Ευλογημένη πνευματική περιήγηση

Κυριακή 30 Οκτωβρίου 2016

ΟΚΤΩΒΡΙΟΥ 30!! ΑΣΤΕΡΙΟΥ, ΚΛΑΥΔΙΟΥ, ΝΕΩΝΟΣ & ΝΕΟΝΙΛΛΗΣ ΑΥΤΑΔΕΛΦΩΝ ΜΑΡΤΥΡΩΝ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 




Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὅ Τὸ Θεὸς Κύριος ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.


Τοῦ μαρτυρίου τὸν ἀγῶνα τελέσας Μάρτυς Ἀστέριε, λαμπρὸς ἐδοξάσθης παρὰ Χριστοῦ ὡς Ἀθλητὴς ἀήττητος, ὅθεν ἀεὶ πρέσβευε πάσης ῥύεσθαι βλάβης καὶ παντοίων θλίψεων, καὶ παθῶν καὶ κινδύνων, τοὺς ἐκζητοῦντας Ἅγιε πιστῶς, τῆς βοηθείας τῆς σῆς τὴν ἀντίληψιν.


Δόξα. Καὶ νῦν. Θεοτοκίον.


Οὐ σιωπήσομέν ποτε Θεοτόκε…




Ὁ Ν΄ ψαλμός, καὶ ὁ κανὼν οὗ ἡ ἀκροστιχίς: Ἀστέριε, σῷζε σοὺς οἰκέτας. Γερασίμου.




ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.


Ἀθλήσας νομίμως ὑπὲρ Χριστοῦ, Ἀστέριε μάρτυς ἀνομίας πάσης ἡμᾶς, ταῖς σαῖς ἀπολύτρωσαι πρεσβείαις, ὡς ἄν Κυρίῳ ἀμέμπτως λατρεύσωμεν.


Σωμάτων ὀδύνης καὶ τῆς ψυχῆς, ἀπάλλαξον Μάρτυς ἱκεσίαις σου πρὸς Χριστόν, τοὺς πίστει καὶ πόθῳ σὲ τιμῶντας, καὶ τῶν πταισμάτων ἡμῖν αἴτει ἄφεσιν.


Τοῖς πόνοις σου ᾔσχυνας τὸν ἐχθρόν, Ἀστέριε Μάρτυς διὸ πόνων ἡμᾶς πολλῶν, λιταῖς σου ἀπάλλαξον καὶ δίδου, ἡμῖν ἰσχὺν καθαρῶς πολιτεύεσθαι.


Θεοτοκίον.


Ἐτέχθη ἀφθόρως ἐκ σῆς γαστρός, ὁ ἄχρονος Λόγος, ἀλογίας ἐλευθερῶν, τοὺς πίστει τιμῶντάς σε Παρθένε, διὸ φθορᾶς τῶν παθῶν κἀμὲ λύτρωσαι.




ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.


Ῥύπου πάσης κακίας τοῖς ῥυπτικοῖς νάμασι, τῶν σῶν πρεσβειῶν Ἀθλοφόρε ἡμᾶς ἀπόπλυνον, καὶ ἀσινεῖς ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ Βελίαρ, φύλαττε Ἀστέριε τοὺς σὲ γεραίροντας.


Ἱλασμὸν ἡμῖν αἴτει καὶ τῶν παθῶν ἴασιν, καὶ πλημμελημάτων παντοίων τὴν ἀπολύτρωσιν, Μάρτυς Ἀστέριε, ὡς παῤῥησίαν μεγίστην, μετὰ τῶν συγγόνων σου, ἔχων πρὸς Κύριον.


Ἐκτενῶς ἐκδυσώπει τὸν ἀγαθὸν Κύριον, δοῦναι τοῖς ἱκέταις σου Μάρτυς εἰρήνην ἄνωθεν, καὶ φῶς οὐράνιον, σὺν τοῖς κλεινοῖς ἀδελφοῖς σου, ὡς ἄν βίον ἔνθεον, πολιτευσώμεθα.


Θεοτοκίον.


Σωτηρίας τεκοῦσα τὸν ἀρχηγὸν Ἄχραντε, σάρκα τὴν ἡμῶν εἰληφότα, δι’ ἀγαθότητα αὐτὸν ἱκέτευε, σῶσαι κἀμὲ τὸν ἀχρεῖον, τὸν παραπικράναντα, αὐτοῦ τὸν εὔσπλαγχνον.


Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀστέριε Ἀθλοφόρε, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.


Ἐπίβλεψον, ἐν εὐμενείᾳ…




Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.


Ὡς Μάρτυς στεῤῥὸς Χριστοῦ τοῦ Παντοκράτορος, δυσώπει ἀεὶ Ἀστέριε μακάριε, μετὰ τῶν αυταδέλφων σου, τοῦ ἐχθροῦ καὶ δεινοῦ κοσμοκράτορος, ἐπηρειῶν ἐκλυτροῦσθαι ἡμᾶς, τοὺς μέλποντας Ἅγιε τοὺς ἄθλους σου.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.


Ὡς θερμὸς ἀντιλήπτωρ μου, ῥύου με Ἀστέριε πάσης θλίψεως, καθ’ ἑκάστην ἐπορέγων μοι, χεῖρας βοηθείας τῷ οἰκέτῃ σου.


Ζάλης πάσης ἀπάλλαττε, τῆς κατὰ ψυχῆς καὶ σῶμα δεόμεθα, τοὺς προστρέχοντας Ἀστέριε, τῇ συμπαθεστάτῃ προστασίᾳ σου.


Ἐν Χριστῷ δυναμούμενοι, Μάρτυρες αὐτάδελφοι ἠγωνίσασθε, και καθείλετε τὸν τύραννον, καὶ προστάται πάντων ἡμῶν ὤφθητε.


Θεοτοκίον.


Σαρκωθεῖς ἐξ αἱμάτων Σου, Ὁ τὸ εἶναι πᾶσι παρέχων Κύριος, προστασίαν Σε ἀνέδειξε, πάντων τῶν ἀνθρώπων Μητροπάρθενε.




ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.


Ὄμβρησον ἡμῖν, οικτιρμῶν Χριστοῦ τὸ ἔλεος, ταῖς πρὸς Κύριον πρεσβείαις σου σοφέ, ἵνα πόθῳ σὲ γεραίρομεν Ἀστέριε.


Ὕψωσον ἡμᾶς, ἐκ βυθοῦ τῶν παραπτώσεων, ἐπὶ πέτραν μετανοίας ἀσφαλῆ, τοὺς προστρέχοντας Ἀστέριε τῇ σκέπῃ σου.


Σύμφρων ἐν παντί, τοῖς συγγόνοις σου γενόμενος, σὺν αὐτοῖς κατηγωνίσω τὸν ἐχθρόν, οὗ τῆς λύμης ἡμᾶς λύτρωσαι Ἀστέριε.


Θεοτοκίον.


Ὄρος ὑψηλόν, καὶ κατάσκιον τοῦ Κτίσαντος, ὕψωσόν μου τὴν διάνοιαν Ἁγνή, πρὸς ἀγάπην τοῦ ἐκ σοῦ Παρθένε λάμψαντος.




ᾨδὴ στ΄. Τὴν δέησιν.


Ἰσχύϊ, τῇ θεϊκῇ τὰς ὀδύνας, στεῤῥοτάτῃ καθυπέμεινας γνώμῃ, ὅθεν ἡμᾶς ὀδυνῶν πολυτρόπων, καὶ πειρασμῶν όλεθρίων ἀπάλλαξον, Ἀστέριε Μάρτυς Χριστοῦ καὶ χαρὰν ἡμῖν δίδου ούράνιον.


Καθεῖλες, τὸν πολυμήχανον ὄφιν, ἀνενδότῳ σου ἀθλήσει παμμάκαρ, ὅθεν ἡμᾶς τῆς αὐτοῦ πονηρίας, καὶ κακουργίας ἀτρώτους διάσωζε, πρεσβείαις σου πρὸς τὸν Χριστόν, Ἀθλοφόρε Ἀστέριε ἔνδοξε.


Ἐκ πάσης, φθοροποιοῦ ἀλγηδόνος, καὶ παντοίων παθημάτων καὶ νόσων, καὶ συνοχῆς καὶ στενώσεως πάσης, ἐπερχομένων κινδύνων καὶ θλίψεων, Ἀστέριε Μάρτυς Χριστοῦ, ἀνωτέρους ἡμᾶς διαφύλαττε.




Θεοτοκίον.


Τὸν πάντων, Δημιουργὸν καὶ Δεσπότην, ὅν ἀφράστως ἀπεκύησας Κόρη, ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀπαύστως, ἡμῖν διδόναι πταισμάτων συγχώρησιν, μετάνοιαν εἰλικρινῆ, Θεοτόκε καὶ βίου διόρθωσιν.


Διάσωσον, ταῖς σαῖς πρεσβείαις Ἀστέριε Ἀθλοφόρε, ἀπὸ πάσης ὀδυνηρᾶς περιστάσεως, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ.


Ἄχραντε…




Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.


Ὥσπερ ἀστὴρ ἐν τοῖς Μάρτυσιν ἔλαμψας, καὶ καταυγάζεις ἡμῶν τὴν διάνοιαν, καὶ νῦν τῶν παθῶν τὴν σκοτόμαιναν, ἐκ τῶν ψυχῶν ἡμῶν λῦσον Ἀστέριε, φωτὶ πρεσβειῶν σου δεόμεθα.


Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.


Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.


Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν.


Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ φίλων καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὐπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.


Δόξα: Ταῖς τῶν Ἀθλοφόρων…


Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…


Προσόμοιον. Ἦχος πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…


Ἄστρον φαεινότατον, ἐν Ἀθλοφόροις ἐδείχθης, καὶ σὺν τοῖς ὁμαίμοσι, τὸν τοῦ σκότους ἄρχοντα καταβέβληκας, Ἀθλητὰ ἔνδοξε, Ἀστέριε μάκαρ, διὰ τοῦτό σου δεόμεθα, ἀπαύστως πρέσβευε, μετὰ τῶν κλεινῶν αὐταδέλφων σου, Χριστῷ τῷ πανοικτίρμονι, ἄφεσιν πταισμάτων δωρήσασθαι, καὶ ἰσχὺν διδόναι, πατεῖν τὰς μεθοδείας τοῦ ἐχθροῦ, τοὺς εὐλαβῶς μακαρίζοντας, τοὺς στεῤῥοὺς ἀγῶνάς σου.


















ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.


Αἰκισμοὺς δριμυτάτους ὑπομείνας κουφίζεις ἡμῶν ἑκάστοτε, τοὺς πόνους καὶ τὰ ἄλγη, τῇ σῇ ἐπιστασίᾳ, τῶν βοώντων Ἀστέριε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Συνοχῆς ὀλεθρίου και παθῶν ἀκαθάρτων ψυχῆς καὶ σώματος, καὶ πάσης ἁμαρτίας ἀπάλλαττε ἀπαύστως, τοὺς βοῶντας Ἀστέριε· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.


Γνώμην ἔχοντες μίαν ὁμοφρόνως ἠθλήσατε παναοίδιμοι, τετρὰς ἡ τῶν Μαρτύρων, διὸ ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ τηρήσατε, ἀπεριτρέπτους ἡμᾶς, αὐτάδελφοι ὁπλῖται.


Θεοτοκίον.


Ἐξ ἐχθρῶν ἀοράτων καὶ ποικίλων σκανδάλων και περιστάσεων, διάσωζε ἀτρώτους, Παρθένε Θεοτόκε, τοὺς ἐν πίστει βοῶντάς σοι· χαῖρε ἡμῶν προσφυγή, καὶ πάντων προστασία.




ᾨδὴ η΄. Τὸν Βασιλέα.


Ῥῶσιν παράσχου, ψυχῆς καὶ σώματος Μάρτυς, τοῖς ὑμνοῦσί σου Ἀστέριε τοὺς ἄθλους, καὶ ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.


Ἄνωθεν Μάρτυς, δίδου ἡμῖν ἀοράτως, τὴν ταχεῖάν σου βοήθειαν ἐν πᾶσι, τοῖς ἀνευφημοῦσι, τοὺς ἱεροῦς σου ἄθλους.


Σύντριψον Μάρτυς, τὸν πολυμήχανον ὄφιν, ὠρυόμενον κατὰ τῶν οἰκετῶν σου, καὶ τῆς τούτου βλάβης, ἀτρώτους ἡμᾶς τήρει.


Θεοτοκίον.


Ἴασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχήν μου, καὶ ἐκκάθαρον τὸν νοῦν μου ῥυπωθέντα, ῥεῖθροις σωτηρίοις, τῶν οἰκτιρμῶν σου Κόρη.




ᾨδὴ θ΄ . Κυρίως Θεοτόκον.


Μαρτύρων ταῖς χορείαις, σὺν τοῖς αὐταδέλφοις, συναγελάζων παμμάκαρ Ἀστέριε, σὺν αὐτοῖς αἴτει διδόναι ἡμῖν τὰ κρείττονα.


Ὤ Μάρτυς τοῦ Σωτῆρος, Ἀστέριε μάκαρ, τῆς σωτηρίας ἡμᾶς καταξίωσον, ταῖς πρὸς αὐτὸν μεσιτείαις σου δυσωποῦμέν σε.


Ὑδάτων ζωηῤῥύτων, ἐντρυφῶν ἀΰλως, σὺν τοῖς κλεινοῖς ἀδελφοῖς σου Ἀστέριε, σταγόνα χάριτος θείας κἀμοὶ ἀπόμβρησον.


Θεοτοκίον.


Ὑμνοῦμέν σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ χαῖρέ σοι κράζομεν, σὺ γὰρ ἐπήγασας κόσμῳ τὴν ἀγαλλίασιν.
















Ἄξιόν ἐστι, καὶ τὰ Μεγαλυνάρια.


Ἄστρον εὐσεβείας θεοφεγγές, Ἀστέριε Μάρτυς ταῖς ἀκτῖσι ταῖς νοηταῖς, τῆς σῆς προστασίας, παθῶν λῦσον τὸν ζόφον, καὶ εὐφροσύνης φέγγος ἡμῖν ἀνάτειλον.


Ἤθλησας Ἀστέριε ἀνδρικῶς, σὺν τοῖς αὐταδέλφοις καὶ κατήσχυνας τὸν ἐχθρόν, οὗ τῆς πονηρίας, ἀπήμονας συντήρει, τοὺς ἐκζητοῦντας Μάρτυς τὴν σὴν βοήθειαν.


Πόνους ἀφορήτους ὑπενεγκών, πόνων ἐκλυτροῦσαι Ἀθλοφόρε καὶ ὀδυνῶν, τοὺς ἐν εὐλαβείᾳ, τῇ θείᾳ σου εἰκόνι, Ἀστέριε ἑστῶτας καὶ εὐφημοῦντάς σε.


Χαίροις αὐταδέλφων τετρὰς σεπτή , Ἀστέριε Νέων Νεονίλλα ἡ θαυμαστή, μετὰ τοῦ Κλαυδίου, τὰ πανευώδη ἄνθη, τὰ πνέοντα τοῖς πᾶσιν, ὀσμὴν οὐράνιον.


Χαίρων ἠγωνίσω ὑπὲρ Χριστοῦ, σαρκὸς ἀφειδήσας, οὐρανόφρονι λογισμῷ, ὅθεν Ἀσωμάτων, συνόμιλος ἐγένου, σὺν τοῖς τρισὶν Ἀστέριε αὐταδέλφοις σου.


Πρέσβευε ἀπαύστως ὑπὲρ ἡμῶν, Ἀστέριε Μάρτυς, σὺν τοῖς θείοις σου ἀδελφοῖς, ὅπως ἐν εἰρήνῃ, διάγωμεν τὸν βίον, καὶ δόξης οὐρανίου ἀξιωθείημεν.


Πᾶσαι τῶν Ἀγγέλων…




Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὸ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.


Μάρτυς, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἔχων πρὸς αὐτὸν παῤῥησίαν ἀπαύστως πρέσβευε, Ἅγιε Ἀστέριε, σὺν τοῖς ὁμαίμοσι, πάσης ῥύεσθαι θλίψεως, καὶ πάσης ἀνάγκης, τοὺς θερμῶς προστρέχοντας, τῇ ἀντιλήψει σου, λύων συμφορῶν τὸν χειμῶνα, καὶ χαρὰν τὴν θείαν παρέχων, τοῖς εἰλικρινῶς σε μακαρίζουσι.


Δέσποινα πρόσδεξαι…


Τὴν πᾶσαν ἐλπίδα μου.




Δίστιχον.


Τήνδε τὴν δέησιν Ἀστέριε δέξαι,


Καὶ δίδου τὴν χάριν σου τῷ Γερασίμῳ.





ΝΕΚΤΑΡΙΟΣ ΜΑΜΑΛΟΥΓΚΟΣ www.nektarios.gr



                                              πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου