Ἐν Μηνὶ Νοεμβρίῳ ΙΑ´.
Μηνᾶ, Βίκτορος καὶ Βικεντίου καὶ Στεφανίδος.
(Σ. Εὐστρατιάδου, Ποιηταὶ καὶ Ὑμνογράφοι τῆς Ὀρθοδόξου Ἐκκλησίας, τ. A´, Ἐν Ἱεροσολύμοις, 1940).
Ὁ ποιητὴς εἶναι μᾶλλον ὁ Ἅγιος Κοσμᾶς ὁ Μελῳδός.
Ὁ Κανὼν ἀνέκδοτος· κεῖται εἰς τὸν Παρισινὸν Κώδικα 259 φ. 108β, εἰς τὸν Βατοπεδινὸν 135 φ. 110α καὶ τοὺς Λαυριωτικοὺς Δ14 σ.54 καὶ Β 21 φ. 66β· εἰς τὸν τελευταῖον τοῦτον ἐπ’ ὀνόματι Ἰωάννου μοναχοῦ.
Κανών. Ἦχος δ´. Χοροὶ Ἰσραήλ. ᾨδὴ α´.
Λαὸς
ἱερός, Μωσεῖ σὺν κλεινῷ, καὶ σὺν Μαριάμ, γυναικὶ σοφῇ καὶ προφήτιδι, οὐ
βυθὸν ἐρυθραῖον, ἀλλὰ νῦν Μηνᾶ τοῦ, ἀθλητοῦ διεξιόντες, θάλασσαν ἀγώνων
ἐνδόξως, ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Θυμὸν
ἀπειλῆς, καὶ ζῆλον ὀργῆς, πάντων ἐμμανῶς, ὁ λοιμὸς καὶ ἄνομος τύραννος,
ὡς Χριστοῦ στρατιώτη, ἀντισχεῖν ἠρέθισε, Μηνᾶ τῆς εὐσεβείας, ἧς φωστὴρ
ἐδείχθης κραυγάζων, ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Ὅταν
ὑψωθῶ, ἑλκύσω βροτούς, Σύ Χριστέ, προέφησας ἔργῳ δὲ ἐτελείωσας, τῶν
μαρτύρων τὰς τάξεις, καὶ λαὸν περάτων, ἐκ τῆς γῆς ἀνεκαλέσω, ἐν
ἀγαλλιάσει βοώντα, ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
Βίκτορος καὶ Στεφανίδος.
Φωτὶ
θεουργῷ, μαρτύρων δυάς, καταυγαζομένη, πλουσίως καὶ πόνων τὰ ἔπαθλα,
τοῦτο γέρας λαβοῦσα, τῇ Τριάδι παρεστάναι, καὶ ἡμῶν νῦν μεμνημένη, τῶν
ἑορταζόντων αἰσίως, λύσατε τὴν σκοτόμαιναν, τῶν καρδιῶν ἡμῶν.
Βυθὸς
ἱερῶν, αἱμάτων σου, πόντον ἐρυθρόν, ἐκμιμεῖται Μάρτυς τοῖς ῥεύμασιν, ὡς
ἐκεῖνος γὰρ πάλαι, τοὺς διώκτας συγκατέκλυσε, βυθίσας παραδόξως, οὕτως
τῆς πικρὰς τυραννίδος, ἔπαρσιν ὑπερήφανον, σὺ κατεπόντισας.
Βικεντίου.
Αὐγάζων
φαιδρῶς, τῶν ἄθλων φωτί, πᾶσαν καταλάμπει, τὴν κτίσιν ὄντως Βικέντιος,
καὶ προτρέπεται πάντας, τὴν αὐτοῦ τιμᾶν, πανήγυριν εὐσεβοφρόνως, ἐν ἡ
συνελθόντες κράζομεν ·ᾄσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.
ᾨδὴ γ´. Στήριγμα πιστῶν.
Μηνᾶ.
Μᾶλλον τὸν Χριστὸν ἠγάπησας, καὶ εὐγενείας ὄλβον, τοῦ βίου τερπνὰ ἐμίσησας Μάρτυς Μηνᾶ, διὸ μαρτύρων χοροῖς συναγελάζη.
Τρίβολοι
δειναὶ τὰς σάρκας σου, καὶ τοῦ πυρὸς ἀπειλή, πλοκαί τε σειρῶν
συνέσεισαν Μάρτυς Μηνᾶ, τὴν δὲ ψυχήν σου Χριστὸς ἐδεξιοῦτο.
Βίκτορος, Στεφανίδος.
Ἄτρωτοι
Χριστοῦ ὑπέρμαχοι, Μηνᾶς καὶ Βίκτωρ ὁμοῦ, Βικέντιός τε καὶ Στεφανὶς ἐν
Θεῷ ἀθλήσαντες, τὰς παρατάξεις ἐχθρῶν στεῤῥῶς διῆλθον.
Πρόσταγμα δεινὸν ἡ τύραννος, ἀποθεσπίζει φωνή, σὲ τῆς ἀληθοῦς ἀφίστασθαι πίστεως, ἀλλ᾿ εἰς κενὸν ἠλπικὼς ᾐσχύνθη Μάρτυς.
Ἔρωτι Θεοῦ ἀνήφθη σοι, πῦρ τὸ ἐγκάρδιον, διὸ τῶν ἀσεβῶν ἐνέπρησας ἅπασαν, κακοπιστίας καλάμην ἀθλοφόρε.
Βικεντίου.
Μύστης τοῦ Χριστοῦ γενόμενος, καὶ τῶν παθῶν κοινωνός, ὑπῆρξας αἰωρηθεὶς ἐπὶ ξύλου σοφέ, καὶ τοὺς ξεσμοὺς ἐνεγκὼν γενναιοφρόνως
ᾨδὴ δ´. Εἰσακήκοα τὴν ἔνδοξον.
Μηνᾶ.
Καταπλήττει
σου πανεύφημε, ἡ πρὸς τυράννους παῤῥησία Μηνᾶ, τῶν ἀσωμάτων ἀΰλων
τάξεις, ὡς ῥωμαλέᾳ πίστει ἀνεκραύγαζες· δόξα τῇ δυνάμει σου Κύριε.
Ὡς
ἀπτόητος ὑπάρχει σου, ἡ πρὸς τυράννους ὁμιλία Μηνᾶ, ἰδοὺ εὑρέθην μὴ
ἐρωτῶσιν, ἐνεφανίσθην δὲ τοῖς μὴ ζητοῦσί με, στέφος μαρτυρίου
κομίσασθαι.
Ἡ
εὐπρέπεια τοῦ οἴκου σου, ὡραϊσμένη πεποικιλμένη Μηνᾶ, ὑπὲρ χρυσίον καὶ
λίθου κόσμον, τῇ τοῦ Κυρίου δόξῃ τε καὶ χάριτι, πᾶσιν εὐφροσύνην
ἀστράπτουσα.
Βίκτορος.
Γενναιότητι
τὰς μάστιγας, ὑπομεμένηκας Χριστοῦ ἀθλητά, τὸν θεῖον πόθον
ἐπανορθοῦντα, καὶ συντηροῦντα ἔχων Βίκτωρ ἔνδοξε, κλέος ἀθλοφόρων καὶ
καύχημα.
Ἐνεδέδυσο
τὴν ἄμαχον, ἀκαταγώνιστε Χριστοῦ ἀθλητά, ἰσχὺν καὶ ῥώμην καὶ κατεγέλας,
τῶν ἐκνευρίζειν Μάρτυς ἐγχειρούντων σε, στέγειν ἀνδρικῶς τὸ ἐπίπονον.
Βικεντίου.
Ὡς
ἀνίκητος ἐδείκνυσο, ἐν ταῖς βασάνοις ὦ Βικέντιε, τὴν τῶν εἰδώλων σαθρὰν
ἀπάτην, καὶ τοῦ Χριστοῦ κηρύττων θεῖον ὄνομα, ὅθεν σὲ τιμῶμεν ἐν
ᾄσμασιν.
ᾨδὴ ε΄. Ὁ τοῦ φωτὸς διατμήξας.
Ἀθλητικῶς
διαπρέψας, ὡς χρυσὸς ἐν πυρὶ δε, δοκιμασθείς Μηνᾶ προσηνέχθης Θεῷ,
σκεῦος ἐκλογῆς, ἐν ᾧ τὸ μέθυ, τοῦ Χριστοῦ σοι κεράννυται.
Τοῖς
σοῖς οἰκέταις καὶ λᾶτραις, ἐπορθρίζουσι Μάρτυς, τῇ φωταυγεῖ καὶ θεία
σοῦ μνήμη Μηνᾶ, καὶ σὲ αἰτοῦσι, παράσχου χάριν, δεξιὰς ἐξ ἀφθόνου σου.
Τῆς
ἀσεβείας χειμάῤῥους, ἐν τοῖς ῥείθροις αἱμάτων, Μήνας ὁμοῦ καὶ Βίκτωρ
γενναίως, μεθ᾿ ὧν καὶ Βικέντιος, καταβλύσαντες, πιστῶν καρδίας ἥρδευσαν.
Βίκτορος.
Τὴν
τοῦ πυρὸς ἀλγηδόνα, τῷ πυρὶ τῆς ἀγάπη, συστομωθεὶς ὑπέστης ἀνδρείᾳ
ψυχῆς, μένων ἀκλινής· ἡ γὰρ ἐλπίς σε, τῶν μελλόντων ἐκράτυνε.
Τὸν
τοῦ Χριστοῦ στρατιώτην, ἀναρτώμενον ξύλῳ, καὶ πυρακτώσει φλογὸς αἰκίαι
πολλαί, περιστοιχοῦσαι, τῆς ἀληθείας, οὐδαμῶς παρεκίνησαν.
Βικεντίου.
Ἐν
τῇ εἱρκτῇ τῇ ζοφώδει, κεκλεισμένος ὑπάρχων, φωτοειδοῦς ἀπήλαυσας αἴγλης
Θεοῦ, τὴν σὴν καρδίαν, ἐπιῤῥωννύντος, ἀθλοφόρε Βικέντιε.
ᾨδὴ στ´. Ἦλθον εἰς τὰ βάθη.
Μηνᾶ.
Ἱδρώτων
σου ῥεύμασι συμμίξας, τὴν τῶν ἀγώνων κόνιν, σεαυτὸν ναόν Μάρτυς ἀγήρω,
ἐν οὐρανοῖς Μηνᾶ ᾠκοδόμησας, τοῦ Χριστοῦ σου ἐνδιαίτημα.
Ἀγάλλου
Μηνᾶ ἡ ἐκκλησία, πανηγυρίζει γάρ σου, ὀρθοδόξως νῦν φιλευσεβοῦσα,
αἱρετικῶν ἀσεβῆ θρησκεύματα, τῆς σῆς ποίμνης ἐκδιώκουσα.
Ἐστέρει
φωτὸς ἀλλὰ τὸ κρεῖττον, σοὶ προεξένει Μάρτυς, τὸ καθαῖρον ψυχὴν τῆς
ἀγνοίας, ὁ διωκτῶν πάντων ἀπηνέστατος, ὀφθαλμῶν ἐκκοπτομένων σου.
Ἐκρέμασο
Μάρτυς κάτω κάρα, ὀλεθροτόκον ἅμα, καὶ ἀρχέκακον καὶ ἀποστάτην, σὺ
κεφαλὴν καθελὼν τοῦ δράκοντος, σοῖς γενναίοις ἀγωνίσμασι.
Βικεντίου.
Τῷ
πόθῳ πυρουμένος τοῦ Κτίστου, τὰς πεπυρακτωμένας, σιδηρᾶς ῥάβδους
ὑπήνεγκας γενναίως, τὰς τοῖς σεπτοῖς στέρνοις προσαχθείσας σοι, ἀπηνείᾳ
τοῦ δικάζοντος.
ᾨδὴ ζ΄. Ὁ ἐν ἀρχῇ Ἄναρχος Λόγος.
Μηνᾶ.
Μαρτυρικὴ πᾶσα χορεία, εὐστεφοῦσα πανεύφημε, συγχορεύει σὺν ἡμῖν, εὐλογητὸς εἶ κράζουσα τῇ μνήμῃ σου, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Τὴν τοῦ Μηνᾶ ἔπαθλον νίκην, εὐφημήσωμεν ἅπαντες, μελῳδοῦντες σὺν αὐτῷ, εὐλογητὸς εἶ καὶ ὑπερυψούμενος, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.
Τριαδικὸν
ὅπλον σε Μάρτυς κατ᾿ ἐχθρῶν προβαλλόμεθα, ἐστρατεύθης γάρ Μηνᾶ, Πατρὶ
καὶ Λόγῳ Πνεύματι ἁγίῳ τε, τῷ Θεῷ τῶν πατέρων ἡμῶν.
Στεφανίδος.
Ἡ Στεφανὶς ἔστεπται καλῶς, ὡς νομίμως ἀθλήσασα, κατιδοῦσα γὰρ θερμῶς, τὸν ἀθλοφόρον πόνοις ἐκτρυχώμενον, εὐσεβῶς ἐμιμήσατο.
Μετὰ
σαρκὸς δῆμος ἀγγέλων, σὲ τὴν πάλην στησαμένην, ἐπεσκόπει καὶ φωναῖς,
χαριστηρίοις ἔμελπε τὸν τρέποντα, εὐσθενῶς τὸν ἀόρατον.
Βικεντίου.
Ἀπολυθεὶς ἐκ τῶν προσκαίρων, πρὸς ζωὴν μεταβέβηκας, αἰωνίαν καὶ χαρὰν, στεφανηφόρος συνὼν τῷ Δεσπότῃ σου, ἀθλοφόρε Βικέντιε.
ᾨδὴ η´. Λυτρωτὰ τοῦ παντός.
Μηνᾶ.
Στεφανίτης
Μηνᾶ ἀναδέδειξαι, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Κυρίου σου, καταβαλῶν
γὰρ ᾔσχυνας, καὶ ἐβόας παμμάκαρ, πάντα τὰ ἔργα, εὐλογεῖτε τὸν Κύριον.
Προσενέγκας
Θεῷ τὴν λατρείαν σου, καὶ εἰς γῆν κατακλίνας τὴν κάραν σου, τὴν διὰ
ξίφους εἴληφας, μαρτυρίαν κραυγάζων· πάντα τὰ ἔργα, εὐλογεῖτε τὸν
Κύριον.
Θαυμαστὸς
ὁ Θεὸς ἐν τῇ μνήμη σου, ὁ πηγάζων ἡμῖν τοῖς λειψάνοις σου, τὰ τῶν ψυχῶν
ἰάματα, καὶ σωμάτων βοῶσι· πάντα τὰ ἔργα, εὐλογεῖτε τὸν Κύριον.
Στεφανίδος.
Ἡ
σοφὴ Στεφανὶς τὸν ἀοίδιμον, ἀθλοφόρον ὁρῶσα ἠνδρίζετο, καὶ τοῖς ἀγῶσιν
ἔκδοτον, ἑαυτὴν ἀπετέλει, ἀναβοῶσα· εὐλογεῖτε τὸν Κύριον.
Καὶ
βασάνων αἰκίαις ὡμίλησας, καὶ φοινίκων δεθεῖσαι τοις ὄρπηξι, πρὸς
οὐρανὸν ἐπέτασας, τὸ σαρκίον λιποῦσα, τοῖς εὐφημοῦσιν, ἀναφαίρετον ὄλβον
τὴν μνήμην σου.
Βικεντίου.
Νικητὴς
ἀνεδείχθης Βικέντιε, ὥσπερ ζῶν καὶ θανὼν τῶν τυράννων ἐχθρῶν, οὐ γὰρ
ὀρνέοις βέβρωσαι, οὐ θηρσὶν αἱμοβόροις, περαιοῖς δέ,
καὶ κύτος θαλάσσιον.
ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.
Μηνᾶ.
Ἠγάπησας
μᾶλλον οὐχ ἧττον, ἢ ἠγαπήθης ἀθλοφόρε, τὴν ἠγαπημένην σου ψυχὴν,
ἀφιερώσας τῷ ἐραστῇ σου Χριστῷ, τῷ σὺν αὐτῷ δοξάσαντι, τὴν μαρτυρίαν σου
ἀοίδιμε.
Λυχνία
φωτὶ τρισηλίῳ, ἀναπτομένη τῶν μαρτύρων, ὤφθη ἡ τρισάριθμος μονὰς, Μηνᾶς
καὶ Βίκτωρ καὶ Βικέντιος, πιστοὺς καταφωτίζουσα, ἀχλὺν εἰδώλων
ἀπελαύνουσα.
Προσδέχου
τὸν αἶνον ὡς χρέος, ἐκ προθυμίας προϊόντα· ὑπερβεβηκότα γάρ Μηνᾶ, ἡμῶν
τὸν λόγον ἐπιγινώσκομεν, καὶ ἀντιδίδως ἄμετρα, ἐκ θησαυρῶν σου τὰ
χαρίσματα.
Βίκτορος, Στεφανίδος.
Ὤφθη
σου τὸ τέλος εὐκλείαις, ταῖς θεϊκαῖς δεδοξασμένον, Βίκτωρ ἀθλοφόρε
παμμάκαρ, κρουσθεὶς γὰρ ξίφει γάλα ἀπέσταξας, καὶ τοὺς πιστῶς τιμῶντάς
σε, πνευματικῶς Μάρτυς διέθρεψας.
Ἡμεροφαεῖς
ὡς ἀστέρες, ἀναδειχθέντες ἀθλοφόροι, πᾶσαν καταυγάζετε κτίσιν, δαιμόνων
σκότος ἀποδιώκοντες· διὸ φωταγωγήσατε, τοὺς εὐσεβῶς ὑμᾶς γεραίροντας.
Βικεντίου.
Πολλοὺς διανύσας ἀγῶνας, ἐπὶ τῆς γῆς καρτερωτάτους, ἐν τοῖς οὐρανοῖς τοὺς στεφάνους, ἐδρέψω Μάρτυς Χριστοῦ Βικέντιε, καὶ τῶν θαυμάτων εἴληφας, καὶ ἰαμάτων τὴν ἐνέργειαν.
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου