τὴν πίστιν τὴν ἀμώμητον Χριστοῦ, τὴν ἐλπίδα καὶ ἀγάπην ὡσεὶ δόρυ
ἰσχυρὸν καὶ Θεοῦ τὴν συμμαχίαν ὡσεὶ τεῖχος ὀχυρόν, οὐκ ἐκάμφθητε γενναῖοι ταῖς
βασάνοις ταῖς πικραῖς· ἀλλ᾿ ἑστῶτες ἡνωμένοι ἐν μιᾷ στεῤῥᾷ ψυχῇ καὶ Τριάδος
προσκυνοῦντες τὴν μονόσεπτον Ἀρχὴν στέφος ἤρατε τῆς νίκης ἄφθαρτόν τε καὶ
λαμπρόν, ὅθεν λόγοις ἐγκωμίων στέφοντες Ὑμᾶς κλεινοί, μέλπομεν ἀπὸ καρδίας
ὕμνους τούτους ἐκτενῶς·
Χαίρετε
οἱ ἀνομούντων ἀλογήσαντες βουλάς·
χαίρετε
οἱ ἐνεγκόντες θείῳ φίλτρῳ τὰς πληγάς.
Χαίρετε
λαμπροὶ φωστῆρες καταυγάζοντες τὴν γῆν·
χαίρετε
ἀστέρες θεῖοι ἀνατέλλοντες αὐγήν.
Χαίρετε
ἡμῖν πλουτοῦντες τῶν Λειψάνων θησαυρόν·
χαίρετε
θησαυρισμάτων ἀκένωτων ποταμός.
Χαίρετε
τοῦ Βασιλέως τροπαιοῦχοι στρατηγοί·
χαίρετε
τῆς Βασιλείας τῆς ἀφθάρτου κοινωνοί.
Χαίρετε
Χριστοῦ κιθάρα Ἐκκλησίας ὁ αὐλός·
χαίρετε
ᾄσματος θείου παναρμόνιος εἱρμός.
Χαίρετε
Σιὼν τὴν ἄνω κατοικοῦντες ἐν φωτί·
χαίρετε
Μεγάρων πόλιν οἱ φρουροῦντες ἐν παντί.
Χαίροις
τάγμα δεκάριθμον.
Πλοῦτος
Ἐκκλησίας μέγας πέλετε καὶ εὐπρεπής, τοῖς τιμίοις Ὑμῶν ἄθλοις ὡραΐσαντες αὐτὴν
καὶ κοσμεῖτε τῶν Μεγάρων πόλιν τὴν περιφανῆ. Ἐκ τῶν πενιχρῶν χειλέων ὕμνον
δέξασθε βραχύ, ἀντιδιδόντες πλουσίαν Χάριν Μάρτυρες σεπτοί, τοῦ ἡμᾶς ἀεὶ
λατρεύειν τῷ Θεῷ τῷ ἀληθεῖ καὶ Αὐτῷ προσάγειν πόθῳ σὺν χοροῖς τῶν ἐκλεκτῶν,
πανευφρόσυνον τὸν ὕμνον καὶ ᾠδὴν Ἀγγελικὴν·
Ἀλληλούϊα.
Ῥόδα
τὰ σεπτὰ καὶ θεῖα ἀποπνέοντα ὀσμὴν οὐρανίου εὐωδίας καὶ ἀῤῥήτου χαρμονῆς, ἐστὲ
Μάρτυρες Κυρίου εἰς λειμῶνα τῆς Ἐδέμ. Ἐκ χειμῶνος οὖν ἀγνοίας πρὸς τὸ ἔαρ τῆς
ζωῆς, πάντας τοὺς Ὑμᾶς φιλοῦντας ὁδηγεῖτε ἀσφαλῶς, παρεχόμενοι πλουσίως μύρα
θείας καλλονῆς. Ὡς εὐώδη τοίνυν ῥόδα ἄγομεν Ὑμῖν ᾠδὴν καὶ συμφώνως μελωδοῦμεν
χαρμοσύνῳ τῇ φωνῇ·
Χαίρετε
δεκὰς Μαρτύρων μίαν φέροντες ψυχήν·
χαίρετε
οἱ τὰς βασάνους λογισάμενοι τρυφήν.
Χαίρετε
αἱ χελιδόνες ἔαρος πνευματικοῦ·
χαίρετε
αἱ ἀηδόνες ᾄσματος ἑωθινοῦ.
Χαίρετε
ἀμπέλου θείας κλήματα τὰ εὐκλεῆ·
χαίρετε
τὸν θεῖον βότρυν ἐνεγκόντες τὸν γλυκύν.
Χαίρετε
Θεοῦ τῶν ὅλων σφάγια ὑπερτελῆ·
χαίρετε
τῆς Ἐκκλησίας θησαυρὸς ὁ τιμαλφής.
Χαίρετε
οἱ ἐκδυθέντες ἄνθρωπον τὸν παλαιόν·
χαίρετε
οἱ ἐνδυθέντες ἔνδυμα βασιλικόν.
Χαίρετε
Τριάδος θρόνῳ λιτανεύοντες σεπτῶς·
χαίρετε
τοῖς Μεγαρεῦσι παριστάμενοι λαμπρῶς.
Χαίροις
τάγμα δεκάριθμον.
Σέβοντες
Θεὸν τῶν ὅλων, τῶν εἰδώλων τοῖς γλυπτοῖς οὐκ ἐνείματε θυσίαν, Μάρτυρες
πανευκλεεῖς, τὰ προστάγματα τυράννων ἀλογοῦντες εὐσθενῶς· ὥσπερ ἄρνες οὖν θυσία
προσηνέχθητε Θεῷ, αἵματα προθύμως δόντες τῷ τυθέντι ἐν Σταυρῷ, ἰερεῖα γεγονότες
ἄμωμα τοῦ Παντουργοῦ. Τὴν καρδίαν ἱερεῖον τῷ Παμβασιλεῖ Θεῷ ἀξιώσατε προσάξαι
καὶ ἡμᾶς ἐκδυσωπῶ, τοῦ βοᾶν ἀκαταπαύστως χείλεσί τε καὶ ψυχῇ·
Ἀλληλούϊα.
Τρόπαια
τῆς θείας δόξης στήσαντες σθένει Θεοῦ ὡς νικήσαντες εἰς τέλος μηχανὰς τὰς τοῦ
ἐχθροῦ, νῦν ἀγάλλεσθε ἐν δόξῃ ὁλοφώτους εἰς σκηνάς, καθορῶντες ἀενάως κάλλος τὸ
Δεσποτικόν. Εἰς νυμφῶνα θείας δόξης κατοικῆσαι καὶ ἡμᾶς μὴ ἐλλείπητε πρεσβεύειν
Μάρτυρες φωτοφανεῖς, τοὺς Ὑμῖν ἀεὶ βοῶντας χαμοσύνῳ τῇ φωνῇ·
Χαίρετε
οἱ ἐλλαμφθέντες φωτὶ δόξης θεϊκῆς·
χαίρετε
οἱ ἐστεφθέντες ἐκ χειρὸς ζωαρχικῆς.
Χαίρετε
τοῦ Μαρτυρίου πειραιώσαντες ὁδόν·
χαίρετε
τοῦ παραδείσου κατοικοῦντες πλατυσμόν.
Χαίρετε
δ’ ὁπλισθέντες ὡσεὶ δόρυ τὸν Σταυρόν·
χαίρετε
οἱ κεκτημένοι πίστιν θώρακα στεῤῥόν.
Χαίρετε
τὸν θεῖον αἶνον ψάλλοντες μιᾷ φωνῇ·
χαίρετε
ᾀσμάτων ᾆσμα ᾄδοντες τῷ Ἐραστῇ.
Χαίρετε
Θεοῦ ὁ οἶκος Πνεύματος αἱ φωλεαί·
χαίρετε
τῶν ἀρωμάτων αἱ φιάλες αἱ τερπναί.
Χαίρετε
οἱ ἀποθέντες τὰς ψυχὰς Θεοῦ χειρί·
χαίρετε
οἱ καταθέντες σώματα Μεγάρων γῆ.
Χαίροις
τάγμα δεκάριθμον.
Ὕδασιν
ἐκ θείας κρήνης, ποταμοὶ ὡς διαυγεῖς ἐνυπάρχοντες Κυρίου ἄριστοι συναθληταί,
τὰς κεχερσωθείσας πάνυ καταρδεύετε ψυχὰς καὶ εὐφραίνετε τὴν πόλιν τοῦ Θεοῦ τὴν
νοητὴν τὴν δὲ πόλιν τῶν Μεγάρων τέρποντες παναληθῶς καὶ πλουτοῦντες ὑπερκαλῶς
καὶ κοσμοῦντες εὐκλεῶς, εὐλογεῖτε καθ’ ἑκάστην νέμοντες τὰς δωρεάς. Ἐκ καρδίας
εὐγνωμόνου ὕμνον ἄγομεν Ὑμῖν καὶ Θεῷ ἀναβοῶμεν τὴν Χερουβικὴν ᾠδήν·
Ἀλληλούϊα.
Φαειναὶ
ὥσπερ λαμπάδες φῶς αὐγάζετε πιστοῖς καὶ τὸ σκότος τῆς ἀγνοίας λύετε τοῖς ἐν τῇ
γῇ, θάμβους θείου ὡς ἐπόπται Μάρτυρες ἀειλαμπεῖς. Τὴν λαμπάδα τῆς ψυχῆς μου
ἐσβεσθεῖσαν ἀμελῶς, ἐπανάψατε ἐλαίῳ εὐπροσδέκτων πρεσβειῶν. Ἵνα σὺν χοροῖς παρθένων
τῶν φρονίμων καὶ σεμνῶν τῷ Νυμφίῳ ὑπαντήσω, εἰς νυμφῶνα φωτεινόν, καὶ Ὑμῖν
ἀναβοήσω Μάρτυρες χρεωστικῶς·
Χαίροις
τὸν Θεὸν εὐφράνας ὦ Δωρόθεε σεπτέ·
χαίροις
λύχνε φωτοφόρε Σεραφεὶμ θαυματουργέ.
Χαίροις
βάσις εὐσεβείας ὦ Δημήτριε ἁγνέ·
χαίροις
Πνεύματος δοχεῖον ὦ Βασίλειε κλεινέ.
Χαίροις
τὸν ἐχθρὸν πατάξας ὦ Γεώργιε στεῤῥέ·
χαίροις
τῆς Τριάδος Μύστα ὦ Πολύευκτε σεπτέ.
Χαίροις
ἀρετῶν ταμεῖον ἥδιστε Ἀδριανέ·
χαίροις
κρήνη ἀφθαρσίας ῥέων Πλάτων θαυμαστέ.
Χαίροις
ποθεινὲ Σαράντη τῷ Θεῷ οἰκειωθεὶς·
χαίροις
λέγομεν σοι πόθῳ ὦ Ἰάκωβε ἀεί.
Χαίροις
ὦ λαμπὰς τιμία ἡ φωτίζουσα λαμπρῶς·
χαίροις
ὦ δεκὰς Ἁγία ἡ πρεσβεύουσα Θεῷ.
Χαίροις
τάγμα δεκάριθμον.
Χέρσον
γῆν ἐμῆς καρδίας ἐκπιάνατε αἰτῶ, γεωργήσαντες ἀρότρῳ εὐπροσδέκτων πρεσβειῶν,
θεῖοι Μάρτυρες ὡς φίλοι οὐρανίου φυτουργοῦ. Ἵνα σπόρον εἰσδεχθεῖσα λόγου
Εὐαγγελικοῦ, ἐκβλαστήσῃ θεῖον στάχυν τὸν πολυχοῦν καὶ μεστόν, καὶ καρποφορήσῃ
σῖτον ἀρετῶν ὑψοποιῶν. Τῷ Θεῷ δὲ κατὰ χρέος προσκομίσῃ ὡς καρπόν, μέλος τὸ
χαρμόσυνόν τε καὶ εὐχάριστον ᾠδὴν·
Ἀλληλούϊα.
Ψάλλοντες
ἐν τοῖς ὑψίστοις ὕμνον τὸν ἀγγελικὸν καὶ αἰνοῦντες ἀκορέστως τὸν Θεὸν τὸν
Σαβαώθ, μὴ παρίδητε τοὺς ὕμνους ἐκ χειλέων χοϊκῶν, Μάρτυρες σεπτοὶ καὶ θεῖοι οἱ
κοσμήσαντες τὴν γῆν. Θρόνῳ δὲ Κυρίου τούτους προσκομίζοντες ἀεί, χάριν
ἐξαιτεῖσθαι πᾶσιν, ὀφλημάτων ἱλασμόν, τὴν εἰρήνην τὴν βαθεῖαν καὶ παθῶν
ἀπαλλαγήν. Ἵνα βίον μετελθόντες τὸν εὐάρεστον Θεῷ, εἴπωμεν Ὑμῖν ἐκ πόθου λόγους
τούτους ἐκτενῶς·
Χαίρετε
οἱ ἀναβάντες ἅρματι μαρτυρικῷ·
χαίρετε
οἱ πτερωθέντες ἔρωτι τῷ Θεϊκῷ.
Χαίρετε
οἱ καθαρθέντες ὡς ὁ δόκιμος χρυσός·
χαίρετε
οἱ καθορῶντες κάλλος τὸ Δεσποτικόν.
Χαίρετε
τιμίων λίθων στέφανος πανευκλεής·
χαίρετε
φωτὸς ἀδύτου θάλαμοι πανευπρεπεῖς.
Χαίρετε
τῆς ἀθεΐας οἱ ξηράναντες βυθόν·
χαίρετε
θείων Χαρίτων οἱ προχέοντες κρουνόν.
Χαίρετε
οἱ ὁραθέντες ὡς ἀήττητοι ἱππεῖς·
χαίρετε
οἱ παρεστῶτες ἐν πολέμοις καὶ δεινοῖς.
Χαίρετε
καρδίας πόθῳ Ὑμῖν ἄγομεν πιστῶς·
χαίρετε
Μεγάρων δόξα Ἐκκλησίας στολισμός.
Χαίροις
τάγμα δεκάριθμον.
Ὢ
Κυρίου ὁπλῖται εὐκλεεῖς καὶ γενναῖοι οἱ τρώσαντες ἐχθροῦ τὴν καρδίαν, (γ΄) ἐκ
χειρὸς δολίου πολεμήτορος λυτρώσασθε πάντας ἡμᾶς, Ὑμῶν πανσωστικαῖς πρεσβείαις.
καὶ χάριν δότε τὴν ἀδάπανον, Ὑμᾶς μὲν ἐξυμνεῖν θεοπρεπῶς, ὡς παῤῥησίαν ἔχοντες
Μαρτυρικὴν πρὸς Κύριον. Θεῷ δὲ ᾄδειν ὕμνον τὸν καινοπρεπῆ καὶ σὺν Ἀγγέλοις
μέλπειν ἀσιγήτως τὴν ᾠδήν·
Ἀλληλούϊα.
Καὶ
αὖθις τὸ Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τῶν
Μεγαρέων τὰ λαμπρὰ ἐγκαλωπίσματα, Ἀδριανὸν πιστοὶ συμφώνως, εὐφημήσωμεν, καὶ
Δωρόθεον Ἰάκωβον, Σεραφείμ τε. Τὸν Βασίλειον Δημήτριον Πολύευκτον, σὺν Σαράντη
Γεωργίῳ καὶ τῷ Πλάτωνι· τούτοις λέγοντες· Χαίροις, τάγμα δεκάριθμον.
Πρὸ
δὲ τοῦ δι’ εὐχῶν· τὸ ἀκόλουθον. Ἦχος γ´. Τὴν ὡραιότητα...
Μεγάρων
σήμερον πόλις εὐφράνθητι, καὶ χεῖρας κρότησον, ἐγκωμιάζουσα, τοὺς δέκα Μάρτυρας
Χριστοῦ, βοῶσα αὐτοῖς προθύμως· Χαίρετε πολυᾶθλοι, τὸν ἐχθρὸν οἱ τροπώσαντες. Χαίρετε
ἀήττητοι, Ἐκκλησίας τὸ καύχημα. Χαρὰ τῶν ἐκτενῶς ἐκβοώντων· Χαίροις δεκὰς
τετιμημένη.
Δίστιχα.
Τῇ δεκάδι
ἤνεγκον Μαρτύρων, πόθῳ Χαίρειν,
Χάριν
αἰτούμενος τηρεῖν, τῶν ἐντολῶν δεκάδα.
Τῶν παθῶν
κρατεῖν με ἀείποτε, Μάρτυρες δότε θεῖοι
οἱ ὁμοῦ
κρατήσαντες στεῤῥῶς, Χριστοῦ τὴν θείαν πίστιν.
ΚΑΝΩΝ ΧΑΡΙΣΤΗΡΙΟΣ
(Ἐπισυναπτόμενος εἰς τοὺς προηγηθέντος Χαιρετιστήριους Οἴκους καὶ
συμβαλλόμενος αὐτοῖς). Οὗ ἡ ἀκροστιχίς: Μεγάρων ᾄδω δεκαυγῆ Μαρτυρικὴν χορείαν.
ᾨδὴ
α´. Ἦχος δ´. Ὁ Εἱρμός. Ἀνοίξω τὸ στόμα μου.
Μαρτύρων
βουλόμενος, ᾄσαι δεκάδα τὴν ἔνδοξον, Κυρίῳ ἐξέτεινα, τὰς χεῖρας Χάριν αἰτῶν, τῷ
ἐκτείναντι, Σταυρῷ ἀχράντους χεῖρας, καὶ Χάριν πηγάσαντι πᾶσι ζωήῤῥυτον.
Ἐκ
γῆς ὥσπερ εὔοσμα, ῥόδα Μαρτύρων ἐπέφαναν, τὰ πάνσεπτα Λείψανα, τῆς ἀθανάτου
ζωῆς· παρεχόμενα, τὴν θείαν εὐωδίαν, καὶ Πνεύματος νέμοντα πλοῦτον ὑπέρτιμον.
Γηθόμενοι
σήμερον, δεῦτε πιστοὶ ἀνυμνήσωμεν, δεκάδα τὴν εὔηχον, τῶν ἱερῶν Ἀθλητῶν, τὴν
ὑμνήσασαν, ἐν μέσῳ τοῦ σταδίου, ἀνάρχου Θεότητος, Κράτος μονόσεπτον.
Θεοτοκίον.
Ἀγγέλων
εὐπρέπεια, καὶ τῶν Μαρτύρων ἀγλάϊσμα, ὑπάρχουσα Δέσποινα, ταῖς ἱκεσίαις ταῖς
σαῖς· τὴν καρδίαν μου, εὐπρέπισον ὑμνῆσαι, Μεγάρων τοὺς Μάρτυρας, κλέος τὸ
τίμιον.
ᾨδὴ
γ´. Ὁ Εἱρμός. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Ῥανίσι
αἱμάτων θεοῤῥύτων, Μεγάρων ἡρδεύσατε τὴν γῆν, Κυρίῳ δὲ προσήχθητε, σεπτὸν ὡς
καλλιέρημα, τῆς πίστεως τὸ τάλαντον, Μαρτυρικῶς ἐπαυξήσαντες.
Ὡς
στέρξαντες Νόμου τὸν Δοτῆρα, βουλὰς τῶν ἀνόμων δικαστῶν, οἱ Μάρτυρες ἠλόγησαν,
πρὸς αἰκισμοὺς δὲ ἔδραμον, τὸν νόμον τὸν τῆς Χάριτος, μέσον σταδίου
τρανώσαντες.
Νυκτὸς
τῶν εἰδώλων τῆς ζοφώδους, τὸ σκότος μειώσαντες πρὸς φῶς, τῆς πίστεως ἰθύνατε,
ἡμᾶς Κυρίου Μάρτυρες· ἀστέρες ὡς ὑπέρφωτοι, τῆς Τρισηλίου Θεότητος.
Θεοτοκίον.
Ἀνήροτος
ἄρουρα τὸν στάχυν, βλαστήσασα τὸν ζωοποιόν, ὑπάρχουσα Πανάμωμε, κἀμὲ βλαστάνειν
ποίησον, καρπὸν ἑκατοστεύοντα, τῆς μετανοίας ἐν δάκρυσιν.
ᾨδὴ
δ´. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ.
Διωκόντων
τὴν μανίαν ἀνδρικῶς ἀπεκρούσαντο, τὸν Σταυρὸν ὡς ὅπλον, φέροντες οἱ ἔνδοξοι
Μάρτυρες, τὴν πρὸς τὸν κτίστην δὲ πίστιν, ὥσπερ θώρακα, ὅθεν ἔσβεσαν, βέλη
ἐχθροῦ πολεμήτορος.
Ὡς
ἀμπέλου τῆς ἁγίας τιμιώτατα κλήματα, τῷ Χριστῷ ὡς βότρυν αἵματα σεπτὰ
προσενήνοχαν, τοῦ Μαρτυρίου τὸν οἶνον ἀποστάζοντα, τὸν ἀείζωον, πλήθη πιστῶν τε
εὐφραίνοντα.
Δρόσον
πνεύματος τοῦ θείου δαψιλῶς ἐπαρδεύετε, ὡς πυρὰν βασάνων Μάρτυρες στεῤῥῶς
καρτερήσαντες, καὶ ἰαμάτων τὴν Χάριν τὴν ἀδάπανον, τοῖς προστρέχουσι, πόθῳ Ὑμῶν
ἐν τῇ λάρνακι.
Θεοτοκίον.
Ἐν
γαστρί σου Θεὸν Λόγον τὸν Πατρὶ συναΐδιον, ὑπεδέξω Κόρη σάρκα δι᾿ ἡμᾶς
ἐνδυσάμενον, καὶ ἀφθαρσίας χιτῶνα ἐπενδύοντα, τοὺς βοῶντάς σου· Δόξα Ἁγνὴ τῇ
κυήσει σου.
ᾨδὴ
ε´. Ὁ Εἱρμός. Ἐξέστη τὰ σύμπαντα.
Κροτήσωμεν
ᾄσμασι, πνευματικὴν πανήγυριν, πλήθη Μεγαρέων ὁμοφρόνως, ἄθλους Μαρτύρων
ἀνευφημοῦντες σεπτῶς, καὶ τούτοις ὡς ἔδεσμα τερπνόν, πόμα τε σωτήριον, ψυχικῶς
ἐντρυφήσωμεν.
Ἀκύμαντον
ἔφθασαν, πρὸς ὅρμον θείου Πνεύματος· αὔρα τῆς ψυχῆς αὐτῶν ὁλκάδα, πόνους
μυρίους καθυποστάντες στεῤῥῶς, οἱ ἔνδοξοι Μάρτυρες Χριστοῦ, πάντας ἐκ τοῦ
κλύδωνος, τῶν παθῶν ἐκλυτρούμενοι.
Ὑψίστῳ
ἀνέμελπον, ἀπὸ ψυχῆς οἱ Μάρτυρες· ὕμνον ἐπινίκιον ἀπαύστως, χείλεσι θείοις ἀναβοῶντες
Αὐτῷ, προσδέχου ἡμῶν Παμβασιλεῦ, στίγματα καὶ μώλωπας, ὡς εὐῶδες θυμίαμα.
Θεοτοκίον.
Γραφαὶ
προφητόφθεγκτοι, ἐν σοὶ τὸ πέρας ἔλαβον Μήτηρ τοῦ Ὑψίστου γὰρ ἐγένου, Τοῦτον
ἀφράστως ἀποτεκοῦσα Ἁγνή, τὸν λύσαντα Εὔας τὴν ἆραν, πᾶσί τε πηγάζοντα, εὐλογίας
τὴν ἄβυσσον.
ᾨδὴ
στ´. Ὁ Εἱρμός. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Ἡμεῖς,
Θεὸν οὐκ ἀρνούμεθα, οἱ Μάρτυρες εὐτόνως ἐβόησαν τυράννοις ἔμπροσθεν, πάντα
πανσόφως τὸν κτίσαντα, κἂν εἰς μυρίους πόνους ἡμᾶς ἐκδώσητε.
Μεγάρων,
πλοῦτος ὑπάρχουσι, οἱ τάφοι τῶν Μαρτύρων ὡς κρύψαντες ὄλβια Λείψανα, ἐξ᾿ ὧν
ἰάσεις πηγάζουσι, καὶ τῶν ψυχῶν ἡ ῥῶσις ἀφθόνως δίδοται.
Ἀγγέλωνμ
δῆμοι ἐθαύμαζον, ἀθλοῦντας ἐνορῶντες τοὺς Μάρτυρας, πῶς ὡς ἀδάμαντες, μέσῳ
βασάνων διέμειναν, καὶ ὡς τρυφὰς ἡγοῦντο σαρκὸς παθήματα.
Θεοτοκίον.
Ῥητόρων
γλῶσσαι πολύφθογγοι, σιγῶσι ἐπὶ σοὶ Μητροπάρθενε ἀσπόρου τόκου σου, τρόπον
λαλεῖν οὐ δυνάμενοι, ἐν σῇ γαστρὶ γὰρ Κόρη Θεὸς ἐσκήνωσε.
ᾨδὴ
ζ´. Ὁ Εἱρμός. Οὐκ ἐλάτρευσαν.
Τοῖς
θεσπίσμασι, τοῦ νόμου Σου ὑπείκοντες, οἱ θεῖοι Μάρτυρες· ἀψύχοις σέβας θεοῖς,
μηδόλως ποιήσαντες, αἴνεσιν ἐμελπον, δόξα λέγοντες, τῷ ὑπ᾿ Ἀγγέλων Ἄνακτι, εἰς
αἰῶνας ὑμνουμένῳ.
Ὕλην
ἅπασαν, εἰδώλων καταφλέξαντες, πυρὶ τοῦ Πνεύματος· δεκὰς Μαρτύρων Χριστοῦ, τὸ
ὕδωρ προχέουσι Χάριτος ἅπασιν, καὶ εὐφραίνουσι, τοὺς μελῳδοῦντας ᾄσμασιν, ὁ Θεὸς
εὐλογητὸς εἶ.
Ῥάβδῳ
πίστεως, τὸν δρόμον περαιώσαντες, πικρῶν κολάσεων στεῤῥοὶ Χριστοῦ Ἀθληταί, πρὸς
θάλψιν μετέβητε, ἔνθα ἀγάλλεσθε· ἀναμέλποντες, δεδοξασμένε Κύριε, σὲ ὑμνοῦμεν
εἰς αἰῶνας.
Θεοτοκίον.
Ἱκετεύουσα,
μὴ παύσῃ τὸν Φιλάνθρωπον, Θεὸν ὃν ἔτεκες εἰρήνην δοῦναι ἡμῖν, Παρθένε
Πανάχραντε, λύσιν πταισμάτων τε· τοῖς κραυγάζουσι, σὺν τῷ Ἀγγέλῳ Χαῖρέ σοι. εἰς
αἰῶνας τῶν αἰώνων.
ᾨδὴ
η´. Ὁ Εἱρμός. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Κόσμος
πανυπέρτιμος τῇ κτίσει, ὁ δῆμος τῶν Ἀθλοφόρων ἀναδέδεικται, στέφος ἀγλαόφωτον,
τίμιον διάδημα, τῆς ἐκκλησίας πρόσωπον φαιδρύνων κάλλεσι, καὶ λάμψεσι σεπτοῦ
Μαρτυρίου, οὓς ἀνευφημοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.
Ἥλοις
τὸν παγέντα ἑκουσίως, ἀτρέπτως δεκὰς Μαρτύρων ἠκολούθησε, πάθη ὑπομείναντες·
σθένει τοῦ νικήσαντος, τὴν δυναστείαν ἅπασαν δολίου δράκοντος· τὸν τίμιον,
Σταυρὸν προσκυνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Νάρδος
ὡς σεπτή τε καὶ εὐώδης, τὸ μύρον τῆς Οὐρανίου ὡραιότητος, πᾶσι τὸ ἀκένωτον,
βρύουσιν οἱ Μάρτυρες, καὶ ἡδυπνόου Χάριτος κρατῆρα πάντερπνον, τὰ νάματα,
ψυχαῖς ἐκτακείσαις, καύσωνι ἀγνοίας, ἀρδεύοντα πλουσίως.
Θεοτοκίον.
Χρέους
ὁ Ἀδὰμ ἀπελυτρώθη, καὶ Εὔα τῆς παρηκόου κατακρίσεως, τόκῳ ἀποῤῥήτῳ Σου· Πάναγνε
Μητρόθεε, ὃν προσκυνοῦντες χείλεσι καρδίας λέγομεν, τὴν ἄφεσιν παράσχου
Οἰκτίρμον, πᾶσι τοῖς ὑμνοῦσι, τὴν Σὴν μεγαλωσύνην.
ᾨδὴ
θ´. Ὁ Εἱρμός. Ἅπας γηγενής.
Ὄμμασι
ψυχῆς, Κυρίῳ ἠτένιζον, ἀνακρινόμενοι· Ἐν σταδίῳ Μάρτυρες, σὺν Δωροθέῳ θεῖος
Ἰάκωβος, καὶ Σεραφεὶμ ὁ πάντιμος, καὶ ἱερώτατος, τῶν Μεγάρων, χθόνα οἱ
κοσμήσαντες, Ἐκκλησίαν Χριστοῦ οἱ τιμήσαντες.
Ῥάνατε
ἡμῖν, τοὺς ὄμβρους τῆς Χάριτος, ὦ χαριτώνυμοι· ταῖς θερμαῖς δεήσεσιν, πρὸς τὸν
Δεσπότην θεῖε Βασίλειε, καὶ θαυμαστὲ Δημήτριε, οἱ ἀριστεύσαντες, καὶ τῆς νίκης·
στέφος θεοστόλιστον, ζωηφόρῳ χειρὶ κομισάμενοι.
Ἐκραζε
Θεῷ, Σαράντης ἐν σκάμματι, ἀγωνιζόμενος· κράτος σου τὸ ἄμαχον, κἀμοὶ παράσχου
μόνε Ἀθάνατε, τῶν δυσμενῶν παράταξιν, ὅπως τροπώσομαι, καὶ δοξάσω· πᾶσι Σὴν
ἀνείκαστον, δυναστείαν Σωτὴρ Παντοδύναμε.
Ἴθυναν
ψυχάς, λιμένα πρὸς εὔδιον, καὶ ἀκλυδώνιστον, καὶ Χριστῷ προσήρμοσαν, πιστῶν τὰ
πλήθη Πλάτων Γεώργιος, Ἀδριανὸς Πολύευκτος οἱ ἀξιέραστοι, οὓς ὑμνοῦντες·
χαίροις ἀνακράζομεν, τῶν Μαρτύρων τετρὰς ἡ ὁμόαθλος.
Δόξα.
Τριαδικόν.
Ἄναξ
Οὐρανοῦ, εὐσπλάγχνως ἐπίβλεψον, τοῖς Σοι λατρεύουσι, καὶ ἀντικατάπεμψον, Θεότης
μία Χάριν τρισάκτινον, τοῦ καθορᾶν τῆς δόξης σου τὴν ὡραιότητα, καὶ βοᾶν σοι·
Δόξα τῇ ἀφάτῳ Σου, καὶ ἀπείρῳ στοργῇ Ὑπεράγαθε.
Καὶ
νῦν. Θεοτοκίον.
Νεῦσον
τῇ ἡμῶν, πτωχείᾳ Πανένδοξε, Θεογεννήτρια· καὶ τῇ μεσιτείᾳ Σου, παράσχου Κόρη
πᾶσι τὸ πλούσιον, τοῦ σοῦ Υἱοῦ ἀπαύγασμα, τῆς ἀγαθότητος, ἵνα πάντες· Χαῖρε
μελωδοῦμέν σοι, τῶν Χαρίτων Ἁγνὴ τὸ κειμήλιον.
Ἀπολυτίκιον.
Ἕτερον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τῶν
Μαρτύρων δεκάδα, δεῦτε ὑμνήσωμεν, σὺν Γεωργίῳ τῷ θείῳ Ἀδριανὸν τὸν στεῤῥόν, τὸν
Πολύευκτον, ὁμοῦ, κλεινόν τε Πλάτωνα· σὺν Δωροθέῳ Σεραφεὶμ καὶ Ἰάκωβον πιστοί,
Βασίλειον θεηγόρον, καὶ Δημήτριον σὺν Σαράντη, τῶν Μεγαρέων τοὺς ἀμάχους
φρουρούς.
Δίστιχα.
Εἰς ὀσμὴν ὦ
Μάρτυρες κρείττονος εὐωδίας,
ἐκ καρδίας
δέξασθε πανενδεοῦς τὸν ὕμνον.
Τὸν Δεσπότην
μέλποντες τοῦ Μαρτυρίου αἴνῳ,
πτωχῶν ᾀσμάτων
μου πλοκάς, προσδέξασθε ἀσμένως.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου