ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε
τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
τῶν πασχόντων ἑτοιμότατος ῥύστης, καὶ τῶν νοσούντων ἰατρὸς καὶ θεράπων,
Ἀπόστολε πανεύφημε Μαρτύρων κοινωνέ, πρόφθασον καὶ λύτρωσαι, τῆς παρούσης
ἀνάγκης, τοὺς προσκαλουμένους σε, εἰς βοήθειαν Μάρτυς, καὶ τῶν σωμάτων ἅμα καὶ
ψυχῶν, τὴν θεραπείαν, παράσχου τοῖς δούλοις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον,
καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον,
Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε
εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Ἐπιβοώμεθα, Ἀθλητά, σὴν χάριν. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἐπάκουσον Μάρτυς ὡς
συμπαθής, τῶν σὲ προσκαλούντων, εἰς βοήθειαν ἐκ ψυχῆς, καὶ πᾶσι παράσχου τὰς
αἰτήσεις, τοῖς προσιοῦσι θερμῶς τῇ πρεσβείᾳ σου.
Παθῶν δυσιάτων καὶ χαλεπῶν,
νόσων δυσφορήτων, καὶ παντοίων ἐπιφορῶν, ἀτρώτους διάσωζε λιταῖς σου, τοὺς σὲ
προστάτην πλουτοῦντας Ἀπόστολε.
Ἰάσεις πηγάζων παντοδαπάς,
ψυχῶν τὰς κηλῖδας, καὶ σωμάτων ἕλκη δεινά, ἀπόπλυνον ῥείθροις ζωηφόροις, καὶ
τὴν ὑγείαν παράσχου τοῖς δούλοις σου.
Θεοτοκίον.
Βασίλισσα πέλουσα τοῦ
παντός, παθῶν βασιλέα, κἀμὲ ἔργασαι Μαριάμ, καὶ τῆς τοῦ Υἱοῦ Σου Βασιλείας,
μετὰ τὸ τέλος πολίτην με ποίησον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανίων
χαρίτων τὰ δαψιλῆ νάματα, οἷάπερ κρουνὸς εὐσπλαγχνίας βλῦσον Ἀπόστολε, τοῖς
τηκομένοις δεινῶς, τῶν πειρασμῶν τῇ καμίνῳ, ἴασιν καὶ λύτρωσιν, τούτοις
δωρούμενος.
Ὡς
θερμὸς ἀντιλήπτωρ καὶ ἀρωγὸς ἕτοιμος, τῶν εἰλικρινῶς ἀφορώντων τῇ προστασίᾳ
σου, ἱλέῳ ὄμματι, ἴδε ἡμῶν τὴν ὀδύνην, καὶ τὸν πόνον κούφισον, ἐκ τῶν ψυχῶν
ἡμῶν.
Μολυσμῶν
κατωδύνων ἀνιαρῶν θλίψεων, νόσων λοιμικῶν ἀκαθάρτων καὶ περιστάσεων, βιαίων
λύτρωσαι, τοὺς ἐκ ψυχῆς αἰτουμένους, τὴν κηδεμονίαν σου, Μάρτυς Ἀπόστολε.
Θεοτοκίον.
Εὕροιμί
Σε προστάτην καὶ βοηθὸν ἄχραντε, ὥρᾳ χαλεπῇ τοῦ θανάτου, ἐκ τοῦ δράκοντος,
χειρῶν με σκέπουσαν, καὶ ἀσφαλῶς ὁδηγοῦσαν, πρὸς τὰ ἐπουράνια, Κόρη σκηνώματα.
Διάσωσον,
ἐκ συμφορῶν πολυτρόπων καὶ πάσης βλάβης, τοὺς ἐκ πόθου σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης θερμὸς καὶ φύλαξ
ἀπροσμάχητος, καὶ σκέπη στεῤῥά, καὶ ἀσφαλὲς προσφύγιον, γενοῦ τοῖς σὲ
γεραίρουσιν, Ἀθλοφόρε παμμάκαρ Ἀπόστολε, ἑνὶ ἑκάστῳ παρέχων δαψιλῶς, τὰ πρὸς
σωτηρίαν αἰτήματα.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεραπείας ἀξίωσον, τῆς κατὰ
ψυχὴν καὶ σῶμα Ἀπόστολε, τοὺς προστρέχοντας τῇ κάρᾳ σου, καὶ ἀπὸ ψυχῆς
ἀντιβολοῦντάς σε.
Ἀσθενέσιν τοῖς ἴασιν, καὶ
τοῖς τεθλιμμένοις τὴν ἀνακούφισιν, καὶ τοῖς πάσχουσιν τὴν λύτρωσιν, Ἀθλητὰ
παράσχου ὡς φιλάγαθος.
Ἀνωτέρους διάσωζε, τῶν κατὰ
τὸν βίον ποικίλων θλίψεων, Νεομάρτυς ἀξιάγαστε, τοὺς ἐκδεχομένους τὴν σὴν
εὔνοιαν.
Θεοτοκίον.
Θανατώσασα Δέσποινα, τὸν ἐν
τῇ σαρκί μου νόμον τοῦ χείρονος, ζωῆς θείας με ἀξίωσον, διὰ πολιτείας
φωτοδότιδος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Λύμης τῶν παθῶν, καὶ
σκανδάλων τοῦ ἀλάστορος, καὶ παντοίας χαλεπῆς ἐπιβουλῆς, διαφύλαττε ἡμᾶς
ἀτρώτους ἔνδοξε.
Ἤδη πειρασμῶν, ἐπελθοῦσαί
μοι αἱ μάστιγες, κατατρύχουσι δεινῶς μου τὴν ψυχήν, ἀλλὰ σύ με ἐλευθέρωσον
Ἀπόστολε.
Τεῖχος ἀῤῥαγές καὶ χαράκωμα
καὶ στήριγμα, ἡ πρεσβεία σου γεννήθητι ἡμῖν, πᾶσαν χάριν τοῖς ἱκέταις σου
παρέχουσα.
Θεοτοκίον.
Ἄφθορε ἁγνή, Θεοτόκε
Μητροπάρθενε, ἐκ φθορᾶς καὶ πολυτρόπων συστροφῶν, τὴν ζωήν μου ἱκετεύω Σε
ἀπάλλαξον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Στροβούμενοι, πειρασμῶν τῷ
κλύδωνι, καὶ δεινῶν ἀῤῥωστήματων τῶ σάλῳ, πρὸς τὴν θερμήν σου προστρέχομεν
σκέπην, καὶ ἐκ βαθέων ψυχῆς ἐκβοῶμέν σοι· γαλήνην δίδου εὐσταθῆ, καὶ ἀνάῤῥωσιν
Μάρτυς τοῖς δούλοις σου.
Ἠκόντισε, κατ’ ἐμοῦ ὁ
δόλιος, τῆς αὐτοῦ κακεντρεχείας τὰ βέλη, καὶ τὴν ψυχήν μου καιρίως πληγώσας,
ὀδυνηρὰν τὴν ζωήν μοι πεποίηκεν, ἀλλ’ ἐπιστὰς ὦ Ἀθλητά, τῆς αὐτοῦ κακουργίας με
λύτρωσαι.
Ναόν σου, τὸν ἱερὸν
Ἀπόστολε, ὡς λιμένα ἀσφαλῆ σωτηρίας, καὶ γαληνότατον ὅρμον εὑρόντες, διαπαντὸς
ἐν αὐτῷ καταφεύγομεν, καὶ νοητῶν τρικυμιῶν, τῶν ἐν βίῳ ἀεὶ ἐκλυτρούμεθα.
Θεοτοκίον.
Χαρίτωσον, ὡς πηγὴ τῆς
χάριτος, Μαριὰμ θεοχαρίτωτε Κόρη, τὴν ταπεινήν μου ψυχὴν δυσωπῶ Σε, τὴν ἐν αὐτῇ
ἁμαρτίαν ἐξαίρουσα, καὶ πρὸς ἐνάρετον ζωήν, ἐξ ὁδοῦ ἐσφαλμένης με ἴθυνον.
Διάσωσον,
ἐκ συμφορῶν πολυτρόπων καὶ πάσης βλάβης, τοὺς ἐκ πόθου σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν
παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίᾳ τῆς πρὸς Θεὸν
μεσιτείας σου, καὶ προνοίᾳ τῆς μαρτυρικῆς σου χρηστότητος, μὴ ἐλλίπῃς ὡς
εὐμενής, ἐποπτεύειν ἐσαεί, τοὺς ἀφορῶντας ὁλοσχερῶς, τῇ ὀξυτάτῃ ἀρωγῇ, τῆς
στεῤῥᾶς βοηθείας σου· φύλαξ γὰρ καὶ προστάτης, δέδοσαι Ἀθλοφόρε, παρὰ Χριστοῦ
ὡς ἀληθῶς, τοῖς τιμῶσί σε Ἀπόστολε.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον
Μαρτυρικόν.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Νάματα ἀείῤῥοα, θεαρχικῶν
δωρημάτων, καὶ πηγὴν θεόβρυτον, ἰαμάτων Ἅγιε θείῳ Πνεύματι, νοητῶς βλύζουσα, ἡ
σὴ θεία κάρα, νοησμάτων τὰ μιάσματα, ἐκπλύνεις πάντοτε, καὶ παθῶν κηλῖδας καὶ
μώλωπας, καὶ ῥώννυσιν Ἀπόστολε, τοὺς αὐτῇ πιστῶς προσπελάζοντας· ὅθεν τῆς ἐν
ταύτῃ, ἀΰλου ἐνεργείας ζωτικῆς, κἀμοὶ μετάδος τῷ κάμνοντι, συμφοραῖς καὶ
θλίψεσι.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ἀσφαλῆ σε προστάτην καὶ
θερμὸν κηδεμόνα καὶ ἀρωγὸν εὐμενῆ, πλουτοῦντές σε θεόφρον, ποικίλων
συμπτωμάτων, ἐκλυτρούμεθα ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ῥυπτικῇ σου πρεσβείᾳ καὶ
θερμῇ ἱκεσίᾳ πρὸς τὸν Δεσπότην Χριστόν, παθῶν τῶν ἀκαθάρτων, καὶ νόσων ἀνιάτων,
ἀποκάθαρον ἔνδοξε, τοὺς τῷ σεπτῷ σου ναῷ, ἐνθέως προσιόντας.
Ἱλαστήριον θεῖον καὶ
ταμεῖον χαρίτων καὶ ἰαμάτων πηγή, ἡ πάνσεπτός σου κάρα, ἐδείχθη Ἀθλοφόρε, πᾶσαν
χάριν παρέχουσα, τοῖς εὐφημοῦσιν ἀεί, τοὺς εὐαγεῖς σου ἄθλους.
Θεοτοκίον.
Νεκρωθεὶς τῇ κακίᾳ, ἐδουλώθην τῷ πλάνῳ δι’ ἐγκακίστου
ζωῆς, ἀλλ’ ὦ Παρθενομῆτορ, τῆς τούτου με δουλείας, συμπαθὴς ἐλευθέρωσον, ἵνα
ὑμνῶ Σοῦ ἀεί, τὰς θείας δυναστείας.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γενοῦ μοι Μάρτυς, καταφυγὴ
ἐν ἀνάγκαις, καὶ ἀντίληψις ἐν θλιβεροῖς τοῦ βίου, ἵνα μεγαλύνω, τὸν σὲ
ἐνισχυκότα.
Ἐπιφοιτήσας, ἀπ’ οὐρανοῦ
Ἀθλοφόρε, περισκέπασον ἡμᾶς τὰ σὰ νοσσία, ἐκ τῶν πυριφλέκτων, βελῶν τοῦ
παλαμναίου.
Ῥῶσιν σωμάτων, καὶ τῶν
ψυχῶν τὴν ὑγείαν, ἐπιβράβευσον Ἀπόστολε τρισμάκαρ, τοῖς ἐξαιτουμένοις, τὴν σὴν
ἐπιστασίαν.
Θεοτοκίον.
Ἄχραντε Μήτηρ, εὐλογημένη
Μαρία, τῶν ποικίλων με σκανδάλων τοῦ βελίαρ, λύτρωσαι ἐν τάχει, ὡς Μήτηρ
εὐσπλαγχνίας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σωμάτων τὰς ὀδύνας, παῦσον
Ἀθλοφόρε, καὶ περιστάσεων λῦσον τὸν τάραχον, τῶν ἀκλινεῖ διανοίᾳ μεγαλυνόντων
σε.
Ἱλέῳ ὄμματί σου, πρόσχες
οὐρανόθεν, καὶ τὰς φωνὰς ἐνωτίζου Ἀπόστολε, τῶν ἐκζητούντων θεόφρον τὴν
προστασίαν σου.
Μεγίστων χαρισμάτων,
μέτοχος ὑπάρχων, μεγίστων πόνων καὶ θλίψεων λύτρωσαι, Μεγαλομάρτυς Ἀπόστολε
τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον.
Ὑψίστου θεῖε θρόνε,
Κεχαριτωμένη, ἀπὸ κοπρίας παθῶν με ἀνύψωσον, πρὸς ἀρετὴν ἀναβάσεως, ἵνα δοξάζω
Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις Μαγνησίας ἄνθος
τερπνόν, καὶ τῆς Θεσσαλίας, ἐγκαλώπισμα ἱερόν· χαίροις Ἀθλοφόρων, Ἀπόστολε
προσθήκη, καὶ τῶν πιστῶν ἁπάντων, θερμὸς ὑπέρμαχος.
Λάμψας ἐν ἐσχάτοις Μάρτυς
καιροῖς, ὡς ἀστὴρ φωσφόρος, κατελάμπρυνας τοὺς πιστούς, τῇ σῇ ἀνενδότῳ, σεπτῇ
ὁμολογίᾳ, καὶ ἄθλοις μαρτυρίου, ἀξιοθαύμαστε.
Ἄνθος τῆς νεότητος παριδών,
εὐτόλμως ὑπῆλθες, ἐν φρονήματι καρτερῷ, τὸν τοῦ μαρτυρίου, θεοπρεπῆ ἀγῶνα, καὶ
νικητὴς ἐδείχθης, κατὰ τοῦ δράκοντος.
Χαίροις Ἀθλοφόρε νέε
Χριστοῦ, χαίροις ἰαμάτων, ὁ ἀκένωτος θησαυρός, χαίροις ὁ παρέχων, ἀφθόνως τὰς
ἰάσεις, τοῖς πόθῳ προσιοῦσι, τῇ ἀντιλήψει σου.
Πνεύματος ἑστία ζωαρχικοῦ,
ἡ σεπτή σου κάρα, ἀναδέδεικται Ἀθλητά· ὅθεν ἁγιάζει, ταῖς θείαις ἐνεργείαις,
τὴν πάτριόν σου χθόνα, σὲ μεγαλύνουσαν.
Δόξης ἀπολαύων θεαρχικῆς,
παθῶν ἀδοξίας, καὶ παντοίων ἐπιφορῶν, ῥύου καθ’ ἑκάστην, Ἀπόστολε θεόφρον, τοὺς
προσιόντας Μάρτυς, τῇ προμηθείᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,
ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προστρέχοντας
πιστῶς, τῇ σῇ προστασίᾳ θεόφρον, καὶ αἰτουμένους σε, πάσης περιστάσεως καὶ
χαλεπῶν συνοχῆς, καὶ κινδύνων καὶ θλίψεων, καὶ νόσων ποικίλων, ἀσινεῖς
διάσωσον, ταῖς ἱκεσίαις σου· σὺ γάρ, βοηθὸς ἐν ἀνάγκαις, ὤφθης τοῖς θερμῶς σε
ὑμνοῦσιν, Ἀθλητὰ Ἀπόστολε μακάριε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου