Ευλογημένη πνευματική περιήγηση

Κυριακή 13 Νοεμβρίου 2016

ΝΟΕΜΒΡΙΟΣ 13. ΑΓΙΟΥ ΙΩΑΝΝΗ ΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΝΟΝΕΣ ΕΙΣ ΤΟΥΣ ΟΚΤΩ ΗΧΟΥΣ

ΝΟΕΜΒΡΙΟΣ ΙΓ΄!!
ΙΩΑΝΝΗΣ ΧΡΥΣΟΣΤΟΜΟΣ
ΚΑΝΟΝΕΣ ΕΙΣ ΤΟΥΣ ΟΚΤΩ ΗΧΟΥΣ
(Ἰωάννου μοναχοῦ Μαυρόποδος, ἀρχιεπισκόπου Εὐχαΐτων)
Άγιος Ιωάννης ο Χρυσόστομος - Φορητή εικόνα της Ιεράς Μονής Μεταμορφώσεως στην Βοστώνη

ΗΧΟΣ Α΄.
Οὗ ἡ ἀκροστιχίς: Ὕμνοις ἀνυμνῶ τὸν καλόν σε ποιμένα, μοναχὸς Ἰωάννης.
ᾨδὴ α΄. Ἦχος α΄. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Ὕμνοις τὸν ποιμένα τὸν καλόν, καὶ μιμητὴν τοῦ καλοῦ ἀρχιποίμενος, πάγχρυσε Χρυσόστομε ἀνευφημῆσαι πόθῳ σε τολμήσαντα, χάριν μοι πλουσίαν, γνώσεως θείαν κατάπεμψον.
Μόνα τὰ ἀόρατα ποθῶν, ὡς διαρκῆ καὶ ἐστῶτα καὶ μένοντα, πάντων κατεφρόνησας, τῶν ὁρατῶν ὡς λυομένων πάνσοφε, διὰ τῶν προσκαίρων, ὠνούμενος τὰ αἰώνια.
Νόμους ὑπερβαίνει καὶ θεσμούς, βροτοπρεπῶν ἐγκωμίων ἡ δόξα σου, ὄντως γὰρ ἐκάλυψεν, ἡ ἀρετή σου χρυσολόγε πάντιμε, τὰς τῆς οἰκουμένης, ἐσχατιὰς καὶ τὰ πέρατα.
Ὅλος τῷ πυρὶ προσαναφθείς, τοῦ μυστικοῦ καὶ δροσίζοντος ἄνθρακος, ἄνθραξ ἐχρημάτισας, καὶ ἀπαθείας τῷ ἀΰλῳ ἄνθρακι, ἄνθρακος ἐνύλου, παθῶν Χρυσόστομε ἔσβεσας.
Θεοτοκίον.
Ἴασαί με πάθεσι πολλοῖς, βασανιζόμενον καὶ ἰαθήσομαι, σῶσον καὶ σωθήσομαι, ἐλέησόν με καὶ ἐλεηθήσομαι, δύνασαι γὰρ πάντα, Θεογεννήτρια Δέσποινα.
ᾨδὴ γ΄. Ὁ μόνος εἰδώς.
Σταλάζουσι θεῖον γλυκασμόν, οἱ πόνοι σου Χρυσόστομε, καὶ εὐφροσύνης δρόσον οἱ κάματοι, καὶ διανοίας καταδροσίζουσιν, ἐκτακείσας καύσωνι, τῷ τῆς ἀπογνώσεως καὶ ἐλπίδος γονὴν διεγείροντες.
Ἀνοίξας τὸ στόμα σου σοφέ, εἵλκυσας Πνεῦμα Ἅγιον, πνεῦμα σοφίας, πνεῦμα συνέσεως, καὶ ἐξηρεύξω δογμάτων ἄβυσσον, καὶ ἐκ τῆς κοιλίας σου, ποταμοὺς ἀνέβλυσας, διδαχῶν γλυκυτάτων Χρυσόστομε.
Νεφέλην σκιάζουσαν φωτός, καὶ στύλον σε πυρίμορφον, τοῦ ἐξ ἐθνῶν λαοῦ προηγούμενον, καὶ πρὸς τὴν ἄνω ζωὴν ἰθύνοντα, τοὺς ἐφεπομένους σου, τοῖς παγχρύσοις δόγμασιν, Ἱεράρχα Χρυσόστομε ἔγνωμεν.
Ὑψοῦσαν ταπείνωσιν πλουτῶν, ὑψώθης ὡς κυπάρισσος, εὐωδεστάτη καὶ εὐωδίασας, τὸν κόσμον πάντα Χριστοῦ γενόμενος, εὐωδία πάνσοφε, καὶ αὐτοῦ τῆς γνώσεως, τὴν ὀσμὴν εἰς τὰ πέρατα ἔπνευσας.
Θεοτοκίον.
Μέριμναι τοῦ βίου ἀκερδεῖς, κυκλόθεν συμφυεῖσαί μου, ὥσπερ ὀξεῖαι πλήττουσιν ἄκανθαι, ἀπέπνιξάν μου τὸν σπόρον τῶν ἀρετῶν, ὅνπερ ἀναζώωσον, ζωῆς στάχυν Δέσποινα, ἡ βλαστήσασα ὡς ἀγεώργητος γῆ.
ᾨδὴ δ΄. Ὄρος σε τῇ χάριτι.
Νέκρωσον Χριστοῦ ζωοποιὸν ἐνδυσάμενος, τοῦ νεκρωθέντος δι’ ἡμᾶς, τοὺς νεκρωθέντας ἡδοναῖς, λόγοις σου ἐζώωσας, καὶ τῆς ζωῆς τῆς ἐν Χριστῷ κατηξίωσας, ἐκδυσαμένους ὡς ῥάκος τὴν νέκρωσιν.
Ὥλεσας ἀσάρκων ἀλλοφύλων στρατεύματα, καὶ ἀοράτων δυσμενῶν, θεοστυγεῖς παρεμβολάς, καὶ φάλαγγας ἔτρεψας, ὡς στρατηγὸς τῆς τοῦ Χριστοῦ παρατάξεως, καὶ ἠλευθέρωσας οὓς ᾐχμαλώτευσαν.
Τέτρωρον ὡς ἅρμα καὶ χρυσάντυγον ὄχημα, τὰς ἀρετὰς τὰς γενικάς, πασῶν τὰς περιεκτικάς, σαὐτῷ πήξας πάγχρυσε, ὤφθης τρανῶς ἁρματηλάτης αἰθέριος, οὐρανοδρόμος πυρίπνους ἠνίοχος.
Ὁ ζῆλος τοῦ οἴκου τοῦ Θεοῦ σὲ κατέφαγε, ζηλῶν ἐζήλωσας καὶ γὰρ τῷ Παντοκράτορι Θεῷ, ἐντεῦθεν καὶ ἤλεγξας, τὴν προφανῶς παρανομήσασαν ἄνασσαν, τὸν Ἠλιοῦ τὸν Θεσβίτην μιμούμενος.
Θεοτοκίον.
Νέκταρος ἀΰλου μυστικῆς ἀμβροσίας τε, καὶ καθαρὰν καὶ διειδῆ, καὶ γλυκερὰν καὶ μελιχράν, πηγήν Σε γινώσκομεν Μῆτερ Θεοῦ, χρυσόῤῥειθρον χαριτόβρυτον· διὸ χειμάῤῥουν τρυφῆς ἡμᾶς πότισον.
ᾨδὴ ε΄. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Κεκμηκότα ἀπογνώσεως δίψει τὰ πέρατα ἀνεκτήσω, δροσοβόλοις ῥανίσι τῶν λόγων σου, εἰς ἐλπίδος κρείττονος, ἀναψυχὴν ἐξάγων πάντας, τῇ μετανοίᾳ Χρυσόστομε.
Ἀῤῥαγῆ σε τῆς Χριστοῦ Ἐκκλησίας θεμέλιον, ὑποβάθραν στερεὰν καὶ κρηπίδα ἀσάλευτον, ὡς ὄντα Χρυσόστομε, καθικετεύω στήριξόν με, περιτρεπόμενον πάθεσιν.
Λογικήν σε λιγυρὰν ἀηδόνα πολύφωνον, μυστικήν τε μουσικὴν χελιδόνα Χρυσόστομον, συγκαλοῦσαν ἅπαντας, πρὸς μετάνοιαν θεῖον ἔαρ, γινώσκομεν Χρυσεπώνυμε.
Ὁ φωτίσας τῆς Γραφῆς τὸ σκιῶδες τοῖς λόγοις σου· καὶ λευκάνας τὸ ζοφῶδες αὐτῆς καὶ ἀφώτιστον, φώτισον Χρυσόστομε, σκοτιζομένην τὴν ψυχήν μου, ταῖς τῶν παθῶν ἐπιχύσεσιν.
Θεοτοκίον.
Νηχομένην θολεροῖς βορβορώδεσιν ὕδασιν, ἀκαθάρτων καὶ αἰσχρῶν λογισμῶν τὴν καρδίαν μου, κάθαρον ὑπάρχουσα καθαρωτέρα, καὶ Ἀγγέλων Θεογεννήτρια Δέσποινα.
ᾨδὴ στ΄. Ἐκύκλωσεν ἡμᾶς.
Στερέωμά σε λογικὸν καὶ ἔμψυχον, καὶ οὐρανὸν ἀνέδειξεν, ὁ τῷ λόγῳ στερεώσας οὐρανούς, δόξαν τοῦ Θεοῦ ἐκδιηγούμενον, καὶ τῶν χειρῶν Αὐτοῦ τὴν ποίησιν ἀναγγέλλοντα.
Ἐξέθρεψας τὸ λογικόν σου ποίμνιον, ἐφ’ ὕδωρ ἀναπαύσεως, καὶ ἐποίμανας ἐν πόᾳ μυστικῇ, καὶ εἰς τόπον χλόης κατεσκήνωσας, οὗ καὶ ἡμᾶς κατασκηνῶσαι, μάκαρ καταξίωσον.
Παντίοις με κακοῖς κλυδωνιζόμενον, καὶ πάθεσι ποντούμενον, καὶ κυκλούμενον ἀβύσσῳ λογισμῶν, ὅρμῳ μετανοίας ἐγκαθόρμισον ἱερουργέ, ὡς κυβερνήτης καὶ οἰκονόμος ψυχῶν.
Ὁ λόγος σου τῷ βίῳ σεμνυνόμενος, ὁ βίος δὲ τῷ λόγῳ σου λαμπρυνόμενος, ὡράθη ἀρετῶν, ἔμψυχος εἰκὼν καὶ στήλη ἔμπνεος, οὗ μιμητάς, ἡμᾶς ἐκ μέρους δεῖξον Χρυσόστομε.
Θεοτοκίον.
Ἰάτρευσας τὸ μέγα καὶ ἀνίατον, ἀνθρώπων τραῦμα Δέσποινα, τέξασα ἀριστοτέχνην ἰατρόν, ὃς ἐχθρὸν τὸν ἡμᾶς τραυματίσαντα, τοῖς ἑαυτοῦ ἁγίοις τραύμασιν ἐτραυμάτισεν.
ᾨδὴ ζ΄. Σὲ τὴν νοητήν.
Μυσταγωγός, τῶν ἀῤῥήτων γέγονας, καὶ τῶν Ἁγίων λειτουργός, οὐρανίων ὑφηγητής, ἄγγελος ἐπίγειος, ἄνθρωπος οὐράνιος, Θεὸς θετὸς κατὰ μέθεξιν, υἱοὺς Θεοῦ τοὺς ἀνθρώπους τελῶν τῇ μεσιτείᾳ σου.
Ἐρημικούς, κατασβέσας ἄνθρακας, σπινθηροβόλων ἡδονῶν, ἐγκρατείας τῷ δροσισμῷ, ἄνθραξ ἐχρημάτισας, πάγχρυσε Χρυσόστομε, θείῳ πυρὶ ἀναπτόμενος· διὸ κἀμοῦ τῶν πυρφόρων παθῶν σβέσον τοὺς ἄνθρακας.
Νέφος πολύ, ζοφερὸν ἀέριον, ὥς τινα γνόφον διασχών, εἰς νεφέλην φωτοειδῆ, θεωρίας κρείττονος, μυστικῶς ἐχώρησας, λεπτῷ ἀσχέτῳ ἄλλῳ νοΐ, νόμον καινόν, ὑπεδέξω· διὸ τῆς σῆς καρδίας πλαξίν.
Ἀναδραμών, εἰς ἄκραν ἀκρώρειαν, εἰς ὑψηλὴν περιωπήν, κορυφὴν εἰς ὑπερνεφῆ, θείας ἁγιότητος, θείας καθαρότητος, δι’ ἀρετῶν μάκαρ κλίμακος, εἶδες Χριστόν, νοερῶς τὴν πηγὴν τῆς ἀγαθότητος.
Θεοτοκίον.
Μόνη ἁγνή, μένεις μετὰ γέννησιν, μόνη παρθένος γαλουχεῖς, μόνη τίκτεις ἄνευ ἀνδρός, τρέφεις βρέφος ἄσπορον, φέρεις Λόγον ἄχρονον, χειρὶ τὰ σύμπαντα φέροντα, εὐλογητὸς ἀληθῶς, ὁ καρπὸς ὁ τῆς κοιλίας Σου.
                
ᾨδὴ η΄. Ἐν καμίνῳ παῖδες.
Ὁλοτρόπως ὅλον ἑαυτόν, ἐξ ὅλης τῆς καρδίας Χρυσόστομε, νηπιόθεν προανέθου τῷ Χριστῷ, καὶ τοῦτον ἠγάπησας ὁλοψύχως· ὅθεν ὑπῆρξας ἐκλογῆς θεῖον σκεῦος, Πνεύματος Ἁγίου, χωρητικὸν δοχεῖον.
Νέος Παῦλος ἔφυς ἀληθῶς· ὡς ἔχων κατ’ ἐκεῖνον τὴν μέριμναν καὶ φροντίδα, τῶν πασῶν Ἐκκλησιῶν, καὶ σπλάγχνα χρηστότητος ὑπανοίγων· πᾶσιν ἀνθρώποις πυρούμενός τε ζήλῳ, ὑπὲρ τῶν ἀσθενούντων καὶ σκανδαλιζομένων.
Ἀποστάξει δρόσον γλυκασμοῦ, καὶ μέλιτος ἡδίῳ, Χρυσόστομε Ἱεράρχα, τὰ σὰ χείλη τὰ χρυσᾶ, γλεῦκος κατανύξεως νεκταρῶδες, ταῖς τῶν ἀνθρώπων καρδίαις ἐνιεῖσαν, καὶ παθῶν πικρίαν ἐλαύνουσαν εὐτόνως.
Χαρμοσύνως, ἐν τοῖς οὐρανοῖς, ἐδέξαντο χοροί σε Ἀγγέλων συνθιασώτην, καὶ λαμπρὸν συγχορευτήν, μεθ’ ὧν καὶ παρίστασαι τῇ Τριάδι, καὶ τὴν ἀκτῖνα καὶ τρισολβίαν αἴγλην, τὴν ἐξαλλομένην ἐκεῖθεν ὑπεδέχη.
Ὁδοιπόρος ὤφθης εὐσταλής, καὶ εὔζωνος ὁδίτης, καὶ κοῦφος σταδιοδρόμος, πρὸς τὴν Ἱερουσαλήμ, τὴν ἄνω γὰρ ἔσπευσας καταντῆσαι, τὴν ἐλευθέραν τοῦ Παύλου καὶ μητέρα, ἔνθα πρωτοτόκων ἁγία Ἐκκλησία.
Θεοτοκίον.
Σαλευθεῖσαν πάθεσι πολλοῖς, ἔδρασον τὴν ψυχήν μου, ἐν πέτρᾳ τῆς μετανοίας, ἀσαλεύτῳ τὸν τὴν γῆν σαλεύοντα νεύματι ἡ τεκοῦσα, καὶ τὴν ἁγνείαν ἁγνὴ μὴ σαλευθεῖσα, μείνασα δὲ πάλιν, παρθένος ὡς πρὸ τόκου.
ᾨδὴ θ΄. Τύπον τῆς ἁγνῆς λοχείας σου.
Ἴσῳ τῷ ἱεροκήρυκι, σὲ τὸν καλὸν ἀγῶνα ἀγωνισάμενον, καὶ τὸν δρόμον τοῦ Εὐαγγελίου τελέσαντα, καὶ τὴν πίστιν τηρήσαντα ἄτρωτον, τῷ τῆς δικαιοσύνης Χριστός, στεφάνῳ κατεκόσμησεν.
Ὥσπερ εὐανθής, παράδεισος νεοθαλής, εὐώδης λιμὼν ἡδύπνοος, εὐωδιάσας τὴν οἰκουμένην Χρυσόστομε, ἀρετὰς ἀποπνεύων καὶ χάριτας, φιάλαι ἀρωμάτων, ὤφθησαν γὰρ οἱ σιαγόνες σου.
Ἅρμα τοῦ Θεοῦ γενόμενος, καὶ τὸ αὐτοῦ βαστάσας πάντιμον ὄνομα, αἱρεσιαρχῶν, καὶ κακοδόξων ἐνώπιον, ὑπ’ ἐκείνου τε ἡνιοχούμενος, οὐράνιον πρὸς νύσσαν, φθάσας ἐκεῖ τοῦ δρόμου πέπαυσαι.
Νύκτα ζοφερὰν ἀσέληνον, διαδραμὼν τοῦ βίου ἡμέραν ἔφθασας, φαιδρὰν καθαράν, διειδεστάτην ἀνέσπερον, καὶ τῆς δόξης τὸν ἄδυτον ἥλιον, ὁρᾷς ἀμέσως τούτου, μαρμαρυγαῖς καταστραπτόμενος.
Νόας ἀσωμάτους ἔφθασας, τὴν πολιτείαν τούτων ὡς ἀσπασάμενος, καὶ ἀγγελικὴν διαγωγὴν μιμησάμενος, καὶ ἀΰλως βιώσας ὡς ἄϋλος, ἐν σώματι ὑλώδει, θεομακάριστε Χρυσόστομε.
Ἤδη παρελθὼν τὰ φάσματα, τοῦ ὀνειρώδους βίου, καὶ τὰ ἐνύπνια, πρὸς εἰλικρινῆ καὶ ἀκραιφνῆ κατανόησιν, ἀληθείας τῆς ὄντως κατήντησας, ἧς καὶ ἡμᾶς ἀξίους, εὐχαῖς σου ποίησον Χρυσόστομε.
Θεοτοκίον.
Στένω καὶ θρηνῶ καὶ κόπτομαι, κατανοῶν τὰ φαῦλά μου ἔργα Δέσποινα, πλήν, ἀλλ’ ἐννοῶν τῶν οἰκτιρμῶν Σου τὴν ἄβυσσον, εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας Σου, θαῤῥούντας καταφεύγω, κράζω Σοι σώτειρά μου σῶσον.

ΗΧΟΣ Β΄.
Οὗ ὁ ἀκροστιχίς: Λόγοις προσαυδῶ σοι, Πάτερ Χρονολόγε· ἐγὼ Ἰωάννης.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Λογικῶν χαρίτων ὁ χορός, ὁ τὴν χαριτώνυμον, σοῦ κορυφὴν περιστέφων Χρυσόστομε, ὡς κύκλος εὐτόρευτος, καὶ ὡς εὔκυκλος καὶ χρυσόπλοκος στέφανος, μέλλοντί σοι μέλπειν, χάριν χαρισάτω μοι τινὰ λογικήν.
Ὁ ποιμὴν ὁ μέγας καὶ ἀμνός, γρήγορον ποιμένα σε, τῆς ἑαυτοῦ ποίμνης, καὶ ἄγρυπνον φύλακα, ἔθετο τῶν λόγων σου, τῇ σφενδόνῃ τοὺς λύκους βαλλόντα πόῤῥωθεν, εἴργοντά τε τούτων, τὰς κρυπτὰς ἐνέδρας καὶ τὴν ἔφοδον.
Γολιὰθ ἀλλόφυλον Δαβίδ, κτήνας ἐλυτρώσατο, τοὺς ὁμοφύλους αὐτὸς τὴν τριάδα δέ, σφενδόνην ὡς τρίπλοκον ἐπαγόμενος, Γολιὰθ τὸν ἀόρατον, ὥς τις μονομάχος, μέγας καθελών, σὴν ποίμνην ἔσωσας.
Ὁ ὑψῶν ἀρούρας γεωργῶν, πάγχρυσε Χρυσόστομε, κεχερσωμένην καὶ ὑολομανήσασαν, ψυχῆς μου τὴν ἄρουραν, τῷ ἀρότρῳ τῆς μετανοίας γεώργησον, καὶ ἐπιτηδείαν, πρὸς ὑποδοχὴν σπερμάτων δεῖξον καλῶν.
Θεοτοκίον.
Ἰατρὸν σωμάτων καὶ ψυχῶν, μόνον παντοδύναμον, ἀριστοτέχνην φιλάνθρωπον εὔσπλαγχνον, Δέσποινα γεννήσασα, τὸν ἰώμενον δωρεὰν πάντας ἴασαι, τὰ ἀνίατά μου τραύματα, καὶ κρύφια καὶ χρόνια.
ᾨδὴ γ΄. Ἐν πέτρᾳ με.
Συνέχει τὴν καρδίαν μου μέγας πόνος, καὶ τρόμος ἀδιήγητος κατατρύχει, καὶ φόβος ὑποσμήχει με τῆς γεέννης, ἧς μὲ ἐξάρπασον ἐν ὥρᾳ κρίσεως, ἱερὲ Χρυσόστομε μεσιτείαις σου.
Παρῆλθες τῶν παρόντων ζοφώδη γνόφον, ἀνῆλθες εἰς ἀκρώρειαν ἀπαθείας, εἰσῆλθες εἰς νεφέλην θεοφανείας, καὶ προσωμίλησας, τῷ ποθουμένῳ Χριστῷ, Χρυσολόγε πάνσοφε, ὡς ὁ μέγας Μωϋσῆς.
Ῥαδίως ἐξελήλυθε γῆν εἰς πᾶσαν, ὁ φθόγγος ὁ πολύφωνος σοῦ τρισμάκαρ, τὰ πάγχρυσα δὲ ῥήματα οἰκουμένης, εἰς ἄκρα πέρατα, καὶ κόσμου ἐσχατιάς, καὶ οὐδεὶς ἀνήκοος τούτων ἔμεινεν.
Ὁ λύχνος ὁ φωτίζων ψυχὰς ἀνθρώπων, ὁ ῥήτωρ Βασιλείας τῆς οὐρανίου, ἡ σάλπιγξ ἡ μεγάλη τῆς μετανοίας, ὁ διαπρύσιος τῆς εὐσπλαγχνίας Θεοῦ, κῆρυξ ὁ Χρυσόστομος, ἀνυμνήσθω λαμπρῶς.
Θεοτοκίον.
Σὲ βάτος ἀκατάφλεκτος προετύπου, τὴν ἔμψυχον και ἔμπνουν ζῶσαν βάτον, τὸ πῦρ γὰρ τῆς θεότητος συλλαβοῦσα, ἄφλεκτος ἔμεινα Θεογεννήτρια· διό με ἐξάρπασον, τοῦ ἀσβέστου πυρός.
ᾨδὴ δ΄. Ἐλήλυθας.
Ἀνάθημα οὐρανίου σοφὲ πολυτίμητον, καὶ κόσμου ὡραῖόν σε καὶ δόξης στέφανον ἔγνωμεν, κόσμου χρηματίσαντα, Ἀρχιερέων καὶ δόξαν Ἐκκλησίας Θεοῦ.
Ὑψαύχενα λογισμὸν ἐσχηκὼς τὰ κινοῦντά με, τὸν τῆς ταπεινώσεως ὑφηγητὴν ὑψηλότατον, μάκαρ ἱκετεύω σε, διὰ ταπεινοφροσύνης ἀνυψῶσαί με.
Διένειμας τὸν τῆς γνώσεως πλοῦτον, καρδίαις πτωχαῖς ψυχὰς ταπεινὰς δέ, ἄρτον Ἀγγέλων ἐψώμισας, τροφῆς οὐρανίου γάρ, καὶ μυστικῆς ἀμβροσίας, ὤφθης πάροχος.
Ὡς Ἅγιος τὸν Ἁγίοις ἐπαναυόμενον, Θεὸν ὑπεράγιον, ἐν τοῖς Ἁγίοις ἀνέπαυσας, λόγοις σου Χρυσόστομε, ὃν ἁγιάσαι δυσώπει τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Σὺ πρόστηθι τῆς ψυχῆς μου ἐν ὥρᾳ τῆς κρίσεως, αὐτή μοι παράστηθι χωριζομένῳ τοῦ σώματος, Σὺ Θεογεννήτρια, διὰ παντὸς μοι τοῦ βίου, ῥῦστις παράστηθι.
ᾨδὴ ε΄. Ὁ φωτισμός.
Ὁ ὑψηλός, τῆς αἰσθήσεως θρόνος ὑψηγορείσθω, ὁ τῆς διακρίσεως μέγας λύχνος, μεγαλυνέσθω ἡ χρυσὴ μυροθήκη, τῶν κρυφίων καὶ μυστικῶν ἐννοιῶν, ἀρωματιζέσθω μυρίζουσιν ᾄσμασιν.
Ἱεραρχῶν, σὲ χρυσῆν κορωνίδα καὶ διδασκάλων, εὔλαλον Χρυσόστομον ἀηδόνα, καὶ χελιδόνα λιγυρᾶν μουσικήν τε, καὶ ὡραίαν περιστερὰν παγκαλῆ, καὶ σωφρονεστάτην τρυγόνα γινώσκομεν.
Περιστερᾶς, περιηργυρωμένας πτέρυγας ἔχων, καὶ κεχρυσωμένας χλωρῷ χρονίῳ, τῆς ἐγκρατείας, οὐ μετάφρενα Πάτερ, ἐπετάσθης πρὸς νοητὰς καλίας, καὶ πρὸς οὐρανίοις ἐπαύλεις κατέπαυσας.
Αἱ ἱεραί, σιαγόνες σου μάκαρ χρυσαὶ φιάλαι, πλήρεις ἀρωμάτων εὐωδεστάτων, μυρεψικὴν γάρ, ἀποπνέουσι χάριν, εὐωδίαν πνευματικὴν μυστικήν, μῦρον γὰρ ἀκένωτον ἐξερεύγονται.
Θεοτοκίον.
Τῆς ἀληθῶς, ἀδιόδευτον πύλην τὸ θεῖον ὄρος, τὴν κεχρυσωμένην τοῦ μάννα στάμνον, γῆν τὴν ἁγίαν, τὸν ὑπέρτατον θρόνον, τὸν πανάγιον τοῦ Σωτῆρος Χριστοῦ, τὴν εὐλογημένην Παρθένον ὑμνήσωμεν.
ᾨδὴ στ΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἐπὶ γῆς διατρίβων Χρυσόστομε, ἐν τοῖς οὐρανοῖς τὸ πολίτευμα ἔσχηκας, ἐξ οὗ Σωτῆρα Κύριον, Ἰησοῦν τὸν Χριστὸν ἐξεδέχου ἀεί.
Ῥιζοτόμος κακίας γενόμενος, τὴν φιλαργυρίαν ἀνέσπασας πρόῤῥιζον, ἀλλὰ κᾀμοῦ Χρυσόστομε, τῶν παθῶν τὰς ἀκάνθας ἐκρίζωσον.
Χαλινῷ σωφροσύνης ἁγνείας κημῷ, πάγχρυσε τοῦ σώματός σου καθυπέταξας, τὰ πωλικὰ φρυάγματα, καὶ τὰ ἄτακτα τούτου σκιρτήματα.
Ῥητορείαις βρενθύουσαι γλῶσσαι σοφῶς, καὶ τῷ δικτόρῳ βροντῶσαι τῆς φράσεως, σὲ τὸν πυρίπνουν ῥήτορα, πρὸς ἀξίαν γεραίρειν οὐ δύναται.
Θεοτοκίον.
Ὑψηλοῦ Βασιλέως ἀνάκτορον, ἔμπνους οὐρανὸς καὶ στερέωμα ἔμψυχον, καὶ λογικὸς Παράδεισος, ἀνεδείχθης πανάμωμε Δέσποινα.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς.
Σὲ μάκαρ πηγήν, γλυκερὰν μελισταγῆ καὶ νεκταρόβρυτον, τῶν οἰκτιρμῶν τὸ μέγα πέλαγος, τῆς εὐσπλαγχνίας ἡ ἄβυσσος, ἔδειξεν ἀρδεύουσαν νόας, καὶ γλυκάζουσι νάμασι, καὶ διειδέσι προχοαῖς ψυχὰς πιαίνουσαν.
Ἁπάντων τροφεύς, ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ τῶν χηρῶν ὁ κριτής, κοινὴν πενήτων σὲ προμήθειαν, καὶ λυπουμένων παράκλησιν, ἔθετο Χρυσόστομε Πάτερ, ὀρφανῶν ἀντιλήπτορα, χηρῶν θερμὸν προασπιστήν, καὶ τῶν πολλῶν φροντιστήν.
Λαβὼν πρὸς Θεοῦ, ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν πάντα, λῦσον τὰ ἄλυτά μου πταίσματα, καὶ τοῦ δεσμοῦ ἀπολύεις με, τῶν περιπλακέντων μοι βρόχων, ἀλύτως αὖθίς με σύνδεσμον, δεσμοῖς ἀλύτοις θεϊκοῦ φόβου Χρυσόστομε.
Ὁ Παῦλος τρανῶς, εἰκονίζων ἐκ μακροῦ καὶ ζωγραφῶν σε, κράζει τοιοῦτος ἡμῖν ἔπρεπεν, ἀρχιερεὺς ἱερώτάτος, ὅσιος ἀμίαντος, πρᾷος εὐθὺς ἀκέραιος ἄκακος, κεχωρισμένος προφανῶς ἀπὸ τῶν ἁμαρτωλῶν.
Θεοτοκίον.
Γῆ εἶ καὶ εἰς γῆν, ἀπελεύση ὁ Ἀδὰμ ἤκοπυσε πάλαι, οὐ δὲ ὡς γῆ ἁγία Δέσποινα, τὸν κεραμέα τῆς φύσεως δεύτερον Ἀδὰμ γεγονότα, τεκοῦσα τοῦτον ἀνέπλασας, καὶ ἀπὸ γῆς πρὸς οὐρανὸν προσεπανήγαγες.
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ.
Ἐφ’ ὑψηλὴν περιωπήν, καὶ λυχνίαν σε τῆς ἀρχιερωσύνης, μέγα φῶς ἐγνωκότα, καὶ λύχνον χρυσοφαῆ, τῆς δόξης Πατρὸς τὸ ἀπαύγασμα, τέθεικε Χριστός, εἷς παντὸς τοῦ κόσμου φαῦσιν.
Ἐν ἐπιπόνοις προσευχαῖς, καὶ συντόνοις ἀγρυπνίαις, ψυχοφθόρα κατεκοίμησας πάθη· διὸ κοιμίζεις βροτῶν, ὀδύνης ζῶν καὶ μετὰ κοίμησιν· ὅθεν ῥῦσαι πάντας σκώληκος ἀκοιμήτου.
Γεώδη φύσιν ἐσχηκώς, ὑπὲρ φύσιν ἐπὶ γῆς ζωὴν ἐκτήσω, ἀσαρκίαν Ἀγγέλων, μετὰ σαρκὸς κατορθῶν, ἐν ὕλῃ βιῶν βίον ἄϋλον, ἐπίγειος ὥς τις ἄγγελος σαρκοφόρος.
Ὡς καὶ ἀρχέτυπον ὁρῶν, ὁ τοῦ Παύλου μιμητής, τὸν Παύλου βίον, ἐσταυρώθης τῷ κόσμῳ, συσταυρωθεὶς τῷ Χριστῷ, σαρκὶ μὲν οὐκέτι ζῶν πάγχρυσε, ἔχων δὲ Χριστόν, ἐν σοὶ ζῶντα καὶ λαλοῦντα.
Θεοτοκίον.
Ὁ κατὰ φύσιν ἀναφής, καὶ ὑπέρθεος Θεός, καὶ Θεοῦ Λόγος, τῆς Ἁγίας Τριάδος, ὁ εἷς Παρθένε ἐκ Σοῦ, θεῶσαι βουληθεὶς τὸν ἄνθρωπον, ἄνθρωπος ὡράθη, διὰ φιλανθρωπίαν.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ἱεραρχῶν σε χορείαις, τὸν ὁμότροπον τούτοις, ὁμόσκηνον ἐδέξαντο σκηναῖς, ἐν οὐρανίοις ἐν αἷς ὁ γλυκύς, ἦχος ἑορταζόντων, καὶ ἡ ἀγαλλιάσεως φωνή, καὶ τῶν εὐφραινομένων χορεία ἀκατάλυτος.
Ὡς φοῖνιξ ἤνθησας μάκαρ, ἐν λειμῶνι χαρίτων, ὡς κέδρος ἐπληθύνθης ψαλμικῶς, καὶ ὡς εὐώδης κυπάρισσος, ἀρεταῖς μυριπνόοις, ὑψώθης καὶ ἐν οἴκῳ τοῦ Θεοῦ, χρυσολόγε ὡράθης, ἐλαία ὡς κατάκαρπος.
Ἄνθη δρεξάμενος λόγων, ψυχικῶν ἐκ λειμώνων, εὐώδη δροσερὰ ἐαρινά· ὕμνων σοι στέφανον ἔπλεξα, κορυφῆς μὲν τῆς θείας, οὐκ ἄξιον Χρυσόστομε τῆς σῆς, πλὴν τὴν εὐγνωμοσύνην, αὐτὸς εὐμενῶς δέξαι μου.
Νομῆς σου πρόβατον ὄντα, ζήτησόν με κακίας εἰς βάραθρα, καὶ ὄρη καὶ κρημνούς, ἀκανθοφόρους πλανώμενον, καὶ πρὸς ἀνθοποιόν με ὁδήγησον νομήν, τῆς ἀρετῆς καὶ τῆς τοῦ Παραδείσου νομῆς μου δεῖξον μέτοχον.
Νὺξ ζοφερὰ καὶ γνοφώδης, τρικυμία καὶ κλάδων, καὶ ζάλη καὶ ἀγρία καταιγίς, πολλῶν παθῶν με χειμάζουσιν, ἐν πελάγει τοῦ βίου, γενῶν μοι κυβερνήτης ἀγαθός, καὶ πυρσὸς ὁδηγῶν με, λιμένα πρὸς ἀκύμαντον.
Ἥλιος μὲν ἀνατείλας, τὸ στυγνὸν καὶ ζοφῶδες, ἐλαύνει τῆς νυκτός, χρυσοφαεῖς μαρμαρυγῆς μειδιάματι· ἡ δὲ χάρις σου Πάτερ, καρδίαι φρυκτοροῦσαι, τῶν παθῶν τὴν ὁμίχλην σκεδάζει, αἰθρίαν θείαν φέρουσα.
Θεοτοκίον.
Σεραφικήν Σε πυράγραν, καὶ πυρφόρον λαβίδα θεότητος, ἀστέκτου καὶ φρικτῆς, ἄϋλον ἄνθρακα, φέρουσαν τοῖς ἀχράντοις σου κόλποις, προεῖδεν Ἡσαΐας· διό μου τῶν πταισμάτων τὴν ὕλην, Θεογεννήτωρ ἔμπρησον.

ΗΧΟΣ Γ΄.
Οὗ ἡ ἀκροστιχίς: Τὸ χρυσόῤῥημον ἐν λόγοις μέλπω στόμα· ὕμνος Ἰωάννου.
ᾨδὴ α΄. Ἦχος γ΄. Χέρσον ἀβυσσοτόκον.
Τρίφωτον ἑνιαίαν αἴγλην ἄτμητον, τρισηλίου ἀστραπῆς, ἀναβλύζουσα ἀΰλως, ἐκ πηγαίας ἀκτῖνος, δεχόμενος ἱερομύστα, καὶ ὅλο φῶς γενόμενος, λάμψον μοι φωτοφόρον αὐγὴν τῆς θείας γνώσεως.
Ὄργανον μουσικόν σε, μέλος ἔμμουσον, μετανοίας μελωδοῦν, εὐρυθμόφωνον κιθάραν, παναρμόνιον λύραν, τοῦ Πνεύματος τῷ πλήκτρῳ μάκαρ, κεκροτημένην ἔγνωμεν, ᾄσματα μελουργοῦσαν ψυχοτερπῆ σειρήνια.
Χύμα σοφὲ καρδίας, πλάτος γνώσεως, καὶ συνέσεως βυθόν, ὡς ποτὲ τῷ Σολομῶντι, τοῦ Θεοῦ ἡ σοφία, ὁ λόγος παρέσχετό σοι λέγων, ὡς τῷ Ἱερεμίᾳ σοι· ἴδε νῦν μου τοὺς λόγους, δέδωκα εἰς τὸ στόμα σου.
Ῥήματα ζωηφόρα θείας πρόξενα Βασιλείας οὐρανῶν, ἀναβλύζει σου τὸ στόμα, ἐκ πηγῆς τῆς καρδίας· ἡ γλῶσσα γάρ σου γραμματέως, τοῦ ὀξυγράφου κάλαμος, ὤφθης καλλιγραφοῦσα, νόμους τῆς θείας χάριτος.
Θεοτοκίον.
Ὕψος τοῦ μυστηρίου Κόρη πάναγνε, τοῦ φρικτοῦ Σου τόκου, καταπλήττει μὲν Ἀγγέλους, ἐξιστᾷ δὲ ἀνθρώπους, χωρεῖς γὰρ ἀστενοχωρήτως, τοῦ μηδαμοῦ χωρούμενον, λόγον Θεοῦ, φανεῖσα εὐρύχωρον, χωρίον Θεοῦ.
ᾨδὴ γ΄. Ὁ ἐκ μὴ ὄντων.
Συσσείσας τείχη, αἱρέσεων ὑψηλά, ὀχυρὰ θεμέλια, κραταιῶ τειχοσείστῃ μοχλῷ, τῶν στεῤῥῶν δογμάτων σου, καὶ καταστρέψας ἐλέπτυνας εἰς κόνιν.
Οἰκίαν εὗρες αἰώνιον ἐκ Θεοῦ, καὶ ἀχειροποίητον οἰκοδομὴν ἐν τοῖς οὐρανοῖς, μετὰ τὴν κατάλυσιν, τῆς ἐπιγείου τοῦ σκήνους σου οἰκίας.
Ῥαθυμοτόκους μερίμναις βιοτικαῖς, φυσίσας κύκλοθέν μου, ὡς ἀκάνθας συμπνίγομαι, αἷς ἐπάφες Ἅγιε, τὸ καθαρτήριον πῦρ, τῶν πρεσβειῶν σου.
Ἡ παρουσία ἐγγύς ἐστι τοῦ Χριστοῦ, ὁ κλέπτης ἐφέστηκεν, ἐπὶ θύρας ἡ ἔξοδος, εὐτρεπεῖς οἱ ἄγοντες, καὶ ὁ θερίζων τὸ νεῦμα ἀναμένει.
Θεοτοκίον.
Μόνην ὁ μόνος, ἱερὸς ἱερὰν ἁγίαν ὁ ἅγιος, ὁ ὡραῖος ὡραίαν εὑρών, Σὲ Θεογεννήτρια, ὁ Βασιλεύς μου Χριστός, ἐκ Σοῦ προῆλθεν.
ᾨδὴ δ΄. Ἐκάλυψεν.
Ὁ βίος σου ἀρετῆς ὑπογραμμὸς ἐντελοῦς, ἀγγελικῆς διαγωγῆς, καὶ πολιτείας θείας, καὶ ἀΰλου ζωῆς, ἔμπνους εἰκών, καὶ ἔμψυχος στήλη, ὁ λόγος δὲ κανὼν εὐθύτητος, καὶ ἀκριβέστατος γνώμων, Ὀρθοδοξίας σοφέ.
Νεότητος ἐν ἀκμῇ, καὶ ἄνθει σώματος, ὥσπερ ὁ σώφρων Ἰωσήφ, τῆς σωφροσύνης ἤνθησας λευκὴν πολιάν, ὡς Δανιὴλ ὁ μέγας, ἐν μέσῳ συνεδρίου μεγιστάνων, ἐμεγαλύνθης ἐν γνώσει, ὡς μεγαλύνας Χριστόν.
Ἐξήπλωσας τοῦ Θεοῦ τὴν εὐσπλαγχνίαν ἡμῖν, καὶ μετανοίας ἀπλανοῦς, ἁμαρτωλοῖς ἐγνώρισας, εὐθείας ὁδούς, πολυειδεῖς, διαφόρους ποικίλας, ἐν αἷς οἱ ὁδεύοντες εὕροιεν, καλὴν κατάπαυσιν, ἅγιον τε κατάλυμα.
Νεότητος ἁμαρτίας καὶ ἀγνοίας μου, ὡς ἐλεήμων μὴ μνησθῆς, ταῖς ἱεραῖς εὐχαῖς τοῦ Χρυσοστόμου Πατρός, ἀλλά μου μνήσθητι, ὅταν ἔλθῃς οἰκτίρμον, ἐν τῇ Βασιλείᾳ σου, τῆς σῆς χρηστότητος ἕνεκεν ὑπεράγαθε.
Θεοτοκίον.
Λοχεύτριαν ἀλοχεύως Σὲ λοχεύσασαν, ὁ Ἡσαΐας προορῶν, τὴν ὑπὲρ λόγον τέξασα, τὸν λόγον σαρκί· διὸ παθῶν ἀλόγων με ῥῦσαι, καὶ δίδου μοι λόγον ἀνυμνεῖν Σὲ διὰ παντός.
ᾨδὴ ε΄. Ὡς εἶδεν Ἡσαΐας.
Ὃν εἶδεν Ἡσαΐας, ἄνθρακα θεῖον ὡς θυσιαστήριον, ὅνπερ τῇ λαβίδι ἔλαβεν Ἄγγελος, βαστάζων ἐν τῇ ψυχῇ σου, διαέριος πυρὸς τηλεφανὴς ὡράθης, αὐγάζων τὰ πέρατα Χρυσόστομε.
Γενοῦ μοι Χρυσολόγε ἐγγυητὴς πιστὸς καὶ ἀξιόχρεος, καὶ θερμὸς προστάτης, ἐν ὥρᾳ κρίσεως, καὶ δός μοι νῦν μεταγνῶναι, μετανοίας οὐ γὰρ εἶ ὑφηγητής, ἕως μετανοίας καιρός, καὶ προθεσμία ἐστί.
Ὁ φῶς ἐνθεὶς ἡλίῳ, ὡς αὐτόφως καὶ βρύων φῶς, καὶ φῶς κατοικῶν, φῶς ἀναβαλλόμενος ὡς ἱμάτιον, εἰς φαῦσιν ἔθετο κόσμου, σὲ τὸ μέγα φῶς καὶ ἄδυτον σοφέ, ταῖς χρυσοφαέσιν ἀκτῖσιν φρυκτωροῦντα ψυχάς.
Ἰλύϊ ἐγκλημάτων, καὶ ἡδονῶν βορβόρῳ ἐμπαγέντα με, καὶ περιπαρέντα ποικίλοις πάθεσιν, ἐκσπάσης, ἀνέλκυσόν με ἐπὶ πέτραν μετανοίας ἀῤῥαγοῦς, ἱστῶν μου τοὺς πόδας, Ἰωάννη Χρυσόστομε.
Θεοτοκίον.
Στερέωσον τὸν νοῦν μου, τὸν λογισμόν μου Παρθένε φωταγώγησον, καὶ βεβαίωσόν με περιδονούμενον, βεβαία τοῦ κόσμου σκέπη, καὶ χαρᾶς ὑπερκοσμίου κοινωνόν, δεῖξον ἡ τεκοῦσα, χαρὰν τῷ κόσμῳ Δέσποινα.
ᾨδὴ στ΄. Τοῖς εἰς τὰ τέλη των.
Μετὰ σαρκὸς τὴν ἀσαρκίαν, ὥς τις ἄσαρκος κατώρθωσας πεζοπορῶν μὲν ἐπὶ γῆς, Ἀγγέλοις ἁμιλλώμενοος, νηστείαις ἀγρυπνίαις καὶ προσευχαῖς· μεθ’ ὧν χορεύεις ἀεὶ ἐν ὑψίστοις.
Ἐκ τῶν πηγῶν τοῦ σωτηρίου ἀρυσάμενος τὰ νάματα, ὡς ποταμὸς ὑπερχειλής, ἐπικλείνων τε χειμάῤῥους τρυφῆς, τὴν πᾶσαν γῆν ἀρδεύεις κυκλοτερῶς, τῆς Ἐκκλησίας ἐξ Ἐδὲμ ὡρμώμενος.
Λαοῦ ποιμάνας ἐπὶ χλόην εὐσεβείας καὶ σεμνότητος, νῦν ἐπὶ πόαν χλοεράν, παραδείσου κατεσκήνωσας, ἐν ᾗ κατασκηνῶσαι, δὸς καὶ ἡμῖν Χρυσόστομε, ταῖς ἁγίαις εὐχαῖς σου.
Πολυανθέστατον λειμῶνα, καὶ δροσώδη σὲ παράδεισον, πεπυκασμένον ἀρεταῖς, καὶ κατάσκιον ταῖς χάρισιν, ἀνέδειξεν ἐν κόσμῳ ἱερουργέ, Παράδεισον ἐν Ἐδὲμ ὁ φυτεύσας.
Θεοτοκίον.
Ὦ τοῦ φρικώδους μυστηρίου, τῆς Σῆς Δέσποτα σαρκώσεως· ὁ γὰρ αὐτὸς καὶ εἷς Υἱός, καὶ ἀμήτωρ καὶ ἀπάτωρ τελεῖς· τὸ μὲν ἐν τοῖς ὑψίστοις, τὸ δ’ ἐπὶ γῆς ὀφθεὶς καθ’ ἡμᾶς, δι’ ἡμᾶς ἐκ Παρθένου.
ᾨδὴ ζ΄. Σὲ τὸν ἐν πυρί.
Στῦλος ἀῤῥεπὴς καὶ ὄρθιος, γῆθεν ἀνατεινόμενος, πρὸς αἰθέριον οὐρανόν τε ὕψωμα, καὶ ἀκράδαντος κίων κραταιῶς ἠδρασμένος, βάσις χρυσῆ τῶν ἀρετῶν ὤφθης Χρυσόστομε.
Τέμνων ἀνεδείχθης πέλεκυς νόθου σπορᾶς ζιζάνια, καὶ αἱρέσεων τὴν ὕλην ἐκριζῶν ἀνασπῶν, πυριπνόοις σε φθόγγοις, τῆς πυρίνης σου γλώσσης, τὰς φρυγανώδεις ἐμπιμπρῶν, κενοφωνίας σοφέ.
Οἷα κυβερνήτης ἔμπειρος, ἄριστος τὰ θαλάττια καὶ ὁλκάδα λογικήν, τὴν Ἐκκλησίαν Χριστοῦ, κυβερνήσας ἀκλύστους ὥρμησας εἰς λιμένας, παραδραμοῦσαν τὰ πικρὰ τοῦ βίου κύματα.
Πατὴρ ἀληθῶς φιλότεκνος, ἄνωθεν ἡμῖν δέδοται, ὑπερβάλλων καὶ πατέρων στοργήν, ἐφ’ ἡμᾶς τοὺς υἱούς σου, οὓς τῷ Εὐαγγελίῳ μάκαρ ἐγέννησας, καθὼς ὁ μέγας Παῦλος βοᾷ.
Θεοτοκίον.
Ἄσπορος φρικτὴ ἡ σύλληψις, ἄφθορος καὶ ἡ γέννησις, ἀνερμηνεύτως ὁ τρόπος τῆς λοχείας Σου, ὡς γὰρ ἧς πρὸ τοῦ τόκου ὤφθης, καὶ μετὰ τόκον Κόρη παρθένος, καθαρὰ ἁγνὴ ἀμίαντος.
ᾨδὴ η΄. Ἀστέκτῳ πυρί.
Ὑφάψας οὐδεὶς φησὶ λύχνον, τίθησιν αὐτὸν ὑπὸ τὸν μόδιον ἢ κλίνην, οὐδὲ σκεύει τινὶ καλύπτει, ἐπὶ τὴν λυχνίαν δὲ ἵνα φαίνῃ, τοῖς ἐν τῇ οἰκίᾳ ἅπασιν, ὃ καὶ ἐπὶ σοὶ καλῶς ἔδρασε τὸ Πνεῦμα.
Μεμνῆσθαι ἀεὶ τῆς γεέννης, καὶ τὸν ταύτης φόβον ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, ἀδιάστατον ἔνδον φέρειν, ὡς ἐντεῦθεν δάκρυσι μετανοίας, ὅλον ἄνωθεν ῥαντίζεσθαι, καταξίωσόν με Χρυσόστομε τρισμάκαρ.
Νυμφῶνός μοι θείου τὴν θύραν, καὶ τῆς οὐρανίου Βασιλείας, τὰς εἰσόδους ἀναπέτασον ταῖς εὐχαῖς σου, καὶ πρὸ τῆς ἐξόδου τὰς εἰσόδους, πάσας τῶν παθῶν ἀπόκλεισον, τῶν μεθοδειῶν τοῦ ἐχθροῦ λυτρούμενός με.
Ὁ κρύψας τὸ τάλαντον δοῦλος, καὶ χοΐ παθῶν ἐγκατορύξας καὶ συγχώδας, ἐγὼ Δέσποτα χρηματίζω, ἀλλὰ μὴ εἰσπράξῃ με κατ’ ἀξίαν, τούτου τῆς ἀργίας δέομαι, τὰς πικρὰς εὐθύνας, εὐχαῖς τοῦ Χρυσοστόμου.
Θεοτοκίον.
Συμβόλοις πολλοῖς αἰνιγμάτων, καὶ τυπωτικαῖς διαμορφώσεων εἰκόσι, προετύπουν Σε οἱ Προφῆται, στάμνον Κόρη λέγοντες, καὶ λυχνίαν κλίνην καὶ θυμιατήριον, γέφυραν καὶ ὄρος, καὶ τράπεζαν καὶ θρόνον.
ᾨδὴ θ΄. Ἐν νόμῳ σκιᾷ.
Ἰσχύϊ Χριστοῦ ῥωννύμενος, ᾔσχυνας τὸν ἀνίσχυρον, ἰσχὺν καταπατῆσαι, καὶ ὀφρὺν σοφῶς τοῦ δυσμενοῦς, καὶ ἰσχυροῦ ἐν κακίᾳ σαρκός, οὗ τῶν βελῶν καὶ θηράτρων, διατήρησον ἀτρώτους ἡμᾶς.
Ὡς φοῖνιξ κέδρος κυπάρισσος, ἤνθησας πληθυνθεὶς ἀρεταῖς, χαρίσμασιν ὑψώθης εὐωδίασας πιστῶν ψυχάς, ὑψοποιὸν γὰρ ταπείνωσιν ἐνδυσάμενος, ὡς εὐφροσύνης χιτῶνα, ὑψηλὸς καὶ μέγας ὤφθης Θεῷ.
Ἀρνίον Χριστοῦ πραότατον, τοῦ πράου ἀρχιποίμενος, τοῖς ἴχνεσιν ὡράθης, εὐσεβῶς αὐτοῦ ἀκολουθῶν, ποιμὴν ποιμένων· διόπερ προχειρισθεὶς ὑπ’ αὐτοῦ, ἐπὶ νομὰς ζωηφόρου, τὸ σὸν ποίμνιον ἐποίμανας.
Νυκτὶ λογισμῶν συνέχομαι, σκότει παθῶν καλύπτομαι, ὁμίχλη ἁμαρτίας σαρκικῶν ὀρέξεων ἀχλύς, τὴν γνοφερὰν καὶ ζοφώδη ψυχήν μου, κρύπτουσι φαιδρὰν αὐγὴν μετανοίας, αὔγασόν μοι Πάτερ ἄνωθεν.
Ὁ λύχνος τῆς διακρίσεως, ὁ θρόνος τῆς αἰσθήσεως, φρονήσεως ὁ οἶκος, ἀνδρείας ἀμνδριάς, δικαιοσύνης ἡ στάθμη, ἡ σωφροσύνη εἰκών, τὸ ἐνδιαίτημα πάντων τῶν καλῶν, ἀνευφημείσθω λαμπρῶς.
Θεοτοκίον.
Ὑμνῶ προσκυνῶ δοξάζω Σε, γεραίρω μεγαλύνω τιμῶ, ὑπέρτιμε Παρθένε, ὁ πολλῶν Σου εὐεργεσιῶν, ἀξιωθεὶς νηπιόθεν, καὶ τὸ ἑξῆς δυσωπῶ ἀδιαστάτως, τοῦ βίου συμπαρεῖναί μοι τὴν σκέπην Σου.

ΗΧΟΣ Δ΄.
Οὗ ἡ ἀκροστιχίς: Ὑμνῶ λιγυρῶς τὴν μετανοίας λύραν, μοναχὸς Ἰωάννης.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ὑψόθεν μοι πάγχρυσε, ὡς ἀετὸς συγκατάβηθι,, τολμῶντι γεραίρειν σε, καὶ τὸ βαρὺ καὶ ἀργόν, καὶ χαμαιπετὲς πτερὸν τῆς διανοίας, κουφίας μου ποίησον ὀξυπετέστερον.
Μεγάλοις ἐν θαύμασι, καὶ φοβεροῖς σε ἐν τέρασι, Χριστὸς ἐμεγάλυνε, Ὃν ἐμεγάλυνας, οὗ τὸ ἔλεος, καὶ τὴν φιλανθρωπίαν, τοῖς τέρασι πέρασι, Πάτερ ἐγνώρισας.
Νοὸς καθαρότητι, καὶ διανοίας ὀξύτητι, ταχὺ κατενόησας, τὸ άπαγὲς καὶ σαθρόν, καὶ ἀβέβαιον, τοῦ βίου καὶ ἠλλάξω, ῥεόντων τὰ ἄῤῥυτα, ὥσπερ ἀγχίνους κριτής.
Ὡς σάλπιγξ βροντόφωνος, ἡ σὴ φωνὴ εἰς τὰ πέρατα, ἠκούσθη Χρυσόστομε, καὶ ὡς νεφῶν συνδρομή, καὶ συγκίνησις, ἀέρος σφοδροτάτη, φωνὴ τῆς βροντῆς σου γάρ, ἐν τῷ τοῦ κόσμου τροχῷ.
Θεοτοκίον.
Λιμὴν καὶ παράδεισος, ἀθανασίας Σὺ Δέσποινα, ἐν ᾧ οὐκ ἐβάδισεν, ὄφις γεννήτωρ παθῶν, καὶ ἁγία γῆ, ἐν ᾗ κεκαλυμμένοι, αἱρέσεων δέρμασι, πόδες οὐ βαίνουσιν.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἰδοὺ τὸ ψυχὰς ἁλίζον ἅλας, παθῶν τε ξηραῖνον καὶ ἱστῶν, σηπεδονώδη ῥεύματα, καὶ βορβορώδη νάματα, ὅσοι νοσεῖτε δράμετε, ἄμισθος ἴασις γὰρ πρόκειται,.
Γεέννης ὀδύνας πόνους θλίψεις, πρὸς δὲ Βασιλείας οὐρανῶν, δόξαν χαρὰν ἀπόλαυσιν, ἡμῖν εἰκονογράφησας, λόγων ἀΰλοις χρώμασιν, οἷα ζωγράφος μορφώσας κηρῷ.
Υἱὸς τοῦ Θεοῦ γεγονὼς θέσει, τὸν φύσει Υἱὸν αὐτοῦ Θεοῦ, ὁμολογῶν ἐτέλεσας, υἱοῦς Θεοῦ βροτῶν τοὺς υἱούς, ὑιοποιῶν βαπτίσματι, τούτοις αὐτῷ ποθητὸς ὡς υἱός.
Ῥανίσι κοιλαίνεται καὶ πέτρα, καὶ σίδηρος κάμπτεται πυρί, ἀδάμας δὲ δαμάζεται, χρόνῳ τῷ πανδαμάτορι, ἡ ἐν ἐμοὶ κακία δέ, φιλονικεῖ μεῖναι ἄτρεπτος.
Θεοτοκίον.
Ὡς πλάκα τῆς χάριτος τοῦ νόμου, ὡς τόμον καινοῦ καὶ καθαροῦ, ὡ Χριστοῦ βίβλον ἔμψυχον, ἥνπερ οὐδεὶς ἀνέγνω βροτῶν, ἐκδυσωπῶν σε Δέσποινα, βίβλῳ ζωῆς καταγράψαι με.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ,
Σὺ ὡς ἄλλος νέος Παῦλος, πᾶσι πάντα γεγένησαι, ἵνα πάντως πάντα, ἥ τινας κερδήσας προσάξῃς Χριστῷ, τοὺς οἰκτιρμοὺς καὶ τὰ σπλάγχνα ἐνδυσάμενος, τοῦ πτωχεύσαντος, ὑπὲρ ἡμῶν ἱερώτατε.
Τὸ μὲν στόμα καὶ ἡ γλῶσσα, καὶ τὰ χείλη σιγῶσί του, τελευτὴν τιμῶντα, φθέγγονται πολλῷ δὲ τορώτερον, αἱ σαὶ χρυσαῖ θυγατέρες, βίβλοι πάγκαλοι, ὡς εἰκόνες τῆς σῆς ἀρετῆς οὕτω εὔλαλοι.
Ἡ κατάκαρπος ἐλαία, ἡ πολύφορος ἄμπελος, ἡ πυκαζομένη, μείζοσι πυκάζουσι βότρυσι, τοῖς ἀναβλύζουσιν οἶνον κατανύξεως, καὶ πηγάζουσι νέκταρ ψυχῶν, ἀνυμνείσθω λαμπρῶς.
Νεῖλος ὤφθης Χρυσοῤῥόας, καρποδότης καὶ εὔσταχυς, πλημμελοῦντι ῥείθρῳ, καὶ τῷ πελαγίζοντι ῥεύματι, τῶν σῶν ποσίμων ναμάτων, ψυχὴν ἅπασαν, καταρδεύων, καὶ πρὸς ἀρετῆς διεγείρων γονήν.
Θεοτοκίον.
Μείνας ὅπερ ἦν ἀτρέπτως, ὁ οὐκ ἦν προσελάβετο, φιλανθρώπῳ τρόπῳ, ἄνθρωπος φανεὶς ὁ φιλάνθρωπος, ἐκ Σοῦ πανάμωμε Κόρη, ὡς τὸν ἄνθρωπον, ἀπεργάσηται θέσει Θεόν, ὁ τῇ φύσει Θεός.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐγένου Χρυσόστομε, ἀνδριαντοποιὸς χρυσουργός, ἀγαλματογλύφος χρυσοπλάστης, τὰ θηριώδη ἤθη καὶ ἄγρια, λόγοις μεταπλάττων τῶν ψυχῶν, καὶ πρὸς ἡμερότητα, ἀνθρωπίνην ῥυθμίζων αὐτά.
Τῷ λόγῳ τὰ ἄλογα καθυποτάξας πάθη σοφέ, ὤφθης λογικῶν ποιμὴν προβάτων· διὸ ἀλόγων παθῶν με λύτρωσαι, τὸ πρόβατόν σου τὸ λογικόν, κτῆνος γὰρ ὡς ἄλγον, παραλόγως δουλεύω αὐτοῖς.
Ἀσύριον τύραννον, δυνάστην Βαβυλώνιον, κάμινον παμφλάζουσαν βροντῶσαν, παθῶν ἐμπύρων, ἐμφύτων καίοντα, καὶ τὸ τριμερές μου τὴς ψυχῆς, τεφροῦν πάντα σπεύδοντα, Ἱεράρχα κατάβαλε.
Νυγεὶς γλυκεῖ μυώπει, καὶ βέλει μελιτόεντι, σοῦ τοῦ γλυκυτάτου Πάτερ πόθου, ψυχὴν καὶ φρένα, καὶ τὴν καρδίαν πληγείς, καὶ σοῦ τοῖς ἡμέροις πεδηθείς, ἀφεύκτως γεραίρειν σε, παρ’ ἀξίαν οὐκ ἔφριξα.
Θεοτοκίον.
Ὁ νώτοις ὀχούμενος, χερουβικῶν ἁρμάτων φρικτῶς, καὶ σεραφικῶν ᾀσμάτων αἶνον, ἐν τοῖς ὑψίστοις ἄνω δεχόμενος, οὗτος ἐπὶ γῆς βρεφοπρεπῶς, δι’ οἶκτον καθέζεται ἐν τοῖς κόλποις Σου Δέσποινα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἰάτρευσόν μου τὰ τραύματα, τὰ ἕλκη τὰ ἀνίατα ἴασαι, τὰ τῆς ψυχῆς μου καὶ γὰρ σὲ ἰατρὸν ψυχῶν ἔδειξεν, ὅταν ψυχῶν Δεσπότης, καὶ τῶν περάτων Θεός.
Ἀρότρων λόγων σου πάγχρυσε, ἀρόσας τῆς ψυχῆς μου τὴν ἄρουραν, ὡς ἀγαθὸς γεωργός, σπόρον ἐν ταύτῃ κατάβαλε, φόβου Θεοῦ καὶ δός μοι, πολὺν βλαστήσας καρπόν.
Στενάζω κλαίω καὶ κύπτομαι, δακρύω καὶ θρηνῶ καὶ ὀδύρομαι, πύρωθεν γὰρ προορῶ, τὴν φρίκης γέμουσαν γέενναν, ἧς τὴν ἐγγύθεν θέαν, καὶ πεῖραν φύγοιμι.
Λεπτύνας παχὸς τοῦ σώματος, ξυστῆρσιν ἐγκρατείας ἐτέλεσας, ὀξυδερκῆ τὴν ψυχήν, δι’ ὑελίνων τῶν ὕμνων γάρ, ἢ ὡς διὰ κατόπτρου, ἐδόκει πάντα ὁρᾶν.
Θεοτοκίον.
Ὑμνῶ Σε Κόρη πανάμωμε, ὡς τέξασαν Θεὸν ὑπεράμωμον, τὸν ὑπὸ πάσης πνοῆς, ἄνω καὶ κάτω αἰνούμενον, σῶσόν με σώτειρά μου, πόθῳ κραυγάζων Σοι.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ῥιπιζόμενον κακίας πολλοῖς πνεύμασι, καὶ χειμαζόμενον καὶ ἀστατοῦντα δεινῶς, βεβαίωσον ἕδρασον, ἔρεισον στήριξον, ἀπερίτρεπτον, τὸν λογισμόν μου Ἅγιε, ἐπὶ πέτραν μετανοίας.
Ἀναβάσεις ἐν καρδίᾳ σου τιθέμενος, καὶ μεταβαίνων συχνῶς, ἐξ ἀμυδρᾶς προκοπῆς, καὶ ἀπὸ δυνάμεως εἰς μείζω δύναμιν, ἀπὸ δόξης τε, εἷς κρείττω δόξαν ἔφθασας, τὴν ἀκρόπολιν τῆς δόξης.
Νομὴ πρόεισιν εὐώδους μύρου βλύζουσα, σοῦ τῆς τιμίας σοροῦ, σὺ εὐωδία Χριστοῦ, ὤφθης γὰρ μυρίπνοος ἀρωματίζουσα, πᾶσι πνέουσα, αὐτοῦ τὴς ἐπιγνώσεως, τὴν ὀσμὴν τὴν πανευώδη.
Μυροθήκη γεγονὼς τοῦ θείου Πνεύματος ἀναπηγάζεις ἡμῖν, ἄφθονα καὶ δαψιλῆ, ἰάσεων νάματα, ἐκ σωτηρίου πηγῆς, ἀρυόμενος, καὶ δωρεᾶς ἀμείνονας, ἐφαπλοῖς τοῖς σὲ τιμῶσιν.
Θεοτοκίον.
Οὐρανίαις μὴ χωρούμενος εὐρώτησιν Θεὸν οὐράνιον, ὡς οὐρανὸς λογικός, ἐχώρησας Δέσποινα, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὑψηλότερον Σὺ καὶ εὐρυχωρώτερον, ἐνδιαίτημα φανεῖσα.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νέκταρος πηγὴ διειδεστάτη, χρυσοῦς κρατὴρ ἀμβροσίας χαριτόβρυτος, δέδειται τὸ στόμα σου, νάματα γλυκάζοντα, μελισταγῆ καὶ πότιμα βλύζον Χρυσόστομε, τὸ ζῶν γάρ, καὶ ἁλλόμενον ὕδωρ, καὶ ζωὴν πηγάζον, ἐν σῇ πλουτεῖς καρδίᾳ.
Ἀνοίξας τὸ ἅγιόν σου στόμα, τὸ Πνεῦμα τὸ ἀγαθὸν καὶ θεῖον εἵλκυσας· ὅθεν ἐξηρεύξατο, μάκαρ ἡ καρδία σου, ἀγαθὸν λόγον ἄνθρωπος, ὁ ἀγαθὸς ἀγαθά, ἀπὸ τοῦ ἀγαθοῦ, θησαυροῦ γάρ, ἀληθῶς ἐκφέρει, ὁ ἀγαθὸς ὡς ἔφη.
Χύσιν ἀσεβείας ἀναστέλλων, καὶ ῥῦσιν ἀναξηραίνων ἀθεότητος, ἣ ὡς ἀνυπόστατον, ὕδωρ ἐξέκυχτο, σὲ ὡς ὀπὸν ἐν γάλακτι, συνακτικὸν ἐκβαλών, ὁ τὰ ἐσκορπισμένα συνάγων, τοὺς ἐσκεδασμένους, εἰς ἓν συνῆψε σέβας.
Ὄργανον θεόπνους ἀνεδείχθης, κρουόμενον ἐπιπνοίᾳ θείου Πνεύματος· οθεν ἐμελώδησας, μέλος παναρμόνιον, θεολογίας Ὅσιε, καὶ σωτηρίας ἡμῖν, ὡς λύρα, λιγυρὰ μετανοίας, ὡς μουσικωτάτη, καὶ εὔρυνθος κιθάρα.
Θεοτοκίον.
Σὺ τὴν ἀπωσθεῖσαν ἡμῶν φύσιν, εἰς θάνατον εἰς φθορὰν εἰς ἅδου χάρυβδιν, ὕψωσας ἀπέδειξας, ἄφθαρτον ἀθάνατον, ὁ τῆς ζωῆς δεσπόζων γάρ, καὶ τοῦ θανάτου κρατῶν, ἐκ Σοῦ, Θεογεννῆτορ ἐτέχθη, Ὃν ἀεὶ δυσώπει, ὑπὲρ τῶν σὲ ποθούντων.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἱεροπρεπῶς, τελῶν ἱερώτατε, τὴν ἱεράν σου ζωήν, οἷα καλλιέρημα καὶ ἱερεῖον ἄμωμον, σὺ σεαυτόν, ὡς ἱερεὺς ἱέρευσας, τῷ πάντων, Ἀρχιερεῖ καὶ Ποιμένι, καὶ ἀμνῷ καὶ θύματι, ἐν πυρὶ καθαρᾶς συνειδήσεως.
Ὥσπερ στρατηγός, γενναῖος καὶ ἄμαχος, παραδυόμενος, μετὰ πεποιθήσεως, αἱρετιζόντων εἰς τὸ ὀχύρωμα, καὶ τὴν ἐκείνων φάλαγγα καὶ τὴν παράταξιν, διατέμνων, δόρατι τῆς γλώττης σου, ἀνεστήσω λαμπρὰ μάκαρ τρόπαια.
Ἄνωθεν σοφέ, σφοδρῷ τῷ ῥοιζήματι, ὡς ἀετὸς καταπτάς, τὸ παρακαθήμενον ἡμᾶς κοράκων, σμῆνος ἀπέλασον, καὶ τὰ νοσσία σκέπασον, σοῦ καὶ ἀναλαβε, ἐπὶ ὤμων, καὶ τῶν μεταφρένων σου, τὸν Δεσπότην τὸν σὸν ἐκμιμούμενος.
Νέος ὡς Δαβίδ, πετάξας τὸν λέοντα, τὴν ἄρκτον ἔπτηξας, τὴν ἐπιθυμίαν μέν, ὡς ἄρκτον κτείνας, τὸν δὲ θυμὸν ἀνελών, ὥς τινα θῆρα λέοντα· ὅθεν καὶ πρᾷος ἀφθείς, τῶν πραέων, γῆν ἐκληρονόμησας, ἀναφαίρετον κλῆρον Χρυσόστομε.
Νήφουσάν μοι δός, καρδίαν Χρυσόστομε, καὶ συνετὸν λογισμόν, ἄγρυπνον καὶ γρήγορον, ἐπαγρυπνοῦντα, θείαις μελέταις ἀεί, καὶ γρηγοροῦντα πάντοτε, πρὸς τὴν ἐπέλευσον τοῦ κλέπτου, μήπως, διοῤῥύξῃ μου, τῆς ψυχῆς τὴν οἰκίαν αἰφνίδιον.
Ἡλιοειδῶς, ὡς περιχεόμενος, τῷ τρισηλίῳ φωτί, τῷ ἐναποβλύζοντι, ἐξ ἑνιαίως τρισσοφαοῦς ἀστραπῆς, τῆς τριλαμποῦς Θεότητος, τῇ ζοφερᾷ μου ψυχῇ, μετανοία,ς χρυσαυγὲς ἀμάρυγμα, καὶ ἀκτῖνα φαιδρὰν ἐξαπόστειλον.
Θεοτοκίον.
Σὺ τὸ παλαιόν, τῆς ἔχθρας μεσότειχον, καὶ τὸν φραγμὸν τῆς ἀρᾶς, Δέσποινα κατέστρεψας, ἀπὸ βαράθρων αὐτῶν ἀνέστησας, εἰρήνην γὰρ ἐγέννησας, καὶ εὐλογίαν Χριστόν, τοῖς ἀνθρώποις, εἰρήνην ποιήσαντα, οὐρανόν, καὶ τὴν γῆν τῷ σταυρῷ Αὐτοῦ.

ΗΧΟΣ ΠΛ. Α΄.
Οὗ ἡ ἀκροστιχίς: Τὸν κοσμολαμπῆ φωσφόρον, μέλπω λόγοις, ἐγὼ Ἰωάννης.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Ἵππον καὶ ἀναβάτην.
Τέθριππον Χρυσολόγε, ταῖς γενικαῖς ἀρεταῖς, σεαυτῷ συνεπήξω ἀεροπόρον ὄχημα, ἐφ’ ᾧ ἐπιβέβηκας, καὶ πρὸς νύσσαν ἔφθασας, τὴν οὐράνιον ἀγαλλόμενος.
Ὅλος ἐτρώθης, μάκαρ τῷ θείῳ ἔρωτι, καὶ τὴν σάρκα λεπτύνας, ἀσκητικοῖς παλαίσμασι, τὸν νοῦν ἀνεπτέρωσας, πρὸς τὸ ὕψος, κάλλος Χριστοῦ, τὸ ἄχραντον ἐνοπτρίζεσθαι.
Νέκρωσιν ζωηφόρον ἀμφιασάμενος, ὡς νεκρώσας τὰ μέλη τὰ ἐπὶ γῆς μακάριε, ζωὴν τὴν ἀνώλεθρον καὶ ἀγήρω, εἴληφας ἀναφαίρετον, κλῆρον ἄνωθεν.
Κόσμος ἀρχιερέων περικαλλὴς γεγονώς, ὡς γενόμενος ἔξω σαρκός, καὶ κόσμου πάγχρυσε, χαρὰν ὑπερκόσμιον ἐκπληρώσω, ἧς ἡμᾶς τοὺς ἐν κόσμῳ μετόχους ποίησον.
Θεοτοκίον.
Ὅλος ἐν Σοὶ τὸ πλήρωμα τῆς Θεότητος, κατοικῆσαν Παρθένε, τὴν ἐν ἡμῖν οἰκήσασαν, κακίαν ἐξώκισε παραδείσου, πάλιν ἡμᾶς οἰκήτορας ἐργασάμενον.
ᾨδὴ γ΄. Ὁ πῆξας ἐπ’ οὐδενός.
Στεφάνῳ τῶν ἀρετῶν σε μάκαρ κατέστεψε, χαρὰ τῶν κύκλῳ σε κατεκόσμησε, ἡ αὐτοσοφία Ἰησοῦς, ὡς ἐραστὴν σοφίας, τῆς ἀληθοῦς τε καὶ ἀμείνονος, οὐ τῆς ψευδωνύμου δὲ γνώσεως.
Μελέτην τὸν βίον ὅλον θανάτου θέμενος, τὰ παρόντα πάντα σκιὰν λελόγισαι· ὄνειρον καὶ κόνιν καὶ καπνόν, καὶ τέφραν λυομένην, καὶ μετατάξω πρὸς τὰ μένοντα καὶ διηνεκῆ καὶ ἀΐδια.
Ὁ φθόγγος τῶν βροντοφώνων μάκαρ δογμάτων σου, ὡς βροντὴ ῥαγεῖσα ἐξ οὐρανοῦ φοβερά, ἄνωθεν ῥαγδαίων ἐνυχθείς, τοὺς ἀπὸ γῆς φωνοῦντας ῥήτορας, ὡς ἐγγαστριμύθους τῶν αἱρετικῶν κατεβρόντησεν.
Λιμένα τοὺς ἐν θαλάσσῃ καὶ ἐν πελάγει παθῶν, κλυδωνιζομένοις καὶ κινδυνεύουσιν, ἔθετό σε Χριστός σε, γαληνὸν πρὸς ὅρμον μετανοίας, ἡμέρῳ κύματι καὶ πνεύματι, τούτους κυβερνῶντα Χρυσόστομε.
Θεοτοκίον.
Ἁγίως τὸν ἐν ἁγίοις ἀναπαυόμενον, τὸν ἁγίων ἅγιον ἁγιάζοντα, πάντας τοὺς ἁγίους ὡς Θεόν, ἁγία τῶν ἁγίων, Ἁγίῳ Πνεύματι συνέλαβες, ὡς ναὸς Θεοῦ ἁγιώτατος.
ᾨδὴ δ΄. Τὴν θείαν ἐννοῆσαί σου.
Μισήσας τὴν τοῦ κόσμου προσπάθειαν, ἡδυπαθείας σαρκικῆς, τὴν ἐμπαθῆ Πάτερ ὄρεξιν, δι’ ἀπαθείας νεκρώσας, ὡράθης ἀπαθὴς θεῖος ἄγγελος,
Ποικίλας τῷ χρυσῷ τῶν δογμάτων σου, ἣν ἐξυφάνατο Χριστός, καὶ θείῳ αἵματι ἔβαψε, τῇ Ἐκκλησίᾳ πορφύραν, σαφῶς ὡραιοτέραν ἀνέδειξε.
Ἡ σάλπιγξ ἡ χρυσόστομος ἤχησε, καὶ τῷ φρικώδει σαλπισμῷ, ὡς τείχει Ἱεριχούντεια, τὰ ὀχυρώματα πάντα, κατέστρεψεν εἰς γῆν τῶν αἱρέσεων.
Φωστὴρ ὡς διαυγὴς καὶ φανότατος, τοὺς ἐν νυκτὶ τῶν ἡδονῶν νυχτομαχοῦντας, ὡδήγησας πρὸς τὸν τῆς δικαιοσύνης, ἀνέσπερον καὶ ἄδυτον ἥλιον.
Θεοτοκίον.
Ὡς ῥίζαν ὡς πηγὴν ὡς αἰτίαν Σε, τῆς ἀναπλάσεως ἡμῶν, καταγεραίρομεν Δέσποινα, διὰ γὰρ Σοῦ τὴν ἀρχαίαν, πατρίδα τὸν Παράδεισον εὕρομεν.
ᾨδὴ ε΄. Ὁ ἀναβαλλόμενος.
Σοῦ τῶν λόγων ἔφαναν, αἱ ἀστραπαὶ ψαλμικῶς, τῇ οἰκουμένῃ καὶ ἐσαλεύθη, καὶ ἔντρομος γέγονεν ἡ γῆ, μεταβᾶσα ἀπὸ κακίας εἰς ἀρετήν.
Φέρειν τὰ συμπίπτοντα, περιχαρῶς δυσχερῆ, καὶ εὐχαρίστως ἐν ταῖς ἀνάγκαις, καὶ ταῖς περιστάσεσιν, ἔχειν τοὺς ἀνθρώπους, ἐκπαιδεύσας Χρυσόστομε.
Οἵα βότρυς πέπειρος, ἀποθλιβόμενος ληνοῖς, καρδίας ἐναποστάζει, γλεῦκος κατανύξεως, καὶ ἄϋλον νέκταρ, ὁ λόγος σου Χρυσόστομε.
Ῥέουσα Χρυσόστομε, χρυσὸν ἡ γλῶσσά σου, ψυχὰς πλουτίζει, τὰς πενομένας, Χριστὸν ἐνστερνίζεσθαι, ἢ χρυσὸν συνάγειν, παγχρύσοις λόγοις πείθουσα.
Θεοτοκίον.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, καὶ περιβάλλων νεφέλαις πόλιν, ἐκ Σοῦ περιβάλλεται, πανάμωμε Κόρη, σαρκὸς περιβολὴν δι’ ἐμέ.
ᾨδὴ στ΄. Ἐκύκλωσέ με ἄβυσσος.
Νεκρὸς πρὸ τῆς νεκρώσεως, πρὸ τάφου καὶ τῆς διαλύσεως, σκωλήκων καὶ σήψεως, ὑπάρχω περίπλεως, ἐσάπησάν μου καὶ γάρ, οἱ ἔνδον μώλωπες.
Μολύβδου βαρυτέρα μοι, τελοῦσα βαλεῖ τὸν αὐχένα μου, συντρίβει τὸν τράχηλον, συγκύπτει βιάζει με, ἡ ἁμαρτία, ἧς ἆρον τὸν κλοιὸν ἀπ’ ἐμοῦ.
Ἐδίκασας τῷ σώματι δικαίως, σοφὲ καὶ τῷ πνεύματι, τὸ χεῖρον τῷ κρείττονι, τῷ λόγῳ τὸ ἄλογον, καθυποτάξας, ὡς ὧν διαιτητὴς ἀκριβός.
Λυχνία χρυσαυγίζουσα ἐδείχθης, νεφέλη σκιάζουσα, καρδίας δροσίζουσα, ψυχὰς ἀναψύχουσα ἐκτηκομένας, παθῶν ἐμπύρων ἄνθραξιν.
Θεοτοκίον.
Πολύφωτον στερέωμα, ὡράθης τοῖς τέρασι πέρασι, πανάμωμε Δέσποινα, ὡς ἄστρασι τέρασι, καταφωτίζων καὶ θαύμασι, τὴν γῆν φοβεραί.
ᾨδὴ ζ΄. Ὁ ἐν καμίνῳ τοῦ πυρός.
Ὡς παρεστὼς τῷ Χριστῷ, σεραφικοὶ ὡς παραστάτης, τὴν τῶν πολλῶν μου χρεῶν, λύσιν μοι βράβευσον.
Λελαμπρυσμένοις στολαῖς, ἱεραρχίας Ἱεράρχα· τῷ λαμπροτάτῳ φωτί, νῦν πλησιάζεις τρανῶς.
Οἱ ψυχοφθόροι λησταί, πολλὰς πληγὰς ἐπέθηκάν μοι, ὡς ἀρχηγοὶ τῶν παθῶν, πάθεσι στίξαντες.
Γῆς παρεπίδημος ὤν, πάσης καὶ πάροικος τρισμάκαρ, τοὺς οὐρανοὺς κατοικεῖς, νῦν ἀγαλλόμενος.
Θεοτοκίον.
Ὁ ἐκ Παρθένου μητρός, ἵνα τὴν Εὔαν ἀναπλάσῃς, νέος Ἀδὰμ γεγονώς, εὐλογητὸς εἶ Χριστέ.
ᾨδὴ η΄. Σοὶ τῷ παντουργῷ.
Ἱστᾶ τὴν φωνήν, συμπνίγει μου τὸν λόγον, ὑπὸ τῆς πυκνότητος τὸ τῶν ἐπαίνων σου, πλῆθος ἐπάγον μοι μάκαρ ἀπορίαν, διὰ ἀπορίαν καὶ πλῆθος ἐγκωμίων.
Σὺ τῶν Χερουβὶμ καὶ Σεραφὶμ καὶ θρόνων, ἰσότιμος γέγονας καὶ ἰσοστάσιος, ἐπανεπαύθη καὶ γὰρ ἐν σοὶ ὁ Λόγος, καὶ σοῦ τοῖς ἁγίοις μέλεσιν ἐδοξάσθη.
Ἔβλυσεν ἡμῖν νάματα νεκταρώδη, τὸ τίμιον στόμα σου μάκαρ Χρυσόστομε, σοῦ γὰρ τὰ χείλη, κρατῆρι τῆς σοφίας, ὑποθεὶς ἐκεῖθεν ἤντλησας, θείαν χάριν.
Γλῶσσαν ἱλαρὰν καὶ τοῦ Χριστοῦ τὸ στόμα, τὸ πάσης πραότητος καὶ γαληνότητος πλῆρες πλουτήσας, καὶ ταπεινὴν καρδίαν, καὶ μετὰ τὸ τέλος εἰσέτι θέλγει πάντας.
Θεοτοκίον.
Ὡς δημιουργὸν κόσμου, καὶ τῶν ἐν κόσμῳ τεκοῦσάν Σε Δέσποινα Θεογεννήτρια, ἅπας ὁ κόσμος μετὰ τῶν ἐγκοσμίων, καὶ ὑπερκοσμίων ὑμνοῦσι παγκοσμίως.
ᾨδὴ θ΄. Ἡσαΐα χόρευε.
Ἰδεῖν ὀρεγόμενος τὸ ὡραῖον κάλλος τοῦ Χριστοῦ, παρέδραμες τὰ φθαρτὰ κάλλη καὶ ῥευστά, τὸ μόνον καὶ μόνιμον, καὶ δρεκτῶν ἔσχατον καλῶν, καὶ τῆς ἀκρότητος τῶν ἐφετῶν ἐφιέμενος.
Ὡς χρυσίον εὔροιζον μαργαρίτας ὡς λευκοφαεῖς, ὡς λίθους διαυγεῖς, καὶ πολυτελεῖς, ὡς πλοῦτον πολύολβον, ὡς θησαυρὸν πᾶσι τοῖς πιστοῖς, σὺ ἐθησαύρισας χρυσολόγε τὰ σὰ λόγια.
Ἀνοίξας Χρυσόστομε, καταῤῥάκτας γνώσεως τῆς σῆς, ἀναστομώσας πηγάς, λόγων σου σοφῶν, σοφίας τὴν ἄβυσσον εἶχες, καὶ γὰρ βρύουσαν ἐντός, ἄρδην κατέκλεισας, κακοδόξων τὰ συστήματα.
Νυσταγμὸν οὐκ ἔδωκας σοῖς βλεφάροις, Πάτερ ἱερέ, οὐχ ὕπνου προφητικῶς σοῦ τοῖς ὀφθαλμοῖς, ἀλλ’ οὐδὲ ἀνάπαυσιν τοῖς κροτάφοις, ἕως σαυτὸν τόπον καὶ σκήνωμα, ἀπειργάσω τῷ Θεῷ Ἰακώβ.
Νοερὰν πανήγυριν ἐπετέλεουν, τάξεις νοεραί, αἰνέσεως ἡ φωνή, καὶ ἀλαλαγμοῦ, ἡνίκα τοῦ σώματος, χωρισθεῖσα τοῦ πανευαγοῦς ἀνεκομίζετο, ἡ ψυχή σου εἰς σκηνὰς οὐρανῶν.
Ἡ χρυσοχορδόπληκτρος ἀνυμνείσθω λύρα λιγυρῶς, ἡ μελιχρὰ μουσική, καὶ κοσμοτερπής, καθαρὰ ἡ εὔρθμος, μετανοίας ὁ γλυκὺς αὐλός, ὁ χρυσεπώνυμος, καὶ χρυσόνους καὶ χρυσόστομος.
Θεοτοκίον.
Στεναγμοῖς καὶ δάκρυσι, τῶν δακρύων καὶ τῶν στεναγμῶν, τῶν ἐν γεέννῃ πυρός, καὶ ἐν ζοφεροῖς, τοῦ ἅδου σκηνώμασι, λύτρωσαί με Μῆτερ τοῦ φωτός, ἀγαλλιάσεως οὐρανίου, ἀξιοῦσά με.

ΗΧΟΣ ΠΛ. Β΄.
Οὗ ἡ ἀκροστιχίς: Συνώνυμος μέλπει σε τὸ χρυσοῦν στόμα, οἰκτρὸς μοναχὸς οἰκέτης, Ἰωάννης.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Κύματι θαλάσσης.
Στόματι πηλίνῳ, καὶ γλώσσῃ γεώδει, σὲ τὸν Χρυσόστομον ὑμνεῖν ὁρμῶντί μοι, χρυσοφαὲς οὐρανόθεν, θείας γνώσεως ἀμάρυγμα, ἐξαστράψας φώτισον τὸν νοῦν, καὶ τὴν καρδίαν μου.
Ὕλην φθειρομένην, καὶ ῥέουσαν δόξαν καὶ κόσμον σύμπαντα, καὶ κοσμοκράτορα, παραδραμὼν ἀντὶ πάντων, τὸν Χριστὸν ἐκτήσω πάνσοφε, οὗ τρωθεὶς τῷ ἔρωτι, ἡγήσω πάντα σκύβαλα.
Νόμοις τοῦ Σωτῆρος, Χριστοῦ πειθαρχήσας, ἀπὸ νεότητος ἐπὶ τῶν ὤμων σου ἀναλαβὼν τὸν σταυρόν σου, διὰ πόνων τῆς ἀσκήσεως, Αὐτῷ ἠκολούθησας, σαρκὸς νεκρῶν τὸ φρόνημα.
Ὤκησας ἐρήμους, ἀβάτους ἀνύδρους, ἄσκευος ἄστερος, ἄτρωφος ἄγνωστος, ὥσπερ ὁ μέγας Ἠλίας, Ἰωάννης τε ὁ Πρόδρομος, ὧν ζηλῶν ἐζήλωσας τὴν παῤῥησίαν Ἅγιε.
Ὕπνου βραχυτάτου, παρ’ ὅλον τὸν βίον σχεδὸν ἐτέλεσας ἀπογευόμενος, σχοῖνον ἐξάψας τοῦ στέγους, καὶ τὰς χεῖρας αἰωρῶν ἐν αὐτῷ, καὶ στεῤῥῶς ἱστάμενος, πρὸς βίας τὰ τῆς φύσεως.
Μέγας ἐν σημείοις, καὶ τέρασιν ὤφθης, πολλοῖς ἐν θαύμασιν καὶ περιβόητος, ὕδατι μόνῳ ῥαντίζων, καὶ ἰώμενος τοὺς κάμνοντας, καὶ τυφλοῖς παρέχων φῶς, ἀφῇ τῶν ἱματίων σου.
Θεοτοκίον.
Ὁ ἀπερίγραπτος καθήμενος κόλποις, θείου γεννήτορος, ἀπεριγράπτου Πατρός, ὡς ἀπερίγραπτος Λόγος, τῷ σαρκὶ περιγραφεὶς τοῦ ἐκ Σοῦ, τοῖς ἀχράντοις κόλποις Σου, βρέφος ἁγνὴ καθέζεται.
ᾨδὴ γ΄. Σὲ τὸν ἐπὶ ὑδάτων.
Σὺ νοῦν Χριστοῦ πλουτήσας, ἐζήλωσας τὴν Αὐτοῦ εὐσπλαγχνίαν, ὡς δυνατὸν ἀνθρώπῳ, καὶ σῶσαι πάντας ἐσπούδασας, δι’ ἐξομολογήσεως καὶ ἀποχῆς κακῶν, καὶ ἐμπράκτου μετανοίας θερμῆς.
Μέλλοντι ἀναβαίνειν, εἰς μέγιστον ὕψος ἱερωσύνης, νυκτὸς ἐπιφανέντες, Πέτρος ὁ μέγας Ἀπόστολος, καὶ Ἰωάννης τόμον σοι, σοφίας σύμβολον, ἐγχειρίζουσι καὶ κλεῖς οὐρανῶν.
Ἔχρισέ σε τὸ Πνεῦμα, τὸ Ἅγιον ὁ Θεὸς ὁ Θεός σου, παρὰ τοὺς σοὺς μετόχους, ἀγαλλιάσεως ἔλαιον, καὶ μῦρον θείου χρίσματος, καὶ ἐξεχύθη σου χάρις δαψιλὴς ἐν χείλεσιν.
Λέοντας ἀοράτους, καὶ δράκοντας νοητούς, τῇ δυνάμει Χριστοῦ καταπάτησας, τὸν αἰσθητὸν θῆρα λέοντα τὸν σαρκοβόρον, χάριτι Σταυροῦ κατέβαλες, καὶ νεκρὸν ἀθρόον ἔδειξας.
Πέλαγος ἐξηρεύξω Χρυσόστομε, διδαχῶν γλυκυτάτων, αἱρέσεων ξηραῖνον, τὰ βορβορώδη καὶ ἄποτα, καὶ θολερὰ ὀμβρήματα, καὶ ἁλμυρόβρυτα, τὰς καρδίας τε πιαῖνον ἡμῶν.
Ἔμψυχον ἐγκρατείας, ἀρχέτυπον καὶ στήλη σωφροσύνης, καὶ ἄγαλμα ἁγνείας, καὶ παρθενίας ἀνάθημα, καὶ ἀρετῶν σὺ πάγχρυσος, γνώμων Χρυσόστομε, καὶ παντὸς καλοῦ διδάσκαλος.
Ἵνα χωρήσῃς ὅλην, τὴν ἔλλαμψιν τῆς Ἁγίας Τριάδος, ἐστίλβωσας τὸν νοῦν σου, οἷα νεότμηκτον ἕσπερον, καὶ τὴν ψυχὴν ἐχρύσωσας, Πάτερ Χρυσόστομε, ἀρετῶν ἰδίαις πάσαις νοΐ.
Θεοτοκίον.
Σὺ χωρὶς συναφείας ἀπείρανδρε, τοῦ Χριστοῦ συλλαβοῦσα, τὰ πρώην διεστῶτα, Χριστὸν συνάψαντα γέγονας, ἀμίκτων πάντα φύσεων, ἕνωσις ἄῤῥηκτος, ἀδιάσπαστος συνάφεια.
ᾨδὴ δ΄. Τὴν ἐν Σταυρῷ σου.
Ἐξηγητὴν ἱεροκήρυκα, ἑρμηνέα σοφόν, τῶν γραφῶν καθιστᾶ σε, Μελέτιος ὁ ἔνδοξος, ταύτης τῷ λαῷ, ἐν συνέσει καὶ χάριτι, ἀναπτύσσοντα.
Τοῦ ἀρχιποίμενος τοῖς νεύμασιν, ὁ ποιμὴν ὁ καλός, ἄξιον παραστάτην, προσάγει σε τῷ βήματι τὸν μετ’ οὐ πολύ, τῶν ποιμένων ποιμένα, μέγαν ἑπόμενον.
Ὁ ἐν ὑψίστοις παριστάμενος τῷ Θεῷ, νοερῶς καὶ σὺν Ἀγγέλοις ἄδων, ὕμνον αὐτῷ τρισάγιον, καὶ ἐν ἱερᾶ πρεσβυτέρων καθέδρᾳ, ᾔνεσας τοῦτον ἐν γῇ.
Χρυσοῦ εὐροίζου καθαρώτερος, ὁ σὸς δέδεικται νοῦ, Χρυσόστομε τρισμάκαρ, πᾶν ἐμπαθὲς καὶ πρόσυλον, νόημα καὶ γάρ, τῆς ἁγνείας χωνεία ἐναπετέφρωσεν.
Ῥάβδῳ πυρίνῃ τῶν παγχρύσων σου, διδαχῶν διασχών, τὴν τῆς φιλαργυρίας κυμαινομένην θάλασσαν, ἔθηκαν βατήν, τῇ ἐλεημοσύνῃ ἄβατον οὖσαν τὸ πρίν.
Ὕψωμα ἅπαν ἐπαιρόμενον, κατὰ τῆς τοῦ Θεοῦ γνώσεως, λογισμούς τε, σὺ καθαιρῶν πᾶν νόημα εἰς τὴν ὑπακοήν, τοῦ Χριστοῦ Ἱεράρχα, ἐξηχμαλώτιζες.
Θεοτοκίον.
Σωματοφόρον τὸν ἀσώματον, ἀσωμάτου φωνῇ γεννήσασα Παρθένε, σωματικῶν ὁρέξεων, ῥῦσαί μου τὸν νοῦν, Ἀσωμάτων Ἀγγέλων ἡ ὑπερέχουσα.
ᾨδὴ ε΄. Θεοφανείας Σου Χριστέ.
Ὁ πρὸ γεννέσεως εἰδώς, τὸ χρυσαγὲς καὶ φαιδρὸν τῆς ψυχῆς σου, καὶ πρὸ τοῦ πλασθῆναι ἐν τῇ μήτρᾳ σε Πάτερ Ἅγιε, ὡς προφήτην ἄλλον σαφῶς Ἱερεμίαν σε, ἄγρυπνον ποιμένα, καὶ φύλακα τῆς αὐτοῦ ποίμνης προβάλλεται.
Ὑπὸ Θεοῦ προχειρισθείς, τοῦ τὴν ἡμῶν ὑπελθόντος πτωχείαν, τῶν πτωχῶν προστάτης καὶ ὑπέρμαχος, καὶ κοινὴ πενήτων προμήθεια, ἐμβαλὼν ὡς κλεῖδα χρυσῆν, γλώσσαν τὴν πάγχρυσον, τοῖς τῶν φιλαργύρων ταμείοις, καὶ θησαυροῖς ἤνοιξας τᾶυτα πτωχοῖς.
Νόμοις Χριστοῦ ἀκολουθῶν, τὸ ἀσθενοῦν συμπαθῶς ἐπεσκέψω· τὸ πεπλανημένον ἐπανήγαγες, τὸ νοσοῦν ἰάσω θεσπέσιε, καὶ τὸ καταῤῥαγὲν δεινῶς αὖθις κατήρτισας, καὶ ἐπανορθώσω, ὡς γνήσιος καὶ καλός, οὐ μισθωτὸς ὢν ποιμήν.
Συντόνῳ τάχει καὶ σπουδῇ, πίστις θερμὴ εὐσεβῶν βασιλέων, ἐξ Ἀντιοχείας τῆς Συρίας σε, πρὸς τὴν Βασιλίδα τῶν πόλεων, μετὰ δόξης ὅτι πολλῆς δορυφορίας τε καὶ τιμῆς, πρεπούσης μετάκλητον ὡς Θεοῦ ἄγγελον ἔθετο.
Τὸ προαιώνιόν σε φῶς, ἐφ’ ὑψηλὴν τὴν ἀρχιερωσύνην πάγχρυσε, λυχνίαν ἀνεσκεύασε, μέγα φῶς τοῦ κόσμου τυγχάνοντα, ὅπως ἔδως διὰ σοῦ φῶς ἐπιγνώσεως, οἱ ἀπεγνωσμένοι, καὶ φέγγος ἐπιστροφῆς, καὶ μετανοίας αὐγήν.
Ὁ πᾶς τῆς Πόλεως λαός, ὡς εἰς κοινὴν ἑορτὴν συνδραμόντες, καὶ ὡς εἰς πανήγυριν χαρμόσυνον, προχυθέντες ἔξω τοῦ ἄστεος, μετὰ κρότων περιχαρῶς, σοὶ προσυπήντησαν, ἐπιβατηρίων ποιούμενοι, ἑορτήν σοι ἐπεισόδιον.
Θεοτοκίον.
Μόνη ἐν πάσαις γεννεαῖς, ὑπερφυῶς καὶ Παρθένος καὶ Μήτηρ, χρηματίζεις Δέσποινα γεννήσασα, βρέφος προαιώνιον ἄχρονον, γεννηθείς μου ἐκ Πατρός, ἄνευ Μητρός, πρὸ παντός, ἐκ Σοῦ τῆς Μητρὸς δέ, ὡς εἶδε μετὰ τὸ πᾶν, δίχα Πατρὸς κυηθέν.
ᾨδὴ στ΄. Συνεσχέθη.
Ἀνατείλας, οἷα χρυσαυγίζων ἥλιος, καὶ χρυσοφαής, ὡς ἐκ παστοῦ νυμφίος, ἐν τῷ ὕψει τῷ τῆς Ἐκκλησίας, χρυσαῖς ἀκτίσι, τῆς διδασκαλίας σου, κατεχρύσωσας τὴν πᾶσαν κτίσιν, καὶ διεσκέδασας ἔαρ τὸ μυστικόν, τὸν βαρὺ χειμῶνα τῶν αἱρέσεων.
Ὁ δοξάζων, Βασιλεὺς τῆς δόξης, πάντας δοξάζοντας Αὐτός, Αὐτός σε καὶ δοξάζει, ὡς δοξάσαντα Αὐτὸν ἐν πᾶσι καὶ πάσης δόξης, ἀποφαίνει ἄξιον ἐνδοξότερόν τε βασιλέων, δείκνυσιν ἔμπροσθεν, τούτων χάριν σοι δοὺς δαίμονας, ἐλαύνειν ψιλῷ ῥήματι.
Ἵνα δείξῃ, ὁ κρυφιογνώστης, τὴν ἐν κρυπτῶ σου ἀρετήν, ἐν ὀστρακίνῳ σκεύει, οἶκος κέκρυπται θησαυρὸς μέγας, λευκοφαής τε μαργαρίτης ἔντιμος, ὡς λευκὴ περιστερὰ ἐπέστη Πνεῦμα τὸ Ἅγιον, ἄρτι τὴν κεφαλήν, τῷ ἀρχιερεῖ καθυποσχόντι σοι.
Κατεπλάγη, βασιλεὺς καὶ δῆμος, καὶ ἱερέων ὁ χορός, ὁρῶντες ἀριδήλως, τοῦ λαμπροῦ καὶ καθαροῦ σου βίου, τὴν μαρτυρίαν φερομένην ἄνωθεν, ὁ ἐν οὐρανῷ πιστὸς μάρτυς ἐπιμαρτύρησεν, ὡς τὰ πάντα εἰδώς, τῇ ἀκεραιότητι τῶν τρόπων σου.
Τὰ σὰ χείλη, Πνεύματος Ἁγίου, γέγονε λύρα μυστική, καὶ μελουργὸς κιθάρα, παναρμόνιον ᾄδουσα μέλος μουσικὸν ᾆσμα, λιγυρὸν ἀπήχημα, τῇ εὐρύθμῳ γλυκερᾷ συνθήκῃ, καὶ τῷ χαρίεντι τῆς τῶν φθόγγων πλοκῆς, θέλγουσα ψυχάς, καὶ καθηδύνουσα.
Ῥητορεύων, ἔπεισας ἀπείρους, φίλους γενέσθαι τοῦ Θεοῦ, καὶ ἀρετῆς ἐργάτας, σὺ γὰρ ὄρος γλυκασμοῦ σταλάζον, οὐ θεία δρόσος, οὐρανόθεν πίπτουσα καὶ πιαίνουσα ψυχῶν ἀρούρας· διὸ οἱ λόγοι σου, ὤφθησαν τοῖς λαοῖς, μέλιτος γλυκύτεροι Χρυσόστομε.
Θεοτοκίον.
Ὄρος πῖον, πάγχρυσε λυχνία στάμνε τοῦ μάννα τῆς ζωῆς, κεχρυσωμένη πύλη, ἀκατάφλεκτε πυρφόρε βάτε, ἔμψυχε θρόνε, οὐρανὲ πολύφωτε, περιώνυμε Χριστοῦ καθέδρα, παστὰς χρυσόπλοκε, εὐωδίας πηγὴ σκήνωμα Θεοῦ, Δέσποινα σῶσόν με.
ᾨδὴ ζ΄. Ἄφραστον θαῦμα.
Συχναῖς λιβάσι, καὶ ἐπομβρίαις τῶν λόγων σου, ἀρδομένη οἷα λιπαρά, καὶ εὔγειος γῆ, δέδεικται πολύφορος ἡ Ἐκκλησία, Χριστοῦ καρποφοροῦσα, ἀρετῶν διαφόρων παγκαρπίαν.
Μώλωπες ὄντως, τοῖς εὐσεβέσιν οἱ ἔλεγχοι, καὶ πυρφόρα βέλη καυστικά, ἐπεὶ καὶ πικρὸν τὸ μέλι τοῖς κάμνουσι, καὶ Θεοῦ λόγοι, κέντρα τοῖς κακοτρόποις, καὶ νοσῶν ὀφθαλμὸς γὰρ φεύγει φέγγος.
Οὐκ ἐπὶ πλέον, στέγειν τοῦ φθόνου δυνώμενος, τὴν ὠδῖνα ῥύγνησιν αὐτήν, καὶ εἰς φανερὸν ἐξάγει τὸ γέννημα, ὁ τῆς κακίας γεννήτωρ καὶ τοῦ φθόνου, τὸν ποιμένα μακρὰν θεὶς τοῦ ποιμνίου.
Νὺξ ἀθυμίας, καὶ κατηφείας σκοτόμαινα, ἐξ αἰθρίας ἡμεροφαοῦς, τὴν νύμφην Χριστοῦ αἴφνης κατεκάλυψεν, ἀποβαλοῦσαν, τὸν μέγαν σε φωστῆρα, ἐπηρείᾳ τοῦ ἄρχοντος τοῦ σκότους.
Ἅρπαγες λύκοι, ποιμένων πρόσωπα φέροντες, καὶ προβάτων, ἔξωθεν δοράν, τὴν ἀλωπεκήν, ἔνδοθεν δὲ κρύπτοντες, καὶ τῷ κωδίῳ καλύπτοντες τὸν θήρα, τὸν καλόν σε κατέκριναν ποιμένα.
Χήρα καθάπερ, βαρυπενθὴς καὶ πολύδακρυς, τὸν νυμφίον σε τὸν ἑαυτῆς, ζητοῦσα πικρῶς, ἔστενε Χρυσόστομε, ἡ Ἐκκλησία, ἥτις διὰ τὴν χηρείαν τὴν ἄωρον ὑπέστη.
Θεοτοκίον.
Ὁ μόνος κρίνων, δικαιοσύνην ἐκάθισεν ἐπὶ θρόνον Δέσποινα καὶ γάρ, ἐκ Σοῦ σαρκωθεὶς θρόνον Σε πυρίμορφον, ἔδειξεν· ὅθεν ἐν κόλποις κάθηται., Σοῦ ὡς ἐν θρόνῳ, βρεφοπρεπῶς ἁγίῳ.
ᾨδὴ η΄. Ἔκστηθι φρίττων.
Σὲ τὸν ποιμένα τὸν καλόν, τοῦ ἀρχιποίμενος καὶ ἀμνὸν τὸν μιμητήν, ὡς ἄρνα, καὶ κριὸν ἐπίσημον, καὶ ὡς ἀμνὸν λογικόν, οὐδόλως κραυγάζοντα, οὐ σχόντες παλάμαις παλαμναίαις, οἱ ποιμένες καὶ λύκοι, πόῤῥω τῆς σῆς ποίμνης, ἐξώρισαν ἀδίκως.
Ὄρη καὶ νάπαι καὶ βουνά, κοιλάδες θάλασσαι, καὶ πηγαὶ καὶ ποταμοί, ἀστέρες σελήνη καὶ ἥλιος, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ πᾶσα ἐστύγνασεν, ἡ κτίσις ἐλέγχουσα, τὴν τότε πραχθεῖσαν ἀνομίαν, τὴν ἐκ πρεσβυτέρων, ἀδίκων ἐξελθοῦσαν.
Ἵνα θεάσωνται τὸ φῶς, τῆς ἐπιγνώσεως, οἱ ἁγνοίας ἐν νυκτὶ τελοῦντες, καὶ δόξης τὸν ἤλιον μάθωσι μόνον Θεόν, οἱ τῷ αἰσθητῷ, λατρεύοντες ἡλίῳ, ὡς Παῦλος ἀπεστάλης, εἰς ἔθνη μακρὰν ὄντα, ἀχλὺν ἀπιστίας, ὡς ἥλιος σκεδάζων.
Κέρδος προσήγαγες Χριστῷ, καὶ κατὰ πάρεργον ἧς πεπόρευσαι ὁδοῦ, ὡς δοῦλος εὐγνώμων Χρυσόστομε, καὶ ἀγαθὸς καὶ πιστός, ἐθνῶν ὁλοκλήρων σωτηρίαν, μέλιτι τῶν σῶν λόγων, τὴν πικρὰν ἀπιστίαν, ὡς διεφθορότα χυμὸν ἐξεμεσάντων.
Εὗρεν ὡς ἄλλον σε Χριστόν, ἄλλος παράλυτος τοῦ Χριστοῦ τὸν μαθητήν, ἐντεῦθεν εὗρε καὶ τὴν ἴασιν, παρεπομένην εὐθύς, ὡς μόνον γὰρ ἔφησε πιστεύσας ἀνέστη παραχρῆμα καὶ τὴν κλίνην βαστάσας ἐβάδισε χαίρων καὶ Χριστὸν μεγαλύνων
Τέλος τῶν πόνων, εὐκλεὲς εὐαγγελίζονται, εὐχομένῳ σοι νυκτός, ὁ μέγας Πέτρος Ἰωάννης τε, ἡ θεολόγος Βροντή, καὶ τὴν μετὰ Χριστοῦ Βασιλείαν, καὶ τὴν τῶν ἀποῤῥήτων, ἀγαθῶν μετουσίαν, τὴν ἐκδεξομένην σε μάκαρ, μετὰ τέλους.
Ἤδη ἡ αὔριον σαφῶς, ἡμᾶς ἑνώσει τε καὶ συνάψει ἐν Χριστῷ, ὁ Μάρτυς Βασιλίσκος ἔφη σοι κατ’ ὀφθαλμοὺς παραστάς, καὶ τῷ νεωκόρῳ παρηγγύα καθ’ ὕπαρ ἐπισκήπτων, ἑτοίμασον δὴ τόπον, ὡς τὸν ἀδελφὸν Ἰωάννη ἀναπαύσει.
Θεοτοκίον.
Σὲ ἡ σοφία τοῦ Θεοῦ, ἡ ἀπαράλλακτος τοῦ Πατρὸς ὄντως εἰκών, ἡ ζῶσα σφραγὶς καὶ ἀκίνητος, ὁ ἀκριβὴς χαρακτήρ, ὡς ἔμψυχον θάλαμον οἰκήσας, ἐκ Σοῦ Θεογεννῆτορ, σαρκοφόρος προῆλθε, καὶ συνανεστράφη ἀνθρώποις φιλανθρώπως.
ᾨδὴ θ΄. Μὴ ἐποδύρου μου Μῆτερ.
Ἱεραρχῶν ὁμηγύρεις, Προφητῶν πανηγύρεις, Πατριαρχῶν καὶ Ἀποστόλων δῆμοι καὶ χοροί, Ἀθλητῶν ἀγέλαι, Μαρτύρρων φάλαγγες, ἀσκητῶν καὶ Ὁσίων συστήματα, τὴν σὴν ἀνιοῦσαν προέπεμπον Ἱεράρχα ψυχήν.
Ὡραϊσμένη ὡς νύμφη, καὶ περιβεβλημένη, πεποικιλμένη ἀρετῶν, χρυσοῖς ἐν κροσσωτοῖς, ὡς φαιδρὰν παστάδα, τὸ θεῖον σκῆνος, ἡ ψυχή σου λιποῦσα, πρὸς τὰς φωτοειδεῖς, οὐρανίους παστάδας, μάκαρ ἀνέδραμεν.
Ἄγγελος θεῖος κατ’ ὄναρ, ἐπιστὰς τῷ σῷ φίλῳ, ἀδελφειῷ τὸν Ἰωάννην ἔφυ τὸν χρυσοῦν, τὸν τῆς μετανοίας ὃν ζητεῖς γίνωσκε, μετὰ τῶν πυριμόρφων Σεραφεὶμ παρεστῶτα, τῷ θρόνῳ τοῦ Βασιλέως.
Νεανικὸν δεικνὺς πόθον, καὶ διάπυρον φίλτρον, καὶ φιλοπάτορος υἱοῦ, ἀγάπην καὶ στοργήν, ἐκ τῆς ἐξορίας ἀνακομίζει σου, τὸ πολύαθλον σῶμα ὁ μέγας βασιλεύς, ὃν τῷ θείῳ βαπτίσματι ἀνεγέννησας.
Νῦν ἀριδήλως δηλοῦται, ἐκ Θεοῦ ἡ αἰτία, τῆς ἐξορίας σου σοφέ, πελάγιος καὶ γάρ, φερομένη καλῶς, ἡ ναῦς ἡη φέρουσα, σοῦ τὸ τίμιον σῶμα, προσώκειλεν αἴφνης, τῆς ὑγρᾶς ἐκδραμοῦσα, ἐν τῷ τῆς χήρας ἀγρῷ.
Ἡ τυραννὶς τοῦ θανάτου, ἐξησθένησεν ὄντως, ζῶσι καὶ γὰρ ἐν τῶ Θεῷ, δικαίων αἱ ψυχαί, τοῦ δὲ λόγου πίστις σὺ εἶ Χρυσόστομε, καὶ νεκρὸς γὰρ καθίσας, τῷ θρόνῳ σου τρανῶς, τῷ λαῷ τὴν εἰρήνην προσεπεφώνησας.
Θεοτοκίον.
Σὲ προετύπω Σε βάτος, ἐν Σιναίῳ τῷ ὄρει, σπαργανουμένη τῷ πυρί, καὶ θάλλουσα φρικτῶς, τὸ γὰρ πῦρ τεκοῦσα τὸ τῆς θεότητος, οὐδαμῶς κατεφλέχθης, ἀκήρατε ἁγνή· διὸ ῥῦσαί με Δέσποινα, τοῦ ἀσβέστου πυρός.

ΗΧΟΣ ΒΑΡΥΣ
Οὗ ἡ ἀκροστιχίς: Τὸ χρυσοφαὲς πατέρων μέλπω κῦδος, μοναχὸς Ἰωάννης.
ᾨδὴ α΄. Ἦχος βαρύς. Νεύσει σου πρὸς γεώδη.
Τάγμασιν Ἀσωμάτων, ὁμοταγὴς χρηματίζων, ὡς βίον ἀσώματον, βιώσας μετὰ σώματος, καὶ τῷ σαρκωθέντι Λόγῳ παρεστώς, παράσχου μοι λόγον ὑμνῆσαί σε.
Ὅλος πεπυρσευμένος, τοῦ Παρακλήτου τῇ αἴγλῃ, καὶ καταστραπτόμενος ἀΰλοις φρυκτωρίαις Αὐτοῦ, ὤφθης φανότατος λύχνον φαίνων, καὶ σκεδάζων παθῶν τὴν σκοτόμαιναν.
Χρύσεων ἀνδριάντα ἐξ ἀρετῶν συμπαγέντα, καὶ χάριεν ἄγαλμα ὃν χεῖρες Θεοῦ ἔξεσαν, ἔγνωμέν σε Χρυσολόγε, ἀνεστηλωμένον τῷ κόσμῳ πρὸς μίμησιν.
Ῥῆσις δεσπότου πόλιν, ἐπάνω ὄρους κειμένη, κρυβῆναι μὴ δύνασθαι· διὸ λαθεῖν οὐκ ἴσχυσας, πόλις Θεοῦ χρηματίζων, καὶ ἐπ’ ἀρετῶν ἀκρωρείας ἱστάμενος.
Θεοτοκίον.
Ὕψωσις τὴς πεσοῦσαν, φύσιν ἡμῶν Θεομῆτορ, φθορᾶς καὶ θνητότητος, εἰς τὸ ζοφῶδες βάραθρον, καὶ κατεκάλλυνας ταύτην, τὸν ἐκ τῆς νεκρότητος χοῦν ἐκτινάξασα.
ᾨδὴ γ΄ Ὁ κατ’ ἀρχὰς τοὺς οὐρανούς.
Σιὼν καὶ Ἱερουσαλήμ, υἱὸς πρωτότοκος μάκαρ, χρηματίζων τοῖς ἐν οὐρανοῖς, καὶ ζώντων ἐν χώρᾳ αὐλιζόμενος, καὶ παριστάμενος Χριστῷ τοὺς σὲ τιμῶντας, δυσώπει τῶν ἡτοιμασμένων σοι τυχεῖν ἀγαθῶν.
Οὐκέτι βλέπεις ἐν σκιαῖς, οὐδ’ ἐν συμβόλοις καὶ τύποις, Ὃν ἐφίλεις πάγχρυσε Χριστόν, Χριστὸν καὶ ὁρῶν καὶ φανταζόμενος, Χριστὸν καὶ πνέων καὶ λαλῶν, Χριστὸν καὶ βρῶσιν καὶ πόσιν, ἔχων ἀλλὰ πρόσωπον πρὸς πρόσωπον.
Φαιδρὸν ἀνέτειλέ σοι φῶς, καὶ διαρκὴς εὐφροσύνη, ὡς δικαίῳ Πάτερ ἱερέ, παντὸς ὑλικοῦ παραπετάσματος, νῦν ἐπαρθέντος γὰρ τρανῶς, τὴν τρισολβίαν ἀκτῖνα ἀμέσως εἰσδέχη, σοὶ προσβάλλουσαν.
Ἀνακαθάρας σου τὸν νοῦν, δι’ ἀρετῶν ἐμμελείας, καὶ πλάτυνας μάκαρ τῆς ψυχῆς, διὰ θεωρίας τὴν κατάστασιν, ὅλην ἐδέξω τὴν αὐγήν, τῆς μακαρίας Τριάδος, καὶ μαρμαρυγὰς δογμάτων ἤστραψας.
Θεοτοκίον.
Ἐθεωρήθησαν ἐν Σοί, Θεογεννήτρια Κόρη, αἱ πορεῖαι ὄντως τοῦ Θεοῦ, ἐκ Σοῦ τοῖς βροτοῖς συνανεστράφη γάρ, καὶ προσωμίλησεν ἡμῖν, καὶ προσηνῶς καὶ ἡμέρως, διὰ συγγενοῦς σαρκὸς ὁ ἄσαρκος.
ᾨδὴ δ΄. Ὁ πατρικοὺς κόλπους.
Σὺ ὡς χρυσός, πάγχρυσε ποιμήν, δοκιμασθεὶς καὶ πυρωθείς, πυρὶ πειρασμῶν καὶ καμίνῳ περιστάσεων, ὤφθης δοκιμώτερος, καὶ χρυσοῦ παντὸς εὐροιζότερος.
Πλουτοποιῶν Πάτερ θησαυρόν, ἡγεῖσθαι πάντας τὴν πενίαν ἔπεισας· τῇ γὰρ πύλῃ τῇ στενῇ τῆς ζωῆς, χωρητὴν ὡς ἄσκευον, ταύτην καὶ ἀπέριττον ἔδειξας.
Ἀναπλησθεὶς ὕλης νοσηρᾶς, καὶ σεσηπότος καὶ διεφθερότος χυμοῦ, ἡδονῶν ἐκ βλαβερῶν ἀσθενῶν, καθαρὰς φαρμάκοις με, μετανοίας μάκαρ ὑγίωσον.
Τὸ ἀσθενὲς καὶ ἐπιῤῥεπές, πρὸς τὰς ὀρέξεις τῆς σαρκός, καὶ ἐπικλινές, τῆς ψυχῆς μου μεταποίησον, σθενώσας Χρυσόστομε, κατὰ τῶν παθῶν τὴν κακίαν μου.
Θεοτοκίον.
Εὕροιμέ Σε ὑπερασπιστήν, ἐν πειρασμοῖς συμφοραῖς καὶ θλίψεσιν, ἐν ὀδύναις παραμύθιον, ἐν λύπαις παράκλησιν, καὶ παραψυχὴν ὑπεράμωμε.
ᾨδὴ ε΄. Κύριε ὁ Θεός μου.
Ῥώμη βιαιοτάτη, τῶν παθῶν οἱ χείμαῤῥοι συῤῥαγέντες, ἄφνω μοι προσέῤῥηξαν, καὶ ῥίψαντες ἔσυραν εἰς βυθὸν βαθὺν ἁμαρτίας, ἐξ οὗ μὲ ἀνέλκυσον Ἅγιε.
Ὥσπερ ἐξ ἀρωμάτων, εὐωδῶν εὐόσμων καὶ μυριπνόων, δοκῶν συντεθεῖσθαί σου, ὁ λόγος Χρυσόστομε, οἷα πολυτίμητον μῦρον, κατευωδιάζει μυρίζων ἠμᾶς.
Νέκταρος ἡδυτέρα, καὶ κηρίου μέλιτος γλυκυτέρα, στόμα σου, καὶ λάρυγγος τῶν ψυχῶν γλυκάζουσα, ἡ τῶν διδαχῶν σου συνθήκη, ὡς μελισταγὴς προχοὴ καὶ ῥοή.
Μέγας ἐν ἱεράρχαις, ὑψηλὸς ὡράθης ἐν διδασκάλοις, ἐν ἄστρασιν ἥλιος, ὀφθαλμὸς ἐν σώματι, ἐρυθρὸν ἐν ἄνθεσι ῥόδον, καὶ ἐν ὥραις ἕαρ Χρυσόστομε.
Θεοτοκίον.
Ἔλυσας τὴν κατάραν, εὐλογίαν Δέσποινα συλλαβοῦσα, τὴν λύπην ἠφάνισας, χαρὰν γὰρ ἐγέννησας· διό μοι χαρμόσυνον λύπη, καὶ χαροποιὸν πένθος δώρησαι.
ᾨδὴ στ΄. Ναυτιῶν τῷ σάλῳ.
Λυμεῶνος λύκου, λάρυγγα τὸν ἄπληστον πλήξας ὡς βέλεσιν ἔτρωσας· τοῖς σοῖς λόγοις, καὶ τὴν τοῦ θώρακος σύμπηξιν ἤνοιξας, τοὺς καταποθέντας, ὑπ’ αὐτοῦ ἀνέλκων, καὶ ζωῆς μετόχους θείας ἐργαζόμενος.
Ποταμὸς ἐλέους, νάματα χρυσόῤῥειθρα ῥέων, πηγὴ χαριτόβρυτος συμπαθείας, τὴν οἰκουμένην ἀρδεύουσα δέδειξαι, χειμάῤῥους τρυφῆς γῆν ἐπικλύζων, ἐλεημοσύνης πλημμυρῶν τὰ ῥέύματα.
Ὡς καινῇ γραφίδι, τῇ μουσικωτάτῃ σου γλώσσῃ, τὸ Πνεῦμα τὸ Ἅγιον κεχρημένον νόμους ἡμῖν θείους ἐκαινογράφησε, καὶ γὰρ ὀξυγράφου γραμματέως, γέγονεν ἡ γλῶσσά σου κάλαμος Χρυσόστομε.
Καταιγὶς κακίαι θύελλαι καὶ γνόφος καὶ ζάλη, χειμών τε καὶ κλύδων καὶ τρικυμίαι, ἀλλεπαλλήλων πνευμάτων ἀντίπνοιαι, τὸν πολυπαθῆ χειμάζουσί με, ἀλλ’ εἰς μετανοίας με λιμένα ἴθυνον.
Θεοτοκίον.
Ὑ... (τὸ Θεοτοκίον ἐλλείπει)
ᾨδὴ ζ΄. Κάμινον παίδας.
Δόξης ἐνθέου, σὲ στέφανον ἔχει ἡ Ἐκκλησία Χρυσόστομε, ὡς εὐδοκίας γὰρ ὅπλῳ τοῖς λόγοις σου, σαφῶς ἐστεφάνωται, καὶ κοσμεῖται αὐτοῖς, ὥσπερ ὁρμίσκοις χρυσοῖς.
Ὅλην μου τρέψον, τὴν ἔφεσιν μάκαρ, πρὸς τὰ ἑστῶτα καὶ μόνιμα, τὰ γὰρ ἐπίκηρα ταῦτα καὶ πρόσκαιρα, ὡς ἄνθος μαραίνεται, καὶ ὡς ὕδωρ ῥυὲν ἐξαφανίζεται.
Σβέσον παθῶν μου τὴν ἄσβεστον φλόγα, καὶ τὴν παμφλάζουσαν κάμινον, ἀναπτομένην πλειόνως ἑκάστοτε, πονηρίας πνεύματα, μετανοίας ῥανίσιν ἀναψύχων με.
Μένουσαν δόξαν, ἀΐδιον κλέος, διηνεκῆ ἀγαλλίασιν, σοὶ καὶ τρυφὴν ὁ Χριστὸς ἐδωρήσατα· δι’ οὗ τὴν ἐπίκηρον ἐβδελύξω, τρυφὴν καὶ τὴν ἀπόλαυσιν.
Θεοτοκίον.
Ὅρους παρῆλθες τῆς φύσεως Κόρη, ὡς ὑπὲρ φύσιν γεννήσασαν, τὸν κεραμέα καὶ Πλάστην τῆς κτίσεως, ὡς φύσει γοῦν εὔσπλαγχνος, ὑπὲρ φύσιν με πταίσαντα ἐλέησον.
ᾨδὴ η΄. Ἄφλεκτος πυρί.
Νῦν ἀναφανδόν, καὶ ἀνακεκαλυμένῳ προσώπῳ Παῦλος ὡς φησί, κατοπτριζόμενος τὴν δόξαν Χριστοῦ, καὶ τούτου ταῖς καλλοναῖς καταστραπτόμενος φαιδρῶς, καὶ ἐλλαμπόμενος, καὶ κατὰ χάιν, θεούμενος θείων, μνήσθητι ἡμῶν, ὅπως τύχωμεν ἐλέους.
Ἅλατι γλυκεῖ, τῶν νοστίμων διδαχῶν σου, πλεονεξίας ἔστησας, τὴν ἁλμυρὰν σηπεδονώδη νομήν, ὡς γάγγραιναν ψυχικήν, καὶ ἀνεξήρανας σοφέ, φιλαργυρίας τὸν ῥοῦν τοὺς τραυματίας, αὐτῶν δὲ ἰάσω Χρυσολόγε, μαλακοῖς φαρμάκοις τῆς ἐλεημοσύνης.
Χήραις ἐπαρκῶν, ὀρφανῶν ὑπερασπίζων, πάντα πτωχὸν ῥυόμενος, ἀπὸ χειρῶν στερεοτέρων αὐτοῦ, ἐλέγχων ζήλῳ Θεοῦ, παρανομοῦντας βασιλεῖς καὶ ἱερεῖς καὶ λαούς, τρέφων πεινῶντας, ποτίζων διψῶντας, καὶ σκεπάζων γυμνοὺς καὶ ῥιγῶντας, κοινὸς πατὴρ ἐδείχθης.
Ὅλον σου τὸν νοῦν, τεχνικὸς ὡς βυθοδρόμος, εἰς τὸν τοῦ θείου Πνεύματος, βυθὸν βυθίσας τὸν βαθύτατον, τὰ ἔργα τὰ τοῦ Θεοῦ, καὶ τὰ αὐτοῦ ἐν τῶ βυθῷ, εἶδες θαυμάσια καὶ ἀνιμήσω ἐκεῖθεν σοφίας μαργαρίτην· δι’ οὗ χρυσολόγε, ἐπλούτισας τὸν κόσμον.
Θεοτοκίον.
Σὲ τὴν ἀληθῶς, οὐρανοῦ καὶ γῆς μεσίτιν, οἱ οὐρανοὶ καὶ Ἄγγελοι, θάλασσα γῆ, καὶ πάντες ἄνθρωποι, χορείαν μίαν κοινήν, καὶ συμφωνίαν μυστικήν, μυστικῶς πλέξαντες, ζέοντι πόθῳ καὶ πίστει θερμῇ, καὶ διαπύρῳ ἀνυμνολογοῦσι πανύμνητε Μαρία.
ᾨδὴ θ΄. Μὴ τῆς φθορᾶς.
Ἱερουργὸν ἱερόν σε, καὶ ἱεράρχην σεπτόν, ἱερολόγον ὡραῖον, καὶ θεολόγον σοφόν, πάντες γινώσκομεν, πάγχρυσε χρυσολόγε, ὡς ἱερολογοῦντα τὸ ἱερὸν τοῦ λόγου, Εὐαγγέλιον θείοις λόγοις σου.
Ὡς ἐξ ἀδάμαντος πύργος στεῤῥός, ἀκράδαντος τῶν πειρασμῶν ἀντιπνοίαις, ὤφθης ἀτίνακτος, τὰ σοὶ προσρήσοντα κύματα τῆς κακίας, παράλιος ὡς πέτρα πρὸς ὕψος τεταμένη, εἰς ἀφρώδεις λύων πομφόλυγας.
Ἁμαρτιῶν με συνέχει, χειμὼν βαρύτατος, καὶ ἡδονῶν ἀπὸ κρύους ῥιγῶ καὶ πήγνυμαι, λάμψον μοι δέομαι ἁγνείας θείας ἔαρ, καὶ λῦσον τῶν παθῶν μου, τὴν κρυσταλλώδη πῆξιν, μετανοίας θερμῆς ἐμπύροις βολαῖς.
Νυκτὶ καὶ μελάνι γνόφῳ, νυκτομαχῶ τῶν παθῶν, ὡς ἐν ἐρήμῳ ἀνύδρῳ περιπλανώμενος, ὁδὸν εὐθείαν γάρ, οὐχ εὗρον πορευθῆναι, εἰς κατοικητηρίου ἐπουρανίου πόλιν, ἀλλ’ ὁδήγησόν με, πρὸς ταύτην Ἅγιε.
Νεκροποιοῦ ἁμαρτίας τὸν σάκκον ῥήξας με, ζωοποιοῦ μετανοίας στολήν με ἔνδυσον, ὡς ἀπὸ στήμονος βύσσου πορφυροχρόου, καὶ κρόκκης χρυσοκλώστου, λαμπρῶς ἐξυφασμένην, ἔργον θεῖον ἐκ παραλλήλου πλοκῆς.
Ἡ παγκαλὴς καὶ ὡραία, καὶ λιγυρὰ ἀηδών, ἡ μουσικὴ καὶ κοσμία καὶ μελιχρὰ χελιδών, ὁ διαβόητος αὐλὸς τῆς μετανοίας, ὁ τῶν ἁμαρτανόντων ἐγγυητὴς καὶ ῥύστης, γένοιτό μοι ἐγγυητὴς πρὸς Θεόν.
Θεοτοκίον.
Σοῦ ὡς χρυσῆς μυροθήκης, μύρον ἀκένωτον ἐν ἀκενώτῳ κενώσει κενωθὲν Δέσποινα, κατευωδίασε τοῦ κόσμου τὸ δυνῶδες, οὗ τῆς ὀσμῆς αἰσθέσθαι, καὶ οὗ δραμεῖν ὀπίσω τὸν δυσαίσθητόν με ἀξίωσον.

ΗΧΟΣ ΠΛ. Δ΄.
Οὗ ἡ ἀκροστιχίς: Τῶ χρυσογλώσσῳ πατρὶ καὶ Χρυσοστόμῳ, ὔμνος κροτεῖται μακρὸς ἐξ Ἰωάννου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Τὸ χαριτόπνουν τῆς σοφίας ὄργανον καὶ μουσικώτατον, ἡ μελιχρὰ γλῶσσα, καὶ πνευματοκίνητος, τὸ στόμα τὸ χρυσόμορφον, ἡ βροντόφωνος σάλπιγξ, ἡ διηχοῦσα τὰ πέρατα, ἔμπνευσόν μοι λόγον ὑμνοῦντί σε.
Ὡς χρυσαυγίζων σελασφόρος ἥλιος προσεποχούμενος, τῶν ἀρετῶν θείῳ χρυσαντύγῳ ἅρματι, τὸ λογικὸν στερέωμα, νοητῶς διϊπεύεις, μαρμαρυγαῖς τῶν δογμάτων σου, ἅπαντας φωτίζων Χρυσόστομε.
Χριστομιμήτῳ συμπαθείᾳ χρώμενος μετανοοῦσι θερμῶς, ἁμαρτωλοῖς πᾶσιν, ὑπογράφεις ἄφεσιν, γνησίως ἐγγυώμενος, τὴν συγχώρησιν τούτοις· καὶ διαγράφων τοῖς λόγοις σου, τὸ τῆς μετανοίας ἀξίωμα.
Ῥεῖθρον γλυκὺ καὶ διειδὲς καὶ πότομον βλύζει ἡ γλῶσσά σου, μελισταγὲς νάμα, πόμα χαριτόβρυτον, πᾶσι κιρνᾷ τὸ στόμα σου, τὰ δὲ χείλη σου στάζει, γλεῦκος ἠδὺ κατανύξεως, μυστικόν τε νέκταρ Χρυσόστομε.
Ὕλης ῥεούσης καὶ φθαρτῆς ἠλόγησας εὐλόγως πάνσοφε, τὰ γεηρὰ πάντα, ἀποτιναξάμενος, ὡς κόνιν εὐαπόθετον, τοῦ Χριστοῦ δὲ τῷ πόθῳ, ἀναπτερούμενος ἔσχηκας, ἐν τοῖς οὐρανοῖς τὸ πολίτευμα.
Σὺ τὴν καρδίαν νοερὸν δειμάμενος θυσιαστήριον, καὶ τὴν ψυχὴν πήξας, ὡς ἁγίαν τράπεζαν, τὸν νοῦν ἀρχιερέα δέ, καταστήσας τῷ λόγῳ, ἱέρευσας τὴν προαίρεσιν, ὁλοκαυτωθεῖσαν πυρὶ πειρασμῶν.
Θεοτοκίον.
Ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς καθήμενος μονογενὴς ὡς Υἱός, καὶ νοεροῖς θρόνοις, ἐπαναπαύομενος, ἐν τοῖς ἀχράντοις κόλποις σου, βρέφος κάθηται Κόρη, θρόνον γὰρ ἅγιον ἔμψυχον, Σὲ ἐπὶ τῆς γῆς κατεσκεύασεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Γαληνότατον ὅρμον σὲ καὶ χρυσῆν γέφυραν, ἔθετο Θεὸς τοῖς ἐν ζάλῃ, χειμαζομένοις παθῶν, τούτους ἰθύνοντα, πρὸς μετανοίας λιμένα, καὶ διαπορθμεύοντα, πρὸς ἀπαθείας τὴν γῆν.
Λιγυρὰν χελιδόνα τοῦ νοητοῦ ἔαρος, ἀηδόνα φωνοῦσαν ἐν ἄλσει, τοῦ βίου ἔγνωμεν, Πάτερ Χρυσόστομε, πρὸς μετανοίαν τὴν θάλψιν, συγκαλοῦσαν ἅπαντας, ῥιγῶντας πάθεσιν.
Ὡς πηγὴ ζωηφόρος ὡς ποταμὸς ἔμψυχος, ὡς ὑπερχειλὴς καὶ πλημμυρῶν χειμάῤῥους χάριτος, ῥείθροις τῶν λόγων σου, ψυχῶν ἀρούρας πιαίνεις, κυκλικῶς τὴν σύμπασαν, περιερχόμενος.
Σοῦ τὰ χρύσεα ἔπη καὶ ἱερὰ λόγια, οἷάπερ κηρίον καὶ μέλι καταγλυκαίνουσι, ψυχῶν τὸν λάρυγγα, ἡ δὲ τοῦ στόματος χάρις, ὡς πυρσὸς ἐκλάμψασα, τὸν νοῦν ἡμῶν φρυκτωρεῖ.
Σοὶ τὸ ζῆν κατὰ Παῦλον ἧν ὁ Χριστὸς Ἅγιε, τὸ ὑπὲρ ἐκείνου θανεῖν δέ, κέρδος διψώμενον, ὃν καὶ μιμούμενος, ὐπὲρ τοῦ κόσμου τυθέντα, τὴν ψυχήν σου ἔθηκας, ὑπὲρ τῆς ποίμνης σου.
Ὡσεὶ βέλη κακίας τῶν δυσμενῶν βάλλονται, οὕτω τῆς τιμίας σου γλώττης Πάτερ οἱ ἔλεγχοι, ὤφθησαν βάλλοντες, τῶν φιλαργύρων τὰ στέρνα, οἵ σε καὶ ὡς δύσχρηστον, φθόνῳ ἐξώρισαν.
Πῦρ σε θείας ἀγάπης τοῦ νοητοῦ ἄνθρακος, ὅλον ἀναφλέξαν πυρφόρον ἔδειξεν ἄνθρακα· ὅθεν ἐχώνευσας, φιλαργυρίαν σοῖς λόγοις, καὶ τὴν ὕλην ἔφλεξας, τὴν τῶν αἱρέσεων.
Θεοτοκίον.
Ἀπορία καὶ γνόφος καὶ λογισμῶν σύγχυσις, τοὺς τὸν ἀνερμήνευτον τόκον Σου ἑρμηνεύοντας, καλύπτει Δέσποινα, ὃν Μωϋσῆς γὰρ παρεῖδε, γνόφῳ καλυπτόμενος, τοῦτον ἐγέννησας.
ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Τῶν διδαχῶν, καὶ πατρικῶν παραινέσεων, σοῦ τῇ βίᾳ ὄρη διεθρύβη σκληρά, βουνοὶ αἰώνιοι σιδηροί, τῆς φιλαργυρίας ἐτάκησαν καὶ ὑπέῤῥευσαν, ὑψώθη δὲ τὸ κέρας, τῆς ἐλεημοσύνης, καὶ εἰς ὅρος ἐγένετο μέγιστον.
Ῥήξας δεσμούς, καὶ σχοινισμοὺς ἀπογνώσεως, ὡς μαχαίρᾳ, τῇ παγχρύσῳ γλώσσῃ σου, σχοινίον ἔντριττον ἀῤῥαγές, ἔπλεξας ἀγάπην ἐλπίδα πίστιν, συνδέων Θεῷ, πάντας μετανοοῦντας, οἷς καὶ κληρονομίας, ὁ παράδεισος δέδοται σχοίνισμα.
Ἴσον Πατρί, Υἱὸν καὶ Πνεῦμα τὸ Ἅγιον, ὀρθοδόξως, δογματίζων Ἅγιε, τοὺς βορβορώδεις καὶ θολερούς, νόας τῶν βλασφήμων, ἀνατροπὴν θολερὰν τοὺς πολλούς, καὶ ἅλμην ἀσεβείας, τοὺς ποτίζοντας ὄμβρον, τῶν ποτίμων σου λόγων κατέκλυσας.
Καινοφανές, καὶ καθαρὸν καὶ νεόσμικτον, χρυσαυγίζον, ἀποστίλβον ἔσοπτρον, τῇ διαυγείᾳ τῶν ἀρετῶν, δείξας τὴν ψυχήν σου, τὴν αἴγλην ὅλην ἐχώρησας, τοῦ Πνεύματος τοῦ θείου, χρυσεπώνυμε Πάτερ, καὶ ὡς ῶς ἐν τῷ κόσμῳ ἐξέλαμψας.
Ἁμαρτωλῶν, ἐγυητὴς ὤφθης ὅσιε, μετανοίας κῆρυξ διαπρύσιος, πλεονεξίας ἐκριζωτής, ἐλεημοσύνης, ὑφηγητὴς καὶ διδάσκαλος, τῆς δὲ φιλαργυρίας, ὡς εἰδωλολατρίας, κόπτων πέτραν πρηστηρίων πέλεκυς.
Ἰλιγγιῶν, καὶ δειλιῶ τὴν ἐγχείρησιν, καὶ προβῆναι, προσωτέρω πέφρικα, ὁρῶν τὸ μέγα καὶ ἀφανές, σοῦ τῶν ἐγκωμίων, περικυκλῶσάν με πέλαγος, ἀλλ’ ὅμως δὲ καλέσας, κυβερνήτην τοῦ λόγου, τοῦ πλοὸς καὶ εἰς ἔτι ἀνθέξομαι.
Χρυσολαμπίς, περιστερὰ ἐχρημάτισας, Ἰωάννη πάγχρυσε Χρυσόστομε, ἧς τὰ μετάφρενα ἀρετῶν, τῷ χλωρῷ χρυσίῳ, κεχρύσονται αἱ δὲ πτέρυγες, περιηργυρωμέναι, καθαρότητι βίου, καὶ χιόνος λευκότεραι ὤφθησαν.
Θεοτοκίον.
Ῥῦπον ἐμῶν, χειλέων ἀποκαθάρασα, καὶ τὴν ὕλην, τῶν παθῶν μου φλέξασα, ἀΰλου ἀνθρακος νοητοῦ, πάγχρυσε πυράγρα, φρικτὴ λαβὶς καὶ πυρίμορφε, ἀξίωσόν με μέλπειν, καθαρᾷ σε καρδίᾳ, καὶ ἀΰλως ὁρᾶν ἐν ἀΰλῳ νοΐ.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Ὑπ’ Ἀγγέλων ἀΰλων, τὸν ἀγγελικόν τε καὶ ἄϋλον βίον σου, ἀγγελοπρεπέσι καὶ ἀΰλοις ᾠδαῖς ἔδει σέβεσθαι· ὡς ἠλαττωμένου πρώην, βραχύ τι παρ’ Ἀγγέλοις, ἰσαγγέλου δὲ νῦν χρηματίζοντος.
Στερεᾶς οἷα πέτρας, τῆς ἀῤῥαγεστάτης τοῦ Χριστοῦ δυνάμεως, τὰς ἐλπίδας μάκαρ, ὡς ἀγκύρας χρυσᾶς ἐξαψάμενος, ταῖς πυκναῖς σπιλάσι, τῶν πειρασμῶν καὶ καταιγίσιν, ἱεράρχα ἀκλόνητος ἔμεινας.
Ὁ χρυσοῦς ἑωσφόρος, ὁ χρυσοφαὴς καὶ χρυσαυγίζων ἥλιος, ὁ παντὸς χρυσίου, λαμπροτέραν καρδίαν κτησάμενος, καὶ καθαρωτέραν, τῶν τοῦ ἡλίου λαμπηδόνων, τὴν ζοφώδη καρδίαν μου φώτισον.
Σοῦ τῷ στόματι θεία, χάρις χαριτώνυμε προσεφανίζουσα, καὶ τοῖς χείλεσί σου,, γλυκυτάτη πειθὼ καὶ σειρήνειον, ὑποκαθημένη, πρὸς ἑαυτὴν ἅπαντας εἷλκεν, οἷα λίθος μαγνῖτις τὸν σίδηρον.
Τὴν ταπείνωσιν μάκαρ, ὤφθης ὡς ἱμάτιον περιβαλλόμενος, ταπεινοφροσύνης, ἔμπνουν ἔμψυχον ὡραῖον ἄγαλμα, ἀνεστηλωμένος, ὡς άνδριὰς χρυσοῦς ἐν μέσῳ, καὶ εἰς μίμησιν πᾶσι προκείμενος.
Ὀμβροτόκον νεφάλην, ὁ ζωαρχικώτατος ὄμβρος τε ἔδειξε, μετανοίας ὄμβρους, ἐπομβρίζουσαν πᾶσι Χρυσόστομε, ὑετίζουσάν τε, τοῖς ἐκτακεῖσιν ἀπογνώσει, σωτηρίου ἐλπίδος σταγόνας χρυσᾶς.
Μυστικῆς πανδαισίας, καὶ πνευματικῆς εὐωχίας τραπέζης φρικτῆς, δεσποτικοῦ δείπνου, σὲ κοσμήτορα ἔγνωμεν Ἅγιε, τρυφῆς οὐρανίου ζωοποιοῦ διανομέα, καὶ τῆς θείας σαρκὸς ἑστιάτορα.
Θεοτοκίον.
Ὡς ἀπόλοιντο πάντες, οἱ μὴ Θεοτόκον σε φρονοῦντες Δέσποινα, ἀλλ’ ἐθελουσίως, ἀθετοῦντες τὴν θείαν σου γέννησιν, καὶ ὑπὸ τὴν χεῖρα, τὴν κραταιὰν τὴν τοῦ Υἱοῦ Σου, ἑαυτοὺς ταπεινῶσαι μὴ θέλοντες.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὑπέρτερος, τῆς τῶν λόγων ἰσχύος, ὁ περίδοξός σου βίος καὶ λόγος, νόμῳ γὰρ σοί, καὶ ὁ βίος τῷ λόγῳ, πρὸς δὲ τῷ λόγῳ ὁ βίος κατάλληλος, ἐργῶδες· διὸ προσενεγκεῖν, ὕμνοις βίῳ τοιούτῳ προσήκοντας.
Μισήσαντες, ἀληθῶς ἐμίσησαν, οἱ ἐλέγχοντες μισοῦντες ἐν πύλαις, τοὺς πατρικοὺς τῆς σῆς γλώττης ἐλέγχους, ὅσιον λόγον καὶ γὰρ ἐβδελύξαντο, καῖ γλώσσῃ δολίᾳ κατὰ σοῦ, πονηρὰ καὶ κενὰ ἐμελέτησαν.
Νυγεῖσά σου, ἡ ψυχὴ θείῳ βέλει, τῆς γλυκείας τοῦ Σωτῆρος ἀγάπης, καὶ τοῦ Αὐτοῦ, πολυπόθητον κάλλος, φανταζομένου διόλου κατέδραμεν, ὀπίσω αὐτοῦ διακαῶς, ὥσπερ ἔλαφος δίχει κατάσχετος.
Ὁ μέγας τε, καὶ εὐρύχωρος κόλπος, καὶ βαθύτατος βυθὸς τῆς σοφίας, ὁ λογικός, οἶκος τῶν μυστηρίων, ὁ τῆς συνέσως ἔμψυχος θάλαμος, τῆς γνώσεως ὁ θησαυρός, ὁ χρυσοῦς ἀνυμνείσθω Χρυσόστομος.
Σαλπίσασα, ὡς χρυσήλατος σάλπιγξ, ἡ τιμία σου καὶ πάγχρυσος γλῶσσα, τοὺς ἐν σκιᾷ, καθημένους θανάτου, καὶ ἀπογνώσεως τάφοις καθεύδοντας, ἀνέστησε καὶ πρὸς ζωήν, διὰ μετανοίας ὡδήγησεν.
Κατάστερον, οὐρανοῦ στερέωμα, ἀνεδείχθης ἱερὲ Χρυσολόγε, ἔχων Χριστόν, ὥσπερ ἥλιον μέγαν, περὶ τὰ στέρνα φαιδρῶς ἀνατέλοντα, κυκλόθεν δὲ τὰς ἀρετάς, ὡς ἀστέρας ἀδύτους αὐγάζοντα.
Ῥημάτων σου, δροσοβόλοις ῥανίσιν, ἀναψύχονται ψυχαὶ πενομένων, τῇ σιδηρᾷ, τῆς πενίας καμίνῳ, κατακαιόμενα φέρειν τε πείθονται, εὐψύχως τὴν πυρκαϊάν, ὡς πηγὴν τῆς ἐκεῖ ἀναψύξεως.
Θεοτοκίον.
Ὁ ἔμψυχος, τοῦ Χριστοῦ παράδεισος, ἡ Ἐδὲμ ἡ τοῦ Ἀδὰμ τοῦ δευτέρου, ὁ φλογερός, καὶ πυρίμορφος θρόνος, ὁ ὑψηλὸς οὐρανὸς καὶ περίδοξος, καὶ στάμνος τοῦ μάννα τῆς ζωῆς, οὐρανίου ζωῆς με ἀξίωσον.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τὴν πηγὴν τῆς σοφίας τὸ ἁλλόμενον ὕδωρ ἔχων ἐγκάρδιον, ἐξέβλυσας πελάγη, δογμάτων καὶ μεθύσας, Ἐκκλησίας τὰς αὐλάκας, αἱρέσεων τὰς πικράς, κατέκλυσας ἐκβλύσεις.
Ἐξουσίαν πλουτήσας ἁμαρτίας ἀνθρώπων δεσμεῖν καὶ λύειν σοφέ, διάλυσιν τὴν δέσιν, τὴν τῶν ἁμαρτιῶν μου, καὶ ἀλύτως με σύνδεσον, τῷ θείῳ φόβῳ Χριστοῦ, Χρυσόστομε τρισμάκαρ.
Ἰατρὸς ψυχῶν ὤφθης ἐμπειρότατος μάκαρ καὶ δοκιμώτατος, ὄγκους ὑπερηφάνων, καὶ ἕλκη φιληδόνων, φειδωλῶν τε σκιρτήματα, μαλακοῖς φαρμάκοις, χαλῶν καὶ ἀποπλύνων.
Ἀναφαίρετον πλοῦτον πολυτάλαντον ὄλβον κτῆσιν ὑπέρτιμον, Χριστοῦ τῇ Ἐκκλησίᾳ, κατέλιπες ὡς κλῆρον, τὰ σὰ πάγχρυσα λόγια, τὰς πενόμενας ἡμῶν, πλουτίζοντα καρδίας.
Θεοτοκίον.
Ἰατῆρα τῶν νόσων ἐλατήρα τῶν πόνων δοτῆρα πάντων καλῶν, φωστῆρα τῶν ἐν σκότει, σωτῆρα τῶν ἐν πλάνῃη, ἡ γεννήσασα Δέσποινα, νοσοῦντά με ψυχικῶς, ἰάτρευσον καὶ σῶσον.
ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Μνησικακίας πέλεκυς, κατακρίσεως μάχαιρα, καὶ τῆς ἀπογνώσεως ῥομφαία δίστομος, αὐτὴν κατασφάττουσα, τοὺς ὑπ’ αὐτῆς σφαγέντας δέ, δι’ ἐλπιδοφόρον μετανοίας ζωοῦσα, καὶ πάσης ἁμαρτίας, ἀκαθαίρετος μάκαρ, ὠράθης καθαιρέτης, καὶ ζέων ἀναιρέτης.
Ἄλλον σε Νεῖλον ἔγνωμεν, Χυσοῤῥόων Χρυσόστομε, νέον χρυσοδίνην πακτωλὸν χρυσόῤῥειθρον, οὐ μόνην τὴν Αἴγυπτον, πᾶσαν δὲ γῆν ἀρδεύοντα, λόγων γλυκυτάτων, πελαγίζοντι ῥείθρρῳ, ἡσύχως φερομένῳ, γαληνῶς πλημμυροῦντι, ἠρέμα χεομένων ὡς ἔλαιον ἢ μέλι.
Καταπεπυκασμένον σε, πάντες ἴσμεν Παράδεισον, κλάδους ἀρετῶν, καὶ τῶν χαρίτων ὅρπηξι, διόλου κατάκομον, κυκλοτερῶς στεφόμενον, ταῖς ἀναδενδρᾶσι τῶν ἀΰλων βροτρύων, ἐν μέσῳ στοιχιδὸν δέ, κεκτημένου ἑστῶτα, στελέχους τεθολότας, Χρυσόστομε τρισμάκαρ.
Ῥάβδῳ τεμὼν τὴν θάλασσαν, Μωϋσῆς διεβίβασε, φεύγοντα λαόν, Ἱσραηλίτην ὅσιε, ἀλλ’ αὖθις τὰ τμήματα, πρὸς ἑαυτὰ συνῆλθε ταχύ, ἔλαβον τυφθέντα, τὴν πρὶν ἄβατον φύσιν, ἡ σὴ δὲ θεία γλῶσσα, τῆς Γραφῆς διασχοῦσα, τὸ πέλαγος εἰσέτι, πᾶσι βατὸν δεικνύει.
Ὁ οὐρανὸς ὁ πάγχρυσος, ὁ πολύφωτος ἥλιος, ὁ μετὰ τὸν Παῦλον, ἄλλος Παῦλος δεύτερος, τὸ στόμα τῆς χάριτος, ὁ θησαυρὸς τοῦ Πνεύματος, ὁ νυμφαγωγὸς τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, ὁ Πρόδρομος ὁ νέος, μετανοίας ὁ κῆρυξ, ὁ χρυσοῦς Ἰωάννης, ὑμνείσθω χαρμοσύνως.
Στύλος πυρὸς ὁλόφωτος, ἀπὸ γῆς μὲν αἱρόμενος, καὶ πρὸς οὐρανὸν σαφῶς ἀναφερόμενος, λαοῦ δὲ ἡγούμενος, τοῦ ἐξ ἐθνῶν πιστοῦ Ἰσραήλ, λαὶ καθοδηγῶν πρὸς οὐρανῶν Βασιλείαν, ὥσπερ ἐπαγγελίας, τὸ Χριστώνυμον ἔθνος, πορείαις χρυσαυγέσιν, ὠράθης Χρυσολόγε.
Ἐστενοχώρει πάγχρυσε, τὴν πλατεῖαν καρδίαν σου, ὁ τοῦ Παύλου πόθος, ὁ σφοδρὸς καὶ βίαιος, πρὸς ὃν ἐξεκέκαυτο, ἀμέτρῳ φίλτρῳ ζέοντι, ἔρωτι θερμῷ, καὶ διαπύρῳ ἀγάπῃ, καὶ οὗ τοὺς λόγους εἶχες, ἡδονὴν τῆς ψυχῆς σου, ἐντρύφημα τῆς γλώττης, καὶ δρόσον τῆς καρδίας.
Θεοτοκίον.
Ξένα πολλάκις γέγονε, καὶ παράδοξα τέρατα, ἀλλ’ ἐκ τοῦ αἰῶνος, οὐκ ἠκούσθη Δέσποινα, τοιοῦτον τεράστιον, οἷον ἐπράχθη νῦν ἐπὶ Σοί, μόνη γὰρ ἐν πάσαις ἐγνωρίσθης, θηλάζουσα παρθένος, παρθενεύουσα Μήτηρ, ἀσπόρως συλλαβοῦσα, ἀφθόρως τε τεκοῦσα.
ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Ἰδεῖν κατηξιώθης ὥσπερ ἰδεῖν, διὰ βίου παντὸς ἐπεθύμησας, ὅλῳ νοΐ, πάντοτε τοῦ σώματος ἐκδημῶν, καὶ ἐνδημῶν τῷ πνεύματι, πρὸς τὰ σοὶ ποθούμενα ἀγαθά, ὧν νῦν ἐπαπολαύων, μνημόνευε τῶν πίστε, μνημονευόντων σου Χρυσόστομε
Ὡράθης ὡς ῥυθμίσας ταῖς ἀρεταῖς, τῆς ψυχῆς τὰς δυνάμεις ἀοίδιμε, καὶ ἀσφαλῶς, ὡς παιδαγωγήσας φόβῳ Θεοῦ, αἰσθήσεις τὰς τοῦ σώματος, πάγχρυσον ψαλτήριον μουσικόν, δεκάχορδον ὡραῖον, τῇ θείᾳ ἐπιπνοίᾳ, τοῦ Παρακλήτου ἐνηχούμενον.
Ἀΰλων σωτηρίου ἀπὸ πηγῶν, νοημάτων ἀντλήσας τὸ πέλαγος, ὡς ποταμός, ὕδατα κατήγαγες διδαχῶν, ὡς ἐν πολλῇ ἀβύσσῳ δέ, τοὺς πιστοὺς ἐπότισας ἐν αὐτοῖς, τῆς πίστεως τὸν σπόρον, ἀρδεύων καὶ συμπνίγων, τὰ τῶν αἱρέσων ζιζάνια.
Νεφέλη συσκιάζουσα δροσερῶς, καὶ ψυχὰς μαλακῶς ἀναψύχουσα, ἁμαρτιῶν, τὰς λιποψυχούσας ἐν τῇ φλογί, καὶ τηκομένας καύσωνι, τῆς ἀναπτομένης πυρκαϊάς, καὶ ὑποτυφομένης, ἐντὸς ὑπὸ πνευμάτων, φιληδονίας ἱερώτατε.
Νομὰς εἰς ψυχοτρόφους καὶ ζωηράς, εἰς δροσώδεις λιμώντας χλοάζοντας, εἰς καθαράς, πόας εἰς πεδία ἀνθοποιά, τὸ σὸν ποιμάνας ποίμνιον, πάγχρυσε Χρυσόστομε καὶ ἡμᾶς, κατάταξον εὐχαῖς σου, ἐν τόπῳ τῷ τῆς χλόης, ἐπὶ ὑδάτων ἀναπαύσεως.
Οὐ σθένει στόμα πήλινον εὐφημεῖν, τὸν χρυσόλογον σὲ καὶ Χρυσόστομον, ὡς ἀτεχνῶς, στόμα καὶ καρδίαν καὶ νοῦν Χριστοῦ, πεπλουτηκότα χάριτι, πάγχρυσε Χρυσόστομε ἱερέ, ἀλλ’ οὖν εἰδὼς τὸν πόθον, τὴν δὲ χριστομιμήτως, τὴν προσφορὰν τοῦ λόγου δέξαι μου.
Θεοτοκίον.
Ὑμνῶ Σε τὴν πανύμνητον ἀληθῶς, μεγαλύνω Σε τὴν πολυΰμνητον, ἧν ἀνυμνεῖ, ὕμνοις ἀσιγήτοις πᾶσα πνοή, τεκοῦσαν ὑπερύμνητον, Λόγον Ὃν ὑμνοῦσιν ἐν οὐρανοῖς, χίλιαι χιλιάδες, καὶ μύριαι μυριάδες, ἐν φλογεροῖς ἀΰλοις στόμασιν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῷ Χρυσοστόμῳ οἱ πιστοὶ τὰ ὑμνητήρια, ὡς λυτρωθέντες διὰ σοῦ τῆς ἀπογνώσεως· ἀναγράφοντες βοῶμέν σοι μετὰ πόθου· εὑρετὰ τῆς μετανοίας ἀξιόπιστε, ἐκ παντοίας ἀπονοίας ἡμᾶς λύτρωσαι, ἵνα κράζομεν·
Χαῖρε γλῶσσα πύριπνοε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφόρος, ἀπὸ γῆς ἀνεπέμφθης, εἰπεῖν τῷ Θεῷ Λόγῳ τῷ σῷζε· καὶ σὺν τῇ ἐνσωμάτῳ φωνῇ, μιμητήν σε εὑρηκὼς αὐτοῦ ὁ Κύριος, ἐξέστησε τοὺς ἅπαντας κραυγάζειν σοι τρανῶς τοιαῦτα·
Χαῖρε, δι’ οὗ ἡ χαρὰ ἐκλάμπει·
χαῖρε, δι’ οὗ ἡ ἀρὰ ἐκλείπει.
Χαῖρε, τῶν πιστῶν βροτῶν ἡ ἀνέργεσις·
χαῖρε, τῶν δακρύων τοῦ κάλλους ἡ εὕρεσις.
Χαῖρε, τρίβος συντομώτατος, ἀπὸ γῆς εἰς οὐρανούς·
χαῖρε, βάθος εὐθεώρητον, πρὸς ἀνθρώπων ὀφθαλμούς.
Χαῖρε, ὅτι κουφίζεις τῶν ἀνθρώπων τὰ κάλλη·
χαῖρε, ὅτι ὑπάρχεις, τοῦ Θεοῦ θεῖον στόμα.
Χαῖρε, φωστὴρ ἡλίου λαμπρότατε·
χαῖρε, λαμπτὴρ ἀυγάζων τὰ πέρατα.
Χαῖρε γλῶσσα πύριπνοε.



                                              πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου