ΝΟΕΜΒΡΙΟΣ ΙΖ΄.
ΓΡΗΓΟΡΙΟΣ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ
ΕΤΕΡΟΣ ΚΑΝΩΝ
Οὗ ἡ ἀκροστίχις: Δέχου τὸν ὕμνον θαυματουργέ· ἐν δὲ τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ
α΄. Δεῦτε λαοί.
Δέχου
ἡμῶν, τὸν ὕμνον Πάτερ Γρηγόριε, θαυματουργὲ πανόλβιε ἱλέῳ ὄμματι, καὶ δὸς χάριν
ἐξ ὕψους, τοῖς σὲ ἐν τῷ σεπτῷ σου τεμένει δοξάζουσιν.
Εὗρεν
ἡ γῆ, τὰς ἀριστείας Γρηγόριε, τὰς σὰς σεπτὰς καὶ πίστωσιν, θείαν εἰσδέχεται, ἃς
ἐκ πόθου καρδίας, τιμᾷ τε καὶ δοξάζει πανηγυρίζουσα.
Χαίρει
χαρᾷ, πανηγυρίζουσα σήμερον, ἡ Ἐκκλησία ἅπασα ὡς εὐμοιρήσασα, τεῖχός σε καὶ
προστάτην, θεῖον καὶ φρουρόν σε Πάτερ Γρηγόριε.
Θεοτοκίον.
Κυρίαν
σεμνήν, καὶ Θεοτόκον Σὲ εἴδομεν, οἱ δοῦλοί Σου πανάμωμε, καὶ Σὲ δοξάζομεν, οἱ
δ’ οὕτω μὴ φρονοῦντες, αἰσχυνθήτωσαν πάντες καὶ λιθωθήτωσαν.
ᾨδὴ
γ΄. Στερέωσον ἡμᾶς ἐν Σοὶ Κύριε.
Ὁ
πάντας θαυμαστῶς δοξάζων Κύριος, Αὐτός σε ἐδόξασε τῶν θαυμάτων, τοῖς μυρίοις ὦ
Γρηγόριε, καὶ ὡς φῶς τοῖς ἐν σκότει μάκαρ δέδωκεν.
Ὑπνώσαντα
σοφῶς Θεοῦ μύουσι, τὴν πίστιν θεόφρον τῶν Ἀποστόλων, ἡ Θεοτόκος καὶ ὁ
πρόκριτος, Γρηγόριε σοφὲ σὲ τὸν πανένδοξον.
Τὰ
θαύματα τὰ σὰ πρὶν κατεπλάγησαν, τὰ πλήθη Γρηγόριε τῶν ἑλλήνων, καὶ τὴν πίστιν
σου τὴν ἄσειστον, τὴν πρὸς Χριστὸν τὸν Θεὸν Ὃν ἐκήρυττες.
Θεοτοκίον.
Ὑπέρτιμε
ἁγνή, Θεὸν ἡ τέξασα, παράσχου εὐΐλατον τὸν Υἱόν Σου, Σοῖς ἱκέταις καὶ
κατάπεμψον, ἱλασμὸν καὶ πταισμάτων τὴν συγχώρησιν.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Ὁ
Θεὸς εἰσακήκοε τὴν προσευχὴν τῆς δεήσεώς σου, ἣν ηὔξω τῶν ἑλλήνων, ἐπιστροφῆς
πρὸς Θεόν.
Νουνεχῶς
σὺ Γρηγόριε ἠκροάσω τῶν θείων λόγων, τὴν ψυχήν σου μὴ φεισάμενος, προκινδυνεύων
τῆς ποίμνης σου.
Ὑπὲρ
τῶν κολαζόντων σε μιμούμενος σοφέ, τὸν σὸν Δεσπότην, προσηύχου παναοίδιμε
Γρηγόριε.
Θεοτοκίον.
Ῥύσασθέ
με πάναγνε τῶν φρικτῶν κολάσεων τοῦ ᾅδου, ἐμαυτὸν δίδωμί Σοι, τῇ μόνῃ σωτηρίᾳ
μου.
ᾨδὴ
ε΄. Ὁ ἄνθραξ τῷ Ἡσαΐᾳ.
Μόνος
ἐστὶ Κύριος Θεός, πάσης κτίσεως ὁ ἀπαθὴς τῇ ἀΰλῳ θεότητι, Χριστὸς Ἰησοῦς
ἐδίδασκες, σοφὲ ἀφόβως πᾶσι τοῖς ἕλλησι.
Νόμον
τὸν σωτήριον τοῦ Χριστοῦ, ἐπληρῶν ἔνδοξε, θαυματουργὲ ἐδίδως Γρηγόριε, σαυτὸν
τοῖς κολάζουσιν, εἰς τὸ πιστεῦσαι αὐτούς.
Ὁ
λύκος πάνσοφε μαρτυρεῖ, ἔτι τὸ παράδοξον, αὐτίκα γὰρ φεύγων, ἐκκλίνει τῆς
δενδρωθείσης ἁπτόμενος, ὡς ζῶν τῆς ῥάβδου σου.
Θεοτοκίον.
Ἱλέωσαι
πάναγνε σεμνή, τὸν Θεὸν καὶ Κτίστην μου ὅταν μέλλω, τῷ βήματι ὁ ἀνελεήμων
παρίστασθαι, εἰς Σὲ γὰρ τὴν ἐλπίδα ἀνέθηκα.
ᾨδὴ
στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Νεοκαισάρεια
πρόμαχον κέκτηται, οἰκουμένη πᾶσα δὲ φύλακα μέγιστον, σὲ εὐκλεῆ Γρηγόριε, τῶν
ἱεραρχῶν τὸ θεῖον ἀγλάϊσμα.
Θανατοῦται
αὐτίκα ὁ δείλαιος, παροινήσας ἑβραῖος σοῖς θαύμασι, θαυματουργὲ Γρηγόριε,
ἐξανέστη δὲ τῇ προσευχῇ σου καὶ σέσωσται.
Ἀδελφοκτόνον
τὴν λίμνην ἐξήρανας, θαυματουργῶν ἁγίως πανένδοξε, θαυματουργὲ Γρηγόριε, καὶ
ποταμοῦ τὰς ὁρμὰς συνανέστειλας.
Ὑποβρύχιος
ἔνδοξε γέγονα, καὶ περιστοιχούμενος ἀθλίως τοῖς πάθεσι, θαυματουργὲ Γρηγόριε,
διάσωσόν με τὸν προσφυγόντα σοι.
Θεοτοκίον.
Λάμπρυνόν
με τῷ φέγγει Σου πάναγνε, τὸν ζεζοφωμένον πολλοῖς πλημμελήμασι, τοὺς ῥύπους
ἀποσμήχουσα, τῆς ἀθλίας ψυχῆς μου καὶ σώζουσα.
ᾨδὴ
ζ΄. Ῥήτορες ἀνεδείχθησαν.
Μέγιστος
ἐν θαύμασιν ἐγνωρίσθης ἔνδοξε· διὸ θάλασσα καὶ γῆ, πᾶσα κοινὸν βοηθὸν ἔχοντά σε
κραυγάζει ὁ ὑπέρτιμος, τῶν Πατέρων ἀντιλαβοῦ ἡμῶν Γρηγόριε.
Ἅπαντες
λαμβάνουσι φθάνεις γὰρ τὰ αἰτήματα ταχύ, ἐπικαλούμενοι θεῖον, ἀντιλήπτορα
Γρηγόριε βοῶντες· ὁ θαυμάσιος, τῶν Πατέρων σὲ ὑμνοῦμεν Γρηγόριε.
Τὸν
ῥήτορα τὸν πάνσοφον τὸν θαυμάσιον, ἐπώνυμον ἅπαντες Γρηγόριον, τὸν θεῖον σὲ
ὑμνοῦμεν, ἐν τῷ σεπτῷ σου τεμένει, λαμπρῶς καὶ πανηγυρίζομεν.
Θεοτοκίον.
Λελωβημένον
ὄντα με, ταῖς αἰσχίστοις πράξεσι, Σὲ ἱκετεύω Δέσποινα Μαρία, ἀποκαθᾶραι τὸν
δείλαιον ἵνα σωζόμενος, ὑμνῶ Σε, τὴν τοῦ Βασιλέως Μητέρα Θεοτόκον.
ᾨδὴ
η΄. Κάμινός ποτε.
Οἶκος
τῆς σεπτῆς Τριάδος ἀνεδείχθης, θαυματουργὲ σοφὲ Γρηγόριε, ταῖς σαῖς ὁσίαις
πράξεσι, τοὺς μὲν διδάσκων ἕλληνας, τοὺς δὲ πιστοὺς στηρίζων καὶ ἔψαλλες·
εύλογεῖται πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὑπὲρ
τοῦ Χριστοῦ μυρίαις ὑπεβλήθης, κολάσεσιν ὁ ἀείμνηστος, ὑπὸ τῶν Ἑλλήνων
τυπτόμενος, καὶ πολλάκις θανατούμενος, πρὸς πίστιν ἐπιστρέφων τούτους καὶ
ἔψαλλες· εὐλογεῖται πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥώμην
σὺ διδοὺς ἀθλίῳ σώματί μου, τὰς ἑπταμέτρους νόσους ἰώμενος, ψυχῆς τε τὸν
καύσωνα θαυματουργέ, ἔκβαλε Γρηγόριε σὲ ἐκδυσωπῶ, ἵνα κράζω σωζόμενος,
ἀνυμνολογῶν σε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὄλον
τὸν αἰσχραῖς ἀθλίως δουλωθέντα, πράξεσι τὸν δείλαιον πάναγνε Παρθένε πανύμνητε,
ἀποκάθαρόν με δέομαι, ἵνα ψάλλω ἀπαύστως δοξάζω Σε, καὶ ὑπερυψῶ Σε ἁγνὴ εἰς
τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἀνάρχου γεννήτορος.
Γρηγόριον
σήμερον τὸν θεῖον εὐφημήσωμεν, οἱ πιστοὶ ὁμοφρόνως καὶ γὰρ ἐπέφανε, τοὺς
νενοσηκότας ἰᾶσαι καὶ παρασχεῖν, ἔλεος καὶ χάριν ἡμῖν τοῖς ἐκ πίστεως,
εὐφημοῦσι τοῦτον ᾄσμασι.
Ἐκήρυξας
πάνσοφε, θαυματουργὲ πανίερε, τὸν Χριστὸν ἐναντίον πᾶσι τοῖς ἔθνεσιν· ὅθεν σε
δοξάζει Μαρτύρων ἐν ταῖς σκηναῖς, καὶ τῶν Ἀποστόλων ὡς τούτων συμμέτοχον, καὶ
ὁμότροπον Γρηγόριε.
Γρηγόριε
πάνσοφε, θαυματουργὲ πανόλβιε, οἰκουμένης ἁπάσης τὸ ἐγκαλλώπισμα, πρόσδεξαι
ἱλέως τὸν ὕμνον καὶ τῆς ψυχῆς, δός μοι τὰς αἰτήσεις, δὸς καὶ τὴν συγχώρησιν,
τῶν κακῶν ὧν ἐπλημμέλησα.
Θεοτοκίον.
Ὑπέραγνε
Δέσποινα, Παρθένε παντευλόγητε, ἡ ἐλπίς μου καὶ σκέπη καὶ τὸ προσφύγιον, Σοὶ
προσφεύγω βαρούμενος ὑπὸ πολλῶν, πταισμάτων ὁ τάλας, καὶ Σὲ ἐπιγράφομαι,
σωτηρίαν μεγαλύνων Σε.
Μεγαλυνάριον.
Δεῦτε
εὐφημήσωμεν οἱ πιστοί, θαυμάτων τὴν βρύσιν, Ἀποστόλων τὸν μιμητήν, ποιμένα τὸν
θεῖον, τῆς Νεοκαισαρείας, καὶ μύστην τοῦ Κυρίου, ἐνθέως νῦν τιμῶντες, σοφὸν
Γρηγόριον.πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου