Ευλογημένη πνευματική περιήγηση

Κυριακή 17 Ιουλίου 2016

ΙΟΥΛΙΟΣ 11-17!! ΑΓΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΙΩΝΑΣ ΝΙΣΥΡΟΥ ΠΑΡΑΚΛΗΣΙΣ

ΠΑΡΑΚΛΗΣΙΣ
 
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ ἰσαγγέλῳ σου ζωῇ θεοφόρε, θεοπρεπὼς παρὰ Χριστοῦ ἐδοξάσθης, ταῖς τῶν θαυμάτων χάρισιν Ἰωνά· ὅθεν πάσης θλίψεως, καὶ δεινῶν νοσημάτων, πόνων καὶ κακώσεων, καὶ παντοίας ἀνάγκης, ταῖς σαῖς πρεσβείαις Πάτερ πρὸς Χριστόν, φύλαττε πάντας τοὺς σὲ μακαρίζοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγγέλων συνόμιλος γεγονώς, σὺν αὐτοῖς δυσώπει, τὸν Σωτῆρα ὑπὲρ ἡμῶν, πάσης ἡμᾶς ῥύσεσθαι ἀνάγκης, καὶ δυσχερείας Ἰωνᾶ Ὅσιε.
Ῥανίσι τῶν θείων σου δωρεῶν, τὴν ἐξηραμμένην, ἐκπυρώσει τῇ τῶν παθῶν, ψυχήν μου κατάρδευσον θεόφρον, πρὸς εὐκαρπίαν σωτήριον Ὅσιε.
Σωμάτων ὀδύνας τὰς χαλεπάς, καὶ ψυχῶν τὰς νόσους, τῇ δοθείσῃ σοι δωρεά, ἴασαι Ἰωνὰ παμμάκαρ, τῶν προσιόντων θερμῶς τῇ σῇ χάριτι.
Θεοτοκίον.
Ἐτρώθην τοῖς βέλεσι τοῦ ἐχθροῦ, καὶ ὅλος ἡλκώθην, ἁμαρτίας τῇ ἐμμονῇ, ἀλλὰ Σὺ Παρθένε ὡς οἰκτίρμον, τῆς συνεχούσης ἀνάγκης με λύτρωσαι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νέον ἄστρον ὡράθης ταῖς νοηταῖς λάμψεσιν, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, Πάτερ Ἰωνά· ὅθεν διάλυσον, τῶν πειρασμῶν τὴν ὁμίχλην, ἀπειλοῦσαν Ὅσιε, ἡμῖν τὰ χείρονα.
Ἰατῆρά σε θείον, ὡς ἀληθῶς ἔδειξε, Πάτερ ἐν ἐσχάτοις τοῖς χρόνοις, Χριστὸς ὁ Κύριος· ὅθεν ἰάτρευσον, τὴν ἀσθενοῦσαν ψυχήν μου, προσβολαῖς τοῦ ὄφεως, ὡς συμπαθέστατος.
Εὐωδία ἀῤῥήτω τῆς θαυμαστῆς εἰκόνος σου, δίωξον παθῶν τὸ δυσῶδες, ἐκ τῶν ψυχῶν ἡμῶν, ὡς ἂν ἐνάρετον βίον, διέλθωμεν Πάτερ, εὐωδέσι πράξεσι, Χριστὸν δοξάζοντες.
Θεοτοκίον.
Πολυώνυμε Κόρη Μῆτερ Θεοῦ ἄφθορε, τὴν καταφθαρεῖσαν ψυχήν μου, πολλοῖς ἐν πάθεσιν, ἴασαι δέομαι, καὶ καθαρὰν αὐτὴν δεῖξον, μετανοίας πράξεσι, ἵνα δοξάζω Σε.
Διάσωσον, ἐκ πάσης βλάβης Ἰωνὰ θεοφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ τῶν πταισμάτων συγχώρησιν ἡμῖν αἴτει.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην θερμὸν ἡ Νίσυρος σὲ ἐκτήσατο, καὶ μέγαν σοφὲ μεσίτην πρὸς τὸν Κύριον· διὸ ἀεὶ τῇ σκέπῃ σου, καταφεύγει βοῶσα Ἰωνά· ἐκ ποικίλων ἡμᾶς δυσχερειῶν, ἀπάλλαττε Πάτερ τῇ πρεσβείᾳ σου.
                                 
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁ δαιμόνων τὸ σύστημα, πάλαι ἐκδιώξας πόῤῥῳ τῶν δούλω σου, τῆς αὐτῶν καὶ νῦν ἀπάλλαξον, Πάτερ κακουργίας τὰς ψυχὰς ἡμῶν.
Νόσων Πάτερ τοὺς ἄνθρακας, καὶ τῶν πειρασμῶν τὴν φλόγαν κατάσβεσον, τὴν πικρῶς ἡμᾶς φλογίζουσαν, δρόσῳ τῆς σῆς χάριτος Ἰωνά.
Ὥσπερ πάλαι ἠνέωξας, Πάτερ οὐρανὸν καὶ γῆν βροχὴν δέδωκεν, οὕτως ἄνοιξον Ἰωνά, τοῦ Χριστοῦ ἡμῖν τὴν ἀγαθότητα.
Θεοτοκίον.
Νέον βρέφος ἐκύησας, τὸν πρὸ τῶν αἰώνων Θεὸν καὶ Κύριον, νεουργοῦντα Κόρη πάναγνε, τοὺς παλαιωθέντας ἁμαρτήμασι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ᾜσχυνας εχθροῦ, τὰ βουλεύματα Ἰωνά, οὗ τὴν ἄδικον βουλὴν τὴν καθ’ ἡμῶν, τῇ πρεσβείᾳ σου ματαίωσον δεόμεθα.
Μέγας ἀρωγός, τῆς Νισύρου ἀναδέδειξαι, ἐκ κινδύνων καὶ δεινῶν δυσπραγιῶν, ἐξαιρούμενος τὴν νῆσόν σου Ἰωνά.
Ἄνωθεν ἡμῖν, συμπαθῶς δίδου Ἰωνά, ὡς φιλόστοργος Πατὴρ τὰς δωρεάς, τοῖς ἐν πίστει προσιοῦσι τὴν εἰκόνα σου.
Θεοτοκίον.
Σύ μου προσφυγή, σωτηρία καὶ ἀντίληψις, διὰ τοῦτο καταφεύγω Σοι ἁγνή, καθ’ ἑκάστην καὶ λυτροῦμαι τοῦ ἀλάστορος.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥημάτων, τῶν σῶν ἡδίστων χειλέων, τὴν φωνὴν καὶ νῦν ἐνήχησον πάλιν, ἐν ταῖς ψυχαῖς, νοερῶς τῶν σῶν τέκνων, ἀπὸ ληθάργου δεινοῦ διεγείρουσαν, ἡμᾶς Ἰωνὰ σοφέ, πρὸς σπουδὴν ἀγαθῶν Πάτερ πράξεων.
Ὑπάρχων, πλήρης ἐνθέου χαρίτων, ὡς θεράπων τοῦ Χριστοῦ θεοφόρος, θαυματουργίαις πολλαῖς ἐδοξάσθης· ὅθεν καὶ νῦν θαυματούργει Ἰωνά, τοῖς ἐκζητοῦσιν εὐλαβῶς, τὴν θερμήν σου βοήθειαν Ὅσιε.
Συντρέχει, οὐ μόνον πᾶσα ἡ Νίσυρος, τῇ σεπτῇ τοῦ Ἁγίου εἰκόνα, ἀλλὰ καὶ πᾶς εὐσεβῆς ἀλλαχόθεν, καὶ τὰς αἰτήσεις οἱ πάντες λαμβάνουσιν, Ἰωνὰ θαυματουργέ, ἐκ τῆς σῆς δαψιλοῦς χάριτος.
Θεοτοκίον.
Ἀγγέλων, ἁγιωτέρα ἐδείχθης, Παναγία ὑπεράμωμε Κόρη, ὡς τῶν Ἁγίων τὸν Ἅγιον μόνον, ὑπεραγίως ἡμῶν σωματώσασα· δι’ ὃ ἁγίασον ἡμῶν, καὶ ψυχὴν καὶ καρδίαν καὶ ἔννοιαν.
Διάσωσον, ἐκ πάσης βλάβης Ἰωνὰ θεοφόρε, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, καὶ τῶν πταισμάτων συγχώρησιν ἡμῖν αἴτει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου σπεύδοντες Ἅγιε, τῶν πατρικῶν δωρεῶν σου πληρούμεθα, Χριστὸν μεγαλύνοντες Ὅσιε, τὸν σὲ προστάτην ἡμῖν ἀναδείξαντα, Ἰωνὰ Νισύρου ἀγλάϊσμα.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Νέον ἄστρον πέφηνας, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐν ἐσχάτοις ἔτεσι, βίου καθαρότητι λάμψας Ὅσιε, νοηταῖς λάμψεσι, τῶν ἐν σοὶ χαρίτων, καταυγάζων τὰς ψυχὰς ἡμῶν, καὶ τῶν ἰάσεων, ταῖς μαρμαρυγαῖς λύων πάντοτε, δαιμόνων τὴν σκοτόμαιναν, καὶ ἀῤῥωστημάτων τὴν ζόφωσιν· ὅθεν σοὶ βοῶμεν· μὴ παύσῃ ἐκλυτρούμενος ἡμᾶς, ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ παντοίων θλίψεων.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἱλαρότητι γνώμης συμπαθέστατος πέλων Πάτερ τοῖς πταίουσι, ψυχήν μου τὴν ἀθλίαν, ἐκ βόθρου τῶν πταισμάτων, πρὸς μετάνοιαν ἕλκυσον, τῇ συμπαθείᾳ τῇ σῇ, Ἰωνὰ θεόφρον.
Γαυριῶντα δολίως καθ’ ἡμῶν θεοφόρε τὸν ἀνθρωπόλεθρον, κατάβαλε εὐχές σου, ὁ λύσας τῶν δαιμόνων, τὰ πικρὰ μηχανήματα, Ἰωνὰ ἱερέ, Ὁσίων ἡ προσθήκη.
Ἐντολῶν τοῦ Σωτῆρος πρὸς θερμὴν ἐργασίαν ἡμᾶς διέγειρον, τῇ σῇ ἐπιστασίᾳ, Ἰωνὰ παμμάκαρ, τοὺς πιστῶς ἀνακράζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ῥῶσιν δίδου μοι Κόρη καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, μετάνοιαν γνησίαν, καὶ φῶς ἐν τῇ καρδίᾳ, ἵνα πίστει κραυγάζω Σοι· χαῖρε Παρθένε ἁγνή, βροτῶν ἡ σωτηρία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἁγίων βίον, ἐν ταῖς ἐσχάταις ἡμέραις, μιμησάμενος Ἰωνὰ παμμάκαρ, βλύζεις τοῖς σοῖς δούλοις, ἁγιασμὸν καὶ χάριν.
Σωτηριώδης, ἡ σὴ ἀντίληψις πέλει, διασώζουσα πολυειδῶν κινδύνων, τοὺς πιστῶς φωνούντας, τὴν κλῆσίν σου τρισμάκαρ.
Ἴδε παμμάκαρ, τοὺς εὐλαβῶς προσελθόντας, τῇ ἁγίᾳ σου καὶ πανευώδει εἰκόνα, καὶ παράσχου πᾶσι, τὴν πατρικήν σου χάριν.
Θεοτοκίον.
Μήτερ Κυρίου, ὑπεραγία Παρθένε, ἀποκάθαρον τὴν ταπεινὴν ψυχήν μου, πάσης ἁμαρτίας, τοῖς οἰκτιρμοῖς Σου Κόρη.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ μέγας τῶν Νισυρίων, ῥύστης καὶ προστάτης, ταύτης τὴν νῆσόν σου φύλαττε πάντοτε, τῆς τοῦ ἐχθρου ἐπηρείας Πάτερ Ἰωνά.
Ὑψόθεν μὴ ἐλλείπῃς, Πάτερ ἐποπτεύων, καὶ τὰς δεήσεις ἀεὶ προσδεχόμενος, τῶν εὐλαβῶς προσιόντων τῇ θείᾳ εἰκόνι σου.
Ὑπέρτερόν με δεῖξον, τῆς τοῦ βροτοκτόνου, ἐπιβουλῆς καὶ μανίας Ἰωνά, τὸν εὐλαβῶς σοι τὸν ὕμνον τοῦτον ὑφάναντα.
Θεοτοκίον.
Ὑψίστου Λόγου Μῆτερ, ἄχραντε Παρθένε, τῇ ἐπιλάμψει τῆς Σῆς ἀγαθότητος, τὸ ἐν ἐμοὶ δεινὸν σκότος μάκαρ ἀπέλασον.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῆς Νισύρου θεῖος βλαστός, καὶ τῆς νήσου Λειψοὺ ἀντιλήπτωρ καὶ ἀρωγός· χαίροις μοναζόντων, Ἰωνὰ τὸ κλέος, καὶ πάντων τῶν Ὁσίων, ὁ ἰσοστάσιος.
Χαίροις ἱερέων ἡ καλλονή, καὶ τῶν μοναζόντων τύπος θεῖος ἐν ἀρετῇ· χαίροις τῆς Νισύρου, θερμότατης προστάτης, Ἰωνὰ παμμάκαρ, Ὁσίων σύσκηνε.
Χαίροις ἰαμάτων διηνεκῆ, βρύει σου ἡ εἰκόνα, ἡ ἁγία καὶ θαυμαστή· ὅθεν ταύτη Πάτερ, προστρέχοντες ἐν πίστει, παντοίων νοσημάτων, ἀπολυτρούμεθα.
Πόθῳ ἠκολούθησας τῷ Χριστῷ, ἐκ παιδὸς θεόφρον, ἀνενδότῳ Πάτερ σπουδῇ, καὶ σοφῶς ἐμπρέψας, θεοφιλεὶ ἀσκήσει, τῆς χάριτος ταμεῖον, ὤφθης μακάριε.
Πλήρης ἀνεδείχθης θείου φωτός, ἐν τῇ νήσῳ Νισύρῳ, καὶ τῇ Λειψῷ, τῇ ἀμέμπτῳ σου βιοτῇ· ὅθεν ἐδοξάσθης, χαρίσμασιν ἁγίοις, καὶ θαυμασίοις πλείστοις, Πάτερ Ἰωνά.
Τῇ ἱκετηρίᾳ σου τῇ θερμῇ, κατήγαγες Πάτερ, οὐρανόθεν βροχὴν πολλήν, καὶ δαιμόνων σμήνος, δίκην βοῶν φανέντων, διώκεις τῷ σῷ λόγῳ, μακρὰν Ἰωνά.
Χαίροις ὁ παρέχων ὡς συμπαθής, τοῖς κάμνουσι Πάτερ, καὶ νοσοῦσι πολυειδῶς, πᾶσαν θεραπείαν, καὶ λύων τὸν χειμῶνα, Ἰωνὰ κινδύνων καὶ περιστάσεων.
Χείρα βοηθείας δίδου ἀεί, Πάτερ τοῖς αἰτοῦσι, τὴν ταχεῖάν σου ἀρωγήν, καὶ ἐν πάσῃ ὥρᾳ, τοῦ βίου καὶ ἀνάγκη, Ἰωνὰ βοήθει, ἡμῖν τοῖς τέκνοις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Νισύρου τὸν γόνον Λειψὼν τὸν ἔφορον, καὶ τὸ τῆς Δωδεκανήσου ἁπάσης, γέρας θεῖον καὶ καύχημα, Ἰωνὰν τιμήσωμεν πιστοί, ὡς Ὅσιο Χριστοῦ πανευκλεῆ, ἵνα λάβωμεν πταισμάτων τὸν ἱλασμόν, παρὰ Θεοῦ κραυγάζοντες· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα ἐν εὐκλείᾳ οὐρανῶν, δοξάσαντι σε Ὅσιε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.


                                      πηγή: voutsinasilias.blogspot.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου