Ευλογημένη πνευματική περιήγηση

Τρίτη 3 Ιανουαρίου 2017

ΙΑΝΟΥΑΡΙΟΣ 3!! ΟΣΙΑ ΘΩΜΑΪΣ ΛΕΣΒΟΥ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Αἱ τοῖς συζύγοις τοῖς δυστρόποις προσκρούουσαι, καὶ τὰς ψυχὰς ὑμῶν καὶ σώματα φθείρουσαι, κατεπειγόντως σπεύσατε ἰδεῖν, σύζυγον ἀπτόητον, πρὸς βολὰς τοῦ συζύγου, καὶ καθυπομένουσαν, τὰς ἐκ τούτου βασάνους, τὴν Θωμαΐδα ὑμνήσω τὴν σεπτήν, Λέσβου ἁπάσης, Ἑλλάδος τε καύχημα.
Δόξα.
Οἱ ταῖς βασάνοις τῆς ζωῆς συντριβόμενοι, καὶ ταῖς αἰκίαις τοῦ βελίαρ καμπτόμενοι, πρὸς Θωμαΐδα στρέψατε τὸν νοῦν, καὶ τοὺς ὀφθαλμοὺς ψυχῆς, καὶ θεάσασθε σθένος, δι’ οὗ καθυπέμεινε, πειρασμοὺς τοῦ Στεφάνου, τοῦ ἀκανθώδους ὄντως καὶ σκαιοῦ, συζύγου ταύτης, καὶ θάρσος ἀντλήσατε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών. Ποίημα ἀρχιμ. Νικοδήμου Παυλόπουλου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θωμᾶ Ἀποστόλου συνώνυμε, ἡ χάριν λαβοῦσα Ἀποστόλων ἱκέτευε, εἰρήνην ἐλθεῖν ἐν τῇ ψυχῇ μου, καὶ ἠρεμίαν καρδίᾳ καὶ σώματι
Ὦ σύζυξ γενναία τε καὶ πιστή, συζύγῳ ἀπίστῳ, καὶ ἀδίκῳ ἐκδικητῇ, εἰρήνην συζύγοις νῦν παράσχου, τὰς τοῦ βελίαρ παγίδας συντρίβουσα.
Ματαίως ἐπείρασε Θωμαΐς, ὁ Στέφανος τότε, τό τε σῶμά σου καὶ ψυχήν, πυκτεύων καὶ δέρων καὶ ὕβρεις ἐκτοξεύων, καὶ μὴ διασαλεύων σοῦ τὸ στερέμνιον.
Θεοτοκίον.
Ἀπείρῳ στοργῇ Σου Μῆτερ ἁγνή, Μαρία παρθένε, ἀγκαλίζου τὴν ταπεινήν, ψυχήν μου ὠδύναις ποικίλαις πεπαρμένην, καὶ δίδου μοι εἰρήνην θάῤῥος καὶ δύναμιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰδιόῤῥυθμα ζεύγη ὦ Θωμαΐς σὺ διόρθωσον, ταῖς πρὸς τὸν Δεσπότην πρεσβείαις σου καὶ δεήσεσι, καὶ συμφιλίωσον ταῦτα εἰς τέλος ἁγία, ἵν’ ἐκ πόθου κράζωσι· δόξα Σοι Κύριε.
Δυναταῖς σου πρεσβείαις ὦ Θωμαΐς ἐκδυσώπησον, μέγαν τε καὶ μόνον δυνάστην ὑπὲρ τῶν δούλων σου, τῶν ὁμοζύγων δή, ὧν συζυγία χωλαίνει, καὶ σταθηρὸν ποίησον, τούτων τὸν σύνδεσμον.
Ἀνδρῶν ὅσων ἡ πίστις τε καὶ τὰ ἔργα ἀπάδουσι, πρὸς ἐπαγγελίας καὶ ὅρκους οἷς ἐδεσμεύθησαν, ταῖς ὁμοζύγοις δή, καὶ Ἐκκλησίας Νυμφίῳ, συζυγίας στήριξον, καὶ διατήρησον.
Θεοτοκίον.
Λύπην πᾶσαν ἀπόθου ἐκ τῆς καρδίας ἀνύμφευτε, Νύμφη τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ Μῆτερ ἄχραντε, Υἱοῦ καὶ Λόγου τε, καὶ τῶν συζύγων ἁπάντων, οὓς καὶ καταπράϋνον, καὶ καλοφρόνησον.
Ἄμεμπτε, ἐν τοῖς συζύγοις ὑπάρχουσα Θωμαΐς μου, τοὺς παραπέοντας συζύγους πρεσβείᾳ σου στήριξον, ὡς ἔχουσα πρὸς Θεὸν παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπῃ θερμῇ καὶ πίστει πρὸς Κύριον, καὶ πάντας ὁμοῦ ἐν βίῳ σου πανεύφημε, εἰργάσθης καλῶς καὶ ηὔξησας τάλαντα, ἃ δέδωκέ σοι Χριστὸς ὁ Νυμφίος σου, καὶ οἱ γονεῖς σου παιδείᾳ ἐπηύξησαν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Εἰσακήκοε Κύριος, τῶν πιστῶν γονέων σου καὶ ἱκάνωσε, τῆς μητρός σου μήτραν ὅτε σε, ἐν γαστρὶ συνέλαβε καὶ ἔτεκε.
Σὴν ἐξέλιξιν ἄχραντον, Μήτηρ τοῦ Κυρίου σου προεμήνυσε, τῇ μητρί σου ὅτε θαύματι, ἐν γαστρὶ αὐτῆς σε περιέκρυβε.
Βέλη πάντα ἀπέκρουσας, τὰ πεπυρωμένα ἃ ἐξηκοντίσεν, ὁ βελίαρ κατὰ σοῦ σεμνή, καὶ ἀπήμων ὄντως σὺ διέμεινας.
Θεοτοκίον.
Ἴδε Νύμφη ἀνύμφευτε, τῶν συζύγων πάντων ἕλκη καὶ τραύματα, Θωμαΐδος τε δεήσεσι, ταῦτα πάντα ἐξυγείανον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Δόξῃ καὶ τιμῇ, σὺ ἐστέφθης ταῖς γονέων σου, προτροπαῖς τε καὶ δεήσεσι πολλαῖς, τὸν ἀκάνθινόν σου στέφανον φορέσασα.
Ἄμεμπτον εὐνήν, Θωμαΐς σου διετήρησας, καὶ ἁγνείᾳ καὶ σεμνότητι πολλῇ, συζυγίαν σου Κυρίῳ ἀνατέθεικας.
Ναίουσα ἁγνή, ἐν πελάγει τῷ τῶν θλίψεων, ἃς προὐξένει καθ’ ἡμέραν σὸς ἀνήρ, στέφανόν σου τὸν ἀκάνθινον ἀπέλαβες.
Θεοτοκίον.
Ἔλεος ἁγνή, καὶ εἰρήνην πᾶσι δώρησαι, ταῖς Θωμαΐδος δεήσεσιν ἱεραῖς, καὶ συζύγους παραπέοντας Σὺ στήριξον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Κατώκησας, ἐν τῇ Λέσβῳ τὸ πρῶτον, ἔνθα οἶδας τὸ φῶς τοῦ ἡλίου, γονεῦσί σου Μιχαὴλ καὶ Καλλίστη, οἳ καὶ τὰ φῶτα τὰ θεῖά σοι ἔδωκαν, καὶ εἶτα ᾤκησας μετά, Κωνσταντίνου τῇ Πόλει, συζύγου σου.
Παλαίουσα, νοερῶς καὶ νικῶσα, τὰς αἰκίσεις συζύγου σου τότε, ἐπέδειξας καρτερίαν καὶ πίστιν, ἐκδυσωποῦσα Χριστόν σου πανεύφημε, καὶ γέγονας ὑπογραμμός, ὁμοζύγων τελούντων ἐν θλίψεσι.
Ὁμότροπος, τῶν Ἁγίων ἐγένου, Θωμαΐς ἐν τῇ Λέσβῳ καὶ Πόλει, ἔνθα καλῶς ἐπορεύθης ὡς νύμφη, τοῦ τε Χριστοῦ καὶ Στεφάνου σου ἄμεμπτε, καὶ πάντων τούτων ἀρετάς, συνείγηρας ἁγία καὶ τρόπαια.
Θεοτοκίον.
Θεόνυμφε, Παναγία Παρθένε, Μήτηρ οὖσα Υἱοῦ καὶ Θεοῦ Σου, μνημόνευε Σῶν τεκνίων ἐν βίῳ, προσπαλαιόντων βελίαρ τὰ ἔνεδρα, καὶ δίδου πᾶσιν εἰσελθεῖν, καὶ λαβεῖν Παραδείσου τὰ ἔπαθλα.
Ἄμεμπτε, ἐν τοῖς συζύγοις ὑπάρχουσα Θωμαΐς μου, τοὺς παραπέοντας συζύγους πρεσβείᾳ σου στήριξον, ὡς ἔχουσα πρὸς Θεὸν παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν τῶν τῆς Πόλεως, γοητείᾳ δὲ τῶν ἐναρέτων σου πράξεων, ἀνεδείχθης φάρος ὁ θεῖος ἀσφαλῶς, καθοδηγῶν ὁμοζύγους τῷ Χριστῷ, εἰς ὁδὸν τοῦ Κυρίου σου. Θείαν σου καρτερίαν, σώματός τε ἁγνείαν, ὦ Θωμαΐς δίδου κἀμοί, ἵνα πόθῳ ἀνυμνήσω σε.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν...
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πᾶσαν ἀποθέμενοι, οἱ σοὶ γεννήτορες προῖκα, ἐν τῇ Λέσβῳ ᾤκησαν, Κωνσταντίνου Πόλιν τε τὴν πανθαύμαστον, καὶ ἐκεῖ ἔζησαν, ταπεινῷ τῷ τρόπῳ, ἐκδεχόμενοι βοήθειαν, τῶν θαυμαζόντων δή, διὰ τὰς ἀρετὰς ἃς επέδειξαν· ταπείνωσιν ἐγκράτειαν, καὶ ὑπομονὴν τὴν σωτήριον, Θωμαΐς Ὁσία, καὶ τούτους ἐναπέθου τῷ Θεῷ, τὸν μὲν πατέρα κηδεύσασα, τὴν δὲ μητέρα μονάσασαν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στερηθεῖσα Ὁσία τῶν τοῦ βίου ἡδέων προσεκολλήθης Θεῷ, καὶ ὀρφανοῖς τὰ σῖτα, προσνέμουσα πλουσίως, καὶ ἀπόρως ψωμίζουσα, καὶ πλήρεις πάντων ἀγαθῶν, τὸν Θεόν σου Ἁγία εὐλόγησον.
Προσευχαῖς καὶ νηστείᾳ ὕμνοις τε καὶ θυσίαις μῆτερ ἐβίωσας, Χριστοῦ τὴν θείαν χάριν, καὶ τὸ ἔλεος μέγα καταπλουτίσασα, τὸ σῶμά σου καὶ τὴν ψυχήν, τῷ Κυρίῳ ὦ Μῆτερ ἀνέθηκας.
Παραδείσου τὰ κάλλη ἰδεῖν κατηξιώθης μῆτερ ἀκήρατε, ὦ Θωμαΐς Ὁσία, λαβεῖν τε τὰ βραβεῖα, τῶν ἀγώνων ἀήττητε, οὓς ἔτλης διὰ τὸν Χριστόν, εὐλογοῦσα Αὐτὸν καὶ δοξάζουσα.
Θεοτοκίον.
Θωμαΐδος πρεσβείαις Κυρία Θεοτόκε νῦν ἐκδυσώπησον, Κύριον καὶ Θεόν Σου, καὶ ἡμῶν τὸν Σωτῆρα ὅπως οἰκτείρῃ με, καὶ σώσῃ με ἐκ τῶν δεινῶν, ἵνα πόθῳ κἀγὼ εὐλογήσω Σε.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐῤῥάπιζέ σε, παρειαῖς ὁ σὸς σύζυξ, καὶ ἐλάκτιζε λαγόνας σου μῆτερ, ἀλλὰ σὺ οὐδόλως, ἐλύγισας τοῖς πόνοις.
Ταπείνωσιν, ὑπομονὴν καρτερίαν, σὺ ἐπέδειξας συζύγῳ σου μῆτερ, Θωμαΐς Ἁγία, καὶ ἔλαβες τὰ γέρα.
Ἐλευθερίαν συ προείλου Κυρίου, καὶ δουλείαν σοῦ συζύγου ἐδέχθη· ὅθεν καὶ ἀγάλλῃ, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὑμνεῖν ἀξίως Σε, ὦ Μῆτερ Παρθένε, καταξίωσον Σοὺς παῖδας καὶ πάσας, στήριξον Κυρία, πιστῶν τὰς συζυγίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὦ Θωμαΐς ἐτύφθης, πυγμαῖς τοῦ σοῦ συζύγου, καὶ λακτισμοῖς ἀπηνως τῇ φθαρτῇ σου σαρκί, καὶ ἀπενεύρωσας τούτου τὴν μῆνιν ἄμεμπτε.
Νενίκηκε πρὸς ὥραν, ὁ σὸς σύζυξ Ἁγία, ταῖς τῆς κακίας βολαῖς τε καὶ πάσαις ποιναῖς, δι’ ὧν σὸν σῶμα ἐκάμφθη καὶ γῇ ἐπέστρεφε.
Ἰδεῖν κατηξιώθη, ὁ σὸς σύζυξ Ἁγία, θαυματουργίας σου θείας ἐν τάφῳ συρθείς, καὶ δαιμονόπληκτος, ὤν, σοὶ ἠλευθέρωται.
Θεοτοκίον.
Κυρίως Θεοτόκον, Σὲ ὁμολογοῦμεν, οἱ διὰ Σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Θωμαΐδι Λεσβίᾳ, Σὲ μεγαλύνοντες.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ὅλῃ σου καρδίᾳ τε καὶ ψυχῇ, προσῆλθες Κυρίῳ, καταπτήσασα τὰ τῆς γῆς, ἡδέα καὶ πάντα, τὰ ἔνεδρα βελίαρ, ἐξέκλινας Ὁσία, καὶ πόλον ᾤκησας.
Ἤθλησας ἐν πόνοις μαρτυρικοῖς, Θωμαΐς Ὁσία, καὶ κατήσχυνας τὸν ἐχθρόν· ὅθεν ἐδοξάσθης, παρὰ Θεοῦ πλουσίως, καὶ νέμεις τοῖς αἰτοῦσι, τὴν σὴν βοήθειαν.
Δός μοι καρτερίαν τὴν σὴν ἁγνήν, Θωμαΐς Ἁγία, ἵνα πάντα τὰ ἐν τῇ γῇ, σκαιά τε καὶ ἡδέα, ἐκφεύγω μετὰ πόθου, καὶ εὕρω σε ἐν πόλῳ, συναντιλήπτορα.
Ἡμᾶς τοὺς σοὺς παῖδας Μῆτερ ἁγνή, Θωμαΐς Ὁσία, καθοδήγησον τοῦ ἰδεῖν, ἀξίαν συζυγίας, τῆς ἐν Χριστῷ καὶ ταύτην, ἐκ πίστεως στηρίζειν, καὶ συντηρεῖν ὡς χρή.
Ὁδήγησον πάντας τοὺς νεαρούς, συζύγους Κυρίῳ, καὶ ἀνάθου αὐτοὺς Θεῷ, ἵν’ εὕρωσι πίστιν, ὑπομονὴν ὡσαύτως, Χριστοτερπῆ τε βίον, καταπολαύσωσι.
Σαινόμενα ζεύγη ὦ Θωμαΐς, συντήρησον Μῆτερ, ταῖς πρεσβείαις σου ταῖς θερμαῖς, καὶ ταῦτα παράθου, Κυρίῳ τῷ Θεῷ σου, ἵνα αὐτοῖς δωρήσῃ, βίον ἀνέφελον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.



                                        πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου