ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως τό, Κύριε εἰσάκουσον, μεθ᾿ ὁ τὸ Θεὸς Κύριος καὶ τὸ ἑξῆς: Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸ θεοφόρον τοῦ Κυρίου δοχεῖον, τὸ εὐωδίαν χαρισμάτων
ἐκπνέον, καὶ γλυκασμὸν ἀείζωον ἐκβλύζον δαψιλῶς, τὸν σοφὸν Ἀμβρόσιον,
ἐπαινέσωμεν ὕμνοις, ῥῶσιν ἐξαιτούμενοι καὶ ψυχῶν καὶ σωμάτων, αὐτῷ βοῶντες
πάτερ θαυμαστέ, ταῖς σαῖς πρεσβείαις, ἡμᾶς περισκέπασον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν...
Ὁ Ν. Ψαλμὸς καὶ ὁ Κανών.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ἀμβρόσιε πάτερ παρὰ Θεῷ, εὑρὼν παῤῥησίαν μὴ ἐλλείπεις
ὑπὲρ ἡμῶν, δεήσεις προσάγων ὑπὲρ πάντων, τῶν ἀνυμνούντων ἐν πόθῳ τὴν μνήμην
σου.
Νοός μου τὸ ἄστατον καθορῶν, γλυκύτατε πάτερ στήριξόν
μου τὸν λογισμόν, τὸν ὄλισθον φυγεῖν τῆς ἀνομίας, καὶ σταθηρῶς με βαδίζειν πρὸς
Κύριον.
Τὴν χάριν ἀπώλεσα τοῦ Χριστοῦ, Ἀμβρόσιε μάκαρ τῇ
δουλείᾳ τῶν ἡδονῶν, διὸ μὲ πρεσβείαις σου τὸν πλοῦτον, τοῦ θείου Πνεύματος
ἄφθονον δώρησαι.
Θεοτοκίον.
Θεόνυμφε Μῆτερ τοῦ Ποιητοῦ, ἐκτείνασα χεῖρας αἷς
ἐβάστασας τὸν Χριστόν, αὐτὸν ὑπὲρ ἡμῶν ἐκδυσωποῦσα, μὴ διαλίπῃς Παρθένε
ἑκάστοτε.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἐκ νυκτὸς ἀγνωσίας θαυματουργὲ Ὅσιε, ἄρας τὴν ἀθλίαν
ψυχήν μου ταῖς ἱκεσίαις σου, πρὸς φῶς τὸ ἄδυτον, τῶν τοῦ Χριστοῦ προσταγμάτων,
μυστικῶς εἰσάγαγε καὶ καταλάμπρυνον.
Ἑλλαμφθεὶς τῆς Τριάδος ταῖς ἀστραπαῖς Ὅσιε, καὶ
κατατρυφῶν τοῦ Κυρίου, μέμνησο πάντοτε, τῶν δεομένων σου, καὶ ταῖς θερμαῖς
προσευχαῖς σου, λύτρωσαι κακώσεων καὶ περιστάσεων.
Ὁ ἐχθρὸς μὲ ἐμπαίζει καταδουλῶν πάθεσι, καὶ βυθῷ τοῦ
ᾍδου κατάγει καὶ καταισχύνει με, θεῖε Ἀμβρόσιε, τῇ κραταιᾷ σου πρεσβείᾳ, τούτου
με ἐξάρπασον καὶ σῶσον δέομαι.
Θεοτοκίον.
Παντευλόγητε Κόρη πρὸ γενεῶν Κύριος, ὡς
περικαλλέστατον σκῆνος Σὲ ἐξελέξατο· ἐν ᾧ κατῴκησε καὶ ἀπροσμάχητον τεῖχος,
ἔθετό σε Πάναγνε τῶν ἀνυμνούντων σε.
Περίσῳζε, πάσης ἀνάγκης καὶ βλάβης, τοὺς σὲ ὑμνοῦντας
νοσημάτων καὶ λυπηρῶν, θεόφρον Ἀμβρόσιε καὶ πλήρωσον τῶν πιστῶν, τὰς αἰτήσεις.
Ἐπίβλεψον...
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Φρυάγματα ἐχθροῦ, μὴ πτήξας ἱερώτατε, ἀγῶσι κρυπτοῖς,
σατὰν τὸν κακομήχανον, ἐνικήσω τέλεον, καὶ αἰτήσεις πληροῖς νῦν τῶν δούλων σου,
τῶν ἐν γονάτων κλίσεσι πιστῶς, ἀσπαζομένων τὴν θείαν εἰκόνα σου.
ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.
Ἰατρεῖον ἀνάργυρον, ἱερὲ Ἀμβρόσιε τὸ κελλίον σου,
ἀνεδείχθη καὶ προσφύγιον, πάντων τῶν θερμῶς παρακαλούντων σε.
Ῥαθυμίᾳ συνέχομαι, καὶ ταῖς ἁμαρτίαις καταποντίζομαι·
τῇ ὁλκάδι τῆς ἀγάπης σου, ναυαγίου λύτρωσαί με Ὅσιε.
Ὁ πειράζων οὐ παύεται, θλίβειν καὶ μαστίζειν με
ἀξιάγαστε, ταῖς ἁγίαις σοῦ αἰτήσεσι, κουφισμόν μοι δώρησαι Ἀμβρόσιε.
Θεοτοκίον.
Ἐκ πανάγνων αἱμάτων σου, τὸν Δεσπότην πάντων ἐκύησας,
ὃν δυσώπει Παναμώμητε, λύτρωσιν δωρήσασθαι τοῖς κάμνουσι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νέκρωσον σαρκός, τὰ ὀλέθρια κινήματα, τοῦ Ἰησοῦ μου
πάτερ Ὅσιε, ζωὴν τὴν θείαν, ἐμφυτεύων τῇ καρδίᾳ μου.
Φεῖσαί μου δεινῶς, καθ᾿ ἑκάστην κινδυνεύοντος, καὶ
κλονιζόμενον στερέωσον, λιταῖς σου θείαις, πρὸς τὸν Κύριον Ἀμβρόσιε.
Θλίψεσι πολλαῖς, πειρασμοῖς καὶ ἀῤῥωστήμασι,
δοκιμαζόμενον θεόσοφε, ταῖς προσευχαῖς σου, ὑπομένειν με ἐνίσχυσον.
Θεοτοκίον.
Μήτηρ ἀληθῶς, τοῦ Θεοῦ Ἁγνὴ γεγένησαι, ὦ καὶ
παρίστασαι λατρεύουσα· καὶ τοὺς σοὺς δούλους, ἐν ἀγάπῃ περιέπουσα.
ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Τραυμάτων μοι, ἰατρὸς νῦν φάνηθι, τῇ προσψαύσει τῶν
ἁγίων σου λειψάνων, τὰ τῆς σαρκὸς ἰατρεύων μου πάθη, καὶ τῆς ψυχῆς κατευνάζων
οἰδήματα, Ἀμβρόσιε θαυματουργέ, παῤῥησίᾳ πρὸς Κύριον χρώμενος.
Ἀμβρόσιε, ταραχήν μου κόπασον, καὶ δειλίας μου
διάλυσον τὰ νέφη· καὶ θυρεὸς ἀσφαλὴς γίνου πάτερ, κατὰ τοῦ νῦν ἀπειλοῦντός με
δράκοντος, καὶ ταῖς ἁγίαις σου εὐχαῖς, τὴν ψυχήν μου ἀλώβητον φύλαξον
Ὑπνώττοντα, ἀμελείᾳ Ὅσιε, διεγείρεις με τῇ μνήμῃ τῶν
σῶν ἄθλων, οὓς ἐν χαρᾷ ἐπετέλεσας πάτερ, τὴν τοῦ Κυρίου ἀγάπην κτησάμενος·
οἰκείωσον κἀμὲ Χριστῷ, ταῖς θερμαῖς καὶ ἀπαύστοις δεήσεσι.
Θεοτοκίον.
Πανύμνητε, Θεοτόκε πρόφθασον, καὶ θηράτρων τοῦ δολίου
λύτρωσαί με, καὶ τῇ θερμῇ καὶ στεῤῥᾷ προστασίᾳ, ἐπιβουλῆς τοῦ ἐχθροῦ
διαφύλαξον, καὶ πλήρωσόν με τῆς χαρᾶς, τοῦ Υἱοῦ καὶ Θεοῦ σου Ἀπείρανδρε.
Περίσῳζε, πάσης ἀνάγκης καὶ βλάβης τοὺς σὲ ὑμνοῦντας
νοσημάτων καὶ λυπηρῶν, θεόφρον Ἀμβρόσιε, καὶ πλήρωσον τῶν πιστῶν τὰς αἰτήσεις.
Ἄχραντε ἡ διὰ λόγου...
Αἴτησις καὶ Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν
αἱμάτων σου.
Τοῖς τῶν καμάτων ἱδρῶσι μακάριε, τὸν τῆς ψυχῆς σου
χιτῶνα ἐκάθηρας, καὶ λάμψας φωτὶ τῷ τῆς χάριτος, τῶν προστρεχόντων σοι, πρέσβυς
γεγένησαι νοσούντων τε ῥύστης, Ἀμβρόσιε.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
ὁσίου αὐτοῦ.
Στίχ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
ΕΥΑΓΓΕΛΙΟΝ Ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ.
Ια΄, 27-30)
Εἶπεν ὁ Κύριος τοῖς μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ
τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα
τὶς ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός
με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν
μου ἐφ’ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ
εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον
μου ἐλαφρόν ἐστιν.
Δόξα:
Ταῖς τοῦ σὸν Ὁσίου.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου.
Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεός... Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Πάτερ ἀξιάγαστε, τοῖς οἰκτιρμοῖς σου προστρέχω, θαῤῥῶν
τῷ ἐλέει σου, δάκρυα προσάγω σοι ὁ ἀνάξιος, ῥῦσαί με τοῦ δράκοντος, τοῦ δεινοῦ
θεσπέσιε, καὶ Χριστοῦ τοῦ Παντοκράτορος δοῦλόν με ποίησον, ταῖς ἁγιωτάταις
πρεσβείαις σου, καὶ νόσων ἐλευθέρωσον, πάθους τε παντοίου με κάθαρον, καὶ τῶν
ὀρθοδόξων, τὴν ποίμνην ἐξ ἐχθρῶν ἐπιβουλῆς, καὶ ἐξ αἱρέσεων λύτρωσαι, ἱερὲ
Ἀμβρόσιε.
Σῶσον
ὁ Θεὸς τὸν λαόν σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τυραννούμενος νόσοις, ὥσπερ μάρτυς πολύαθλος
καθυπέμεινας, τὰ ἄλγη καὶ θεράπων, παντοίων νοσημάτων, πεφανέρωσαι χάριτι, τῇ
δωρηθείσῃ ἐκ Θεοῦ, Ἀμβρόσιε θεόφρον.
Τοῦ στομάχου τοὺς πόνους, καὶ αἱμόῤῥοιαν πᾶσαν πάτερ
Ἀμβρόσιε, καὶ νόσους ἀνιάτους, φυγάδευσον ἐν τάχει, τῇ ἀφῇ τῶν λειψάνων σου,
καὶ παραμύθησον καλῶς, ψυχὰς τῶν θλιβομένων.
Τὴν Μονὴν Συμεῶνος, Θεολόγου τοῦ Νέου μάκαρ Ἀμβρόσιε,
λειψάνων σου τὴν θήκην, τιμῶσαν πάσης βλάβης, καὶ πυρὸς διαφύλαξον, σὺν Θεολόγῳ
τὰς εὐχάς, προσάγων τῷ Κυρίῳ.
Θεοτοκίον.
Πρὸ τοῦ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος Μαρία
ἔμεινας, καὶ πάλιν μετὰ τόκον, παρθένος οὖσα Κόρη, τὴν καρδίαν μου φώτισον, καὶ
ἐνθυμήσεων αἰσχρῶν, ἀπάλλαξόν με τάχει.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Καταποθέντα, τῇ ἀκηδίᾳ θεόφρον, καὶ ταῖς θλίψεσι
δεινῶς ἀπεγνωσμένον, πτέρυξι ἀγάπης, τῆς σῆς περίβαλλόν με.
Ἀτοπημάτων, καὶ ἐκ βαράθρων κακίας, ἡμᾶς λύτρωσαι
Ἀμβρόσιε τρισμάκαρ, στίφη τῶν δαιμόνων, μακρύνων ταῖς εὐχαῖς σου.
Δακρύων ὄμβρους, καὶ κατανύξεως πόμα, πότισόν με ταῖς
θερμαῖς σου ἱκεσίαις, πρὸς τὸν Ζωοδότην, Ἀμβρόσιε παμμάκαρ.
Θεοτοκίον.
Ἀπειρογάμως, τὸν Θεὸν Λόγον τεκοῦσα, περισκέπασόν με
Ἄχραντε Μαρία, καὶ καταύγασόν με, φωτὶ θεογνωσίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὰ ἕλκη τῆς ψυχῆς μου, καὶ μώλωπας σαρκός μου, τῇ
ἐνεργείᾳ τῆς χάριτος ἴασαι, τὸν Ἰησοῦν ἱκετεύων πάτερ Ἀμβρόσιε.
Τὴν ἄκτιστον σοφίαν, κτησάμενος θεόφρον, τὸν σοφιστὴν
τῆς κακίας ἐκνεύρισον, αὐτοῦ παγίδας ἐκφεύγειν, καλῶς διδάσκων με.
Χριστοῦ με δεῖξον παῖδα, Ἀμβρόσιε παμμάκαρ, ταῖς
εὐπροσδέκτοις πρεσβείαις πρὸς Κύριον, καὶ κληρονόμον τῆς δόξης, αὐτοῦ μὲ
ποίησον.
Αἱρέσεων ἀθέων, διάλυσον ἐφόδους, καὶ ὀρθοδόξων τὸ
κέρας κραταίωσον, τῷ Ἰησοῦ προσεδρεύων, κλεινὲ Ἀμβρόσιε.
Θεοτοκίον.
Τιμῶμέν σε Παρθένε, ὡς τέξασαν τὸν Λόγον, καὶ
ὑπερτέραν Ἀγγέλων ὑπάρχουσαν, τῇ ἀνυστάκτῳ πρεσβεία σου στερεούμενοι.
Τὸ Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Δάκρυσιν προσπέσωμεν εὐλαβῶς, εἰκόνι τῇ θείᾳ Ἀμβροσίου
τοῦ θαυμαστοῦ, αἰτούμενοι πάντες, χαρίσματα ποικίλα, ψυχῆς εἰς σωτηρίαν ἀεὶ
συντείνοντα.
Χαίροις τοῦ Δεσπότου δοῦλε πιστέ, ταλάντων τὸν πλοῦτον
ἐπαυξήσας πόνοις πολλοῖς· χαίροις ὁ σκορπίζων, τοῖς πένησι τὴν χάριν, καὶ
πάντας ἁγιάζων μάκαρ Ἀμβρόσιε.
Χαίροις τῆς Ῥωσίας ὁ θησαυρός, ἐκκλησίας πάσης τὸ
ἀγλάϊσμα τὸ τερπνόν· χαίροις θλιβομένων, στεῤῥὰ παραμυθία, νοσούντων ὁ θεράπων
πάτερ Ἀμβρόσιε.
Δεῦτε Συμεῶνος οἱ Μονασταί, εὐσεβῶν οἱ δῆμοι
συνελθόντες χαρμονικῶς, τιμήσωμεν ἀξίως, Ἀμβρόσιον τὸν μέγα, τῇ θήκῃ τῶν
λειψάνων αὐτοῦ προσπίπτοντες.
Πᾶσαι τῶν Ἀγγέλων..
Τὸ
Τρισάγιον κ. λ. π.
Μετὰ τὴν Ἀπόλυσιν ψάλλομεν τὸ ἑξῆς: Ἦχος
β´. Ὅτε ἐκ τὸν ξύλου.
Φέγγος, τοῦ Χριστοῦ χαροποιόν, ἅλας οἰκουμένης
ὑπάρχεις, θεῖε Ἀμβρόσιε, πᾶσι φαίνων ἄριστα λύχνῳ τοῦ βίου σου, καὶ ἀρτύων τοῖς
λόγοις σου τοὺς σοὶ προσιόντας, πιστοὺς δὲ πρεσβείαις σου δεινῶν λυτρούμενος,
πάντων τὰς καρδίας γινώσκων, πάθη δὲ ψυχῶν θεραπεύων, καὶ τὰ τῶν σωμάτων
ἀῤῥωστήματα.
Δέσποινα πρόσδεξαι..
Τὴν πᾶσαν ἐλπίδα μου...
πηγή: voutsinasilias.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου