ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα
τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
πολυάριθμον χορὸν τῶν Ὁσίων, τῶν ἐκλαμψάντων ἐν τῇ Κρήτῃ ἐνθέως, θερμῶς
καθικετεύσωμεν βοῶντες πρὸς αὐτοὺς· Πολυτρόπων θλίψεων, καὶ ποικίλων κινδύνων,
ἀσινεῖς τηρήσατε θεοφόροι Πατέρες, τοὺς ἀδιστάκτῳ πίστει καὶ στοργῆ, τῆ ἱερᾶ
ὑμῶν σκέπῃ προστρέχοντας.
Δόξα.
Ὡς
τοῦ Προδρόμου μιμητὴς Ἰωάννη, καὶ κοινωνὸς τῶν χαρισμάτων τοῦ Λόγου, ἐκ τοῦ
σεπτοῦ πληρώματος τῆς χάριτος τῆς σῆς, δωρεὰν πρυτάνευσον, ἀρωγῆς σου τὸν
πλοῦτον, καὶ τῆς προμηθείας σου τὴν θεόσδοτον χάριν, τοῖς αἰτουμένοις Πάτερ
εὐλαβῶς, τῆς προστασίας σου τὴν ἐπισκίασιν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Πληθύς με σώζοις τῶν ἐν Κρήτῃ Ὁσίων.
Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Πληθὺς πολυώνυμε καὶ σεπτή,
τῶν διαλαμψάντων ἐν τῇ Κρήτῃ ἀσκητικῶς, πολύολβον χάριν οὐρανόθεν, τοῖς
πολλαχῶς σε τιμῶσι χορήγησον.
Λαμπτῆρες ἀδύτου
μαρμαρυγῆς, διὰ πολιτείας γεγονότες ἀγγελικῆς, φωτὸς οὐρανίου κληρονόμος, δι’
ἐναρέτου ζωῆς ἡμᾶς δείξατε.
Ἡ ἕνωσις ὄντως ἡ θεαυγής,
ὑμῶν θεοφόροι, διεστώτων συναρμογῇ, καὶ σύστασις θείας συμφωνίας, πρόκειται
πᾶσι σαφεῖ ὑποδείγματι.
Θαυμάτων τὴν χάριν
πεπλουτηκώς, πάτερ Ἰωάννη, ὡς τῆς χάριτος θησαυρός, θαυμάστωσον θείας ἀρωγῆς
σου, τοῖς σοῖς οἰκέταις τὴν θείαν ἐνέργειαν.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον ὑψηλόν,
ὕψωσον τὸν νοῦν μου, ἐκ κοπρίας τῆς τῶν παθῶν, καὶ πρὸς ἀπαθείας τὰς ὑψώσεις,
Θεογγεννῆτορ ὑψόθεν με ἴθυνον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συνδρομὴ
μακαρία, ὡς ἀληθῶς ὤφθητε, Ὅσιοι Πατέρες ἐμφρόνως ὁμονοήσαντες, ὅθεν
συνδράμετε, καὶ πρὸς ὁμόνοιαν θείαν, καὶ στεῤῥὰν ἑνότητα ἡμᾶς ἀγείρατε.
Μετανοίας
τὴν τρίβον, τὴν τῆς ζωῆς εἴσοδον, οἷα ὁδηγοὶ πρὸς τὰ κρείττω ἐξωμαλίσατε, τοῖς
προσιοῦσι ὑμῖν, οἱ τὴν στενὴν εὐθυπόρως, ἀτραπὸν ὁδεύσαντες Πατέρες Ὄσιοι.
Ἐπιβαίνων
ὀσίως τοῖς Ἡλιοὺ ἴχνεσιν, ἐρημοπολίτης ἐδείχθης, θείῳ σου ἔρωτι, ὦ Ἰωάννη σοφέ,
ὅθεν κἀμὲ ἐρημίας, πάσης παραβάσεως ῥῦσαι καὶ σῶσόν με.
Θεοτοκίον.
Σωτηρίας
κρηπίδα, καὶ ἀσφαλῆ ἄγκυρα, τὴν σὴν κραταιὰν προστασίαν, πλουτήσας Δέσποινα, οὐ
δειλιάσω ποτέ, τὰς τοῦ ἐχθροῦ πανουργίας, ἀλλὰ τῆ δυνάμει σου τούτων
ῥυσθήσομαι.
Διάσωσον,
ἡ τῶν ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων συμπτωμάτων καὶ θλίψεων, τοὺς
ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάται ἡμῶν καὶ ἔφοροι
ἀκοίμητοι, καὶ σκέπη στεῤῥά, καὶ βοηθοὶ θερμότατοι, Πατέρες οὐρανόφρονες,
πειρασμῶν γεηρῶν ἀπαλλάξατε, τοὺς πεποιθότας ὑμῖν ἀτενῶς, πταισμάτων τὴν ἄφεσιν
παρέχοντες.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὡς θερμοὶ ἀντιλήπτορες, τῶν
προσκαλουμένων ὑμᾶς ἑκάστοτε, τὴν λαμπρὰν ὑμῶν προμήθειαν, ἀφ’ ἡμῶν μηδόλως
ἀποστήσητε.
Ζωηφόροις δεήσεσι, τὰς
θανατηφόρους νόσους νεκρώσατε, καὶ ὑγείαν χορηγήσατε, ἡμῖν τὴν κατ’ ἄμφω
παμμακάριστοι.
Οὐρανόθεν προκύψατε, τὰς
ἱκετηρίους φωνὰς δεχόμενοι, τῶν αἰτούντων ἐν ταῖς θλίψεσι, τῆς ὑμῶν προνοίας
τὴν χρηστότητα.
Ἱλασμὸν καὶ ἀνάψυξις, ταῖς
κεκακωμέναις ὁρμαῖς τοῦ ὄφεως, γενηθήτω ταῖς πρεσβείαις σου, Πάτερ Ἰωάννη ἡ ἐνέργεια.
Θεοτοκίον.
Συμπαθείας με κρείττονος, ἡ
τὸν εὐσυμπάθητον Λόγον τέξασα, Θεοτόκε καταξίωσον, ἵνα μακαρίζω σε σωζόμενος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τίμιος ὑμῶν, ἀναδέδεικται ὁ
θάνατος, ἀσκηταὶ Χριστοῦ θεόληπτοι, ὅθεν πάσης ἀτιμίας ἡμᾶς ῥύσασθε.
Ὡς ἑνοειδής, συναυλία
πλείστοις σώμασι, κοσμικοῖς πολυσχιδίας ἐμπαθοῦς, πρὸς ἑνότητα ζωῆς ἡμᾶς
ἀθροίσατε.
Νέκρωσον ἡμῶν, Ἰωάννη
θεοδόξαστε, τὴν ὀργῶσαν ἁμαρτίαν τῆς σαρκός, καὶ θανάτου ψυχικοῦ ἡμᾶς
ἐξέγειρον.
Θεοτοκίον.
Ἔλαμψεν ἐκ Σοῦ, ὁ Ὑπέρθεος
Πανάμωμε, ἐν μορφῇ τῇ καθ’ ἠμᾶς δίχα τροπῆς, καὶ ἐχθροῦ τὴν δυναστείαν
ἐτροπώσατο.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ναμάτων, ζωαρχικῶν
πληρούμενοι, οὐρανίου εὐφροσύνης τὴν δρόσον, καὶ τῆς εἰρήνης τὰ ἔνθεα ῥεῖθρα,
ποταμηδὸν θεοφόροι ἐλβλύσατε, τοῖς θλιβομένοις ἀπηνῶς, προσβολαῖς τοῦ δεινοῦ
κοσμοκράτορος.
Κυμάτων, βιωτικῶν τοὺς
λαίλαπας, καὶ δεινῶν πηρατηρίων τὴν ζάλην, κυοφοροῦσαν ἡμῖν ἀγωνίας, καὶ τὴν
ἀπώλειαν ἤδη ὠδίνουσαν, οἷα λιμένες τῶν πιστῶν, εἰς γαλήνην Πατέρες ἀγάγετε.
Ῥημάτων, ἐκπληρωταὶ τῆς
χάριτος, θεϊκῶν δικαιωμάτων ἐργάτας, καὶ πληρωτὰς ἐνταλμάτων ἀχράντων,
ὁλοσχερεῖ διαθέσει ἐργάσασθε, τοὺς μακαρίζοντας ὑμᾶς, θεοφόροι Πατέρες
μακάριοι.
Ἡ χάρις σε, τοῦ Σωτῆρος
ἔθαλπε, τὴν τοῦ σώματος γυμνότητα φέρειν, ὅθεν ἡμᾶς, νοερῶς γυμνωθέντας, τῇ
σωστικῆ σου πρεσβείᾳ περίθαλψον, καὶ ἀρετῶν καταστολαῖς, Ἰωάννη τοὺς δούλους
σου ἔνδυσον.
Θεοτοκίον.
Τὴν
ἄστεκτον, καὶ ὑπέρθεον φύσιν, δεξαμένη ἐν γαστρί σου Παρθένε, δίχα φθορᾶς, μετὰ
σώματος τίκτεις, ὅν ὁ Πατὴρ πρὸ αἰώνων ἐγέννησεν, ἀναγεννήσεως καινῆς, ἀξιοῦντα
τοὺς σὲ μακαρίζοντας.
Διάσωσον,
ἡ τῶν ἐν Κρήτῃ Ὁσίων χοροστασία, ἐκ παντοίων συμπτωμάτων καὶ θλίψεων, τοὺς
ἀφορῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πολυστέλεχε δῆμε καὶ
πάντιμε, καθαρώτατα σκεύη τοῦ Πνεύματος, οἱ τῶν Ἀγγέλων κοινωνοί, Πατέρες
εὐκλεεῖς ἐν πειρασμοῖς ἀναψυχή, καὶ ἐν ταῖς νόσοις ἰατροί, τοῖς βοῶσι γενήθητε.
Σπεύσατε οὐρανόθεν, καὶ λύσατε τὴν μανίαν, καὶ τὰς δεινὰς ἐπιφοράς, τὰς καθ’
ἡμῶν τοῦ πολεμήτορος.
Προκείμενον: Καυχήσονται
Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται, ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ.: ᾌσατε τῶ Κυρίῳ
ᾆσμα καινό.
Εὐαγγέλιον
Ὅσιακόν.
Δόξα: Ταῖς τῶν Σῶν
Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με...
Δῆμε πολυάριθμε, θεοειδὴς
συναυλία, ἱερὲ κατάλογε, σύνταγμα ὁμόψυχον καὶ θεόλεκτον, Ἀσκηταὶ Ὅσιοι,
Μοναστῶν κανόνες, ἐν ἀγάπῃ καὶ χρηστότητι ἡμᾶς ἐνώσατε, τῆς φιλαδελφίας τὸν
σύνδεσμον, τηρεῖν ἀδιαχώριστον, καὶ σκανδάλων λύειν τὰ αἴτια, ἵνα ὁμοφρόνως
εὐάρεστοι γενόμενοι Θεῷ, ἐν παῤῥησίᾳ δοξάσωμεν, τὸν ὑμᾶς δοξάσαντα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς
Ἰουδαίας.
Ἠθροισμένοι ἐνθέως, τῆ τοῦ
λόγου ἀγάπῃ Πατέρες Ὅσιοι, συντάξατε νομίμως, ἡμᾶς ἐκλελυμένους, ἐπηρείᾳ τοῦ
ὄφεως, τοῦ ὁμοφώνως βοᾷν· Χριστὲ εὐλογητὸς εἶ.
Οἱ τὸν ἄφθαρτον ὕδωρ, ἐκ
πηγῶν αἰωνίων Πατέρες βλύζοντες, τὴν φλόγα τῆς ἀπάτης, καὶ πῦρ τῆς ἐμπαθείας,
ἐν ἡμῖν κατασβέσατε, καὶ τὰς ἐννοίας ἡμῶν, δροσίσατε ἀΰλως.
Συμφορῶν τὰς ὀδύνας,
ἀναγκῶν τὰς ἀνίας παθῶν τὸν τάραχον, σαρκὸς τὰς ἀλγηδόνας, καὶ τῶν ψυχῶν τὰ
βάρη, ἐξ ἡμῶν ἀπελάσατε, τῶν εὐφημούντων ἡμῶν, Πατέρες τοὺς ἀγῶνας.
Ἰατὴρ ἀσθενούντων, χορηγὸς
ἀπορούντων τῶν ὑπὲρ ἔννοιαν, πυρσὸς θαλαττευόντων καὶ ὅρμος τῶν ἐν ζάλῃ, Ἰωάννη
γεγένησαι. Διὸ βοήθει κἀμοί, πάντοθεν βαλλομένῳ.
Θεοτοκίον.
Ὡραιόμορφε Κόρη, ἡ τὸν
κάλλει ἀσύγκριτον Υἱὸν τέξασα, ψυχῆς μου τὰς ἀμόρφους, ὡράϊσον ἰδέας, καὶ
βοῶντά με φώτισον· Εὐλογημένη σὺ εἶ, Θεὸν σαρκὶ τεκοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Νομίμου βίου, καὶ καθαρᾶς
πολιτείας, πρὸς ἐγρήγορσιν ἐγείρατε Πατέρες, τοὺς κεκαρωμένους ὕπνῳ τῆς
ῥαθυμίας.
Γεηπονοῦντες, ἁμαρτημάτων
τὴν λύσιν, τοῖς προστρέχουσιν ὑμῶν τῇ ἀντιλήψει, ῥύσασθε Πατέρες, ἠμᾶς τῆς
ἐξαπάτης.
Ἐξ ἀφροσύνης, καὶ ἐφαρμάτου
ἁγνοίας, διασώσατε ἀλύμαντον τὸν νοῦν μου, γνώσει καὶ φρονήσει, φρουροῦντές με
Πατέρες.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν
τε καὶ σῶμα, τοῖς τὸ ἔλεος τὸ σὸν ἐπιζητοῦσι. Σὺ γὰρ Ἰωάννη, θαυμάτων βρύεις
ῥεῖθρα.
Θεοτοκίον.
Ἀγεωργήτως, τὸν ποιητὴν τῶν
αἰώνων, γεωργήσασα ὑπερευλογημένη, κατάκαρπόν με δεῖξον, ἐν ἀρεταῖς ἁγίαις.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Συνόντες θεοφόροι, τάξεσιν
ἀΰλοις, ἐξ ὑλικῶν καὶ ἀΰλων κακώσεων, καὶ πολυπλόκων κινδύνων ἡμᾶς λυτρώσασθε.
Ἰάσεων τὸν πλοῦτον, νέμοντα
πλουσίως, τὰ ἱερὰ ὑμῶν λείψανα Ὅσιοι, ταῖς δωρεαῖς ταῖς ἀῤῥήτοις ἡμᾶς
πλουτίζουσι.
Μεγίστων χαρισμάτων,
κατηξιωμένος, ὁ τῶν Ὁσίων κατάλογος μέγιστος, μεγίστης δόξης μετόχους ἡμᾶς
ἀνάδειξον.
Ὁ τῆς χάριτος τῆν κλῆσιν,
φέρων Ἰωάννη, χάριτος θείας ῥανίδα μοι ὄμβρισον, καὶ δωρεὰν σεσωσμένον, δεῖξόν
με Ὅσιε.
Θεοτοκίον.
Ὑπέρφωτε λυχνία,
Κεχαριτωμένη, τῆς μετανοίας τὸ φέγγος μοι αὔγασον, καὶ κληρονόμον με δεῖξον τῆς
ἄνω λήξεως.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τοὺς συνηθροισμένους γνώμῃ
στεῤῤᾷ, καὶ ὁμοφροσύνῃ διαπρέψαντας ἀκραιφνεῖ, τοὺς ἐν νήσῳ Κρήτῃ, ὡς εἶς
σώμασι πλείστοις, λαμπρῶς ἀγωνισθέντας, Πατέρας μέλψωμεν.
Χαίροις θεοφόρε παρεμβολή,
πανοσία φάλαγξ Ἐκκλησία ἀσκητική, χαίρετε ἀστέρες, ἐνθέου ἁρμονίας, Πατέρες
θεοφόροι, Ἀγγέλων σύσκηνοι.
Ζήλῳ ἡσυχίας κατατρωθείς,
ὤφθης ἰχνηλάτης, τοῦ Προδρόμου ὡς ἀληθῶς, ὅθεν Ἰωάννη, πράξει καὶ θεωρίᾳ, σαφῶς
εὐδοκιμήσας, λαμπρῶς δεδόξασαι.
Γύμνωσιν τοῦ σώματος ἐνεγκών,
τοῦ ἐχθροῦ τελείως, ἀπεγύμνωσας τὰς βουλάς· ὅθεν γυμνωθέντα, κἀμὲ δι’ ἀγνωσίαν,
ἔνδυσον Ἰωάννη, χιτῶνα χάριτος.
Πόνοις ἰσάγγελου διαγωγῆς,
ὄρη τὰ τῆς Κρήτης ἠγιάσατε μυστικῶς, ἡμῖν δὲ θεοφόροι, ἁγιασμὸν καὶ χάριν, ἐκ
τοῦ σεπτοῦ τεμένους ὑμῶν βραβεύσατε.
Ἤδη συνεστῶτες τοῖς
νοεροῖς, καὶ τὴν ὑμνῳδίαν ἀναφέροντες τῶ Θεῶ, πάρεστε Πατέρες, ἡμῖν ἐν ταῖς
ἀνάγκαις, καὶ ὥρᾳ τοῦ θανάτου ἀρωγοὶ ἕτοιμοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πλήθη ἀναγκῶν καὶ συμφορῶν,
καὶ ἀλλεπαλλήλων κινδύνων, ἔφοδοι ἔπνευσαν, καὶ περιταράσσουσιν ἡμῶν τὴν
ὕπαρξιν, καὶ τελείαν ἀπώλειαν, ἠμῖν ἀπειλοῦσιν, ὅθεν διασώσατε τῆς τούτων ῥύμης
ἡμᾶς. πύργοι γὰρ ἡμῖν σωτηρίας, καὶ παραμυθία ἐν βίῳ, Ὅσιοι Πατέρες ἀνεδείχθητε.
Πλήρης συμπαθείας ὧν
θερμῆς, πλήρης ἀγαθότητος Πάτερ καὶ ἱλαρότητος, πλήρωσον δεόμεθα τὰς
παρακλήσεις ἡμῶν, τῶν πταισμάτων αἰτούμενος, τὴν λύσιν θεόθεν, καὶ τὴν
ἀπολύτρωσιν ἐπερχομένων δεινῶν. Σὺ γὰρ βοηθὸς Ἰωάννη, τῶν χειμαζομένων
ἐδείχθης, καὶ τῶν σὲ τιμώντων πρέσβυς ἄριστος.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
πηγή: voutsinasilias.blogspot.gr
.jpg)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου