Κατηγορίες αναρτήσεων

Δευτέρα 1 Φεβρουαρίου 2016

ΦΕΒΡΟΥΑΡΙΟΥ 1. ΜΕΓΑΡΩΝ 10 ΜΑΡΤΥΡΕΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΛΟΓΟΣ

ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΛΟΓΟΣ
«Ἐγκωμιαζομένου δικαίου εὐφρανθήσονται λαοί», μελωδεῖ ὁ κάλαμος τοῦ σοφοῦ Σολομῶντος εἰς τὰς παροιμίας αὐτοῦ. Καὶ ἐγκωμιαζομένων Μαρτύρων εὐφρανθήσονται πιστοί· ἐξερεύγεται ἡ ἀγαθὴ καρδία τῶν φιλοχρίστων, τῶν ἀπ᾿ αἰῶνος τὸν Θεὸν λατρευσάντων.
 http://blogs.sch.gr/sdromponis/files/2009/01/agioi-10-martyres.jpg
Εὐφραίνεται λοιπὸν δικαίως ἡ νύμφη τοῦ Χριστοῦ ἡ Βασίλισσα Ἐκκλησία, ἐγκωμιάζουσα τοὺς Ἁγίους Μάρτυρας, τοὺς φίλους καὶ στρατιώτας τοῦ ἐπουρανίου Βασιλέως, οἱ ὁποῖοι ἀνδρείως καὶ εὐθαρσῶς ἀντέστησαν εἰς τὰ δόγματα τῶν τυράννων, μὴ πτοηθέντες ἀπειλὰς καὶ βασάνους, μηδὲ δειλιάσαντες τῆς σαρκὸς αἰκισμοὺς καὶ θάνατον, τὴν πίστιν τοῦ Χριστοῦ ὁμολογοῦντες.
Πολλῷ δὲ τῷ πόθῳ πάσχοντες, ἔχαιρον μιμούμενοι τὸν ἐπὶ Σταυροῦ δι’ ἡμᾶς παθόντα. Αὐτὸν στέργοντες, Αὐτὸν ἀκολουθοῦντες, Αὐτὸν κηρύττοντες Θεὸν ἀληθινὸν καὶ ἀθάνατον.
Τιμῶντες καὶ ἡμεῖς σήμερον τοὺς Ἁγίους τούτους Μάρτυρας, κοινωνοῦμεν τῆς δόξης τῶν, μετέχομεν τῆς εὐφροσύνης αὐτῶν, μεριζόμεθα τὴν ἀγαλλίασιν καὶ Χάριν, ὡς συνδαιτυμόνες τραπέζης πνευματικῆς.
Σήμερον ἡ ἐκκλησία τοῦ Χριστοῦ καυχᾶται χαίρουσα καὶ τιμῶσα ἀγλαὼς τοῦ Ἁγίους δέκα Μάρτυρας, τοὺς ἐν τῇ πόλει ταύτῃ τῶν Μεγάρων τελειωθέντας. Ἐνδεδυμένη τὴν στολὴν τῆς δόξης τὴν πορφυρότευκτον καὶ ἐστεμμένη τὸ διάδημα τοῦ κάλλους καὶ τὸν στέφανον τὸν μαρτυρόπλοκον, ἐξαστράπτουσα τῇ δόξῃ τῇ ἀπροσίτῳ, συγκαλεῖ πάντας ἡμᾶς συνεορτάσαι καὶ μυστικῶς συνευφρανθῆναι.
Καὶ ὡς ἄλλον πλοῦτον, πολυέραστον καὶ θησαυρὸν Βασιλικόν, προβάλλει ἡμῖν εἰς προσκύνησιν τῶν Ἁγίων Μαρτύρων τὰ τίμια καὶ πανευώδη Λείψανα, τὰ χρυσίου καὶ ἀργυρίου ἀκριβέστερα καὶ ἀσυγκρίτως λαμπρότερα καὶ ποθεινότερα. Σήμερον φῶς ἡμῖν ἐπέλαμψαν τοῦ ἡλίου τοῦ αἰσθητοῦ τηλαυγέστερον, οἱ Ἅγιοι οὗτοι δέκα Μάρτυρες, ὡς ἀστέρες καταυγάζοντες τὴν γῆν καὶ τὸν Ἥλιον τῆς Δικαιοσύνης μαρτυρικῶς διατρανοῦντες. Ἀγάλλεται ἡ πόλις τῶν Μεγάρων, τιμῶσα εὐκλεῶς τὴν Μαρτυρικὴν δεκάφωτον χορείαν καὶ σεμνυνομένη βοᾷ μεγάλη τῇ φωνῇ χαρμοσύνως λέγουσα:
Ἐμοὶ πλοῦτος εἷς ἀξιέραστος, ἡ τῶν Μαρτύρων δεκὰς ἐναθλήσασα.
Ἐμοὶ στέφανος εἷς ἀμαράντινος, ἡ τῶν τροπαιούχων δεκὰς ἀριστεύσασα.
Ἐμοὶ κάλλος ἕν ἀπαράμιλλον, ἡ τῶν καλλινίκων δεκὰς ἡ πανέντιμος.
Ἐμοὶ τεῖχος ἕν ἀῤῥαγέστατον, ἡ τῶν ἀηττήτων δεκὰς προασπίζουσα.
Ἐμοὶ χλαῖνα λαμπρά, θεοδόξαστος, ἡ τῶν θεοτιμήτων ἀνδρῶν δεκάς, ταύτην πορφυρώσασα.
Ἐμοὶ διάδημα ἐν δεκαστόλιστον, ἡ τῶν στεφηφόρων δεκὰς χρυσαυγίζουσα.
Ἐμοὶ λύχνος ἀειλαμπὴς καὶ πολύφωτος, ἡ τῶν θεσπεσίων δεκὰς ἀπαστράπτουσα.
Ἐμοὶ φρουρὸς ἀσφαλὴς καὶ ἀκοίμητος, ἡ τῶν ἀπτοήτων δεκὰς διαφυλάττουσα.
Ἐμοὶ βλαστὸς εὐκλεὴς καὶ ἀμάραντος, ἡ τῶν θεοσδότων δεκὰς ἐξανθίζουσα.
Ἐμοὶ λύρα τερπνὴ καὶ ἡδύλαλος, ἡ τῶν ἀηδόνων δεκὰς ᾀσματίζουσα.
Ἐμοὶ κρήνη διαυγὴς καὶ ἀείῤῥύτος, ἡ τῶν θεαρδεύτων δεκὰς ἐπιῤῥέουσα.
Ἐμοὶ πέπλος εὐκλεὴς καὶ ἀμόλυντος, ἡ τῶν θεοφρόνων δεκὰς ὡραΐζουσα.
Ἐμοὶ χιτὼν τῆς χιόνος λευκότερος, ἡ τῶν θεοποθήτων δεκὰς τοῦτον ἐξυφάνασα.
Ἐμοὶ δρόσος, γλυκεῖα καὶ πάγκαλος, ἡ τῶν θεοῤῥύτων δεκὰς ὀμβροβλυτοῦσα.
Ἐμοὶ τερπνότης καὶ ἥδυσμα, ἡ τῶν χελιδόνων δεκάς, τὸν πικρὸν χειμῶνα τῆς ἀπιστίας καταπαύουσα καὶ τὸ ἔαρ τῆς πίστεως ἀνατέλλουσα.
Ἐμοὶ κλέος καὶ εὐλογίας πηγὴ ἡ δεκὰς ἡ πάγκαλος, τῆς ἐλπίδος τῆς χρηστῆς τὰ ῥεῖθρα χαριζομένης, τῆς ἀγάπης τὴν πηγὴν παρεχομένης, τῆς πίστεως τὴν ἰσχὺν προβαλλομένης.
Ἐμοὶ οὐρανὸς κατάστερος, ἡ τῶν σελασφόρων δεκὰς διαλάμπουσα.
Ἐμοὶ σέμνωμα, ἐμοὶ καύχημα, ἐμοὶ ἀγλάϊσμα καὶ καλλώπισμα, ἐμοὶ ἀσπὶς καὶ ὀχύρωμα, ἐμοὶ στῦλος καὶ κραταίωμα, ἐμοὶ δόξα καὶ στέφανος, ἐμοὶ λαμπρότης καὶ τιμὴ καὶ εὔκλεια, τῶν Ἁγίων Μαρτύρων ἡ δεκὰς ἡ ποθεινὴ καὶ θεοστόλιστος.
Τούτοις προσδράμωμεν προθύμως, εὐλογίας νάματα ἀπολαύσοντες, τὴν δίψαν τῶν ψυχῶν καταπαύοντα. Εὐεμετάδοτοι γὰρ τυγχάνουσι. Τούτοις προσπέσωμεν, ἰαμάτων δωρεὰς κατ’ ἄμφω ἀπολειψόμενοι. Ψυχῶν γὰρ καὶ σωμάτων τὴν ῥῶσιν πλουσίως καὶ ἀκενώτως παρέχουσι, ὡς ἰατροὶ ταχινοὶ καὶ ἄμισθοι. Τούτων τὰ ἱερὰ Λείψανα εὐλαβῶς προσκυνήσωμεν, τοῦ Παρακλήτου τὴν εὐωδίαν ἀποπνέοντα καὶ τῆς ἀκτίστου Θεότητος τὴν Χάριν ἀποστίλβοντα. Τούτων τοῖς ἱεροῖς τάφοις προσέλθωμεν, ἔνθα ἐπὶ χρόνοις πλείοσι ὁ θησαυρὸς τῶν Λειψάνων τῶν κατεκρύπτετο, τὴν θείαν αὐτῶν πρεσβείαν ἐκζητοῦντες. Καὶ γὰρ πλουτοῦσι πρὸς Θεὸν μαρτυρικὴν παῤῥησίαν, τὴν πατρικὴν Αὐτοῦ εὐσπλαγχνίαν δυναμένην ἐπικάμψαι, τοὺς ἀφάτους Αὐτοῦ οἰκτιρμοὺς εὐμενῶς ἐπισύραι, τὸ ἄμετρον Αὐτοῦ ἔλεος προσελκῦσαι πλουσίως καὶ ἀκορέστως ἐπὶ πᾶσιν ἡμῖν.
Τῶν Ἁγίων Μαρτύρων τὴν δεκάδα προσφέρει ἡ Ἐκκλησία τῶν Μεγάρων εἰς τὸν Θεὸν ὡς θυμίαμα εὐῶδες, ὡς θυσία εὐπρόσδεκτον, ὡς ὁλοκάρπωμα ἱερόν, ὡς δῶρον ἐθελούσιον, ὡς ἐξίλασμα τίμιον, ὡς κανδήλαν ἀκοίμητον, ὡς λαμπάδα ἄσβεστον, ὡς ἄνθη ἀμάραντα, ὡς λογικὴ λατρεία καὶ προσφορά. Εἰς πᾶσαν δυσχέρειαν καὶ θλίψιν τοὺς Ἁγίους δέκα Μάρτυρας ἐπικαλεῖται κάθε πιστὸς Μεγαρεύς, ἐμπιστευόμενος ἀπόλυτα εἰς τὴν εὔνοιαν αὐτῶν καὶ προστασίαν. 
Εἰς πᾶσαν χαρὰν καὶ εὐημερίαν τοὺς Ἁγίους δέκα Μάρτυρας μετὰ τὸν Θεὸν καὶ τὴν Παναγίαν Μητέρα Τοῦ εὐχαριστεῖ καὶ δοξάζει. Διηγούμενος τοὺς θησαυροὺς τῶν Μεγάρων καὶ ἀπαριθμῶντας τὰ μεγαλεία τῆς πόλεως τοῦ κάθε Μεγαρεύς, ἀπὸ τοὺς Ἁγίους δέκα Μάρτυρας τὴν ἀρχὴν ποιεῖται. Δι᾿ αὐτοὺς καυχᾶται, δι᾿ αὐτῶν σεμνύνεται, δι᾿ αὐτῶν μεγαλύνεται ἡ τῶν Μεγαρέων περίδοξος καὶ ἱστορικὴ πόλις.
Καὶ συντρέχουσιν ἅπαντες οἱ Μεγαρεῖς, ἵνα τιμήσουν ἐκ πόθου τὰς ἡμέρας τῆς ἱερᾶς αὐτῶν μνήμης, τὸ περίσσευμα τῆς εὐλαβοῦς καρδίας των δηλοποιοῦντες. Ἑόρτιον χαρὰν καὶ εὐφροσύνην γεύεται ἡ καρδία πάντων τῶν Μεγαρέων τὴν 16ην Αὐγούστου καὶ τὴν 1ην Φεβρουαρίου ἑκάστου ἔτους. Εἶναι ὑπόθεσις κοινῆς χαρᾶς, εἶναι προσωπικὴ ἑορτὴ ἑκάστου Μεγαρέως, αἱ ἡμέραι αὖται τοῦ ἐορτασμοῦ τῶν Ἁγίων Μαρτύρων, τιμῆς καὶ δόξης πλήρεις.
 
Ἀλλὰ καὶ καθ᾿ ἑκάστην δὲν παύει νὰ τοὺς ἐπικαλεῖται ἐπισκεπτόμενος συχνάκις τοὺς ἱεροὺς Ναούς των, αἰσθανόμενος ἐκεῖ τὴν παρουσίαν τῶν Ἁγίων Μαρτύρων καὶ τὴν συμπαθῆ εὔνοιά των, διηγούμενος τὰ θαυμάσια τῶν καὶ διαλογιζόμενος ὅτι εἰς τὸν τόπον τοῦτον ποῦ σήμερον ἱστάμεθα καὶ προσκυνοῦμεν, ἔστησαν οἱ πόδες τῶν Ἁγίων Μαρτύρων, Θεὸν ὁμολογοῦντες, τὰς βασάνους ὑποστάντες καὶ τὸν τόπον ἁγιάσαντες τῶν τιμίων αἱμάτων τοῖς ῥείθροις, πηγὴν δωρεῶν τοῦτον ἀναδείξαντες εἰς τοὺς αἰῶνας. Καὶ εἰς τὸ ἄκουσμα μόνον τῆς κλήσεως Ἅγιοι δέκα Μάρτυρες· κτυποῦν αἱ καρδίαι τῶν Μεγαρέων, εἰς ἦχον οὐράνιον, τῶν κωδώνων εὐηχέστερον, δοξάζουσαι τὸν Ἅγιον Θεόν, τὸν δωρησάμενον ἡμῖν τοὺς Ἁγίους δέκα Μάρτυρας ὡς ὄλβον πανυπέρτιμον, ὡς ἐγκαλώπισμα τίμιον, ὡς κλέος ἀμάραντον, ὡς τεῖχος ὀχυρὸν καὶ ἀπόρθητον. 
Τούτοις προσπίπτοντες καὶ νῦν βοήσωμεν ἀπὸ καρδίας λέγοντες· Δεκὰς Μαρτύρων εὐκλεὴς καὶ θεοδόξαστε, τῷ Θρόνῳ τῆς Τριάδος τῆς σεπτῆς παρισταμένη, ἱκέτευσον ὑπὲρ ἡμῶν ἀπαύστως τὸν Φιλάνθρωπον, εἰρήνην δωρηθῆναι ἐν τοῖς ἔθνεσιν καὶ βίου τὴν διόρθωσιν ἡμῖν πᾶσιν τοῖς δὲ τιμῶσιν τὴν Ὑμῶν τιμίαν ἄθλησιν, ἐλέους θησαυρὸν καὶ Χάριν τὴν ἀδάπανον πλουτήσασθαι καὶ ἄφεσιν πταισμάτων δωρηθῆναι. Ἐν ὥρᾳ δὲ τῇ φοβερᾷ παράστητε, ὅτε Θεὸς καθέζηται ἐπὶ θρόνου, ζυγῷ δικαιοτάτῳ τοὺς πάντας κρίναι. Μερίδος δεξιᾶς ἡμᾶς τύχεῖν τοῖς θείαις Ὑμῶν πρεσβείαις ἀξιώσατε, τοῦ προσκυνεῖν τὴν θείαν Μεγαλωσύνην, ὑμνεῖν δὲ καὶ δοξάζειν τὴν Τρισάγιον Θεότητα, Πατέρα καὶ Υἱόν τε καὶ θεῖον Πνεῦμα, ἡ πρέπει πᾶσα δόξα καὶ μεγαλοπρέπεια εἰς πάντας τοὺς αἰῶνας.
ΑΜΗΝ
ΣΤΙΧΟΙ ΑΚΡΟΤΕΛΕΥΤΙΟΙ
Μαρτύρων αἶνος ὁ παρών,
πέρας τὸ νῦν λαμβάνει,
Θεοῦ τοῦ χορηγήσαντος,
τὸ μέγα Αὐτοῦ σθένος.
Δέχθητε τοῦτον Ἅγιοι,
Χάριν ἀντιδιδόντες,
ὃν ταπεινῶς ἐχάραξε,
κάλαμος Ἰσιδώρας.
Ἐν Μοναζούσαις εὐτελοῦς,
ἐν δὲ πιστοῖς ἐσχάτης,
ἐξαιτουμένης τὴν Ὑμῶν,
πανευπρεπῆ πρεσβείαν.
Κυρίῳ τοῦτον ἄγοντες,
πολλῇ σὺν παῤῥησίᾳ,
πταισμάτων δότε ἱλασμόν,
καὶ τρόπους μετανοίας.
Τὴν δὲ Μονὴν ἐν ἧ ἀθλῷ,
κλεινοῦ Ἱεροθέου,
ταῖς Ὑμῶν τειχίσατε,
πρεσβείαις ἀῤῥαγέσιν.



                               πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου