Ευλογημένη πνευματική περιήγηση

Παρασκευή 15 Ιουλίου 2016

ΙΟΥΛΙΟΣ 15. ΚΗΡΥΚΟΣ ΚΑΙ ΙΟΥΛΙΤΤΑ ΕΓΚΩΜΙΑ

ΕΓΚΩΜΙΑ

Ὧν ἡ ἀκροστιχὶς καὶ τῶν τριῶν στάσεων, ἄνευ τῶν πρώτων, τῶν Τριαδικῶν καὶ τῶν Θεοτοκίων: Χαρμονικῶς ὑμνοῦμέν σε, σεπτὴ μητροτεκνία.
 
 http://www.saint.gr/photos/standard/0715/AgiaIoulitaAgiosKirikos03.jpg

 

ΣΤΑΣΙΣ Α΄.

 

Ἦχος πλ. α΄. Ἡ ζωὴ ἐν τάφῳ.

Ἡ ζωὴ ποθοῦσα, μακαρία δυάς, Ἰουλίττα σὺν Κηρύκῳ νῦν χόρευε, ὅτι ἔχεις πολυέραστον Χριστόν.

Χαρμονῆς τυχοῦσα, ἀντὶ πόνων σφοδρῶν, Ἰουλίττα καὶ ἡμῖν δὸς ἀπόμοιραν, ἵνα χαίροντες ὑμνῶμεν τὸν Χριστόν.

ρνα τὸν σὸν δοῦσα, τῷ Κυρίῳ σφαγήν, στέφος εἴληφας διπλῆς μαρτυρίας σου, Ἰουλίττα θεοδόξαστε σαφῶς.

ητορεύει σθένει, βρέφος θείαν φθογγήν, καὶ κηρύττει τῆς Τριάδος ἀλήθειαν, διὸ θάνατον λαμβάνει τὸν πικρόν.

Μῶμος οὐχ ὑπάρχει, τοῖς σοῖς ἄθλοις ἁγνή, Ἰουλίττα ὅτι πάντως ἐνήθλησας, κατὰ νόμον ὡς Ἀπόστολος φησί.

ναὸς ἐλύθη, τῶν σωμάτων νυνί, ἀλλ’ εἰσήλθετε ναὸν τὸν οὐράνιον, ἔνθα ᾄδετε τὸ Ἅγιος ἀεί.

Νικηταὶ δαιμόνων, οἱ Χριστοῦ Ἀθληταί, καυχωμένους ἀσθενεῖς κατενίκησαν, καὶ εἰλήφασι τὸ στέφος τῆς ζωῆς.

Ἱεραῖς τιμῶμεν, ὑμνωδίαις ὑμᾶς, Ἰουλίττα καὶ πανεύφημε Κήρυκε, αἶνος πρέπει γὰρ τοῖς φίλοις τοῦ Χριστοῦ.

Κραταιὰν ἀγάπην, τὶς ἰσχύσει ποτέ, κατασβέσει ἀθεΐας τοῖς ὕδασι, ἡ φιλόθεος ἐκραύγαζε δυάς.

Ὡραιώθης πλέον, ἢ τὸ πρώτον σεμνή, Ἰουλίττα χάριν ἔχεις γὰρ ἄνωθεν, ἐπανθοῦσαν καὶ ἀεὶ ποὺ θαλεράν.

Σῶζε τοὺς τιμῶντας, τὴν σὴν μνήμην δυάς, Ἰουλίττα χριστομάρτυς καὶ Κήρυκε, ἐκ παντοίων καὶ ποικίλων πειρασμῶν.

Ὑετὸν θαυμάτων, ἐπιῤῥάνατε νῦν, τῷ λαῷ τῆς Ἐκκλησίας χαρμόσυνον, ἑορτὴν ὑμῶν τελοῦντι ὦ δυάς.

Μονασταῖς καὶ πᾶσι, τύπος ἔφυς σαφῶς, φιλοθέου βιοτῆς παμμακάριστε, Ἰουλίττα σὺν Κηρύκῳ τῷ μικρῷ.

Δόξα. Τριαδικόν.

Ὢ Τριὰς Ἁγία, ταῖς πρεσβείαις τῶν Σῶν, Ἀθληφόρων ἡμᾶς πάντας διάσωσον, ἀνυμνοῦντας τὰ παλαίσματα αὐτῶν.

Καὶ νῦν. Θεοτοκίον.

Παναγία Μῆτερ, σὺν μητρὶ καὶ υἱῷ, τῶν Μαρτύρων Σοῦ Υἱοῦ ἱκετεύσατε, ὅπως τύχωμεν ζωῆς τῆς ἐν Αὐτῷ.

Καὶ πάλιν τὸ πρῶτον.

 

Ἡ ζωὴ ποθοῦσα, μακαρία δυάς, Ἰουλίττα σὺν Κηρύκῳ νῦν χόρευε, ὅτι ἔχεις πολυέραστον Χριστόν.

  ΣΤΑΣΙΣ Β΄.

 

Ἦχος πλ. α΄. Ἄξιόν ἐστιν.

Ἄξιόν ἐστιν, ἀνυμνεῖν σε Μάρτυς Κυρίου, ὅτι προεβίβασας εἰς ζωήν, τὸ σὸν τέκνον μεθ’ οὗ χαίρεις ἐν Θεῷ.

Νέους οὐρανούς, προσδοκῶμεν κατ’ ἐπαγγελίαν, τούτους νῦν ὑμεῖς κατειλήφατε, μαρτυρήσαντες προθύμως τῷ Χριστῷ.

λβιος σεμνή, ὁ σὸς τόκος Ἰουλίττα πέλει, ὃν γὰρ τῇ σαρκὶ ἀπεγέννησας, ἀναγέννησας ὡς Μάρτυρα κλεινόν.

Ὕπνος ἀληθῶς, τῶν δικαίων ἡ θανὴ ὑπάρχει, καὶ ψυχαὶ αὐτῶν ἐν χειρὶ Θεοῦ, ὅθεν νάματα διδοῦσι τοῖς πιστοῖς.

Μήτηρ εὐτυχής, διπλοτόκος Ἰουλίττα θεία, πρέσβευε Χριστῷ ὑπὲρ εὐσεβῶν, φιλοθέων τε μητέρων ἐκτενῶς.

ρωτα Χριστοῦ, ταῖς ψυχαῖς τῶν ὑμνωδῶν σου δίδου, Ἰουλίττα γῦναι χριστόψυχε, σὺν Κηρύκῳ τῷ χριστοφιλεῖ.

Νόας ἀγαθούς, ἐξεστήσατε τῷ μαρτυρίῳ, ὅθεν τὰς ψυχὰς ἡμῶν ἤνεγκαν, ἐν χορῷ τῷ τῶν αἰώνων Βασιλεῖ.

Σέβομεν ὑμᾶς, βρέφος θεῖον μῆτέρ τε γενναία, τύποι γὰρ ἀγάπης γεγόνατε, τοῖς πιστεύουσι Θεὸν ἀληθινόν.

φυγες σοφῶς, πειρασμὸν ὦ Ἰουλίττα Μάρτυς, ὅμως σὲ Χριστὸς προσαγήοχε, ἐν τῇ Μάνδρᾳ ἅμα τῷ ἀμνῷ.

Στίφη πειρασμῶν, ἐκδιώκετε εὐχαῖς ἁγίαις, Μάρτυρες σεπτοὶ ἀπὸ τῶν πιστῶν, χαριζόμενοι εἰρήνην ἀκλινῆ.

Εἴληφας σφοδράν, τῶν μαστίγων πεῖραν Ἰουλίτταν, ὅθεν νῦν ἡμᾶς ἐλευθέρωσον, τῶν μαστίγων τοῦ ἐχθροῦ σατάν.

Πίνεις δαψιλῶς, οὐχὶ γάλα ἀλλὰ ὕδωρ Μάρτυς, ὅπερ καὶ ἡμῖν ταῖς πρεσβείαις σου, ἐναπόσταξον διψῶσιν ἀληθῶς.

Τέκνον μου γλυκύ, ἰδοὺ δόξα ἣν Χριστὸς παρέχει, ἀλγηδόνων ἕνεκεν τῶν πικρῶν, ἃς ὑπέστημεν ἐν σώμασιν ἡμῶν.

Δόξα. Τριαδικόν.

Δέχου ὦ Τριάς, νῦν πρεσβεύουσα ἀμνάδα θείαν, ἅμα τῷ προβάτῳ θηλάζοντι, ὑπὲρ ποίμνης Σου τιμώσης Σε πιστῶς.

Καὶ νῦν. Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, συναλγήσασαν ἐπὶ τῷ τέλει τέκνου, σύμπρεσβυν παράλαβε ἀγαθήν, Ἰουλίτταν ὑπὲρ τῶν εὐσεβῶν.

Καὶ πάλιν τὸ πρώτον.

Ἄξιόν ἐστιν, ἀνυμνεῖν σε Μάρτυς Κυρίου, ὅτι προεβίβασας εἰς ζωήν, τὸ σὸν τέκνον μεθ’ οὗ χαίρεις ἐν Θεῷ.


 

ΣΤΑΣΙΣ Γ΄.

 

Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι, χαίρουσαι ὑμνοῦσιν, ὑμῶν τοὺς θείους ἄθλους.

λγησας τὸ πρώην, Μάρτυς Ἰουλίττα, νῦν χαῖρε σὺν υἱῷ σου.

Μέγαν σὲ καλοῦμεν, εἰ καὶ βρέφος πέλεις, Κήρυκε Ἀθλοφόρε.

δονὰς τοῦ κόσμου, πάσας ἀρνηθέντες, τρυφᾶτε τοῦ Σωτῆρος.

Τύραννον ἀχρεῖον τοῖς ῥήμασι τοῖς θείοις, ἐβάλετε καιρίως.

ύπον ἁμαρτίας, καθάρατε ὑμνοῦντων, Μάρτυρες θεοφόροι.

χλους τῶν δαιμόνων, τῇ θείᾳ εὐωδίᾳ, μακρὰν ἡμῶν ποιεῖτε.

Τέτρωται ἡ πλάνη, ἀλήθεια τρανοῦται, ὑμῶν τῇ μαρτυρίᾳ.

Εὗρες Ὃν ἐπόθεις, σεπτὴ μητροτεκνία, Χριστὸν τὸν Ζωοδότην.

Κήρυκε τρισμάκαρ, φύλαττε ἀτρώτους, ἡμᾶς ἀπὸ τῆς πλάνης.

Νίκη αὕτη πέλει, Σταυροῦ τοῦ ζωηφόρου, ἡ τῶν Μαρτύρων δόξα.

ασαι τὰ πάθη, δυὰς ἁγιωτάτη, ψυχῶν τε καὶ σωμάτων.

νω μετ’ Ἀγγέλων, ἀνθρώπων δὲ ἐνταῦθα, χοροὶ ὑμᾶς ὑμνοῦσιν.

Δόξα. Τριαδικόν.

Ὢ Τριὰς Ἁγία, πρεσβείαις Σῶν Μαρτύρων, τὴν ποίμνην Σου εὐλόγει.

Καὶ νῦν. Θεοτοκίον.

Ὢ ἐλπὶς τοῦ κόσμου, μὴ παύσῃ δυσωποῦσα, Χριστὸν σὺν Ἀθλοφόροις.

Καὶ πάλιν τὸ πρώτον.

Αἱ γενεαὶ πᾶσαι, χαίρουσαι ὑμνοῦσιν, ὑμῶν τοὺς θείους ἄθλους.
 

 
 

ΕΥΛΟΓΗΤΑΡΙΑ

 

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τοὺς Μάρτυράς Σου μέλπειν.

Τῶν Ἀγγέλων χορεῖαι, καθορῶντες τοὺς ἄθλους, τῶν Μαρτύρων τὰ στέφη, προητοίμαζον χαρᾷ, Ἰουλίττης ἀνδρείας, καὶ μονογενοῦς, τοῦ Κηρύκου εὔψυχον, δι’ ὧν πάσας, δαιμόνων τάξεις ᾔσχυναν.

 

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τοὺς Μάρτυράς Σου μέλπειν.

Τί ἐν φόβῳ, συμπαθῶς τῇ φύσει μου, ὦ φιλόχριστοι ὁράτε; Μεγαλόφρων Ἰουλίττα ἔλεγε, τοῖς δάκρυσι πολίταις, ἴδετε ὑμεῖς τὸν πόθον καὶ πείσθητε, ὁ Σωτὴρ γάρ, καταργήσει τὸν δράκοντα.

 

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τοὺς Μάρτυράς Σου μέλπειν.

Λίαν δριμεῖς, τοῦ τυράννου ἤκουσαν, τὰς βασάνους ἑτοιμάσαι, ἀλλ’ οὐδόλως, τοῦ Χριστοῦ οἱ Μάρτυρες πτοοῦνται, πόνων ὁ καιρός, τύραννε ὀλίγιστος, τὴν Ἀνάστασιν γάρ, μέλλομεν θεάσασθαι.

 

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τοὺς Μάρτυράς Σου μέλπειν.

Μυροφόρων τὴν τάξιν, μετὰ ὕμνων ἐλθόντες, πρὸς τὴν μνήμην σου Κήρυκε βοῶσι, ἀγέλαι πιστῶν, ἑαυτὰς ἐρωτῶσαι, πῶς βρέφος μικρόν, τὸν ἐχθρὸν συνέτριψεν; Ὁ Θεὸς γάρ, θαυμαστοῦται νηπιότητι.

 

Δόξα. Τριαδικόν.

Προσκυνοῦμεν ἐνθέως, Παναγίαν Τριάδα, τῶν ἀνθρώπων τὴν φύσιν, δυναμοῦσαν ἐνθέως, καὶ θεοῦσαν ἀφράστως, ψάλλουσαν δι’ Αὐτῇ, σὺν ἀΰλοις Τάγμασιν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ζωοδότην τεκοῦσα, ἐχαρίσω Παρθένε, τοῖς ἀνθρώποις τὴν δόξαν, ἣν ἀπώλεσαν πρώην, ἐν Ἐδὲμ δι’ ἀπάτην, ὄντως ὁ Θεός, διὰ Σοῦ ἀνέπλασεν, καὶ πυρίνην, τὴν φύσιν μου ἀνέδειξεν.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ

 

Ἦχος γ΄. Ἀκατάληπτόν ἐστιν.

Ἀκατάληπτόν ἐστι, τὸ μαρτύριον ὑμῶν, ὦ δυὰς χριστοφιλής, τοῖς φρονοῦσι γεηρά.

Ἀγωνίζεται λαμπρῶς, μήτηρ ἅμα τῷ υἱῷ, καὶ νικᾷ τὸν Γολιάθ, σωτηρίας τὸν ἐχθρόν.

Βρέφος νῦν θεολογεῖ, καὶ ἐκπλήττει τοὺς βροτούς, ὡς δοχεῖον γεγονός, Πνεύματος τοῦ ἀγαθοῦ.

Δεσμουμένη χαλινῷ, τὸν ἀνουστάτον Σατάν, κατεδέσμευσας ἀπρίξ, Ἰουλίττα θαυμαστή.

Ἑρμηνεύει θαυμαστῶς, τὰ μυστήρια Θεοῦ, Κήρυκος ὁ τριετής, ἐκ Χριστοῦ μαθητευθείς.

Ζωηρὰν φθογγὴν ἀφείς, ὥσπερ κύκνος θεαυγής, ἐν τοῖς κόλποις Ἀβραάμ, Κήρυκος εὐρέθ’ εὐθύς.

Ἡ λαμπὰς ἡ μυστική, ἄνω Ἱερουσαλήμ, νῦν φωτίζει τηλαυγῶς, ἡμᾶς μῆτερ ὁ Χριστός.

Θεωροῦσα τὸν Ἀμνόν, ἔκραζες ἀμνὰς Χριστοῦ, τέκνον δέχου τὴν θανήν, ἵνα εὕρῃς τὴν ζωήν.

Ἰουλίττα τοὺς πιστῶς, λείψανα ὑμῶν σεπτά, σεβομένους εὐλαβεῖς, φύλαττε ἐκ πειρασμῶν.

Κήρυξ ὤφθης τοῦ Θεοῦ, Κήρυκε βρέφος τερπνόν, ὅθεν δέχῃ δαψιλῶς, Παραδείσου τὴν τιμήν.

Ληρωδοῦσιν ἀσεβεῖς, μὴ εἰδότες τὸν Θεόν, Ὃν κηρύξαντες ὑμεῖς, στέφος ἔχετε λαμπρόν.

Μήτηρ πέλεις ἀγαθή, Ἰουλίττα σὸν υἱόν, καθορῶσα ὡς νεβρόν, καὶ χρηστοήθειαν ὑμῶν.

Δόξα. Τριαδικόν.

Ξενωθεῖσαν ὦ Τριάς, δι’ ἀγάπησιν τὴν Σήν, σὺν παπάζοντι υἱῷ, Ἰουλίτταν δέχου νῦν.

Καὶ νῦν. Θεοτοκίον.

Ὃν ἐβάστασας σαρκί, καθικέτευε ἁγνή, ὑπὲρ δούλων Σου πιστῶν, σὺν δυάδι τῇ κλεινῇ.



                                  πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου