Ευλογημένη πνευματική περιήγηση

Δευτέρα 2 Ιανουαρίου 2017

ΙΑΝΟΥΑΡΙΟΣ 2!! ΟΣΙΟΣ ΜΑΡΚΟΣ ΚΩΦΟΣ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν θεῖον Μᾶρκον τῶν κωφῶν μέγα κλέος, πανευλαβῶς ἀνευφημήσωμεν πάντες, ἐν ὑμνῳδίαις ψάλλοντες αὐτοῦ βιοτήν, ἄσκησιν καὶ προσευχὴν θερμήν, καὶ ἐγκράτειαν ἔνθον, ἆρσιν τοῦ σταυροῦ αὐτοῦ, ἐν πολλῇ προθυμίᾳ· διὸ ζωῆς τῆς ὄντως ἀληθοῦς, ἐπαπολαύθει ἐν δόξῃ ὁ Ἅγιος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Μάρκῳ κωφῷ, κωφῶν κλέος, ὕμνον ᾄδω. Νικοδ(ήμου).
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Μακάριον Μᾶρκον ἐν τοῖς κωφοῖς, ποθῶν εὐφημῆσαι, Παρακλήτου ἐπιζητῶ, τὴν χάριν τοῦ πλέξαι θείους ὕμνους, καὶ ἐγκωμίων τὸν ἄφθιτον στέφανον.
Ἀξίωσον Μᾶρκε σὸν ὑμνητήν, ἀνοῖξαι τὰ ὦτα, τῆς καρδίας πρὸς τοῦ Χριστοῦ, φωνὴν τὴν σωτήριον καὶ θείαν, ἣν ἠξιώθης ἀκούειν τρισόλβιε.
Ῥημάτων Κυρίου ἐνωτισθείς, ἐν Πνεύματι Μᾶρκε, ἀπηρνήθης τὰ γεηρά, καὶ γέγονας ἄξιον δοχεῖον, τῶν ἀρετῶν τῶν ὁσίων πανένδοξε.
Θεοτοκίον.
Κατῆλθεν ὁ Λόγος ὁ τοῦ Πατρός, ἐν σπλάγχνοις Σου Μῆτερ, καὶ ἀνέλαβε τὴν ἡμῶν, θεόκτιστον φύσιν Θεοτόκε, καὶ ἐλυτρώσατο ταύτην ἐν αἵματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραΐσας ὁ Μᾶρκος τὰ τῆς ψυχῆς ἅπαντα, ἔλαβε τὴν χάριν Κυρίου ἀκούειν πνεύματι, καὶ αὐγασθεὶς τῇ ψυχῇ, τὰ ἐπὶ γῆς ἀπηρνήθη, ἀγαπήσας ἄῤῥητα, Θεοῦ μυστήρια.
Κατενόησας Μᾶρκε τὴν τοῦ Χριστοῦ λύτρωσιν, καὶ τῶν ἐκλεκτῶν τοῦ Κυρίου, θείων ἀπόλαυσιν· διὸ τὸν κόσμον λιπών, ἐν τῇ ἐρήμῳ εἰσέδυς, ἐνδυθεὶς τριβώνιον, τὸ τῆς ἀσκήσεως.
Ὡραιότητα Μᾶρκε τοῦ οὐρανοῦ ἄφατον, βλέπων ἐξεζήτησας πόθῳ, ἣν καὶ ἀπέλαβες· διὸ κἀμὲ σαῖς λιταῖς, ἐπιθυμεῖν διὰ βίου, τοῦ λαβεῖν τὴν χάριν σου, Λόγον ἱκέτευε.
Θεοτοκίον.
Φαιδρῶς ὄντως ἐδέχθης τῆς ἀκοῆς στέρησιν, καὶ χαροποιῶς ἐπεπόθεις, Χριστοῦ τὰ λόγια· διὸ Σὰ ὦτα ψυχῆς, ἡ Θεοτόκος ἀνοίγει, Μᾶρκε ἱκετεύουσα, θερμῶς τὸν Κύριον.
Διάνοιξον, τὴν ἀκοὴν τῆς ψυχῆς μου Μᾶρκε θεόφρον, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἱκέτης θερμότατος, καὶ γνώσομαι τὰς βουλὰς τοῦ Κυρίου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τὰ ἄνω ποθῶν τῶν κάτω κατεφρόνησας, καὶ χάρις πολλὴ ἐδόθη σοι τρισόλβιε, τοῦ ἀκούειν ἄῤῥητα, τοῦ Χριστοῦ μυστήρια Ὅσιε, ἃ ὑπηχεῖ ἐν σοὶ ὁ Θεός, ὦ Μᾶρκε ἀπαύστως, τῶν κωφῶν ὁδηγέ.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡραιώθης ἐν Πνεύματι, Μᾶρκε ὑπακούσας θείοις προστάγμασι· διὸ πρέσβευε πρὸς Κύριον, ὡραΐσαι ἡμᾶς τοὺς τιμῶντάς σε.
Καταξίωσον Ὅσιε, τῶν σῶν χαρισμάτων τοὺς σὲ γεραίροντας, ἱκεσίαις σου πρὸς Κύριον, ἀκοήν σοι δόντα τὴν τοῦ πνεύματος.
Ὠφελεία σοι πρόξενος, ἐγεγόνει Μᾶρκε τῶν ὤτων στέρησις, ἀνοιχθέντων σοι θεόσοφε, ψυχικῶν ὠτίων διὰ Πνεύματος.
Θεοτοκίον.
Φῶς Παρθένε ἐξανέτειλας, καὶ ἐκ τῆς σκοτίας ἡμᾶς ἠλευθέρωσας, Θεοτόκε ἀειπάρθενε, καὶ τὴν πλάνου πλάνου Σὺ διέλυσας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὦτα τῆς ψυχῆς, διανοίγεις ταῖς πρεσβείαις σου, τῶν σὲ τιμώντων Μᾶρκε πανευλαβῶς, καὶ στηρίζεις ἐν ἀγῶνι θεοτίμητε.
Νέκρωσον κλεινέ, τῶν παθῶν ἡμῶν τὸ φρόνημα, καὶ τῆς ψυχῆς ὦ Μᾶρκε τὸ ἀσθενές, ἵνα ἁγίως ἐν κόσμῳ πολιτευσώμεθα.
Κύριον Θεόν, ἐν ἐρήμῳ ἐξεζήτησας, ἐν ταπεινώσει ἀσκήσει καὶ εὐχῇ, Μᾶρκε νικήσας ἐχθροῦ κακίστου φρυάγματα.
Θεοτοκίον.
Λόγον τοῦ Θεοῦ, σωματώσασα πανάμωμε, τοὺς ὑμνοῦντάς Σε ἔσωσας ἁγνή, καὶ διαβόλου τὸ κράτος Σὺ κατηδάφισας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἐσκήνωσας, ὡς στρουθίον Ὅσιε, ἐν ὁσίων νοσσιᾷ τῆς ἐρήμου, καὶ πρὸς Θεόν, ἐμελώδεις σοὺς ὕμνους, ἐπικαλούμενος χάριν σωτήριον· Μᾶρκε αὐτὴν ἐν τῇ ψυχῇ, σαῖς πρεσβείαις ὁ Λόγος παράσχοι μοι.
Οἰκτείρησον, τὸν κωφὸν τῷ πνεύματι, καὶ παράσχου μοι ὠτία καρδίας, ἵνα Χριστῷ, ὑπακούω ἐν βίῳ, ἀεὶ ποιῶν τὸ Αὐτοῦ θεῖον θέλημα, Μᾶρκε λιταῖς σου πρὸς Αὐτὸν, Ὃν ἠγάπησας πόθῳ τρισόλβιε.
Στερέωσον, τοὺς τιμῶντας Ὅσιε, τὴν σὴν μνήμην ἐν ᾠδαῖς ἐγκωμίων· ὅτι πολύ, πολεμούμεθα πάντες, ἐν πειρασμοῖς ἀσθενείαις οἱ δείλαιοι· σὺ πέλεις ὄντως ἀσθενῶν, ὑπομονῆς τὸ ὑπόδειγμα ἔνδοξε.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε, οἱ πιστοὶ πανάχραντε, Σῶν θαυμάτων μελετῶντες τὸν πλοῦτον· ὅτι ἐν Σοί, ὁ Θεὸς ἐσαρκώθη, καὶ οἱ βροτοὶ διὰ Σοῦ ἐλυτρώθημεν, ἀνῆλθες δὲ εἰς οὐρανούς, δευτερεῖα Τριάδος κατέχουσα.
Διάνοιξον, τὴν ἀκοὴν τῆς ψυχῆς μου Μᾶρκε θεόφρον, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἱκέτης θερμότατος, καὶ γνώσομαι τὰς βουλὰς τοῦ Κυρίου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν κωφῶν ἀνεδείχθης ὁ στέφανος Ὅσιε, καὶ πασχόντων ὑπόδειγμα σεπτὸν καὶ ἐντρύφημα, τῶν πιστῶν δὲ ὑπομονῆς ὁ τύπος καὶ φωστήρ· ηὐχαρίστεις γὰρ ἐν πειρασμοῖς, τῷ Θεανθρώπῳ Χριστῷ, τῷ παθόντι ὑπὲρ ἡμῶν· στήριξον Μᾶρκε θεῖε, σαῖς λιταῖς πρὸς τὸν Λόγον, ἐν πειρασμοῖς τοὺς εὐσεβῶς, ἀνυμνοῦντάς σε πανέντιμε.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, κατὰ Μᾶρκον (Ζ΄, 31-37)
Τῷ καιρῷ ἐκείνῳ, πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου καὶ Σιδῶνος ἦλθε πρὸς τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. καὶ φέρουσιν αὐτῷ κωφὸν μογιλάλον καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατ᾿ ἰδίαν ἔβαλε τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξε καὶ λέγει αὐτῷ· ἐφφαθά, ὅ ἐστι διανοίχθητι. καὶ εὐθέως διηνοίχθησαν αὐτοῦ αἱ ἀκοαὶ καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ εἴπωσιν· ὅσον δὲ αὐτὸς αὐτοῖς διεστέλλετο, μᾶλλον περισσότερον ἐκήρυσσον. καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· καλῶς πάντα πεποίηκε· καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν καὶ τοὺς ἀλάλους λαλεῖν.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μᾶρκε τὰ οὐράνια, ἐπιποθῶν ἐκ καρδίας, εἰς ὁσίους ἔσπευσας, μιμηθῆναι τούτων θεῖα παλαίσματα· ἐν χαρᾷ πέποιθας, ὅτι πᾶσα δόσις, ἀλγεινή τε καὶ εὐάρεστος, ἀνθρώποις δίδοται, ἐξ ἀγάπης ὄντως τοῦ Κτίσαντος· διὸ καὶ καθυπέμεινας, τὴν τῶν ὤτων σώματος στέρησιν· ὅθεν ἠξιώθης, ἀκούειν ἐν καρδίᾳ τοῦ Θεοῦ, καὶ τῶν Ἀγγέλων μελίσματα, καὶ Ἁγίων ᾄσματα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μεσίτευσον Κυρίῳ ὑπὲρ ἁμαρτανόντων τοῦ ἀνοιγῆναι ψυχῆς τὰ ὦτα θεῖε Μᾶρκε, καὶ δὸς τοῖς σὲ ὑμνοῦσι, τοῦ βοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Νοῦν ἔνθεον ὦ Μᾶρκε ἡμῖν λιταῖς σου δίδου τοῦ ὑπομένειν δεινὰ καὶ στήριξον ἐν πόνοις, καὶ θλίψεσι ποικίλαις, τοὺς ἐκβοῶντας ἐκ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁ Κύριος τῆς δόξης διήνοιξε τοῦ Μάρκου τὴν ἀκοὴν τῆς ψυχῆς, ἀκούειν ἐνδομύχως, λυτρώσεως τοὺς λόγους, καὶ ἐκβοᾶν μετὰ πίστεως· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ναὲ τοῦ Ζωοδότου ἐλευθέρωσον πάντας ἐκ τῶν δεσμῶν τῶν παθῶν, καὶ πύλην μετανοίας, ὑπάνοιξον ὦ Μῆτερ, τοῖς βοῶσι τῷ Τόκῳ Σου· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀνανεοῦμαι, καθορῶν σε σεπτὲ Μᾶρκε, ἐν χαρᾷ ὑπομένοντα θλίψεις, καὶ δοξολογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Δεσμῶν κακίας, τοὺς εὐφημοῦντάς σε Μᾶρκε, ἐλευθέρωσον εὐχαῖς σου πρὸς Λόγον· Ὃν ἀκαταπαύστως, ὑμνοῦμεν εἰς αἰῶνας.
Ὡραϊσμένη, τῇ Παρακλήτου δυνάμει, ἡ ψυχή σου ἐβόα ὦ Μᾶρκε· Σοὶ Χριστὲ λατρεύω, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νίκας Παρθένε, τοῖς Σὲ τιμῶσιν ἀξίως, χορηγεῖς Σαῖς πρεσβείαις πρὸς Λόγον, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰσχύϊ Παρακλήτου, ὦ Μᾶρκε ἐγεγόνεις, πειραζόμενοις ἀλείπτης καὶ μέγας φωστήρ, καθοδηγῶν ὑπομένειν, αὐτοὺς ἀλγήματα.
Κατάνυξιν παράσχου, ἐμοὶ τῷ ἀθλίῳ, ταῖς σαῖς πρεσβείαις ὦ Μᾶρκε Χριστοῦ μιμητά, ἐσταυρωμένε τῷ κόσμῳ, καὶ τρισμακάριστε.
Ὁδήγησον ὦ Μᾶρκε, ψυχὰς τῶν σὲ ὑμνούντων, τοῦ ὑπομένειν ἀνδρείως δεινὰς συμφοράς, καὶ ἐκζητεῖν τοὺ Κυρίου, τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Δεσπότην δανεισθέντα, ἐκ Σοῦ ἀνθρώπων φύσις, καθικετεύοις Παρθένε ὑπὲρ πάντων ἡμῶν, τοῦ λυτρωθῆναι πταισμάτων, καὶ πάσης θλίψεως.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, Μᾶρκε θεοφόρε, ὑπομείνας πάθος δεινόν· χαίροις ἐν καρδίᾳ, ἐγγράψας θεῖον λόγον, κωφῶν μέγα προστάτα, καὶ καταφύγιον.
Δεῦτε ἀνυμνήσωμεν εὐλαβῶς, Μᾶρκον κωφῶν κλέος, ἀσκουμένων ὑπογραμμόν, τῶν ἐν ἀσθενείαις, ὑπόδειγμα καὶ τύπον, καὶ τῶν πειραζομένων, τὸ θεῖον πρότυπον.
Χάριτι Κυρίου τῆς ἀκοῆς, ὑπέμεινε Μᾶρκος, τὴν ἀφαίρεσιν ὡς Θεοῦ, δῶρον τῆς προνοίας, αὐτοῦ πρὸς σωτηρίαν, καὶ ἄθλησιν ἁγίαν, καὶ δόξαν ἄφθιτον.
Μᾶρκε τὸ ὑπόδειγμα τῶν κωφῶν, πρέσβευε ἀπαύστως, λυτρωθῆναι ἐκ πειρασμῶν, κωφοὺς καὶ ἀλάλους, τοὺς σὲ τιμῶντας ὕμνοις, καὶ ἐπικαλουμένους, Χριστοῦ τὴν δύναμιν.
Σπεῦσον Μᾶρκε ἔνδοξε ἀσκητά, λιταῖς σου πρὸς Λόγον, διασῶσαι ἐκ πειρασμῶν, σατᾶν ψυχοκτόνου, κωφοὺς τοὺς ἀγαπῶντας, Χριστὸν τὸν ἀθλοθέτην, καὶ σὲ πανεύφημε.
Τιμήσωμεν Μᾶρκον τὸν ἀσκητήν, ἐν ὕμνοις ἐνθέοις, τὸ ὑπόδειγμα τῶν κωφῶν, τὸν ἀξιωθέντα, ἀκούειν ἐν καρδίᾳ, τοὺς λόγους τοῦ Κυρίου, χάριτι Πνεύματος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἀριστέα τῶν κωφῶν, Μᾶρκον τῆς ἐρήμου τὸ κλέος, ὑπομονῆς τε καρπόν, ὕμνοις εὐφημήσωμεν, καὶ μεγαλύνωμεν, ὡς Χριστοῦ ἀφομοίωμα, κωφῶν θεῖον στῦλον, πρότυπον τῆς πίστεως, Σταυροῦ τὸ δώρημα, μέγαν, ἀσκουμένων προστάτην, καὶ τῶν ἐν ταῖς θλίψεσιν ὄτων, ἀσφαλῆ παράκλητον πρὸς Κύριον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.




                                           πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου