Ευλογημένη πνευματική περιήγηση

Τρίτη 8 Νοεμβρίου 2016

ΝΟΕΜΒΡΙΟΣ 8. ΜΙΧΑΗΛ & ΓΑΒΡΙΗΛ ΑΡΧΑΓΓΕΛΟΙ ΠΑΡΑΚΛΗΣΙΣ

ΝΟΕΜΒΡΙΟΣ 8.
ΜΙΧΑΗΛ & ΓΑΒΡΙΗΛ ΑΡΧΑΓΓΕΛΟΙ
ΠΑΡΑΚΛΗΣΙΣ
 Σύναξις Αρχαγγέλων - μέσα 15ου αι. μ.Χ. - Mονή Bατοπαιδίου, Άγιον Όρος
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν οὐρανίων στρατιῶν οἱ Ταξίαρχοι, ὁ Μιχαὴλ καὶ Γαβριὴλ οἱ Ἀρχάγγελοι, οἱ τῷ ἀστέκτῳ θρόνῳ παριστάμενοι, μέσον ἡμῶν πάριτε, παρεμβάλλοντες κύκλῳ, σκέποντες ταῖς πτέρυξι, τῆς ἀΰλου ἡμῶν δόξης, καὶ τῶν δεινῶν λυτρούμενοι ἡμᾶς, οἱ ἐν κινδύνοις προστάται θερμότατοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.  Ἀθανασίου Ῥαιδεστοῦ
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἁγίων Ἀγγέλων ὡς ἀρχηγοί, καὶ τῆς θεοπτίας, ἀπολαύοντες τηλαυγῶς, τὸν ἀγαθοδότην καὶ Σωτῆρα, ὑπὲρ ἡμῶν καθικετεύσατε.
Πολλαῖς περιπέπτωκα συμφοραῖς, καὶ ποικίλαις νόσοις, διὰ πλήθους ἁμαρτιῶν· διὸ Μιχαὴλ Ταξιάρχα, καὶ Γαβριὴλ μὲ πασῶν τούτων ῥύσασθε.
Βιαίοις κρατούμενοι πειρασμοῖς, ὑμῖν ὡς προστάται, νῦν προσφεύγομεν οἱ πιστοί, Ἀρχάγγελοι θεῖοι τὸν Δεσπότην, ὑπὲρ ἡμῶν καθικετεύσατε.
Θεοτοκίον.
Γενοῦ μοι Παρθένε καταφυγή, λιμήν τε καὶ τεῖχος, καὶ προστάτης ἡ τὸν Θεόν, ἐν σαρκὶ τεκοῦσα Θεομῆτορ, τὸν λυτρωτὴν καὶ πανοικτίρμονα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεαῖς πολυτρόποις ἀγγελικῆς τάξεως, οἷα Ταξιάρχαι δεδειγμένοι Ἀρχιστράτηγοι κατακοσμούμενοι, τὰς τοῦ Χριστοῦ Ἐκκλησίας, ἀσφαλῶς τηρήσατε, ταῖς προστασίαις ὑμῶν.
Λειτουργοὶ μυστηρίων τῶν τοῦ Θεοῦ μέγιστοι, οἱ πρὸς σωτηρίαν ἀνθρώπων καταπεμπόμενοι, θεῖοι Ἀρχάγγελοι, τοὺς ἱκέτας ὑμῶν φρουρεῖτε, καὶ πρὸς βίον ἔνθεον, τούτους προτρέπετε.
Εὐδοκίας ἐν ὅπλῳ τὸ τῶν πιστῶν πλήρωμα, τῆς Ὀρθοδοξίας τῷ κάλλει, νῦν στεφανούμενον, ἐκ περιστάσεως, ὡς εὐκλεεῖς παραστάται, τοῦ Θεοῦ λυτρώσασθε, θεῖοι Ἀρχάγγελοι
Θεοτοκίον.
Ζωῆς τῆς ἀκηράτου θεία σκηνή, γέγονας μόνη, ἐξ αἰῶνος φανεῖσα Παρθενομῆτορ ἁγνή· διὸ πανάμωμε, τὸν ἐν σκιᾷ τοῦ θανάτου, πρὸς ζωὴν ὁδήγησον, νῦν με πρεσβείαις Σου.
Συντήρησον, ἐκ πάσης βλάβης ἱκέτας σου Ταξιάρχα, τοὺς τεμένει θείῳ τῷ σῷ, πιστῶς νῦν προστρέχοντας, βοήθησον Μιχαὴλ καὶ Γαβριήλ, τοῖς σοῖς δούλοις.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀντιλήπτωρ τῶν χριστιανῶν Ἀρχιστράτηγε, τῶν Ἀγγέλων καὶ τοῦ Ποιητοῦ λάτρη ἄϋλε, μὴ παρίδῃς τῶν σὲ θερμῶς δεομένων φωνάς, ἀλλὰ πρόφθασον ὦ Μιχαήλ, εἰς τὴν ἐπίσκεψιν ἡμῶν, τῶν πιστῶς αἰτουμένων σε· τάχυνον εἰς τὸ σῶσαι, καὶ σπεῦσον εἰς τὸ οἰκτεῖραι, ὡς προϊστάμενος ἀεί, Ἀρχάγγελε τῶν αἰνούντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ δυὰς ἡ πρωτεύουσα, τῆς τῶν Ἀρχαγγέλων νῦν ὁμηγύρεως, τοὺς προστρέχοντας τῇ σκέπῃ ὑμῶν, ἐκ παντὸς κινδύνου διασώσατε.
Ἐπὶ σοὶ τὰς ελπίδας μου, ὅλας ἀνεθέμην Θεοῦ Ἀρχάγγελε, τὴν ψυχήν μου παραμύθησον, καὶ σαρκὸς τοὺς πόνους καταπράϋνον.
Θεωροὶ τῆς λαμπρότητος, τῆς θεαρχικῆς καὶ ἀγαθοδότιδος, Ἀρχιστράτε πανένδοξε, νῦν τὴν ποίμνην ὑμῶν ἐκλυτρώσασθε.
Θεοτοκίον.
Ἱερῶς Σὲ δοξάζουσι, τὰ τῶν Ἀσωμάτων θεῖα στρατεύματα, Θεομῆτορ πανσεβάσμιε, τὸν γὰρ Κτίστην τούτων ἀπεκύησας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κύκλῳ τοῦ Θεοῦ, παρεστῶτες Ἀρχιστράτηγοι, καὶ ταῖς ἐκεῖθεν πηγάζουσαις αὐγαῖς, λελαμπρυσμένοι τὴν ποίμνην ὑμῶν φρουρήσατε.
Μέτρῳ τῶν κακῶν, ὑπερέβην πάντα ἄνθρωπον· διὸ ὀδόντων δράκοντος φοβεροῦ, καταπιεῖν με ζητοῦντος, Ἄγγελοι σώσατε.
Λύτρωσιν ἡμῶν, δωρηθῆναι ἱκετεύσατε, τὸν Δεσπότην καὶ Θεὸν ἡμῶν, ὡς παραστάται τῆς πάντων ἀπολυτρώσεως.
Θεοτοκίον.
Μῦρον μυστικόν, ὀνομάζομέν Σε πάναγνε, ὡς γεννήσασαν Θεὸν ἐν σαρκί, τὸν τὰ εὐώδη ἀναβρύοντα χαρίσματα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Νῦν θρόνῳ, τῷ φοβερῷ παρίστασθε, ἀκλινῶς ἀξιωθέντες θεόπται, καὶ ταῖς αὐγαῖς, τῆς Ἁγίας Τριάδος, ἐμφορηθῆναι ἡμῖν τοῖς προστρέχουσι· πρεσβεύσατε ἐκ πειρασμῶν, καὶ παθῶν λυτρωθῆναι Ἀρχάγγελοι.
Εἰσάκουσον, Μιχαὴλ Ταξιάρχα, τῆς φωνῆς τῶν ἐν τῷ θείῳ ναῷ σου, καὶ πρὸ τῆς σῆς, θειοτάτης εἰκόνος, γονυπετούντων θερμαῖς παρακλήσεσι, καὶ δὸς τῶν εὐχῶν ἐπιτυχεῖν, καὶ χαρᾷ ἀπελθεῖν εἰς τὰ ἴδια.
Ξενίας, δεσποτικῆς δεήθητι, τοὺς ὑμᾶς μελῳδικῶς ἀνυμνοῦντας, ἐπιτυχεῖν, καὶ χαρᾶς ἀϊδίου, ἀξιωθῆναι καὶ θείας λαμπρότητος, Ἀρχάγγελοι θεοειδεῖς, Μιχαὴλ Γαβριήλ τε πανένδοξοι.
Θεοτοκίον.
Ὁ ἔμψυχος, τοῦ Δεσπότου θάλαμος, ὁ λαμπραῖς τῆς παρθενίας ἀκτῖσι, φωτοειδῶς, ὥσπερ κρῖνον ἐκλάμπων τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, ἡ πάναγνος καὶ εὐπρεπής, Θεοτόκος Παρθένος δοξάζεται.
Συντήρησον, ἐκ πάσης βλάβης ἱκέτας σου Ταξιάρχα, τοὺς τεμένει θείῳ τῷ σῷ, πιστῶς νῦν προστρέχοντας, βοήθησον Μιχαὴλ καὶ Γαβριήλ, τοῖς σοῖς δούλοις.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀρχιστράτηγοι Θεοῦ λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὁ ποιῶν τοὺς Ἀγγέλους Αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς Αὐτοῦ πυρὸς φλόγα.
Στ.: Εὐλογεῖτε τὸν Κύριον πάντες οἱ Ἄγγελοι Αὐτοῦ, δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον Αὐτοῦ, τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (ι΄, 16-21):
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμη τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτοῖς νηπίοις· ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
Δόξα: Ταῖς τῶν πυριμόρφων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ταξιάρχαι μέγιστοι, καὶ ἀρχηγοὶ τῶν Ἀγγέλων, προστάται θερμότατοι, Μιχαὴλ καὶ Γαβριὴλ πάσης κτίσεως, οἱ περὶ τὴν ἄκτιστον, τῆς Τριάδος δόξαν, ἐν ὑψίστοις διϊπτάμενοι, καὶ ἐπινίκιον, ὕμνον τὸν τρισάγιον μέλποντες, Θεὸν τὸν τρισυπόστατον, Κτίστην τῶν ἁπάντων καὶ εὔσπλαγχνον, θείαις προστασίαις, ὑμῶν ἐκδυσωπεῖτε ἐκτενῶς, ἐπιτυχεῖν ἡμᾶς ἅπαντας, τῆς αὐτοῦ ἐλλάμψεως.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Πολυποίκιλον χάριν Ἀρχιστράτηγοι θεῖοι ὑμῖν δεδώρηται, ὁ πάντων εὐεργέτης, οὗ νῦν τὴν Ἐκκλησίαν, διασώσατε ψάλλουσαν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Οἰ τὸν θρόνον κυκλοῦντες τῆς τρισυποστάτου Θεότητος Ἄγγελοι, καὶ λάμψεως ἐκείνης, μετέχοντες ἀῤῤήτως, τοῖς ἐν σκότει καθεύδουσιν, ἀντιπαρέχοντες φῶς, νυκτὸς ἀπολυτροῦσθε.
Ῥώμῃ τοῦ παντεπόπτου δυναμούμενοι πάντα τῆς γῆς τὰ πέρατα, τρανῶς περισκοπεῖται, καὶ πάντας τοὺς ἐν πίστει, περισώζετε ψάλλοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σωτηρίας λιμένα Θεοτόκε Παρθένε Σὲ νῦν κατέχοντες, τοῦ βίου τοὺς κινδύνους, ἐκφύγωμεν καὶ ζάλας, τῷ Υἱῷ Σου κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τοὺς παραστάτας, καὶ ὑμνωδοὺς τῆς ἀφράστου, καὶ ἀῤῥήτου σου δόξης προσδέχου σὲ νῦν, δυσωποῦντας Χριστὲ εἰς τοὺς αἰῶνας.
Γενναιοφρόνως μοι, καὶ στεῤῥᾷ διανοίᾳ, προσβολὰς τοῦ διαβόλου τροποῦσθαι, ὦ θεῖε Ταξιάρχα, τῇ σῇ δυνάμει δίδου.
Ὑπὲρ ἡμῶν μόνε, ἀγαθὲ δυσωποῦσας, στρατιὰς τῶν Ἀγγέλων προσδέχου, τῶν σὲ ἀνυμνούντων, Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Φαεινοτάταις Σου, ἀστραπαῖς Θεομῆτορ, τοὺς πίστει μελῳδοῦντας φαιδρύνεις, τοὺς Σὲ ἀνυμνοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χορείαις Ἀσωμάτων, νῦν τὴν Ἐκκλησίαν, δι’ ἀρετῆς μιμουμένην ἀνάδειξον, περιτειχίζων Ἀγγγέλοις Χριστὲ τὴν ποίμνην σου.
Ὁ ῥύστης καὶ φρουρός μου, καὶ παραμυθία, τῆς τελευταίας πνοῆς μου Ἀρχάγγελε, μὴ οὖν ἐμοῦ χωρισθείης, καὶ τότε δέομαι.
Ψυχῶν τὴν σωτηρίαν, Ἄγγελοι προστάται, παρὰ Θεοῦ δυσωποῦντες δωρήσασθε, τοῖς προσιοῦσι τῇ σκέπῃ ὑμῶν πανένδοξοι.
Θεοτοκίον.
Ὡς ὄρθρος τοῖς ἐν σκότει, καὶ πεπλανημένοις, δικαιοσύνης Παρθένε τὸν ἥλιον, ἐν ταῖς ἀγκάλαις κρατοῦσα Χριστὸν ἀνέτειλας.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ φωταυγεῖς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς δύο ταξιάρχας τοῦ Παντοκράτορος.
Μιχαὴλ ἰσχύϊ τὸν δυνατόν, τῆς φωνῆς τῶν λόγων τοῦ Κυρίου ἀκουτιστήν, τῶν πρώτων ἀρχόντων τὸν ἕνα δι’ ὧν νόμος, ὁ πάλαι ἐλαλήθη ᾄσμασι μέλψωμεν.
Γαβριὴλ τὸν μύστην καὶ λειτουργόν, Θεοῦ πρὸς ἀνθρώπους εὐδοκίας τῆς ἐν σαρκί, τὸν τῆς παγκοσμίου χαρᾶς προαγγελέα, τὸν θεῖον νυμφόστολον ὕμνοις τιμήσωμεν.
Τοὺς δύο φωστῆρας τῆς τριλαμποῦς, μιᾶς θεαρχίας τῶν Ἀγγέλων τοὺς ἀρχηγούς, τοὺς Ἀρχιστρατήγους δυνάμεως Κυρίου, τοὺς τῶν πιστῶν προστάτας ἀνευφημήσωμεν.
Μιχαὴλ Ἀρχάγγελε τοῦ Χριστοῦ, μὴ ἔλθῃς ὡς λέων ἀγριώτατος ἐπ’ ἐμέ, μηδὲ τὴν ψυχήν μου ἁρπάσῃς ὡς στρουθίον, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοήθησον.
Ἔχω σε προστάτην καὶ βοηθόν, φύλακα καὶ σκέπη τῆς ψυχῆς μου τῆς ταπεινῆς, Μιχαὴλ πρωτάρχα καὶ μέγα ταξιάρχα, ἐν ὥρᾳ τοῦ θανάτου σύ μοι βοήθησον.
Χαίροις ἱερώτατε Γαβριήλ, χαίροις πρωτοστάτα τῶν Ἀγγέλων προμηνητά, χαίροις ὁ τὸ Χαῖρε μηνύσας τῇ Παρθένῳ, ἐν Ναζαρὲτ τῇ πόλει σὲ μεγαλύνομεν.
Τοὺς ὑμνολογοῦντας διηνεκῶς, ὑμᾶς θεῖοι νόες ἐν τῷ θείῳ ὑμῶν ναῷ, ἐξ ἁπάσης βλάβης καὶ σκότους αἰωνίου, Ἀρχάγγελοι Κυρίου πάντας λυτρώσασθε.
Νόων θείων πάντων τὴν καλλονήν, σκέπην ὀρθοδόξων μοναζόντων προασπιστάς, Μιχαὴλ τὸν μέγαν καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς θείους ταξιάρχας ἀνευφημήσωμεν.
Πηγὴ ἁγιάσματος τῆς Μονῆς, Ἀρχάγγελοι θεῖοι ὑπὲρ κολυμβήθραν τοῦ Σιλωάμ, καὶ τοῦ ἐν ταῖς Χώναις κοινῶς πᾶσι παρέχει, τοῖς πίστει προσιοῦσιν ἀεὶ ἰάματα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, πρωτοστάται τῶν σεπτῶν, καὶ ὑπερκοσμίων ταγμάτων καὶ νοερῶν οὐσιῶν, Μιχαὴλ πρωτάγγελε καὶ φαεινὲ Γαβριήλ, τοὺς τῷ θείῳ ναῷ ὑμῶν ἐμμένοντας πίστει, καὶ πόθῳ γεραίροντας ὑμᾶς ἑκάστοτε, ῥύσασθε ἐκ βλάβης παντοίας, καὶ ἐκ πολυτρόπου κακίας, καὶ τῆς βασιλείας ἀξιώσατε.
Πάντων, Ἀσωμάτων ἀρχηγοί, θεῖοι Ταξιάρχαι τῶν ἄνω θείων Δυνάμεων, μέγιστοι Ἀρχάγγελοι θεῖοι ἀσώματοι, τοὺς θερμῶς προσεδρεύοντας ὑμῶν τῷ τεμένει, καὶ ζέοντι πνεύματι ὑμᾶς γεραίροντας, πάντας ἐκ δεινῶν πολυτρόπων, καὶ ἀνυπερβλήτων σκανδάλων, καὶ δεινῶν παντοίων ἐκλυτρώσασθαι.
Πάντων, Ἀσωμάτων οἱ χοροί, πάντων οὐρανίων ταγμάτων οἱ νοεροὶ θεωροί, πάντας ἡμᾶς ῥύσασθε ἐκ πάσης θλίψεως, καὶ ἐκ πάσης κακώσεως καὶ πάσης ἀνάγκης, μελλούσης τε θλίψεως καὶ ἐνεστώσης ὀργῆς, πόθῳ τοὺς ὑμᾶς εὐφημοῦντας, καὶ προσκαρτεροῦντας ἐν πίστει, τῷ ναῷ ὑμῶν θεοειδέστατοι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.

 


                                            πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου